1515.1καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων ·
15.2καὶ σύ, υἱὲ ἀνθρώπου, τί ἂν γένοιτο τὸ ξύλον τῆς ἀμπέλου ἐκ πάντων τῶν ξύλων τῶν κλημάτων τῶν ὄντων ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ;
15.3εἰ λήψονται ἐξ αὐτῆς ξύλον τοῦ ποιῆσαι εἰς ἐργασίαν; εἰ λήψονται ἐξ αὐτῆς πάσσαλον τοῦ κρεμάσαι ἐπ’αὐτὸν πᾶν σκεῦος;
15.4πάρεξ πυρὶ δέδοται εἰς ἀνάλωσιν, τὴν κατ’ἐνιαυτὸν κάθαρσιν ἀπ’αὐτῆς ἀναλίσκει τὸ πῦρ, καὶ ἐκλείπει εἰς τέλος · μὴ χρήσιμον ἔσται εἰς ἐργασίαν;
15.5οὐ δὲ ἔτι αὐτοῦ ὄντος ὁλοκλήρου οὐκ ἔσται εἰς ἐργασίαν. μὴ ὅτι ἐὰν καὶ πῦρ αὐτὸ ἀναλώσῃ εἰς τέλος, εἰ ἔτι ἔσται εἰς ἐργασίαν;
15.6διὰ τοῦτο εἰπόν · τάδε λέγει Κύριος · ὃν τρόπον τὸ ξύλον τῆς ἀμπέλου ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, ὃ δέδωκα αὐτὸ πυρὶ εἰς ἀνάλωσιν, οὕτως δέδωκα τοὺς κατοικοῦντας Ἱερουσαλήμ.
15.7καὶ δώσω τὸ πρόσωπόν μου ἐπ’αὐτούς · ἐκ τοῦ πυρὸς ἐξελεύσονται, καὶ πῦρ αὐτοὺς καταφάγεται, καὶ ἐπιγνώσονται ὅτι ἐγὼ Κύριος ἐν τῷ στηρίσαι με τὸ πρόσωπόν μου ἐπ’αὐτούς.
15.8καὶ δώσω τὴν γῆν εἰς ἀφανισμόν, ἀνθ’ὧν παρέπεσον παραπτώματι, λέγει Κύριος.