Ezekiel, Chapter 48

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
  37. 37
  38. 38
  39. 39
  40. 40
  41. 41
  42. 42
  43. 43
  44. 44
  45. 45
  46. 46
  47. 47
  48. 48
48

48.1καὶ ταῦτα τὰ ὀνόματα τῶν φυλῶν · ἀπὸ τῆς ἀρχῆς τῆς πρὸς βορρᾶν κατὰ τὸ μέρος τῆς καταβάσεως τοῦ περισχίζοντος ἐπὶ τὴν εἴσοδον τῆς Ἠμὰθ αὐλῆς τοῦ Αἰνάν, ὅριον Δαμασκοῦ πρὸς βορρᾶν κατὰ μέρος Ἠμὰθ αὐλῆς, καὶ ἔσται αὐτοῖς τὰ πρὸς ἀνατολὰς ἕως πρὸς θάλασσαν Δάν, μία.

48.2καὶ ἀπὸ τῶν ὁρίων τοῦ Δὰν τὰ πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ἀσσήρ, μία.

48.3καὶ ἀπὸ τῶν ὁρίων Ἀσσὴρ ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Νεφθαλίμ, μία.

48.4καὶ ἀπὸ τῶν ὁρίων Νεφθαλὶμ ἀπὸ ἀνατολῶν ἕως τῶν πρὸς θάλασσαν Μανασσῆ, μία.

48.5καὶ ἀπὸ τῶν ὁρίων Μανασσῆ ἀπὸ τῶν πρὸς ἀνατολὰς ὥς τῶν πρὸς θάλασσαν Ἐφραίμ, μία.

48.6καὶ ἀπὸ τῶν ὁρίων Ἐφραὶμ ἀπό τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ῥουβήν, μία.

48.7καὶ ἀπὸ τῶν ὁρίων Ῥουβὴν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ἰούδα, μία.

48.8καὶ ἀπὸ τῶν ὁρίων Ἰούδα ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν ἔσται ἀπαρχὴ τοῦ ἀφορισμοῦ, πέντε καὶ εἴκοσι χιλιάδες εὖρος καὶ μῆκος καθὼς μία τῶν μερίδων ἀπὸ τῶν πρὸς ἀνατολὰς καὶ ἕως τῶν πρὸς θάλασσαν, καὶ ἔσται τὸ ἅγιον ἐν μέσῳ αὐτῶν ·

48.9ἀπαρχή, ἣν ἀφοριοῦσι τῷ Κυρίῳ, μῆκος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὗρος εἴκοσι καὶ πέντε χιλιάδες.

48.10τούτων ἔσται ἀπαρχὴ τῶν ἁγίων · τοῖς ἱερεῦσι, πρὸς βορρᾶν πέντε καὶ εἴκοσι χιλιάδες καὶ πρὸς θάλασσαν πλάτος δέκα χιλιάδες καὶ πρὸς ἀνατολὰς πλάτος δέκα χιλιάδες καὶ πρὸς νότον μῆκος εἴκοσι καὶ πέντε χιλιάδες, καὶ τὸ ὄρος τῶν ἁγίων ἔσται ἐν μέσῳ αὐτοῦ ·

48.11τοῖς ἱερεῦσι τοῖς ἡγιασμένοις, υἱοῖς Σαδδούκ, τοῖς φυλάσσουσι τὰς φυλακὰς τοῦ οἴκου, οἵτινες οὐκ ἐπλανήθησαν ἐν τῇ πλανήσει υἱῶν Ἰσραήλ, ὃν τρόπον ἐπλανήθησαν οἱ Λευῖται, καὶ ἔσται αὐτοῖς ἀπαρχὴ δεδομένη ἐκ τῶν ἀπαρχῶν τῆς γῆς, ἅγιον ἁγίων ἀπὸ τῶν ὁρίων τῶν Λευιτῶν.

48.13τοῖς δὲ Λευίταις τὰ ἐχόμενα τῶν ὁρίων τῶν ἱερέων, μῆκος πέντε καὶ εἴκοσι χιλιάδες, καὶ εὗρος δέκα χιλιάδες. πᾶν τὸ μῆκος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὖρος εἴκοσι χιλιάδες.

48.14οὐ πραθήσεται ἐξ αὐτοῦ οὐ δὲ καταμετρηθήσεται, οὐ δὲ ἀφαιρεθήσεται τὰ πρωτογεννήματα τῆς γῆς, ὅτι ἅγιόν ἐστι τῷ Κυρίῳ.

48.15τὰς δὲ πέντε χιλιάδας τὰς περισσὰς ἐπὶ τῷ πλάτει ἐπὶ ταῖς πέντε, καὶ εἴκοσι χιλιάσι, προτείχισμα ἔσται τῇ πόλει εἰς τὴν κατοικίαν καὶ εἰς διάστημα αὐτοῦ, καὶ ἔσται πόλις ἐν μέσῳ αὐτοῦ.

48.16καὶ ταῦτα τὰ μέτρα αὐτῆς · ἀπὸ τῶν πρὸς βορρᾶν πεντακόσιοι καὶ τετρακισχίλιοι, καὶ ἀπὸ τῶν πρὸς νότον πεντακόσιοι καὶ τέσσαρες χιλιάδες, καὶ ἀπὸ τῶν πρὸς ἀνατολάς πεντακόσιοι καὶ τέσσαρες χιλιάδες, καὶ ἀπὸ τῶν πρὸς θάλασσαν τετρακισχιλίους πεντακόσιους.

48.17καὶ ἔσται διάστημα τῇ πόλει πρὸς βορρᾶν διακόσιοι πεντήκοντα καὶ πρὸς νότον διακόσιοι καὶ πεντήκοντα καὶ πρὸς ἀνατολὰς διακόσιοι πεντήκοντα καὶ πρὸς θάλασσαν διακόσιοι πεντήκοντα.

48.18καὶ τὸ περισσὸν τοῦ μήκους τὸ ἐχόμενον τῶν ἀπαρχῶν τῶν ἁγίων δέκα χιλιάδες πρὸς ἀνατολὰς καὶ δέκα χιλιάδες πρὸς θάλασσαν · καὶ ἔσονται αἱ ἀπαρχαὶ τοῦ ἁγίου καὶ ἔσται τὰ γεννήματα αὐτῆς εἰς ἄρτους τοῖς ἐργαζομένοις τὴν πόλιν ·

48.19οἱ δὲ ἐργαζόμενοι τὴν πόλιν ἐργῶνται αὐτὴν ἐκ πασῶν τῶν φυλῶν τοῦ Ἰσραήλ.

48.20πᾶσα ἀπαρχὴ πέντε καὶ εἴκοσι χιλιάδες ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας · τετράγωνον ἀφοριεῖτε αὐτοῦ τὴν ἀπαρχὴν τοῦ ἁγίου ἀπὸ τῆς κατασχέσεως τῆς πόλεως.

48.21τὸ δὲ περισσὸν τῷ ἀφηγουμένῳ ἐκ τούτου καὶ ἐκ τούτου ἀπὸ τῶν ἀπαρχῶν τοῦ ἁγίου καὶ εἰς τὴν κατάσχεσιν τῆς πόλεως ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας μῆκος ἕως τῶν ὁρίων τῶν πρὸς ἀνατολὰς καὶ πρὸς θάλασσαν ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας ἕως τῶν ὁρίων τῶν πρὸς θάλασσαν ἐχόμενα τῶν μερίδων τοῦ ἀφηγουμένου · καὶ ἔσται ἀπαρχὴ τῶν ἁγίων καὶ τὸ ἁγίασμα τοῦ οἴκου ἐν μέσῳ αὐτῆς.

48.22καὶ ἀπὸ τῆς κατασχέσεως τῶν Λευιτῶν καὶ ἀπὸ τῆς κατασχέσεως τῆς πόλεως ἐν μέσῳ τῶν ἀφηγουμένων ἔσται · ἀναμέσον τῶν ὁρίων Ἰούδα καὶ ἀναμέσον τῶν ὁρίων Βενιαμὶν τῶν ἀφηγουμένων ἔσται. καὶ τὸ περισσὸν τῶν φυλῶν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Βενιαμίν, μία.

48.24καὶ ἀπὸ τῶν ὁρίων τῶν Βενιαμὶν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Συμεών, μία.

48.25καὶ ἀπὸ τῶν ὁρίων τῶν Συμεὼν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ἰσσάχαρ, μία.

48.26καὶ ἀπὸ τῶν ὁρίων τῶν Ἰσσάχαρ ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ζαβουλών, μία.

48.27καὶ ἀπὸ τῶν ὁρίων τῶν Ζαβουλὼν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Γάδ, μία.

48.28καὶ ἀπὸ τῶν ὁρίων τῶν Γὰδ ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς λίβα καὶ ἔσται τὰ ὅρια αὐτοῦ ἀπὸ Θαιμὰν καὶ ὕδατος Μαριμὼθ Κάδης κληρονομίας ἕως τῆς θαλάσσης τῆς μεγάλης.

48.29αὕτη γῆ, ἣν βαλεῖτε ἐν κλήρῳ ταῖς φυλαῖς τοῦ Ἰσραήλ, καὶ οὗτοι οἱ διαμερισμοὶ αὐτῶν, λέγει Κύριος Θεός. καὶ αὗται αἱ διεκβολαὶ τῆς πόλεως αἱ πρὸς βορρᾶν, τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ.

48.31καὶ αἱ πύλαι τῆς πόλεως ἐπ’ὀνόματι φυλῶν τοῦ Ἰσραήλ · πύλαι τρεῖς πρὸς βορρᾶν, πύλη Ῥουβὴν μία καὶ πύλη Ἰούδα μία καὶ πύλη Λευΐ μία.

48.32καὶ τὰς πρὸς ἀνατολὰς τετρακισχίλιοι καὶ πεντακόσιοι · καὶ πύλαι τρεῖς, πύλη Ἰωσὴφ μία καὶ πύλη Βενιαμὶν μία καὶ πύλη Δὰν μία.

48.33καὶ τὰ πρὸς νότον τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ · καὶ πύλαι τρεῖς, πύλη Συμεὼν μία καὶ πύλη Ἰσσάχαρ μία καὶ πύλη Ζαβουλὼν μία.

48.34καὶ τὰ πρὸς θάλασσαν τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ · πύλαι τρεῖς, πύλη Γὰδ μία καὶ πύλη Ἀσσὴρ μία καὶ πύλη Νεφθαλὶμ μία.

48.35κύκλωμα δέκα καὶ ὀκτὼ χιλιάδες. καὶ τὸ ὄνομα τῆς πόλεως, ἀφ’ἧς ἂν ἡμέρας γένηται, ἔσται τὸ ὄνομα αὐτῆς.