Ezekiel, Chapter 24

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
  37. 37
  38. 38
  39. 39
  40. 40
  41. 41
  42. 42
  43. 43
  44. 44
  45. 45
  46. 46
  47. 47
  48. 48
24

24.1καὶ ἐγένετο λόγος Κυρίου πρός με ἐν τῷ ἔτει τῷ ἐνάτῳ, ἐν τῷ μηνὶ τῷ δεκάτῳ, δεκάτῃ τοῦ μηνός, λέγων ·

24.2υἱὲ ἀνθρώπου, γράψον σεαυτῷ εἰς ἡμέραν ἀπὸ τῆς ἡμέρας ταύτης, ἀφ’ἧς ἀπηρείσατο βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλήμ, ἀπὸ τῆς ἡμέρας τῆς σήμερον, καὶ εἰπὸν ἐπὶ τὸν οἶκον τὸν παραπικραίνοντα παραβολὴν καὶ ἐρεῖς πρὸς αὐτούς ·

24.3τάδε λέγει Κύριος · ἐπίστησον τὸν λέβητα καὶ ἔγχεον εἰς αὐτὸν ὕδωρ καὶ ἔμβαλε εἰς αὐτὸν τὰ διχοτομήματα, πᾶν διχοτόμημα καλόν, σκέλος καὶ ὦμον ἐκσεσαρκισμένα ἀπὸ τῶν ὀστῶν ἐξ ἐπιλέκτων κτηνῶν εἰλημμένων καὶ ὑπόκαιε τὰ ὀστᾶ ὑποκάτω αὐτῶν ·

24.5ἔζεσεν ἔζεσε, καὶ ἥψηται τὰ ὀστᾶ αὐτῆς ἐν μέσῳ αὐτῆς.

24.6διὰ τοῦτο τάδε λέγει Κύριος · πόλις αἱμάτων, λέβης ἐν ἐστιν ἰὸς ἐν αὐτῷ, καὶ ἰὸς οὐκ ἐξῆλθεν ἐξ αὐτῆς · κατὰ μέλος αὐτῆς ἐξήνεγκεν, οὐκ ἔπεσεν ἐπ’αὐτὴν κλῆρος.

24.7ὅτι αἷμα αὐτῆς ἐν μέσῳ αὐτῆς ἐστιν, ἐπὶ λεωπετρίαν τέταχα αὐτό. οὐκ ἐκκέχυκα αὐτὸ ἐπὶ τὴν γῆν τοῦ καλύψαι ἐπ’αὐτὸ γῆν ·

24.8τοῦ ἀναβῆναι θυμὸν εἰς ἐκδίκησιν ἐκδικηθῆναι δέδωκα τὸ αἷμα αὐτῆς ἐπὶ λεωπετρίαν τοῦ μὴ καλύψαι αὐτό.

24.9διὰ τοῦτο τάδε λέγει Κύριος · κἀγὼ μεγαλυνῶ τὸν δαλὸν καὶ πληθυνῶ τὰ ξύλα καὶ ἀνακαύσω τὸ πῦρ, ὅπως τακῇ τὰ κρέα καὶ ἐλαττωθῇ ζωμὸς καὶ στῇ ἐπὶ τοὺς ἄνθρακας, ὅπως προσκαυθῇ καὶ θερμανθῇ χαλκὸς αὐτῆς καὶ τακῇ ἐν μέσῳ ἀκαθαρσίας αὐτῆς, καὶ ἐκλίπῃ ἰὸς αὐτῆς, καὶ οὐ μὴ ἐξέλθῃ ἐξ αὐτῆς πολὺς ἰὸς αὐτῆς, καταισχυνθήσεται ἰὸς αὐτῆς, ἀνθ’ὧν ἐμιαίνου σύ.

24.13καὶ τί ἐὰν μὴ καθαρισθῇς ἔτι, ἕως οὗ ἐμπλήσω τὸν θυμόν μου;

24.14ἐγὼ Κύριος λελάληκα, καὶ ἥξει, καὶ ποιήσω, οὐ διαστελῶ οὐ δὲ μὴ ἐλεήσω · κατὰ τὰς ὁδούς σου, καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, λέγει Κύριος. διὰ τοῦτο ἐγὼ κρινῶ σε κατὰ τὰ αἵματά σου καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, ἀκάθαρτος, ὀνομαστὴ καὶ πολλὴ τοῦ παραπικραίνειν.

24.15καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων ·

24.16υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ λαμβάνω ἐκ σοῦ τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν σου ἐν παρατάξει · οὐ μὴ κοπῇς οὐ δ’οὐ μὴ κλαυσθῇς.

24.17στεναγμὸς αἵματος, ὀσφύος, πένθους ἐστίν · οὐκ ἔσται τὸ τρίχωμά σου συμπεπλεγμένον ἐπὶ σὲ καὶ τὰ ὑποδήματά σου ἐν τοῖς ποσί σου, οὐ μὴ παρακληθῇς ἐν χείλεσιν αὐτῶν καὶ ἄρτον ἀνδρῶν οὐ μὴ φάγῃς.

24.18καὶ ἐλάλησα πρὸς τὸν λαὸν τὸ πρωΐ, ὃν τρόπον ἐνετείλατό μοι, καὶ ἀπέθανεν γυνή μου ἑσπέρας, καὶ ἐποίησα τὸ πρωΐ ὃν τρόπον ἐπετάγη μοι.

24.19καὶ εἶπε πρός με λαός · οὐκ ἀναγγελεῖς ἡμῖν τί ἐστι ταῦτα, σὺ ποιεῖς;

24.20καὶ εἶπα πρὸς αὐτούς · λόγος Κυρίου ἐγένετο πρός με λέγων ·

24.21εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ · τάδε λέγει Κύριος · ἰδοὺ ἐγὼ βεβηλῶ τὰ ἅγιά μου, φρύαγμα ἰσχύος ὑμῶν, ἐπιθυμήματα ὀφθαλμῶν ὑμῶν, καὶ ὑπὲρ ὧν φείδονται αἱ ψυχαὶ ὑμῶν · καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, οὓς ἐγκατελίπετε, ἐν ρομφαίᾳ πεσοῦνται.

24.22καὶ ποιήσετε ὃν τρόπον πεποίηκα · ἀπὸ στόματος αὐτῶν οὐ παρακληθήσεσθε καὶ ἄρτον ἀνδρῶν οὐ φάγεσθε, καὶ αἱ κόμαι ὑμῶν ἐπὶ τῆς κεφαλῆς ὑμῶν, καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν ·

24.23οὔτε μὴ κόψησθε οὔτε μὴ κλαύσητε, καὶ ἐντακήσεσθε ἐν ταῖς ἀδικίαις ὑμῶν καὶ παρακαλέσετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ.

24.24καὶ ἔσται Ἰεζεκιὴλ ὑμῖν εἰς τέρας · κατὰ πάντα, ὅσα ἐποίησα, ποιήσετε, ὅταν ἔλθῃ ταῦτα · καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος. καὶ σὺ υἱὲ ἀνθρώπου, οὐχὶ ἐν τῇ ἡμέρᾳ, ὅταν λαμβάνων τὴν ἰσχὺν παρ’αὐτῶν, τὴν ἔπαρσιν τῆς καυχήσεως αὐτῶν, τὰ ἐπιθυμήματα ὀφθαλμῶν αὐτῶν καὶ τὴν ἔπαρσιν ψυχῆς αὐτῶν, υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἥξει ἀνασῳζόμενος πρὸς σὲ τοῦ ἀναγγεῖλαί σοι εἰς τὰ ὦτα;

24.27ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διανοιχθήσεται τὸ στόμα σου πρὸς τὸν ἀνασῳζόμενον καὶ λαλήσεις καὶ οὐ μὴ ἀποκωφωθῇς οὐκέτι · καὶ ἔσῃ αὐτοῖς εἰς τέρας, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος.