1313.1καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων ·
13.2υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραὴλ καὶ προφητεύσεις καὶ ἐρεῖς πρὸς αὐτούς · ἀκούσατε λόγον Κυρίου.
13.3τάδε λέγει Κύριος · οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν καὶ τὸ καθόλου μὴ βλέπουσιν.
13.4ὡς ἀλώπεκες ἐν ταῖς ἐρήμοις, οἱ προφῆταί σου Ἰσραήλ.
13.5οὐκ ἔστησαν ἐν στερεώματι καὶ συνήγαγον ποίμνια ἐπὶ τὸν οἶκον τοῦ Ἰσραήλ · οὐκ ἀνέστησαν οἱ λέγοντες · ἐν ἡμέρᾳ Κυρίου ·
13.6βλέποντες ψευδῆ, μαντευόμενοι μάταια, οἱ λέγοντες · λέγει Κύριος, καὶ Κύριος οὐκ ἀπέσταλκεν αὐτούς, καὶ ἤρξαντο τοῦ ἀναστῆσαι λόγον.
13.7οὐχὶ ὅρασιν ψευδῆ ἑωράκατε καὶ μαντείας ματαίας εἰρήκατε;
13.8διὰ τοῦτο εἰπόν · τάδε λέγει Κύριος · ἀνθ’ὧν οἱ λόγοι ὑμῶν ψευδεῖς καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι, διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐφ’ὑμᾶς, λέγει Κύριος, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς προφήτας τοὺς ὁρῶντας ψευδῆ καὶ τοὺς ἀποφθεγγομένους μάταια ·
13.9ἐν παιδείᾳ τοῦ λαοῦ μου οὐκ ἔσονται, οὐ δὲ ἐν γραφῇ οἴκου Ἰσραὴλ οὐ γραφήσονται καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται · καὶ γνώσονται διότι ἐγὼ Κύριος ·
13.10ἀνθ’ὧν ἐπλάνησαν τὸν λαόν μου λέγοντες · εἰρήνη εἰρήνη, καὶ οὐκ ἔστιν εἰρήνη, καὶ οὗτος οἰκοδομεῖ τοῖχον, καὶ αὐτοὶ ἀλείφουσιν αὐτόν, εἰ πεσεῖται, εἰπὸν πρὸς τοὺς ἀλείφοντας ·
13.11πεσεῖται, καὶ ἔσται ὑετὸς κατακλύζων, καὶ δώσω λίθους πετροβόλους εἰς τοὺς ἐνδέσμους αὐτῶν, καὶ πεσοῦνται, καὶ πνεῦμα ἐξαῖρον, καὶ ραγήσεται.
13.12καὶ ἰδοὺ πέπτωκεν ὁ τοῖχος, καὶ οὐκ ἐροῦσι πρὸς ὑμᾶς · ποῦ ἐστιν ἡ ἀλοιφὴ ὑμῶν, ἣν ἠλείψατε;
13.13διὰ τοῦτο τάδε λέγει Κύριος · καὶ ρήξω πνοὴν ἐξαίρουσαν μετὰ θυμοῦ, καὶ ὑετὸς κατακλύζων ἐν ὀργῇ μου ἔσται, καὶ τοὺς λίθους τοὺς πετροβόλους ἐν θυμῷ ἐπάξω εἰς συντέλειαν καὶ κατασκάψω τὸν τοῖχον, ὃν ἠλείψατε, καὶ πεσεῖται ·
13.14καὶ θήσω αὐτὸν ἐπὶ τὴν γῆν, καὶ ἀποκαλυφθήσεται τὰ θεμέλια αὐτοῦ, καὶ πεσεῖται, καὶ συντελεσθήσεσθε μετ’ἐλέγχων · καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.
13.15καὶ συντελέσω τὸν θυμόν μου ἐπὶ τὸν τοῖχον καὶ ἐπὶ τοὺς ἀλείφοντας αὐτόν, καὶ πεσεῖται. καὶ εἶπα πρὸς ὑμᾶς · οὐκ ἔστιν ὁ τοῖχος οὐ δὲ οἱ ἀλείφοντες αὐτὸν προφῆται τοῦ Ἰσραὴλ οἱ προφητεύοντες ἐπὶ Ἱερουσαλὴμ καὶ οἱ ὁρῶντες αὐτῇ εἰρήνην, καὶ οὐκ ἔστιν εἰρήνη, λέγει Κύριος.
13.16— καὶ σύ, υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰς θυγατέρας τοῦ λαοῦ σου τὰς προφητευούσας ἀπὸ καρδίας αὐτῶν καὶ προφήτευσον ἐπ’αὐτὰς καὶ ἐρεῖς ·
13.18τάδε λέγει Κύριος · οὐαὶ ταῖς συρραπτούσαις προσκεφάλαια ὑπὸ πάντα ἀγκῶνα χειρὸς καὶ ποιούσαις ἐπιβόλαια ἐπὶ πᾶσαν κεφαλὴν πάσης ἡλικίας τοῦ διαστρέφειν ψυχάς · αἱ ψυχαὶ διεστράφησαν τοῦ λαοῦ μου, καὶ ψυχὰς περιεποιοῦντο.
13.19καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου ἕνεκεν δρακὸς κριθῶν καὶ ἕνεκεν κλασμάτων ἄρτων τοῦ ἀποκτεῖναι ψυχάς, ἃς οὐκ ἔδει ἀποθανεῖν, καὶ τοῦ περιποιήσασθαι ψυχάς, ἃς οὐκ ἔδει ζῆσαι, ἐν τῷ ἀποφθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια ἀποφθέγματα.
13.20διὰ τοῦτο τάδε λέγει Κύριος Κύριος · ἰδοὺ ἐγὼ ἐπὶ τὰ προσκεφάλαια ὑμῶν, ἐφ’ἃ ὑμεῖς ἐκεῖ συστρέφετε ψυχάς, καὶ διαρρήξω αὐτὰ ἀπὸ τῶν βραχιόνων ὑμῶν καὶ ἐξαποστελῶ τὰς ψυχάς, ἃς ὑμεῖς ἐκστρέφετε τὰς ψυχὰς αὐτῶν, εἰς διασκορπισμόν ·
13.21καὶ διαρρήξω τὰ ἐπιβόλαια ὑμῶν καὶ ρύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν, καὶ οὐκέτι ἔσονται ἐν χερσὶν ὑμῶν εἰς συστροφήν · καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.
13.22ἀνθ’ὧν διεστρέφετε καρδίαν δικαίου ἀδίκως, καὶ ἐγὼ οὐ διέστρεφον αὐτόν, καὶ τοῦ κατισχῦσαι χεῖρας ἀνόμου τὸ καθόλου μὴ ἀποστρέψαι ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆσαι αὐτόν, διὰ τοῦτο ψευδῆ οὐ μὴ ἴδητε καὶ μαντείας οὐ μὴ μαντεύσησθε ἔτι, καὶ ρύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν ·
13.23καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος.