3333.1καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων ·
33.2υἱὲ ἀνθρώπου, λάλησον τοῖς υἱοῖς τοῦ λαοῦ σου καὶ ἐρεῖς πρὸς αὐτούς · γῆ, ἐφ’ἣν ἂν ἐπάγω ρομφαίαν, καὶ λάβῃ ὁ λαὸς τῆς γῆς ἄνθρωπον ἕνα ἐξ αὐτῶν καὶ δῶσιν αὐτὸν ἑαυτοῖς εἰς σκοπόν, καὶ ἴδῃ τὴν ρομφαίαν ἐρχομένην ἐπὶ τὴν γῆν καὶ σαλπίσῃ τῇ σάλπιγγι καὶ σημάνῃ τῷ λαῷ, καὶ ἀκούσῃ ὁ ἀκούσας τὴν φωνὴν τῆς σάλπιγγος καὶ μὴ φυλάξηται, καὶ ἐπέλθῃ ἡ ρομφαία καὶ καταλάβῃ αὐτόν, τὸ αἷμα αὐτοῦ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἔσται ·
33.5ὅτι τὴν φωνὴν τῆς σάλπιγγος ἀκούσας οὐκ ἐφυλάξατο, τὸ αἷμα αὐτοῦ ἐπ’αὐτοῦ ἔσται, καὶ οὗτος ὅτι ἐφυλάξατο, τὴν ψυχὴν αὐτοῦ ἐξείλατο.
33.6καὶ ὁ σκοπός, ἐὰν ἴδῃ τὴν ρομφαίαν ἐρχομένην καὶ μὴ σημάνῃ τῇ σάλπιγγι, καὶ ὁ λαὸς μὴ φυλάξηται, καὶ ἐλθοῦσα ἡ ρομφαία λάβῃ ἐξ αὐτῶν ψυχήν, αὕτη διὰ τὴν αὐτῆς ἀνομίαν ἐλήφθη, καὶ τὸ αἷμα ἐκ χειρὸς τοῦ σκοποῦ ἐκζητήσω.
33.7καὶ σύ, υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ, καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον.
33.8ἐν τῷ εἰπεῖν με τῷ ἁμαρτωλῷ · θανάτῳ θανατωθήσῃ, καὶ μὴ λαλήσῃς τοῦ φυλάξασθαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, αὐτὸς ὁ ἄνομος τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω.
33.9σὺ δὲ ἐὰν προαπαγγείλῃς τῷ ἀσεβεῖ τὴν ὁδὸν αὐτοῦ τοῦ ἀποστρέψαι ἀπ’αὐτῆς, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, οὗτος τῇ ἀσεβείᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχὴν σεαυτοῦ ἐξήρησαι. — καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπὸν τῷ οἴκῳ Ἰσραήλ ·
33.10οὕτως ἐλαλήσατε λέγοντες · αἱ πλάναι ἡμῶν καὶ αἱ ἀνομίαι ἡμῶν ἐφ’ἡμῖν εἰσι καὶ ἐν αὐταῖς ἡμεῖς τηκόμεθα · καὶ πῶς ζηζόμεθα;
33.11εἰπὸν αὐτοῖς · ζῶ ἐγώ, τάδε λέγει Κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἀσεβοῦς ὡς τὸ ἀποστρέψαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ καὶ ζῆν αὐτόν. ἀποστροφῇ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν · καί ἱνατί ἀποθνήσκετε, οἶκος Ἰσραήλ;
33.12εἰπὸν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου · δικαιοσύνη δικαίου οὐ μὴ ἐξελεῖται αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ, καὶ ἀνομία ἀσεβοῦς οὐ μὴ κακώσῃ αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ · καὶ δίκαιος οὐ μὴ δύνηται σωθῆναι.
33.13ἐν τῷ εἰπεῖν με τῷ δικαίῳ · οὗτος πέποιθεν ἐπὶ τῇ δικαιοσύνῃ αὐτοῦ, καὶ ποιήσει ἀνομίαν, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ οὐ μὴ ἀναμνησθῶσιν · ἐν τῇ ἀδικίᾳ αὐτοῦ, ᾗ ἐποίησεν, ἐν αὐτῇ ἀποθανεῖται.
33.14καὶ ἐν τῷ εἰπεῖν με τῷ ἀσεβεῖ · θανάτῳ θανατωθήσῃ, καὶ ἀποστρέψει ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην καὶ ἐνεχύρασμα ἀποδῷ καὶ ἅρπαγμα ἀποτίσει, ἐν προστάγμασι ζωῆς διαπορεύηται τοῦ μὴ ποιῆσαι ἄδικον, ζωῇ ζήσεται καὶ οὐ μὴ ἀποθάνῃ.
33.16πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ, ἃς ἥμαρτεν, οὐ μὴ ἀναμνησθῶσιν, ὅτι κρίμα καὶ δικαιοσύνην ἐποίησεν, ἐν αὐτοῖς ζήσεται.
33.17καὶ ἐροῦσιν οἱ υἱοὶ τοῦ λαοῦ σου · οὐκ εὐθεῖα ἡ ὁδὸς τοῦ Κυρίου · καὶ αὕτη ἡ ὁδὸς αὐτῶν οὐκ εὐθεῖα.
33.18ἐν τῷ ἀποστρέψαι δίκαιον ἀπὸ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσει ἀνομίας, καὶ ἀποθανεῖται ἐν αὐταῖς ·
33.19καὶ ἐν τῷ ἀποστρέψαι τὸν ἁμαρτωλὸν ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην, ἐν αὐτοῖς αὐτὸς ζήσεται.
33.20καὶ τοῦτό ἐστιν, ὃ εἴπατε · οὐκ εὐθεῖα ἡ ὁδὸς Κυρίου · ἕκαστον ἐν ταῖς ὁδοῖς αὐτοῦ κρινῶ ὑμᾶς, οἶκος Ἰσραήλ.
33.21καὶ ἐγενήθη ἐν τῷ δωδεκάτῳ ἔτει, ἐν τῷ δωδεκάτῳ μηνί, πέμπτῃ τοῦ μηνὸς τῆς αἰχμαλωσίας ἡμῶν, ἦλθε πρός με ὁ ἀνασωθεὶς ἀπὸ Ἱερουσαλὴμ λέγων · ἑάλω ἡ πόλις.
33.22καὶ χεὶρ Κυρίου ἐγενήθη ἐπ’ἐμὲ ἑσπέρας πρὶν ἐλθεῖν αὐτὸν καὶ ἤνοιξέ μου τὸ στόμα, ἕως ἦλθε πρός με τὸ πρωΐ, καὶ ἀνοιχθὲν τὸ στόμα μου οὐ συνεσχέθη ἔτι.
33.23καὶ ἐγενήθη λόγος Κυρίου πρός με λέγων ·
33.24υἱὲ ἀνθρώπου, οἱ κατοικοῦντες τὰς ἠρημωμένας ἐπὶ τῆς γῆς τοῦ Ἰσραὴλ λέγουσιν · εἷς ἦν Ἁβραὰμ καὶ κατέσχε τὴν γῆν, καὶ ἡμεῖς πλείους ἐσμέν, ἡμῖν δέδοται ἡ γῆ εἰς κατάσχεσιν.
33.25διὰ τοῦτο εἰπὸν αὐτοῖς ·
33.27τάδε λέγει Κύριος Κύριος · ζῶ ἐγώ, εἰ μὴν οἱ ἐν ταῖς ἠρημωμέναις μαχαίρᾳ πεσοῦνται, καὶ οἱ ἐπὶ προσώπου τοῦ πεδίου τοῖς θηρίοις τοῦ ἀγροῦ δοθήσονται εἰς κατάβρωμα, καὶ τοὺς ἐν ταῖς τετειχισμέναις καὶ τοὺς ἐν τοῖς σπηλαίοις θανάτῳ ἀποκτενῶ.
33.28καὶ δώσω τὴν γῆν ἔρημον, καὶ ἀπολεῖται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς, καὶ ἐρημωθήσεται τὰ ὄρη τοῦ Ἰσραὴλ διὰ τὸ μὴ εἶναι διαπορευόμενον.
33.29καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος · καὶ ποιήσω τὴν γῆν αὐτῶν ἔρημον, καὶ ἐρημωθήσεται διὰ πάντα τὰ βδελύγματα αὐτῶν, ἃ ἐποίησαν.
33.30καὶ σύ, υἱὲ ἀνθρώπου, οἱ υἱοὶ τοῦ λαοῦ σου οἱ λαλοῦντες περὶ σοῦ παρὰ τὰ τείχη καὶ ἐν τοῖς πυλῶσι τῶν οἰκιῶν καὶ λαλοῦσιν ἄνθρωπος τῷ ἀδελφῷ αὐτοῦ λέγοντες · συνέλθωμεν καὶ ἀκούσωμεν τὰ ἐκπορευόμενα παρὰ Κυρίου, ἔρχονται πρός σε, ὡς συμπορεύεται λαός, καὶ κάθηνται ἐναντίον σου καὶ ἀκούουσι τὰ ρήματά σου, καὶ αὐτὰ οὐ μὴ ποιήσουσιν, ὅτι ψεῦδος ἐν τῷ στόματι αὐτῶν, καὶ ὀπίσω τῶν μιασμάτων ἡ καρδία αὐτῶν.
33.32καὶ γίνῃ αὐτοῖς ὡς φωνὴ ψαλτηρίου ἡδυφώνου, εὐαρμόστου, καὶ ἀκούσονταί σου τὰ ρήματα καὶ οὐ μὴ ποιήσουσιν αὐτά.
33.33καὶ ἡνίκα ἐὰν ἔλθῃ, ἐροῦσιν · ἰδοὺ ἥκει · καὶ γνώσονται ὅτι προφήτης ἦν ἐν μέσῳ αὐτῶν.