Ezekiel, Chapter 4

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
  37. 37
  38. 38
  39. 39
  40. 40
  41. 41
  42. 42
  43. 43
  44. 44
  45. 45
  46. 46
  47. 47
  48. 48
4

4.1καὶ σύ, υἱὲ ἀνθρώπου, λαβὲ σεαυτῷ πλίνθον καὶ θήσεις αὐτὴν πρὸ προσώπου σου καὶ διαγράψεις ἐπ’αὐτὴν πόλιν τὴν Ἱερουσαλήμ.

4.2καὶ δώσεις ἐπ’αὐτὴν περιοχὴν καὶ οἰκοδομήσεις ἐπ’αὐτὴν προμαχῶνας καὶ περιβαλεῖς ἐπ’αὐτὴν χάρακα καὶ δώσεις ἐπ’αὐτὴν παρεμβολὰς καὶ τάξεις τὰς βελοστάσεις κύκλῳ.

4.3καὶ σὺ λάβε σεαυτῷ τήγανον σιδηροῦν καὶ θήσεις αὐτὸ τοῖχον σιδηροῦν ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς πόλεως καὶ ἑτοιμάσεις τὸ πρόσωπόν σου ἐπ’αὐτήν, καὶ ἔσται ἐν συγκλεισμῷ, καὶ συγκλείσεις αὐτήν · σημεῖόν ἐστι τοῦτο τοῖς υἱοῖς Ἰσραήλ. καὶ σὺ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερὸν καὶ θήσεις τὰς ἀδικίας τοῦ οἴκου Ἰσραὴλ ἐπ’αὐτοῦ κατὰ ἀριθμὸν τῶν ἡμερῶν πεντήκοντα καὶ ἑκατόν, ἃς κοιμηθήσῃ ἐπ’αὐτοῦ, καὶ λήψῃ τὰς ἀδικίας αὐτῶν.

4.5καὶ ἐγὼ δέδωκά σοι τὰς δύο ἀδικίας αὐτῶν εἰς ἀριθμὸν ἡμερῶν ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας. καὶ λήψῃ τὰς ἀδικίας τοῦ οἴκου Ἰσραὴλ καὶ συντελέσεις ταῦτα πάντα ·

4.6καὶ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιὸν καὶ λήψῃ τὰς ἀδικίας τοῦ οἴκου Ἰούδα τεσσαράκοντα ἡμέρας. ἡμέραν εἰς ἐνιαυτὸν τέθεικά σοι.

4.7καὶ εἰς τὸν συγκλεισμὸν Ἱερουσαλὴμ ἑτοιμάσεις τὸ πρόσωπόν σου καὶ τὸν βραχίονά σου στερεώσεις καὶ προφητεύσεις ἐπ’αὐτήν.

4.8καὶ ἐγὼ ἰδοὺ δέδωκα ἐπὶ σὲ δεσμούς, καὶ μὴ στραφῇς ἀπὸ τοῦ πλευροῦ σου ἐπὶ τὸ πλευρόν σου, ἕως οὗ συντελεσθῶσιν ἡμέραι τοῦ συγκλεισμοῦ σου. καὶ σὺ λάβε σεαυτῷ πυροὺς καὶ κριθὰς καὶ κύαμον καὶ φακὸν καὶ κέγχρον καὶ ὄλυραν καὶ ἐμβαλεῖς αὐτὰ εἰς ἄγγος ἓν ὀστράκινον καὶ ποιήσεις αὐτὰ σεαυτῷ εἰς ἄρτους, καὶ κατὰ ἀριθμὸν τῶν ἡμερῶν, ἃς σὺ καθεύδεις ἐπὶ τοῦ πλευροῦ σου, ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας φάγεσαι αὐτά.

4.10καὶ τὸ βρῶμά σου, φάγεσαι, ἐν σταθμῷ εἴκοσι σίκλους τὴν ἡμέραν · ἀπὸ καιροῦ ἕως καιροῦ φάγεσαι αὐτά.

4.11καὶ ὕδωρ ἐν μέτρῳ πίεσαι τὸ ἕκτον τοῦ εἴν · ἀπὸ καιροῦ ἕως καιροῦ πίεσαι.

4.12καὶ ἐγκρυφίαν κρίθινον φάγεσαι αὐτά · ἐν βολβίτοις κόπρου ἀνθρωπίνης ἐγκρύψεις αὐτὰ κατ’ὀφθαλμοὺς αὐτῶν καὶ ἐρεῖς ·

4.13τάδε λέγει Κύριος Θεὸς τοῦ Ἰσραήλ · οὕτως φάγονται οἱ υἱοὶ τοῦ Ἰσραὴλ ἀκάθαρτα ἐν τοῖς ἔθνεσι.

4.14καὶ εἶπα · μηδαμῶς, Κύριε Θεὲ τοῦ Ἰσραήλ · ἰδοὺ ψυχή μου σὺ μεμίανται ἐν ἀκαθαρσίᾳ, καὶ θνησιμαῖον καὶ θηριάλωτον οὐ βέβρωκα ἀπὸ γενέσεώς μου ἕως τοῦ νῦν, οὐ δὲ εἰσελήλυθεν εἰς τὸ στόμα μου πᾶν κρέας ἕωλον.

4.15καὶ εἶπε πρός με · ἰδοὺ δέδωκά σοι βόλβιτα βοῶν ἀντὶ τῶν βολβίτων τῶν ἀνθρωπίνων, καὶ ποιήσεις τοὺς ἄρτους σου ἐπ’αὐτῶν.

4.16καὶ εἶπε πρός με · υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ συντρίβω στήριγμα ἄρτου ἐν Ἱερουσαλήμ, καὶ φάγονται ἄρτον ἐν σταθμῷ καὶ ἐν ἐνδείᾳ καὶ ὕδωρ ἐν μέτρῳ καὶ ἐν ἀφανισμῷ πίονται, ὅπως ἐνδεεῖς γένωνται ἄρτου καὶ ὕδατος ·

4.17καὶ ἀφανισθήσεται ἄνθρωπος καὶ ἀδελφὸς αὐτοῦ καὶ τακήσονται ἐν ταῖς ἀδικίαις αὐτῶν.