Paeanius

Abridgment from the Founding of the City, 9

9.1

9.1.1μεταλλάξαντος τοίνυν Ἀλεξάνδρου τὸν βίον ἐβασίλευσε Μαξιμιανός, πρῶτος οὗτος αἱρεθεὶς καὶ μόνῃ τῇ τῶν στρατιωτῶν ψήφῳ τῆς συγκλήτου μὴ συμψηφισαμένης, ὅπουγε οὐ συνηριθμεῖτο τῇ γερουσίᾳ. ἐπαγαγὼν δὲ Γερμανοῖς πόλεμον καὶ κρατήσας αὐτῶν ἐκ πολλοῦ τοῦ περιόντος καὶ προσαγορευθεὶς Ἰμπεράτωρ ( νῦν μὲν τῶν βασιλέων ἐστὶν ὄνομα, τότε δὲ ἥρμοττε τοῖς ἄριστα στρατηγοῦσιν) ἀνῃρέθη τῆς Ἰταλίας ἐντὸς ἐν Ἀκυληΐᾳ τῇ πόλει Πουπιήνου τὴν σφαγὴν ἐπαγαγόντος · συνανῃρέθη δὲ αὐτῷ καὶ παῖς νήπιος κομιδῆ κοινωνήσας τῷ πατρὶ τῆς βασιλείας τρισὶν ἔτεσι καὶ ἡμέραις ὀλίγαις.

9.2

9.2.1μετὰ τοῦτον τρεῖς ἅμα γίγνονται βασιλεῖς, Πουπίηνόςτε τὸν φόνον ἐργασάμενος καὶ Βαλβῖνος καὶ Γορδιανός, οἱ μὲν ἐξ ἀφανοῦς καὶ ἀσήμου γένους, Γορδιανὸς δὲ ἐξ ἐπιφανῶν προγόνων · Γορδιανὸς γὰρ ἧν αὐτῷ πατὴρ οὕτω λαμπρὸς ὥστε Μαξιμιανοῦ βασιλεύοντος, ὃν Πουπίηνος διεχρήσατο, ἐπὶ τῆς Ἀφρικῆς ἀνθυπατικὴν αὐτὸν ἔχοντα στρατιὰν κληθῆναι ἐπὶ τὴν βασιλείαν.

9.2.2ἐπεὶ δὲ ἐπέβησαν τῆς Ῥώμης, Βαλβῖνος μὲν καὶ Πουπίηνος ἐν ταῖς αὐλαῖς ἀνῃρέθησαν ταῖς βασιλικαῖς, ἔμεινε δὲ Γορδιανὸς μόνος τὴν ἀρχὴν ἔχων. νεώτατος δὲ ὢν ἄγεται γαμετὴν Τρανκυλλίναν. ἀνεγείρας δὲ τὸ ἱερὸν τοῦ Ἰάννου διὰ πολλοῦ τοῦ μέσου ὥρμησεν ἐπὶ τὰ πρὸς ἕω.

9.2.3στρατεύσας δὲ ἐπὶ Πέρσας καὶ κρατήσας αὐτῶν μάχαις πολλαῖς ἐπανιὼν ἀνῃρέθη πρὸς τοῖς Ῥωμαϊκοῖς ὅροις ὑπὸ Φιλίππου · καὶ γίνεται τῶν πραγμάτων φίλιππος κύριος. κατεσκεύασε δὲ αὐτῷ μνήμῃ τῶν πεπραγμένων ἡρῷον στρατὸς εἰκοστῷ τοῦ Κιρκηνσίου σημείῳ (φρούριον δέ ἐστι τοῦτο Ῥωμαίων εἰσέτι καὶ νῦν οὕτω καλούμενον παρὰ τὸν Εὐφράτην ποταμόν), τὸ σῶμα δὲ εἰς τὴν Ῥώμην ἐκόμισε καὶ τῇ τῶν θεῶν ἐτίμησε προσηγορίᾳ.

9.3

9.3.1Φίλιππος δὲ σὺν τῷ παιδὶ φιλίππῳ τῆς βασιλείας ἐπελάβετο καρπὸν τοῦτο ποιησάμενος τοῦ φόνου. καὶ τὴν στρατιὰν διαγαγὼν εἰς τὴν Ἰταλίαν ἤγαγε δημοτελῆ πανήγυριν ἐπὶ τῷ χιλιοστῷ τῆς πόλεως ἔτει κατ’αὐτὸν ἀρξαμένῳ παντοδαπαῖς τέρψεσι τὸ πλῆθος ἀνελόμενος. ἀλλ’ἀνῃρέθη σὺν τῷ παιδὶ τῶν στρατιωτῶν αὐτὸν μὲν ἐν Βερώνῃ τὸν υἱὸν δὲ ἐν Ῥώμῃ διαχρησαμένων πέντε βασιλεύσας ἐνιαυτούς · τῆς μέντοι τῶν θεῶν ἠξιώθησαν προσηγορίας.

9.4

9.4.1καὶ παρῆλθεν εἰς τὴν ἐξουσίαν Δέκιος ἐκ Παιόνων κατάγων ἀπὸ Βουδαλίας τῆς πόλεως τὸ γένος. κινηθέντος δὲ ἐμφυλίου πολέμου τούτου μὲν ἐκράτησε μάχῃ, τὸν δὲ παῖδα τὸν ἑαυτοῦ Καίσαρα παρεσκεύασεν ἀναρρηθῆναι. λουτρόντε κατὰ τὴν Ῥώμην κατεσκεύασεν ἐπώνυμον ἑαυτῷ. καὶ δύο τὴν ἀρχὴν κατασχὼν ἐνιαυτοὺς ἅμα τῷ παιδὶ κατέλυσε τὸν βίον ἐν μέσοις τοῖς βαρβάροις ἀναιρεθέντες καὶ τῆς τῶν θεῶν ἔτυχον ἀμφότεροι τιμῆς.

9.5

9.5.1διαδέχεται δὲ τὴν βασιλείαν Γάλλος Ὁστιλιανὸς καὶ τούτου παῖς Βουλουσιανός. τυραννήσαντος δὲ ἐν Μυσοῖς Αἰμιλιανοῦ στρατεύουσιν ἀμφότεροι. καὶ ἀναιρεθέντες ἐν Ἰντεράμνοις τῆς ἀρχῆς οὐδεμίαν οὐδενὶ κατέλιπον μνήμην. τῆς δὲ ἐπ’αὐτῶν γενομένης συμφορᾶς πολὺ γέγονεν ὄνομα λοιμῶν καὶ νόσων ποικίλων τότε σχεδὸν ἅπαν τὸ βασιλευόμενον διαφθειράντων.

9.6

9.6.1μετὰ τούτους Αἰμιλιανὸς οὐκ ἔχων ἑαυτὸν ἀνενεγκεῖν ἐπὶ λαμπροὺς προγόνους, μᾶλλον δὲ ἐξ ἀσήμων πάντη γεγενημένος τρισὶ μησὶν ὅλοις βασιλεύσας ἐτελεύτησε.

9.7

9.7.1τότε τοίνυν Οὐαλεριανὸς μὲν περὶ τὰς Ῥητίας καὶ Νωρικὸν διατρίβων ὑπὸ τῆς στρατιᾶς ᾑρέθη στρατηγὸς καὶ μετ’οὐ πολὺ βασιλεύς. Γαλλιῆνος δὲ ἐπὶ τῆς Ῥώμης ὑπὸ τῆς συγκλήτου πρὸς τὴν ἀρχὴν ἐκλήθη. συνέβη δὲ τὴν τούτων βασιλείαν ὀλεθριωτάτην γενέσθαι δυστυχίᾳ τῶν ἡγεμόνων (τὸ ἀληθέστερον) ἀσθενείᾳ. Γερμανοὶ μὲν γὰρ ἐν μέσαις ταῖς Ἰταλίαις ἐστρατοπεδεύσαντο καὶ τῆς Ῥαβέννης αὐτῆς ἄχρι προῆλθον. Οὐαλεριανὸς δὲ ἐν τῇ μέσῃ τῶν ποταμῶν Πέρσαις μαχόμενος ὑπὸ Σάπωρος τοῦ Περσῶν βασιλέως ἑάλω καὶ κατεγήρασεν ἐν αἰχμαλωσίᾳ.

9.8

9.8.1Γαλλιῆνος δὲ νέος ἐπὶ τὰ πράγματα παρελθὼν τὸν μὲν πρῶτον χρόνον ἀνδρείαντε ἐπεδείξατο καὶ τὴν τύχην εἶχε συλλαμβανομένην ἐν μάχαις Γάλλωντε καὶ Ἰλλυριῶν κρατήσας Γέννυόντε τυραννήσαντα ἀνελών, προβαινούσης δὲ αὐτῷ τῆς ἡλικίας μετέβαλε καὶ τὴν γνώμην καὶ τὸν βίον ἐκ μὲν ἡμερότητος εἰς ὠμότητα μεταστάς, ἐκ σεμνότητος δὲ εἰς ἅπασαν ἡδονῶν ἀτοπίαν ·

9.8.2καὶ πάσας ἀφῆκε τὰς βασιλικὰς φροντίδας, ὡς Ἀλαμανοὺς ὑπερβάντας τὴν Γάλλων γῆν ἐπὶ τὴν Ἰταλίαν ἐλθεῖν Δάκαςτε τοὺς ὑπὲρ τὸν Ἴστρον, οἳ κτῆμα Τραϊανοῦ τοῦ πάλαι βασιλεύσαντος ἐγεγόνεισαν, ἀλλοτριωθῆναι Ῥωμαίων Ἑλλάδατε καὶ Μακεδονίαν καὶ Πόντον καὶ Ἀσίαν ὑπὸ τῶν περὶ τὸν Ἴστρον ἐθνῶν, Παίονας δὲ ὑπὸ Σαρματῶν καὶ Κουάδων πολιορκηθῆναι Γερμανούςτε τὰς Ἱσπανίας ἐπινεμηθῆναι καὶ Ταράκωνα πόλιν ἐπιφανῆ κατασκάψαι, Πέρσας δὲ τὴν μέσην τῶν ποταμῶν ἐφ’ἑαυτοῖς ποιησαμένους ἤδη περὶ τῆς Συρίας τὸν πόλεμον ἔχειν.

9.9

9.9.1ἀπεγνωσμένων δὲ ἤδη τῶν πραγμάτων καὶ τῆς βασιλείας ἐκ τοῦ πλείονος ἀνῃρημένης Ποστούμιος ἐν Γάλλοις ἀφανὴς τὸ ἐκ πατέρων περιθεὶς ἑαυτῷ τὴν ἁλουργίδα δέκα τῶν πραγμάτων ἐνιαυτοὺς ἐπετρόπευσε καὶ τὴν ἀπολομένην γῆν ἀνεκτήσατο πολλὴν ἀρετὴν ἐνδειξάμενος · πολλάτε κατώρθωσεν ἄν, εἰ μὴ τάραχος αὐτὸν στρατιωτικὸς ἀνεῖλεν αἰτιασαμένου τοῦ πλήθους, ὅτι δὴ Μογοντιακὸν τὴν πόλιν, ἥτις τυραννήσαντι Λουκίῳ Αἰλιανῷ συνεπολέμησε, μετὰ τὴν νίκην οὐκ ἐπέτρεψε πολιορκηθῆναι καὶ τὰ χρήματα τῆς πόλεως γενέσθαι τῶν νενικηκότων.

9.9.2οὕτω δὴ τούτου τελευτήσαντος Μάριος εὐτελὴς καὶ προεστηκὼς ἐργαστηρίου ἐπελάβετο τῆς ἀρχῆς καὶ μίαν κρατήσας ἡμέραν τῆς ὑστεραίας ἀνῃρέθη.

9.9.3καὶ διεδέξατο Βικτωρῖνος τὴν βασιλείαν ἐν τῇ Γάλλων γῇ χρῆσθαι μὲν τοῖς πράγμασιν ἐπιστάμενος, δουλεύων δὲ ἡδοναῖς καὶ τοῖς ἀλλοτρίοις γάμοις ἐπιβουλεύων. τοῦτο γοῦν αὐτὸν καὶ ἀπήνεγκεν ὡς τάχιστα τοῦ βίου δεύτερον τῆς βασιλείας ἄγοντα ἔτος δούλου τινὸς Ἀκτουαρίου τὴν τελευτὴν ἐπαγαγόντος · τοῦτο γὰρ ἦν ὄνομα τῷ πεφονευκότι.

9.10

9.10.1καὶ μετῆλθεν εἰς Τέτρικον βασιλεία τῆς Ακυτανίας ἔχοντα τὴν ἡγεμονίαν τοῦ στρατοῦ τὴν ψῆφον ἐπ’αὐτὸν ἀγαγόντος. περιεβάλλετο μὲν οὖν ἐν Βουρδιγάλλοις τὴν ἁλουργίδα, ταραχὰς δὲ ὑπέμεινε στρατιωτικὰς πολλάςτε καὶ μεγάλας. ταύτης οὔσης ἐν Γάλλοις τῆς καταστάσεως ἐν τοῖς ἑῴοις Ὀδέναθος μετατιμηθεὶς τῆς ἀρχῆς νικᾷτε Πέρσας μάχῃ καὶ τὴν Συρίαν ἀνακτησάμενος προσῆλθεν ἐπὶ τὴν μέσην τῶν ποταμῶν καὶ πρὸς Κτησιφῶντα χωρήσας αὐτὴν ἐπολιόρκησεν.

9.11

9.11.1καὶ οὕτως δὴ τοῦ Γαλλιήνου τὴν ἀρχὴν ἐκλιπόντος ἐν μὲν τοῖς ἑσπερίοις Ποστούμιος, ἐν δὲ τοῖς ἑῴοις Ὀδέναθος τὰ πράγματα διεφύλαξεν. ἀλλ’ μὲν Γαλλιῆνος ἀνῃρέθη καὶ Οὐαλεριανὸς ἀδελφὸς τούτου τῆς τοιαύτης τελευτῆς ἐγένετο κοινωνὸς ἐννάτῳ τῆς βασιλείας ἔτει.

9.11.2Κλαύδιος δὲ διαδεξάμενος τὴν ἀρχὴν τὰ ἔθνη κατεπολέμησεν προσῴκει τὸν Ἴστρον, ὑφ’ὧν Ἰλλύριοίτε καὶ Μακεδόνες ἐπολιορκοῦντο · αὐτόςτε σώφρωντε ἦν περὶ τὰς δημοσίας δαπάνας, μετριότητι δὲ ἐχρῆτο πρὸς ἅπαντα, τοῦ δικαίου δὲ φύλαξ ἦν ἀκριβὴς καὶ πανταχόθεν τῇ βασιλείᾳ πρέπων. ἀλλὰ νόσος αὐτὸν δευτέρῳ τῆς ἀρχῆς ἔτει μετέστησε τοῦ βίου · καὶ τῶν θείων ἠξιώθη τιμῶν. δὲ σύγκλητος πολυτρόποις τιμαῖς τὴν ἐκφορὰν ἐκόσμησε καὶ τελευταῖον ἀσπίδατε χρυσῆν ἔθηκεν ἐν τῷ βουλευτηρίῳ καὶ αὐτὸν χρυσοῦν ἔστησεν ἐν τῷ Καπετωλίῳ.

9.12

9.12.1ἐψηφίσατότε Κυντίλλῳ τῷ τοῦ τεθνηκότος ἀδελφῷ τὴν βασιλείαν συμψηφισαμένης καὶ τῆς στρατιᾶς ἁπάσης · καὶ τῆςτε κρίσεως οὐ διήμαρτον οἱ ἑλόμενοι · ταῖς γὰρ ἀρεταῖς ἁπάσαις οὐ μόνον εἰς ἴσον ἦλθεν, ἀλλὰ καὶ παρῆλθε τὸν ἀδελφόν · στρατηγὸς δὲ πρότερον αἱρεθεὶς μετὰ ταῦτα καὶ βασιλεὺς ἀνερρήθη. ἀλλὰ καὶ οὗτος ἑπτακαίδεκα ὕστερον τῆς βασιλείας ἡμέραις ἀνῃρέθη.

9.13

9.13.1τότε λοιπὸν Αὐρηλιανὸς ἐπὶ τὰ πράγματα παρῆλθεν ἐκ τῆς Δακίας τῆς καλουμένης Ῥιπενσίας ἕλκων τὸ γένος, δυνατώτατος μὲν καὶ ἀνδρειότατος ἐν ταῖς μάχαις, μικρόψυχος δὲ ἐν τοῖς πολιτικοῖς πράγμασιν. οὗτος τοὺς μὲν περὶ τὸν Ἴστρον βαρβάρους ἐνίκησε μάχῃ καὶ τοὺς Ῥωμαϊκοὺς ὅρους ἐξέτεινε κατὰ τὸ σχῆμα τὸ πρότερον · ἐκράτησέτε Τετρίκου μὲν ἐν Γάλλοις αὐτοῦ προσαγαγόντος αὑτόντε καὶ τὸ στρατόπεδον · ἐπειδὴ γὰρ οὐκ ἔφερε συνεχῶς αὐτῷ ἐπανισταμένων, μεθ’ἡδονῆς ἐδέξατο τὴν Αὐρηλιανοῦ δεσποτείαν. φασὶ γοῦν αὐτὸν γράμμασι λαθραίοις παρακεκληκέναι τὴν ἀρχὴν ὑποδέξασθαι καὶ τὸ ἔπος ἐνθεῖναι τοῖς γράμμασιν, πεποίηκεν Βεργίλλιος ἐκ προσώπου Παλινούρου πρὸς τὸν Αἰνείαν ἐξάρπασόν με τούτων ἀήττητε τῶν κακῶν.

9.13.2συνάψας δὲ καὶ πρὸς Ζηνοβίαν μάχην, ἥτις μετὰ τὴν τοῦ ἀνδρὸς Ὀδενάθου τελευτὴν ἐβασίλευε τῶν ἑῴων, αἱρεῖ μὲν αὐτὴν πλησίον Ἀντιοχείας οὐ καρτερᾶς δεηθεὶς μάχης, ἀπήγαγε δὲ εἰς τὴν Ῥώμην αὐτήντε καὶ τὸν Τέτρικον καὶ καθ’ἑκατέρων ἐθριάμβευσε τῆς οἰκουμένης αὐτοκράτωρ προσαγορευθείς. ἡγοῦντο δὲ αὐτῷ τῶν ἁρμάτων Τέτρικόςτε καὶ Ζηνοβία · καὶ τὸν μὲν ἐπιτροπεύειν ἔταξε τῆς Λουκανῶν ἐπαρχίας τὸ λοιπὸν τοῦ βίου, Ζηνοβία δὲ καὶ αὐτὴ μικρὸν βιώσασα μετὰ τὴν αἰχμαλωσίαν χρόνον τοὺς παῖδας κατέλιπεν ἐπὶ τῆς Ῥώμης, ὧν ἔτι καὶ νῦν εἰσιν ἀπόγονοι.

9.14

9.14.1κατὰ τούτους τοὺς χρόνους οἱ τὸ νόμισμα διοικοῦντες ἐξ ἀργύρουτε καὶ χρυσίου καὶ μὴν καὶ τὸν χαλκὸν μορφοῦντες εἰς δηνάριον ἐξανέστησαν εἰς στάσιν, ὥστε καὶ συγκροτῆσαι πόλεμον καὶ εἰς χεῖρας ἐλθεῖν · αἰτίαν δὲ ἔσχεν θόρυβος τὴν περὶ τὸ νόμισμα ῥᾳδιουργίαν. κρατήσας δὲ αὐτῶν Αὐρηλιανὸς πολλῇ μετὰ τὴν νίκην ὠμότητι κατεχρήσατο. πολλοὺς δὲ καὶ ἐκ τῶν τῆς γερουσίας ἀνεῖλε φονῶν ἀεί, ὥστε μῖσος μὲν αὐτῷ τεχθῆναι πολὺ μὴ μὴν ἄχρηστον πάντη γενέσθαι τὴν ὠμότητα, τῶν πολλῶν ἐκ τούτου πρὸς τὸ δέον ἀφικνουμένων, πλὴν ὅτι καθάπερ ἔκ τινος μελέτης οὐ δὲ τῶν ἀδελφιδῶν ἐφείσατο.

9.15

9.15.1αὐτὸς καὶ τὴν πόλιν ὀχυρωτέροις περιέβαλε τείχεσι καὶ ναὸν ᾠκοδόμησεν Ἡλίῳ πλοῦτόντε ἐναπέθετο τῷ ναῷ πολὺν ἐκ χρυσοῦτε καὶ λίθων τιμίων. ἃς μέντοι κατεστήσατο πόλεις Τραϊανὸς ὑπὲρ τὸν Ἴστρον, οὐκ ἐβουλήθη μέρος εἶναι τῆς ἀρχῆς · οὐ γὰρ ἤλπισε δύνασθαι μένειν αὐτὰς ὑπὸ τοῖς Ῥωμαίοις τῶν προβεβλημένων ἐθνῶν Ἰλλυριῶντε καὶ Μυσῶν ἐκπεπορθημένων. μετῴκισε γοῦν τοὺς κατοικισθέντας ἐκεῖ Ῥωμαίους εἰς μέσην τὴν Μυσῶν γῆν προσαγορεύσας τὸν συνοικισμὸν Δακίαν, μέση νῦν τῶν δύο Μυσιῶν κεῖται καὶ ἔστιν ἐν δεξιᾷ διαπλέουσι τὸν Ἴστρον ἐπὶ τὴν θάλασσαν.

9.15.2τοσαῦτα διαπραξάμενος οἰκέτου δόλῳ ἐτελεύτησε τὸν βίον, ὃς τὴν τοῦ δεσπότου μιμησάμενος χεῖρα γράφει πρός τινας τῶν φίλων περὶ σφαγῆς ἀνδρῶν τινων ὡς Αὐρηλιανοῦ γράψαντος, δὴ γνόντες οἷς φόνος ἀρτύεσθαι δῆθεν ἐδόκει φθάσαντες αὐτοὶ τὸν Αὐρηλιανὸν ἔδρασαν πείσεσθαι προσεδόκων. σφάττεται τοίνυν μεταξὺ τοῦτε Βυζαντίου καὶ Ἡρακλείας κατὰ τὴν παλαιὰν λεωφόρον. ὄνομα δὲ ἐστὶν τῷ τόπῳ Καινὸν φρούριον. ἀλλ’ἐτιμώρησαν αὐτῷ κατὰ ταῦτά τινες · καὶ αὐτὸς συνηριθμήθη τοῖς θεοῖς.

9.16

9.16.1μετὰ τοῦτον Τάκιτος ὑπεδέξατο τὴν βασιλείαν τότε ἧθος εἰς ἅπασαν ἀρετὴν ἐξησκημένος δυνατόςτε εἴπερ τις ἄλλος ἐπιτροπεῦσαι τῶν πραγμάτων. ἀλλ’οὐδὲν ἔδειξε λαμπρόν · οὔτε γὰρ ἐπέτρεφεν χρόνος τῆς βασιλείας ἓξ μῆνας προελθούσης μόνον. ἀλλ’οὐ δὲ Φλωριανὸς τοῦτον ἐκδεξάμενος ἔπραξέ τι γενναῖον εἴκοσι βασιλεύσας ἡμέρας.

9.17

9.17.1Πρόβος ἐντεῦθεν ἐκτήσατο τὴν βασιλείαν πολλὴν ἀπὸ τῶν πολεμικῶν δόξαν ἔχων, ἣν καὶ μετὰ ταῦτα οὐχ ἧττον ηὔξησε · Γάλλουςτε γὰρ ἠλευθέρωσε τῶν βαρβάρων πολλαῖς αὐτῶν κρατήσας μάχαις · τούςτε ἐπιβουλεῦσαι τῇ βασιλείᾳ βουληθέντας, Σατορνῖνόντε ἐν τοῖς πρὸς ἕω, Πρόκλοντε καὶ τὸν Βόνωσον ἐν Ἀγριππίνῃ, πολέμῳ νικήσας ἀνεῖλε.

9.17.2Γάλλοις ἐπέτρεφεν ἀμπελουργεῖν οὔπω πρότερον τοῦτο εἰδόσι τῇ στρατιωτικῇ τεχνησάμενος χειρὶ τότε Ἄλμον καὶ τὸ Αὔρεον (ὄρη δὲ ἔστιν τὸ μὲν Σιρμίου τὸ δὲ ἐν Μυσοῖς) κατεφύτευσεν ἀμπελῶνας καὶ παρέδωκε τοῖς προσοίκοις γεωργεῖν.

9.17.3πολλούςτε ἑτέρους κατορθώσας πολέμους καὶ πάντα ποιήσας ἐν εἰρήνῃ καί τι καὶ νεανιευσάμενος μικρὸν ὕστερον, ὡς οὐδὲν αὐτῷ δεήσει δυνάμεως, θαυμαζόμενος ἐπ’ἀνδρείᾳτε καὶ δικαιοσύνῃ καὶ τοῖς μὲν πλεονεκτήμασιν ἀφομοιούμενος Αὐρηλιανῷ, τὰς κακίας δὲ φεύγων, ἀνῃρέθη κατὰ τὸ Σίρμιον ὑπὸ στρατιωτικοῦ ταράχου τοῦτο παθών.

9.18

9.18.1δέχεται δὲ τὴν βασιλείαν Κάρος Ναρβωνήσιος (Γάλλων δὲ ἦν πόλις) καὶ ποιεῖ κοινωνοὺς εὐθὺς αὑτῷ τῆς βασιλείας Καρῖνον καὶ Νουμεριανὸν τοὺς παῖδας. μαχόμενος δὲ πρὸς Σαρμάτας, ἐπειδή τις ἤγγειλεν αὐτῷ τοὺς Πέρσας τὰ πρὸς ἕω ταράττειν, δρόμοντε ὡς αὐτοὺς ἐποιήσατο καὶ κατεκράτησεν αὐτῶν πολλαῖς συμπλοκαῖς. κόγχηντε καὶ Κτησιφῶντα τῶν Περσικῶν πόλεων ἐπιφανεστάτας εἷλε ·

9.18.2καὶ στρατοπεδευσάμενος ὑπὸ τὸν Τίγρητα ποταμὸν ἀπώλετο κεραυνῷ. καὶ μετὰ τοῦτον παῖς Νουμεριανὸς συνεκστρατεύσας αὐτῷ δόλῳ θνήσκει τοῦ κηδεστοῦ (Ἄπρος δὲ ἦν ὄνομα αὐτῷ) καὶ διὰ τὸ τῶν ὀμμάτων γενόμενον πάθος οὐ δυνάμενος ἀλύπως δέξασθαι τὸν καθαρὸν ἀέρα ἐπιθεὶς ἑαυτὸν φορείῳ καὶ δέρματα πανταχόθεν περικλείσας ἤνυε τὴν ὁδόν · τοίνυν Ἄπρος ἀνελὼν αὐτὸν ἔκρυπτε τὸν θάνατον, πρὶν δὴ τῶν ἑπομένων τινὲς ἠναγκάσθησαν ὑπὸ τῆς τοῦ νεκροῦ δυσωδίας περιεργάσασθαι καὶ μηνῦσαι τῷ στρατῷ τὸ γεγενημένον · ἔκρυπτε δὲ τὴν τελευτὴν Ἄπρος αὐτὸς κρατῆσαι τῶν πραγμάτων ἐπιθυμῶν.

9.19

9.19.1ἐν τούτοις δὲ ὄντων τῶν ἐκ Περσίδος ἐπανιόντων Καρῖνος καταλειφθεὶς ὑπὸ τοῦ πατρὸς Ἰλλυρίουςτε καὶ Γάλλους φυλάττειν καὶ τὴν Ἰταλίαν πάσας ὑπερβὰς ἀτοπίας τοὺς μὲν ἀνῄρει πλάττων ἐγκλήματα, τῶν δὲ τὰς εὐνὰς ὕβριζεν. ἤδη δὲ καὶ τῶν συμπεφοιτηκότων αὐτῷ τινας ὑπὲρ τῶν γενομένων ἐν τῇ νεότητι προσκρουσμάτων ὠμότατα διεχρήσατο καὶ ἀπεστυγεῖτο παρὰ πάντων ὁμοίως.

9.19.2ἀλλ’ στρατὸς ἅπας Διοκλητιανὸν ἀνεῖπε βασιλέα ἀφανῆ τινα καὶ ἄσημον · οἱ μὲν γὰρ αὐτὸν δημοσίου γραμματέως παῖδά φασιν, οἱ δὲ ἀπελεύθερον Ἀνουλίνου τινὸς συγκλητικοῦ γεγονέναι.

9.20

9.20.1βασιλεύσας δὲ καὶ συγκαλέσας τὴν στρατιὰν ὠμόσατο μὴ συνειδέναι τῷ Νουμεριανοῦ φόνῳ καὶ μετὰ τοὺς ὅρκους πλησίον ἑστηκότα τὸν Ἄπρον αὐτοχειρὶ διεχρήσατο.

9.20.2χωρήσας δὲ καὶ ἐπὶ τὸν Καρῖνον τῷτε στρατεύματι καὶ τοῖς λοιποῖς προεστηκότα νικᾷτε μάχῃ καὶ μετὰ ταῦτα ὑπὸ τῶν οἰκείων προδοθέντα περὶ Μάργον τὴν πόλιν ἀνεῖλε ·

9.20.3καὶ γίγνεται μόνος αὐτοκράτωρ. στασιάζοντος δὲ ἐν Γάλλοις τοῦ ἀγροικικοῦ καὶ Βακαύδας καλοῦντος τοὺς συγκροτηθέντας (ὄνομα δὲ ἔστιν τοῦτο τυράννους δηλοῦν ἐπιχωρίους), ἡγεμόνας δὲ ἔχοντος τοῦ τολμήματος Ἄμανδόντε καὶ Αἰμιλιανὸν χειροτονήσας Καίσαρα Μαξιμιανὸν τὸν Ἑρκούλιον ἐξέπεμψε · καὶ νικήσας Μαξιμιανὸς μάχῃ τὴν ἐλευθερίαν ἀπέδωκε τῇ γῇ.

9.21

9.21.1κατὰ δὲ τὸν αὐτὸν χρόνον Καραύσιος οὐδαμόθεν οὐδενὶ γνωριζόμενος πλὴν ἐκ πολεμικῶν ἔργων, ἐκπεμφθεὶς παρὰ Μαξιμιανοῦ εἰς τὴν Βονωνίαν ὥστε τὰ περὶ τὸ Βελγικὸν καὶ Ἀρμόριχον καταστῆσαι παρὰ τῶν προσοίκων ἐνοχλούμενα, βαρβάρων πολλαῖς κρατήσας μάχαις τὴν ἐκ τοῦ πολέμου λείαν οὔτε τῷ στρατῷ διένειμεν οὔτε τοῖς βασιλεῦσιν ἀνέπεμψε · καὶ δι’ὑποψίας ἐλθὼν ὡς ἐκ προνοίας ἐπὶ νεωτερισμῷ τὸν πλοῦτον συναγείρας προσετάχθη μὲν ὑπὸ Μαξιμιανοῦ κατασφαγῆναι, γνοὺς δὲ ἁλουργίδατε ἐνέδυ καὶ καταλαμβάνει τὰς Βρεττανικὰς πόλεις.

9.22

9.22.1πάντων οὖν πανταχόθεν θορύβου πεπληρωμένων (καὶ γάρ τοι καὶ Ἀχιλλεὺς χεῖρας ἀντάρας ἐτύγχανεν ἐν Αἰγύπτῳ · καὶ Γειτιανοί, πέντε δὲ ἦσαν οὗτοι, νεωτεροποιοῦντες ἐπὶ τῆς Ἀφρικῆς δύναμιν συνεκρότουν) τὸν μὲν Ἑρκούλιον Μαξιμιανὸν Αὔγουστον ἀνηγόρευσε, Κωνστάντιον δὲ καὶ Μαξιμιανὸν Καίσαρας. ἦν δὲ Κωνστάντιος μὲν Κλαυδίου τοῦ βασιλεύσαντος ἀπὸ θυγατρὸς ἔκγονος, Μαξιμιανὸς δὲ καὶ Γαλλέριος ἐπικληθεὶς ἐκ Δακῶν τῶν περὶ Σαρδάκην ἔχων τὸ γένος. βουλόμενος δὲ αὐτοὺς πιστοτέρους ἑαυτῷ καταστῆσαι τῇ διὰ τοῦ γάμου κατέδησε συγγενείᾳ Κωνσταντίῳ μὲν τὴν Ἑρκουλίου τοῦ συμβασιλεύοντος αὐτῷ προγονὴν ἐκδοὺς (Θεοδώρα ἦν ὄνομα αὐτῇ · ἀφ’ἧς δὴ καὶ ἓξ παῖδες ἐγένοντο αὐτῷ, Κωνσταντίνου τοῦ μετὰ ταῦτα βασιλεύσαντος ἀδελφοί), Γαλλερίῳ δὲ τὴν αὐτοῦ θυγατέρα Οὐαλερίαν.

9.22.2ἀλλὰ τὰς μὲν γαμετὰς ἑκατέρας ἀπεώσαντο. Καραύσιος δὲ ἐπειδήπερ ἀνάλωτος ἦν ἁπάσῃ μηχανῇ, σπένδεται πρὸς τοὺς βασιλέας · καὶ μετὰ τὰς σπονδὰς ἀνῃρέθη παρὰ τοῦ πάντων αὐτοῦ φιλτάτου, ὃς Ἄλληκτόςτε ἐκαλεῖτο καὶ μετὰ ταῦτα ἐκράτησε τῶν Βρεττανικῶν καὶ τρεῖς διατελέσας ἐνιαυτοὺς ὑπὸ τοῖς πολεμίοις ἐγένετο στρατηγοῦντος Ἀσκληπιοδότου τοῦ τοῖς βασιλεύουσι τότε ὑπάρχοντος. οὕτως τὰ Βρεττανῶν ἕνδεκα ἔτεσι χωρισθέντα τῆς βασιλείας συνήφθη Ῥωμαίοις.

9.23

9.23.1κατὰ δὲ τούτους τοὺς χρόνους Κωνστάντιος Καῖσαρ ἐν Γάλλοις πολλὰς νικήσας μάχας ἦλθε παρὰ μικρὸν κινδύνου · κυκλωσάντων γὰρ αὐτὸν τῶν πολεμίων ἐν αὐτοῖς προπυλαίοις Λίγγωνος τῆς πόλεως κάλοις ἀνειλκύσθη πρὸς τὸ τεῖχος. ἀλλὰ κατὰ τὴν αὐτὴν ἡμέραν οὐ δὲ πέντε διαγενομένων ὡρῶν ἐπεξελθὼν ἑξήκοντάτε ἀνεῖλεν χιλιάδας καὶ τοὺς Ἀλαμαννοὺς κατεδούλωσε. Μαξιμιανὸς δὲ τοὺς ἐν Ἀφρικῇ νεωτερίσαντας Γεντιανοὺς εἷλέτε καὶ ὑποσπόνδους ἐποίησε. καὶ αὐτὸς Διοκλητιανὸς ἐν Αἰγύπτῳ τὸν Ἀχιλλέα νικήσας αὐτόντε διεχρήσατο καὶ διὰ πάσης ὠμότητος ἐπεξῆλθε τῇ νίκῃ τοὺς μὲν κατασφάξας τῶν Αἰγυπτίων, τοῖς δὲ λοιποῖς φόρους τάξας ὡς μάλιστα βαρυτάτους. ἐκ ταύτης δὲ τῆς αἰτίας καὶ πάσης τῆς βασιλευομένης τὰς εἰσφορὰς ἐπέθηκε διαμετρησάμενος τὴν γῆν καὶ εἰς ἀπογραφὴν ἀναγαγὼν πάντα εἰς τόδε ἐκράτησεν.

9.24

9.24.1ἀλλ’οὐ δὲ Μαξιμιανὸς Γαλλέριος ἔξω μεγάλων ἔργων ἐγένετο · στρατεύσας γὰρ κατὰ Ναρσοῦ τοῦ Περσῶν βασιλεύοντος (πάππος δὲ ἦν οὗτος Σάπωρίτε καὶ Ὁρμίσδᾳ τοῖς εἰς τὴν ἡμετέραν ἡλικίαν ἀφικομένοις) τὸ μὲν πρῶτον ἐναντίαν ἔσχε τὴν ἔκβασιν ἐξ ἀβουλίας μᾶλλον ἤπερ ἀσθενείας. οὐ γὰρ ἔχων ἀξιόμαχον στρατιὰν συνεπλάκη καὶ τοιαύτην ἔσχε δυσημερίαν, ὥστε ἐπειδήπερ ἧκεν πρὸς Διοκλητιανὸν συλλεξόμενος ἑτέραν δύναμιν, μη δὲ λόγου τινὸς ἀξιωθῆναι, συνδραμεῖν δὲ τῷ ἅρματι μετὰ τῆς ἁλουργίδος αὐτῆς.

9.25

9.25.1ἀλλ’ἀγείρας πλῆθος πρὸς τὴν Περσικὴν παρασκευὴν ἀξιόχρεων χωρεῖ πρὸς τὴν Ἀρμενίαν. κἀκεῖ τῷ Ναρσῇ συμμίξας διαφθείρει μὲν αὐτοῦ τὸν στρατόν, αἱρεῖ δὲ τήντε γαμετὴν αὐτοῦ καὶ τὰς ἀδελφάς · αὐτόντε ἐπεξελθὼν ἤλασε πορρωτάτω τῆς βασιλείας. γνοὺς δὲ ὡς Διοκλητιανὸς διατρίβει περὶ τὴν μέσην τῶν ποταμῶν, ἀφίκετότε ὡς αὐτὸν καὶ πρὸς ἀξίαν ἐτιμήθη τῶν εἰργασμένων.

9.25.2ἐντεῦθεν πολλοὶ καὶ πρὸς πολλοὺς συνεκροτήθησαν πόλεμοι, οἱ μὲν πάντων ἅμα συστρατευόντων, οἱ δὲ παρ’ἑκάστου τῶν κρατούντων · Κάρποι γοῦν καὶ Βαστέρναι καὶ Σαρμάται κατεπολεμήθησαν, ὥστε τῆς ἀπὸ τοῦ πολέμου λείας ἀνδρῶντε καὶ λοιπῶν τὴν Ῥωμαϊκῆν πληρωθῆναι γῆν.

9.26

9.26.1Ἀλλ’ Διοκλητιανὸς μὲν ἀγχίνουςτε ἦν φύσει μετά τινος κακουργίας πραγμάτωντε δεινὸς ἰχνευτὴς καὶ τὰς βουλὰς ἀποκρύπτων · τὴν τραχύτητάτε τὴν αὐτοῦ σπουδὴν εἶχεν ἑτέροις ἐπιγράφεσθαι · καὶ τὴν ὠμότητα τοῖς ἔργοις ἐγγυμνάζων ἐσοφίζετο φθόνον ἑτέρων εἶναι τὴν αὐτοῦ κακίαν. ἐπιμελείας δὲ οὐκ ἦν ἔξω καὶ τῆς περὶ τὸ βασιλεύειν τέχνης. αὐτόςτε πρῶτος τὴν βασιλικὴν εἰσήγαγεν ὑπεροψίαν κατὰ μικρὸν τὴν ἐλευθερίαν τὴν Ῥωμαϊκὴν ὑποτεμνόμενος καὶ προσκυνεῖσθαι προσέταξεν ἑαυτὸν τῶν μέχρις αὐτοῦ βασιλέων τῇ κοινῇ προσηγορίᾳ τιμωμένων · καὶ τιμίους λίθους τοῖςτε ἐσθήμασι καὶ τοῖς ὑποδήμασιν ἐνήρμοσε · πρότερον δὲ τὸ διαφέρον τῆς βασιλικῆς περιβολῆς ἀπὸ τῆς ἁλουργίδος ἦν μόνης.

9.27

9.27.1Ἑρκούλιος δὲ σαφέστατα καὶ προδήλως ὠμὸς ἦν καὶ πάσης μετριότητόςτε καὶ κοινότητος ἀλλότριος, ἄγριον δὲ καὶ τὸ βλέμμα καὶ τὴν πρόσοψιν ἔχων, ἐξ ὧν ἑκατέρων τῆς ψυχῆς ἐσημαίνετο ποιότης. τὰς γοῦν ἀπηνεστέρας Διοκλητιανοῦ βουλὰς εὐθὺς εἰς ἔργον ἦγεν · ἔστι δὲ ὅτε καὶ ἀφορμὴν αὐταῖς παρεῖχε, πρόφασιν μὲν ὡς πάντα εἴκων αὐτῷ, τὸ δὲ οἰκεῖον θεραπεύων πάθος. ἀλλ’ἐπειδὴ πρὸς γῆρας ἀφικόμενος Διοκλητιανὸς οὐ σφόδρα ἡγεῖτο τῇ προστασίᾳ τῶν κοινῶν ἀρκεῖν, ποιεῖται πρὸς τὸν Ἑρκούλιον λόγους, ὥστε τὴν ἀρχὴν ἀποθέσθαι καὶ παραδοθῆναι τοῖς ἐκ τῆς ἡλικίας ἐρρωμενεστέροις καὶ ἀκμάζουσι · καὶ πείθεται μὲν εἰ καὶ ἀνιώμενος καὶ βαρέως φέρων Ἑρκούλιος, συναφίσταται δὲ τῆς βασιλείας τῷ συμβουλεύσαντι ·

9.27.2μίατε αὐτοὺς ἀπέδειξεν ἰδιώτας ἡμέρα τὴν ἁλουργίδα ῥίψαντας ἐκ συνθήματος ἑνός, τὸν μὲν ἐν Νικομηδείᾳ τὸν Διοκλητιανόν, τὸν δὲ ἕτερον ἐν Μεδιολάνῳ μετὰ τὸν θρίαμβον ἐκεῖνον, ὃν κατὰ τῶν εἰρημένων ἐθνῶν ἐπὶ τῆς Ῥώμης ἐξεπλήρωσαν προπομπευόντων τῆςτε Ναρσοῦ γαμετῆς καὶ τῶν ἀδελφῶν καὶ τῶν παίδων.

9.28

9.28.1ἵδρυσαν οὖν ἑαυτοὺς μὲν Ἑρκούλιος περὶ τὴν Λουκανίαν, Διοκλητιανὸς δὲ ἐν ἀγρῷ γειτνιῶντι Σάλωσι καὶ διετέλεσεν ἐν ἡσυχίᾳ λαμπρᾷ τὸ καινὸν τοῦτο μόνος ἑλόμενος καὶ μετελθὼν τῆς ἀρετῆς εἶδος, ὥστε ἐξ ὕψους τοσούτου πρὸς κοινὴν μεταστῆναι πολιτείαν. καινὸν γοῦν καὶ αὐτοῦ μετὰ τελευτὴν ὑπῆρξεν ἐξ ἀμοιβῆς γέρας · μόνος γὰρ ἰδιωτῶν ἀνηγορεύθη θεός.