4040.1καὶ ἐγένετο ἐν τῷ πέμπτῳ καὶ εἰκοστῷ ἔτει τῆς αἰχμαλωσίας ἡμῶν, ἐν τῷ πρώτῳ μηνί, δεκάτῃ τοῦ μηνός, ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μετὰ τὸ ἁλῶναι τὴν πόλιν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐγένετο ἐπ’ἐμὲ χεὶρ Κυρίου καὶ ἤγαγέ με ·
40.2ἐν ὁράσει Θεοῦ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ καὶ ἔθηκέ με ἐπ’ὄρους ὑψηλοῦ σφόδρα, καὶ ἐπ’αὐτοῦ ὡσεὶ οἰκοδομὴ πόλεως ἀπέναντι.
40.3καὶ εἰσήγαγέ με ἐκεῖ, καὶ ἰδοὺ ἀνήρ, καὶ ἡ ὅρασις αὐτοῦ ἦν ὡσεὶ ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἦν σπαρτίον οἰκοδόμων καὶ κάλαμος μέτρου, καὶ αὐτὸς εἱστήκει ἐπὶ τῆς πύλης.
40.4καὶ εἶπε πρός με ὁ ἀνήρ · ἑώρακας, υἱὲ ἀνθρώπου; ἐν τοῖς ὀφθαλμοῖς σου ἰδὲ καὶ ἐν τοῖς ὠσί σου ἄκουε καὶ τάξον εἰς τὴν καρδίαν σου πάντα, ὅσα ἐγὼ δεικνύω σοι, διότι ἕνεκα τοῦ δεῖξαί σοι εἰσελήλυθας ὧδε καὶ δείξεις πάντα, ὅσα σὺ ὁρᾷς, τῷ οἴκῳ τοῦ Ἰσραήλ.
40.5καὶ ἰδοὺ περίβολος ἔξωθεν τοῦ οἴκου κύκλῳ · καὶ ἐν τῇ χειρὶ τοῦ ἀνδρὸς κάλαμος, τὸ μέτρον πηχῶν ἓξ ἐν πήχει καὶ παλαιστῆς, καὶ διεμέτρησε τὸ προτείχισμα, πλάτος ἴσον τῷ καλάμῳ καὶ τὸ ὕψος αὐτοῦ ἴσον τῷ καλάμῳ.
40.6καὶ εἰσῆλθεν εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς ἐν ἑπτὰ ἀναβαθμοῖς καὶ διεμέτρησε τὸ αἰλὰμ τῆς πύλης ἴσον τῷ καλάμῳ καὶ τὸ θεὲ ἴσον τῷ καλάμῳ τὸ μῆκος καὶ ἴσον τῷ καλάμῳ τὸ πλάτος καὶ τὸ αἰλὰμ ἀναμέσον τοῦ θεηλαθὰ πηχῶν ἓξ καὶ τὸ θεὲ τὸ δεύτερον ἴσον τῷ καλάμῳ τὸ πλάτος καὶ ἴσον τῷ καλάμῳ τὸ μῆκος καὶ τὸ αἰλὰμ πηχέων πέντε καὶ τὸ θεὲ τὸ τρίτον ἴσον τῷ καλάμῳ τὸ μῆκος, καὶ ἴσον τῷ καλάμῳ πλάτος καὶ τό αἰλὰμ τοῦ πυλῶνος πλησίον τοῦ αἰλὰμ τῆς πύλης πηχῶν ὀκτὼ καὶ τὰ αἰλεῦ πηχῶν δύο καὶ τὸ αἰλὰμ τῆς πύλης ἔσωθεν καὶ τὰ θεὲ τῆς πύλης τοῦ θεὲ κατέναντι τρεῖς ἔνθεν καὶ τρεῖς ἔνθεν καὶ μέτρον ἓν τοῖς τρισὶ καὶ μέτρον ἓν τοῖς αἰλὰμ ἔνθεν καὶ ἔνθεν.
40.11καὶ διεμέτρησε τὸ πλάτος τῆς θύρας τοῦ πυλῶνος πηχῶν δέκα καὶ τὸ εὖρος τοῦ πυλῶνος πηχῶν δεκατριῶν, καὶ πῆχυς ἐπισυναγόμενος ἐπὶ πρόσωπον τῶν θεεὶμ ἔνθεν καὶ ἔνθεν, καὶ τὸ θεὲ πηχῶν ἓξ ἔνθεν καὶ πηχῶν ἓξ ἔνθεν.
40.13καὶ διεμέτρησε τὴν πύλην ἀπὸ τοῦ τοίχου τοῦ θεὲ ἐπὶ τὸν τοῖχον τοῦ θεὲ πλάτος πήχεις εἴκοσι καὶ πέντε, αὕτη πύλη ἐπὶ πύλην ·
40.14καὶ τὸ αἴθριον τοῦ αἰλὰμ τῆς πύλης ἑξήκοντα πήχεις, εἴκοσι θεεὶμ τῆς πύλης κύκλῳ ·
40.15καὶ τὸ αἴθριον τῆς πύλης ἔξωθεν εἰς τὸ αἴθριον αἰλὰμ τῆς πύλης ἔσωθεν πηχῶν πεντήκοντα ·
40.16καὶ θυρίδες κρυπταὶ ἐπὶ τὸ θεεὶμ καὶ ἐπὶ τὰ αἰλὰμ ἔσωθεν τῆς πύλης τῆς αὐλῆς κυκλόθεν, καὶ ὡσαύτως τοῖς αἰλὰμ θυρίδες κύκλῳ ἔσωθεν, καὶ ἐπὶ τὸ αἰλὰμ φοίνικες ἔνθεν καὶ ἔνθεν.
40.17καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ παστοφόρια καὶ περίστυλα κύκλῳ τῆς αὐλῆς, τριάκοντα παστοφόρια ἐν τοῖς περιστύλοις, καὶ αἱ στοαὶ κατὰ νώτου τῶν πυλῶν, κατὰ τὸ μῆκος τῶν πυλῶν τὸ περίστυλον τὸ ὑποκάτω.
40.19καὶ διεμέτρησε τὸ πλάτος τῆς αὐλῆς ἀπὸ τοῦ αἰθρίου τῆς πύλης τῆς ἐξωτέρας ἔσωθεν ἐπὶ τὸ αἴθριον τῆς πύλης τῆς βλεπούσης ἔξω, πήχεις ἑκατόν, τῆς βλεπούσης κατὰ ἀνατολάς. καὶ ἤγαγέ με ἐπὶ βορρᾶν, καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς βορρᾶν τῇ αὐλῇ τῇ ἐξωτέρᾳ, καὶ διεμέτρησεν αὐτήν, τότε μῆκος αὐτῆς καὶ τὸ πλάτος.
40.21καὶ τὰ θεὲ τρεῖς ἔνθεν καὶ τρεῖς ἔνθεν καὶ τὰ αἰλεῦ καὶ τὰ αἰλαμμὼ καὶ τοὺς φοίνικας αὐτῆς, καὶ ἐγένετο κατὰ τὰ μέτρα τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολὰς πηχῶν πεντήκοντα τὸ μῆκος αὐτῆς καὶ πηχῶν εἰκοσιπέντε τὸ εὖρος αὐτῆς.
40.22καὶ αἱ θυρίδες αὐτῆς καὶ τὰ αἰλαμμὼ καὶ οἱ φοίνικες αὐτῆς καθὼς ἡ πύλη ἡ βλέπουσα κατὰ ἀνατολάς · καὶ ἐν ἑπτὰ κλιμακτῆρσιν ἀνέβαινον ἐπ’αὐτήν, καὶ τὰ αἰλαμμὼ ἔσωθεν.
40.23καὶ πύλη τῇ αὐλῇ τῇ ἐσωτέρᾳ βλέπουσα ἐπὶ πύλην τοῦ βορρᾶ ὃν τρόπον τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ διεμέτρησε τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην πήχεις ἑκατόν.
40.24καὶ ἤγαγέ με κατὰ νότον, καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς νότον, καὶ διεμέτρησεν αὐτὴν καὶ τὰ θεὲ καὶ τὰ αἰλεῦ καὶ τὰ αἰλαμμὼ κατὰ τὰ μέτρα ταῦτα.
40.25καὶ αἱ θυρίδες αὐτῆς καὶ τὰ αἰλαμμὼ κυκλόθεν καθὼς αἱ θυρίδες τοῦ αἰλάμ, πηχῶν πεντήκοντα τὸ μῆκος αὐτῆς καὶ πηχῶν εἰκοσιπέντε τὸ εὖρος αὐτῆς.
40.26καὶ ἑπτὰ κλιμακτῆρες αὐτῇ, καὶ αἰλαμμὼ ἔσωθεν καὶ φοίνικες αὐτῇ, εἷς ἔνθεν καὶ εἷς ἔνθεν ἐπὶ τὰ αἰλεῦ.
40.27καὶ πύλη κατέναντι τῆς πύλης τῆς αὐλῆς τῆς ἐσωτέρας πρὸς νότον · καὶ διεμέτρησε τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην, πήχεις ἑκατὸν τὸ εὖρος πρὸς νότον.
40.28καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν τῆς πύλης τῆς πρὸς νότον καὶ διεμέτρησε τὴν πύλην κατὰ τὰ μέτρα ταῦτα καὶ τὰ θεὲ καὶ τὰ αἰλεῦ καὶ τὰ αἰλαμμὼ κατὰ τὰ μέτρα ταῦτα ·
40.29καὶ θυρίδες αὐτῇ καὶ τῷ αἰλαμμὼ κύκλῳ · πήχεις πεντήκοντα τὸ μῆκος αὐτῆς καὶ τὸ εὖρος πήχεις εἰκοσιπέντε.
40.31καὶ αἰλαμμὼ εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν καὶ φοίνικες τῷ αἰλεῦ, καὶ ὀκτὼ κλιμακτῆρες.
40.32καὶ εἰσήγαγέ με εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς καὶ διεμέτρησεν αὐτὴν κατὰ τὰ μέτρα ταῦτα καὶ τὰ θεὲ καὶ τὰ αἰλεῦ καὶ τὰ αἰλαμμὼ κατὰ τὰ μέτρα ταῦτα ·
40.33καὶ θυρίδες αὐτῇ καὶ τῷ αἰλαμμὼ κύκλῳ, πήχεις πεντήκοντα μῆκος αὐτῆς καὶ εὖρος αὐτῆς πήχεις εἰκοσιπέντε.
40.34καὶ αἰλαμμὼ εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ φοίνικες ἐπὶ τοῦ αἰλεῦ ἔνθεν καὶ ἔνθεν, καὶ ὀκτὼ κλιμακτῆρες αὐτῇ.
40.35καὶ εἰσήγαγέ με εἰς τὴν πύλην τὴν πρὸς βορρᾶν καὶ διεμέτρησε κατὰ τὰ μέτρα ταῦτα καὶ τὰ θεὲ καὶ τὰ αἰλεῦ καὶ τὰ αἰλαμμώ ·
40.36καὶ θυρίδες αὐτῇ κύκλῳ καὶ τῷ αἰλαμμὼ αὐτῆς · πήχεις πεντήκοντα μῆκος αὐτῆς καὶ εὖρος πήχεις εἰκοσιπέντε.
40.37καὶ τὰ αἰλαμμὼ εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, καὶ φοίνικες τῷ αἰλεῦ ἔνθεν καὶ ἔνθεν, καὶ ὀκτὼ κλιμακτῆρες αὐτῇ.
40.38τὰ παστοφόρια αὐτῆς καὶ τὰ θυρώματα αὐτῆς καὶ τὰ αἰλαμμὼ αὐτῆς ἐπὶ τῆς πύλης τῆς δευτέρας ἔκρυσις, ὅπως σφάζωσιν ἐν αὐτῇ τὰ ὑπὲρ ἁμαρτίας καὶ τὰ ὑπὲρ ἀγνοίας ·
40.40καὶ κατὰ νώτου τοῦ ρύακος τῶν ὁλοκαυτωμάτων τῆς βλεπούσης πρὸς βορρᾶν δύο τράπεζαι πρὸς ἀνατολὰς καὶ κατὰ νώτου τῆς δευτέρας καὶ τοῦ αἰλὰμ τῆς πύλης δύο τράπεζαι κατὰ ἀνατολάς, τέσσαρες ἔνθεν καὶ τέσσαρες ἔνθεν κατὰ νώτου τῆς πύλης, ἐπ’αὐτὰς σφάξουσι τὰ θύματα κατέναντι τῶν ὀκτὼ τραπεζῶν τῶν θυμάτων.
40.42καὶ τέσσαρες τράπεζαι τῶν ὁλοκαυτωμάτων λίθιναι λελαξευμέναι πήχεως καὶ ἡμίσους τὸ πλάτος καὶ πήχεων δύο καὶ ἡμίσους τὸ μῆκος καὶ ἐπὶ πῆχυν τὸ ὕψος, ἐπ’αὐτὰς ἐπιθήσουσι τὰ σκεύη, ἐν οἷς σφάζουσιν ἐκεῖ τὰ ὁλοκαυτώματα καὶ τὰ θύματα.
40.43καὶ παλαιστὴν ἕξουσιν γεῖσος λελαξευμένον ἔσωθεν κύκλῳ καὶ ἐπὶ τὰς τραπέζας ἐπάνωθεν στέγας τοῦ καλύπτεσθαι ἀπὸ τοῦ ὑετοῦ καὶ ἀπὸ τῆς ξηρασίας.
40.44καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ δύο ἐξέδραι ἐν τῇ αὐλῇ τῇ ἐσωτέρᾳ, μία κατὰ νώτου τῆς πύλης τῆς βλεπούσης πρὸς βορρᾶν φέρουσα πρὸς νότον καὶ μία κατὰ νώτου τῆς πύλης τῆς πρὸς νότον, βλεπούσης δὲ πρὸς βορρᾶν.
40.45καὶ εἶπε πρός με · ἡ ἐξέδρα αὕτη ἡ βλέπουσα πρὸς νότον τοῖς ἱερεῦσι τοῖς φυλάσσουσι τὴν φυλακὴν τοῦ οἴκου, καὶ ἡ ἐξέδρα ἡ βλέπουσα πρὸς βορρᾶν τοῖς ἱερεῦσι τοῖς φυλάσσουσι τὴν φυλακὴν τοῦ θυσιαστηρίου ·
40.46ἐκεῖνοί εἰσιν οἱ υἱοὶ Σαδδοὺκ οἱ ἐγγίζοντες ἐκ τοῦ Λευΐ πρὸς Κύριον λειτουργεῖν αὐτῷ.
40.47καὶ διεμέτρησε τὴν αὐλὴν μῆκος πηχῶν ἑκατὸν καὶ εὖρος πήχεις ἑκατὸν ἐπὶ τὰ τέσσαρα μέρη αὐτῆς καὶ τὸ θυσιαστήριον ἀπέναντι τοῦ οἴκου. — καὶ εἰσήγαγέ με εἰς τὸ αἰλὰμ τοῦ οἴκου.
40.48καὶ διεμέτρησε τὸ αἲλ τοῦ αἰλὰμ πηχῶν πέντε τὸ πλάτος ἔνθεν καὶ πηχῶν πέντε ἔνθεν, καὶ τὸ εὖρος τοῦ θυρώματος πηχῶν δεκατεσσάρων, καὶ ἐπωμίδες τῆς θύρας τοῦ αἰλὰμ πηχῶν τριῶν ἔνθεν καὶ πηχῶν τριῶν ἔνθεν.
40.49καὶ τὸ μῆκος τοῦ αἰλὰμ πηχῶν εἴκοσι καὶ τὸ εὖρος πηχῶν δώδεκα · καὶ ἐπὶ δέκα ἀναβαθμῶν ἀνέβαινον ἐπ’αὐτό · καὶ στῦλοι ἦσαν ἐπὶ τὸ αἰλάμ, εἷς ἔνθεν καὶ εἷς ἔνθεν.