Abridgment from the Founding of the City, 3
3.1.1οὕτω μὲν οὖν ὁ πρὸς Ἄφρους ἔληξε πόλεμος εἴκοσι καὶ τρισὶ παρεκταθεὶς ἐνιαυτοῖς. Ῥωμαῖοι δὲ ἤδη γνωριμώτατοι παρὰ πᾶσι γεγενημένοι πρέσβεις ἀπέστειλαν πρὸς τὸν Αἰγύπτου βασιλεύοντα Πτολεμαῖον, ὑπισχνούμενοι συμμαχίαν αὐτῷ κατὰ τοῦ Σύρων βασιλεύοντος Ἀντιόχου. ὁμολογήσας δὲ Πτολεμαῖος τῇ πρεσβείᾳ χάριν οὐκ ἐδεήθη τῆς συμμαχίας, ἐπειδήπερ εἶχεν ἤδη πέρας ἐκεῖνος ὁ πόλεμος.
3.1.2κατὰ δὲ τὸν αὐτὸν χρόνον τῆς Σικελίας βασιλεὺς Ἱέρων δυνατώτατος τῶν πώποτε εἰς τὴν Ῥώμην ἀφίκετο μεθέξων τῆς τελουμένης αὐτόθι θέας. σῖτόντε εἴκοσι μυριάδας ἐδωρήσατο τῷ δήμῳ.
3.2.1ἡνίκα δὲ Ἱέρων κατέλαβε τὴν Ῥώμην, Λούκιος Κορνήλιος Λεντοῦλος καὶ Φούλβιος Φλάκκος ὕπατοι κατὰ Λιγούρων ἤραντο πόλεμον ἐντὸς τῶν Ἰταλῶν ὁρίων καὶ νίκης γενομένης ἐθριάμβευσαν.
3.2.2Καρχηδόνιοι δὲ παρεγχειροῦντες ταῖς σπονδαῖς τοὺς Σάρδους, οὓς αἱ συνθῆκαι Ῥωμαίοις ὑπακούειν ἠβούλοντο, παρηρέθιζον καὶ ἔπειθον ἀντιτάττεσθαι. τοῦ δὲ πράγματος εἰς φῶς κεχωρηκότος πρεσβεία Καρχηδονίων παραγενομένη τὴν εἰρήνην ἐκύρωσεν Ὑπάτωντε ἀναδειχθέντων Τίτου Μαλλίου Τορκουάτου καὶ Γαΐου Ἀτιλίου Βούσκλου θρίαμβος μὲν γίνεται κατὰ Σάρδων μάχῃ κρατηθέντων.
3.3.1μετὰ δὲ τοῦτο πᾶς πανταχόθεν ἐπέπαυτο πόλεμος καρτεράτε ἦν ἡσυχία, οἵαν οὐδενὶ χρόνῳ συνέβη γενέσθαι πλὴν ἐπὶ Νουμᾶ Πομπιλίου, ὃς μετὰ Ῥωμύλον ἐβασίλευσε.
3.4.1διαδεξαμένων δὲ τὴν ὑπατείαν Λουκίου Ποστουμίου Σαβίνου καὶ Γναίου Φαβίου Κεντουμάλου πόλεμος συνέστη πρὸς Ἰλλυρίους Ῥωμαίοις · καὶ πρότερον μὲν αἱ πλεῖσται τῶν πόλεων, μετὰ δὲ ταῦτα καὶ οἱ βασιλεῖς τῆς χώρας ἐκείνης τοῖς ὑπάτοις ἑαυτοὺς ἐνεχείρισαν.
3.5.1μετὰ τούτους Λουκίου Αἰμιλίου διαδεξαμένου τὴν ἀρχὴν πλῆθος Γάλλων ὑπὲρ ἀριθμὸν ἐπὶ τὴν Ἰταλίαν ὥρμησε καὶ τὰς Ἄλπεις ἤδη (ὄρος δὲ ἐστι τοῦτο Γάλλους Ἰταλῶν διορίζον) ὑπερεβεβήκεσαν. ἔνθα δὴ πάσης ὁμοῦ τῆς Ἰταλίας ἐγένετο σύμπνοια καὶ συνεκροτήθη συμμαχικὸν εἰς ὀκτὼ μυριάδας, ὡς ὁ τῆς ἱστορίας συγγραφεὺς ἐξηγήσατο Φάβιος καὶ αὐτὸς τοῦ πολέμου κεκοινωνηκώς. ἀλλ’οὐ δεηθεὶς τῶν συλλεγέντων ἐπικούρων Αἰμίλιος μετὰ τῆς αὑτοῦ στρατιᾶς κατειργάσατο τοὺς πολεμίους, ὥστε τεσσαράκοντα χιλιάδας πεσεῖν καὶ τὴν νίκην διὰ τοῦτο τῇ ψήφῳ τῆς πόλεως ἐθριάμβευσεν.
3.6.1ἐπὶ πλεῖστον δὲ ἡσυχάσαντες οἱ Γάλλοι πολλοῖς ὕστερον χρόνοις πάλιν ἤρξαντο πόλεμον ἐντὸς τῆς Ἰταλίας πρὸς τοὺς Ῥωμαίους · ὕπατοι δὲ ἦσαν Μάρκος Κλαύδιος Μάρκελλος καὶ Γνέος Κορνήλιος Σκηπίων · ἀλλ’οὐκ εἰς μακρὰν κατελύθησαν. Μάρκελλος γὰρ ἵππον οὐ πολλὴν ἄγων νικᾷτε αὐτοὺς μάχῃ καὶ τὸν βασιλέα Βουριδόμαρον αὐτοχειρὶ διεχρήσατο. ἐφεξῆς δὲ μετὰ τοῦ συνυπάτου τὸν πάντα κατορθώσας πόλεμον καὶ τὴν Μεδιόλανον ἑλὼν πολύντε συναγείρας χρημάτων ὄγκον ἐθριάμβευσεν ἐπὶ τῶν ὤμων τὰ λάφυρα φέρων τοῦ πεσόντος βασιλέως.
3.7.1Μάρκου δὲ Μινουκίου Ῥούφου καὶ Πουβλίου Κορνηλίου τὴν ἀρχὴν ἐκδεξαμένων πρὸς Ἴστρους ἐγένετο πόλεμος, ἐπειδὴ τὸν Ῥωμαϊκὸν ἐλῄστευον στόλον · καὶ πάντες ὑπὸ Ῥωμαίοις ἐγένοντο.
3.7.2ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον δεύτερος ἐπῆλθε Ῥωμαίοις ἐξ Ἀφρικῆς πόλεμος Ἀννίβου Καρχηδονίοις στρατηγοῦντος, ὃς ἔτη γεγονὼς εἴκοσι τὴν Σάγουντον Ἱσπανία πόλιν Ῥωμαίοις ὑπόσπονδον οὖσαν ἐνεστήσατο πολιορκεῖν.
3.7.3καὶ συλλέξας στρατείαν εἰς τεσσαρεσκαίδεκα μυριάδας ἀνδρῶν εἴχετο τοῦ ἔργου. τοῦτο γνόντες οἱ Ῥωμαῖοι πρεσβείαν ἐπ’αὐτὸν στέλλουσι προαγορεύοντες αὐτῷ τῆς πολιορκίας ἀπέχεσθαι. μὴ πεισθέντος δὲ πρεσβεύονται πρὸς Καρχηδονίους, ὥστε ἀποστῆσαι τὸν Ἀννίβαν τῆς κατὰ τῶν οἰκείων ἐφόδου. οἱ δὲ τὸ καθῆκον ὑπερβάντες θρασύτερον ἀπεκρίναντο. παρασυρομένου δὲ τοῦ χρόνου μετὰ πολλὴν τὴν προσεδρείαν λιμῷ νικηθέντες οἱ Σαγούντιοι σφᾶς αὐτοὺς ἐξέδωκαν καὶ μεγίστης ἐπειράθησαν ὠμότητος ἐνεκρίθη τοίνυν παρὰ Ῥωμαίοις πρὸς Ἄφρους πόλεμος, ὅτε σαφῶς ἀπεδείχθησαν παραβεβηκότες τὰς σπονδάς.
3.8.1καὶ Πούβλιος μὲν Κορνήλιος Σκηπίων μετὰ τοῦ στρατεύματος ἔδραμεν ἐπὶ τὰς Ἱσπανίας ·
3.8.2Τιβέριος δὲ Σεμπρώνιος Γράκχος ἐπὶ τὴν Σικελίαν. ὁ τοίνυν Ἀννίβας καταλιπὼν ἐν Ἱσπανίαις τὸν ἀδελφὸν Ἀσδρούβαν ὑπερῆλθε τὸν Πυρρηναῖον καὶ τὰς καλουμένας Ἄλπεις αὐτῷ πρώτῳ γενομένας τότε βασίμους. εἵπετο δ’αὐτῷ στρατιὰ εἰς τὴν Ἰταλίαν ἰόντι πεζῶν ὀκτὼ μυριάδες καὶ ἱππέων δέκα χιλιάδες ἐλέφαντέςτε ἑπτὰ καὶ τριάκοντα. προϊὼν δὲ προσελάμβανεν, ὅσοις ἐντύχοι. Λίγουρες γοῦν καὶ Γάλλοι προσέθεντο.
3.8.3ταῦτα γνοὺς Σεμπρώνιος Γράκχος ἀπὸ τῆς Σικελίας μετέστησε τὴν στρατιὰν εἰς Ἀρίμινον.
3.9.1καὶ πρότερον μὲν ἀπήντησε τοῖς Ἄφροις ὁ Σκηπίων · καὶ συμμίξας ἧττόντε ἔσχε τραπέντος αὐτῷ τοῦ στρατοῦ καὶ τιτρώσκεται καὶ εἰς τὴν παρεμβολὴν καταφεύγει. Γράκχος δὲ συνεπλάκη μὲν καὶ αὐτὸς ἐπὶ τὸν Τέβριον, μετὰ δὲ τῆς ἴσης ἀνεχώρησε τῷ Σκηπίωνι τύχης ·
3.9.2ἐκ τούτου πολλοὶ τῶν Ἰταλῶν παρέδοσαν ἑαυτοὺς τοῖς πολεμίοις · λαμπρόςτε ὢν ἐκ τούτων Ἀννίβας τῶν προοιμίων συνέμιξε τῷ Φλαμινίῳ τὴν ὑπατικὴν στρατιὰν ἄγοντι ·
3.9.3καὶ αὐτόντε καὶ τὸ σὺν αὐτῷ στράτευμα διεχρήσατο, ἐγγὺς πέντε καὶ εἴκοσι χιλιάδας, τῶν λοιπῶν φυγῇ σωθέντων. πέμπεται λοιπὸν πρὸς αὐτὸν ὁ Φάβιος δικτάτωρ ἀναδειχθείς, ὃς ἀεὶ μὲν ἀναβαλλόμενος τὴν μάχην, ἀεὶ δὲ αὐτὴν προσδοκᾶσθαι ποιῶν ἀνέκοπτε τῆς πολλῆς ὁρμῆς τὸν στρατηγὸν τῶν Ἄφρων · καὶ ποτε ἀπροσδόκητος εἰς χεῖρας ἐλθὼν ἐκ τοῦ κρείττονος ἀνεχώρησε.
3.10.1πεντακοσιοστοῦ δὲ καὶ τεσσαρακοστοῦ τῆς πόλεως ἔτους Αἰμίλιος Παῦλος καὶ Πούβλιος Τερέντιος Βάρρων ὕπατοι χειροτονηθέντες ἐδέξαντο παρὰ τοῦ Φαβίου τὴν ἐξουσίαν · ὃς χωριζόμενος τῶν πραγμάτων συνεβούλευε τοῖς ὑπάτοις τοῖς αὐτοῦ κατακολουθεῖν περὶ τὴν μάχην ἴχνεσι καὶ τὴν συμπλοκὴν ἀναβάλλεσθαι, κωλύοντας μὲν ἐπιφερομένους, συμμίξαι δὲ παραιτουμένους. τοῦτον γὰρ εἶναι μόνον τῆς νίκης τῆς κατ’ἐκείνου τὸν τρόπον.
3.10.2ἀτιμάσας δὲ ταύτην Βάρρων τὴν παραίνεσιν εἱλκύσθη πρὸς συμπλοκὴν τοῦ Παύλου κωλύοντος καὶ τῶν τοῦ Φαβίου λόγων ἀναμιμνήσκοντος · συνέμιξαν τοίνυν ἐν Κάνναις χωρίῳ τῆς Ἀπουλίας · καὶ νικᾶται τῶν ὑπάτων ἑκατέρων τὸ στράτευμα.
3.10.3πίπτει μὲν γὰρ ἕτερος τῶν ὑπάτων, ὁ Παῦλος, ὑπατικοὶ δὲ ἄνδρες καὶ πραιτώριοι ἀμφὶ τοὺς εἴκοσι · συγκλητικοὶ δὲ σὺν τοῖς ἀπαχθεῖσιν αἰχμαλώτοις τριάκοντα · ἐπιφανεῖς δὲ ἄλλως τριακόσιοι · τοῦ δὲ λοιποῦ τῶν μαχομένων πλήθους πεζῶν μὲν τεσσαράκοντα χιλιάδες, ἱππέων δὲ τρεῖς καὶ πεντακόσιοι.
3.10.4τῆς δὲ ἀντιπάλου στρατιᾶς ἔπεσον μὲν καὶ αὐτοῖς οὐκ ὀλίγοι · σχεδὸν δὲ ἅπαντες ἐγένοντο τραυματίαι. οὗ δὴ καὶ θαυμάσαι τοὺς Ῥωμαίους ἐστὶ τοῦ φρονήματος. τοσαύτῃ γὰρ ἐμπεσόντες συμφορᾷ, οἵαν οὔτε ὁ παρελθὼν ἤνεγκε χρόνος οὔτε ὁ μέλλων οἴσειν ἠλπίζετο, μνήμην εἰρήνης οὐκ ἐποιήσαντο · τὸ μέντοι μέγεθος ἐδείχθη τοῦ κακοῦ τῷ καινῷ τῆς στρατολογίας · τότε γὰρ δὴ πρῶτον ἐλευθερίας ἀξιωθέντες οἰκέται εἰς στρατείαν ἐξεδόθησαν.
3.11.1συνέβη δὲ, ὅπερ ἐν τοῖς τοιούτοις φιλεῖ, τοὺς ὑπηκόους συμμεταστῆναι τῇ τύχῃ καὶ τὰς ὑπὸ Ῥωμαίοις οὖσας Ἰταλικὰς πόλεις τὸν Ἀννίβαν ὑποδέξασθαι. Ἀννίβας δὲ γαυριῶν τοῖς κατωρθωμένοις ἐξουσίαν ἔδωκε τοῖς Ῥωμαίοις ἐξωνήσασθαι τοὺς αἰχμαλώτους. οἱ δὲ ἔφασαν οὐχ ἡγεῖσθαι πολίτας, οἳ μεθ’ὅπλων ὄντες ὑπὸ τοῖς πολεμίοις ἐγένοντο.
3.11.2τότε τοίνυν ποικίλως αὐτοὺς πρότερον αἰκισάμενος ἅπαντας διεχρήσατο τρεῖςτε μεδίμνους δακτυλιδίων εἰς ἀπόδειξιν τῶν ἀνῃρημένων τοῖς Καρχηδονίοις ἐξέπεμψεν, οὓς τῶν νεκρῶν ἐξεῖλε σωμάτων.
3.11.3ἐν τούτοις δ’ὄντος Ἀννίβου Σκηπίωνες ἄμφω τὸν Ἀσδρούβαν ἐν ταῖς Ἱσπανίαις διατρίβοντα (ἦν δὲ οὗτος ἀδελφὸς Ἀννίβου καταλελειμμένος μετὰ πολλῆς στρατιᾶς, ὥστε τὰς Ἱσπανίας προσνεῖμαι τοῖς Ἄφροις) καλοῦσιν εἰς μάχην καὶ νικῶσι νίκην λαμπράν ·
3.11.4αἰχμαλώτους γὰρ εἷλον μυρίους ἄνδρας, ἀνεῖλον δὲ εἴκοσι καὶ πέντε χιλιάδας.
3.11.5τοῦτο γνόντες οἱ Καρχηδόνιοι πέμπουσιν ἑτέραν αὐτῷ στρατιάν, δώδεκα μὲν πεζῶν χιλιάδας, τέσσαρας δὲ ἱππέων, ἐλέφαντας δὲ εἴκοσι.
3.12.1τετάρτῳ δὲ ἔτει τῆς διατριβῆς Αννίβου τῆς ἐν Ἰταλίᾳ Μάρκελλος ὕπατος χειροτονηθεὶς περὶ τὴν Νώλαν (πόλις δὲ ἐστιν αὕτη τῆς Καμπανίας) συνεκρότησε πρὸς τὸν Ἀννίβαν πόλεμον καὶ νικᾷ τῇ μάχῃ.
3.12.2ἡττηθεὶς δὲ ὅμως ἐκεῖνος περὶ τὰς πόλεις ἐστρέφετο, τὰς μὲν πολιορκίᾳ, τὰς δὲ φόβῳ τῆς Ῥωμαϊκῆς ἀφιστὰς δυναστείας.
3.12.3τῆς γοῦν Ἀπουλίας καὶ Καλαβρίας καὶ Βρούττων τὰς πλείστας ἐφ’ἑαυτῷ κατεστήσατο · τοσαύτητε ἦν τῶν κατ’αὐτὸν ἡ λαμπρότης, ὥστε καὶ Φίλιππον τῶν Μακεδόνων βασιλέα πρεσβείαν ὡς αὐτὸν στείλαντα συμμαχικὸν ὑποσχέσθαι κατὰ Ῥωμαίων · ὅρον δὲ εἶχεν ἡ ὑπόσχεσις τόνδε · καθαιρεθέντων εἰς ἅπαν Ῥωμαίων σύμμαχον καὶ αὐτὸν αὐτοῖς γενέσθαι πρὸς τὸν κατὰ τῶν Ἑλλήνων πόλεμον.
3.12.4ἀλλὰ συνέβη τοὺς ἐκ Μακεδονίας πρέσβεις τῷ Ῥωμαϊκῷ περιπεσεῖν στρατῷ · καὶ οὕτως ἐγένετο δήλη τοῖς Ῥωμαίοις ἡ Μακεδονικὴ πρεσβεία. πέμπουσι τοίνυν Λαιβῖνον μὲν ἐπὶ Μακεδόνας, Τορκούατον δὲ ἐπὶ Σαρδόνας · ἤδη γάρ τοι καὶ αὕτη Ῥωμαίων ἀποστᾶσα προσεκεχωρήκει τοῖς Ἄφροις.
3.13.1τέσσαρας τοίνυν ἐνὶ χρόνῳ πολέμους ἐν διαφόροις τόποις εἶχον οἱ Ῥωμαῖοι · ἐν Ἰταλίᾳ πρὸς Ἀννίβαν, ἐν Μακεδονίᾳ πρὸς Φίλιππον, ἐν Σάρδοις πρόςτε τοὺς ἐκ τῆς χώρας ἐκείνης καὶ πρὸς Ἀσδρούβαν, ἕτερον Ἄφρων στρατηγόν. τοῦτον Μάλλιος Τορκούατος ἐζώγρησε μάχῃ, πρότερον ἀποβαλόντα τῆς στρατιᾶς τῶν μὲν πεσόντων δέκα χιλιάδας, τῶν δὲ ἀπαχθέντων αἰχμαλώτων εἰς πεντακοσίουςτε καὶ χιλίους.
3.13.2καὶ οὕτω Σάρδονες μὲν Ῥωμαίοις ἀπεδόθησαν · ὁ δὲ τοῦ πολέμου στρατηγὸς Μάλλιος ζῶντα τὸν Ἀσδρούβαν εἰσήγαγε τοῖς Ῥωμαίοις. οὕτω τούτων κεχωρηκότων νικᾷ καὶ Λαιβῖνος τὸν Φίλιππον ·
3.13.3καὶ οἱ Σκηπίωνες ἐν Ἱσπανοῖς τόντε Ἀσδρούβαν καὶ Μάγωνα καὶ αὐτὸν ἀδελφὸν Ἀννίβου.
3.14.1δεκάτῳ δὲ ἔτει τῆς ἐπὶ τὴν Ἰταλίαν εἰσόδου τῶν Ἄφρων Σουλπίκιος μὲν καὶ Φούλβιος ἦσαν ὕπατοι. Ἀννίβας δὲ ἐπὶ τὴν πόλιν ἰὼν ἐν τετάρτῳ τῆς πόλεως ἐστρατοπεδεύσατο σημείῳ τινὰς τῶν ἱππέων μέχρις αὐτῶν προεκπέμψας τῶν πυλῶν. τῶν δὲ ὑπάτων μετὰ τῆς στρατιᾶς, ἐπειδὴ τὸν τῆς πόλεως ἤκουσαν κίνδυνον, ἐπιστάντων φοβηθεὶς ἐπὶ τὴν Καμπανίαν ἐχώρησεν.
3.14.2ἐντεῦθεν τὰ ἐν Ἱσπανίαις μεταπίπτει πράγματα, καὶ Σκηπίωνες ἄμφω πίπτουσι μαχόμενοι πρὸς Ἀσδρούβαν, οἱ πολλάκις αὐτοῦ κεκρατηκότες · τῷ στρατεύματι δὲ οὐδεμία συνέβη βλάβη, ἐπεὶ καὶ οἱ στρατηγοὶ τύχῃ μᾶλλον ἡττήθησαν ἢ τῇ περὶ τὸν πόλεμον ῥᾳθυμίᾳ.
3.14.3ὑπὸ δὲ τούτους αὐτοὺς τοὺς χρόνους Μάρκελλος τὸ πλεῖστον ἀνεκτήσατο τῆς Σικελίας ὑπὸ τοῖς Ἄφροις ἤδη γεγενημένον καὶ τὰς Συρακούσας εἷλε πολιορκίᾳ πολύντε πλοῦτον ἐκεῖθεν προσεκτήσατο τοῖς Ῥωμαίοις.
3.14.4τότε καὶ Λαιβῖνος πρὸς τὸν Φίλιππον καὶ πολλὰς τῶν Ἑλληνικῶν πόλεων καὶ πρὸς Ἄτταλόν τινα Ἀσίας βασιλέα σπεισάμενος ἐπὶ τὴν Σικελίαν ὡρμήθη.
3.14.5Ἄννωνα δὲ τὸν Καρχηδονίων στρατηγὸν καὶ τὴν Ἀκραγαντίνων πόλιν ἑλών, ἣν ἐφρούρει, τὸν μὲν ἅμα τοῖς ἐπισημοτάτοις τῶν αἰχμαλώτων ἐπὶ τὴν Ῥώμην ἐξέπεμψεν · τεσσαράκοντα δὲ πόλεις τῆς Σικελίας ἑκούσας ἑλών, ἓξ δὲ καὶ εἴκοσι πολιορκίᾳ, οὕτως οἴκαδε ἐπανῆλθε.
3.14.6καὶ τότε πάσης ἐγένοντο Ῥωμαῖοι τῆς Σικελίας δεσπόται. λαμπρὸς οὖν ἐπὶ τούτοις ἐπανῆλθεν ὁ Λαιβῖνος. τούτων ἐν Σικελίᾳ πραττομένων Ἀννίβας ἐν Ἰταλίᾳ τῷτε ὑπάτῳ Φουλβίῳ καὶ τῷ στρατεύματι προσπεσὼν ἐξαπιναίως ὀκτὼ χιλιάδας ἀναιρεῖ καὶ τὸν ὕπατον.
3.15.1ἐν δὲ ταῖς Ἱσπανίαις μετὰ τὴν τῶν Σκηπιώνων τελευτὴν οὐκ ὄντος ἡγεμόνος τῷ στρατεύματι πέμπεται Σκηπίων ἕτερος, ὁ καλούμενος Πούβλιος, παῖς Σκηπίωνος τοῦ πρότερον ἐκεῖ πεπολεμηκότος, γεγονὼς μὲν ἔτη τέσσαρα καὶ εἴκοσι, τῶν δὲ κατ’αὐτὸν καὶ τῶν ἐφεξῆς ἁπάντων ἄριστος.
3.15.3οὖτος εὐθὺς ἐκ προοιμίων αἱρεῖ Καρχηδόνα τὴν ἐν Ἱσπανίαις, ὁμώνυμον τῇ μητροπόλει τῆς Ἀφρικῆς · αἱρεῖ δὲ τὸ χρυσίον ἅπαν καὶ τὸν ἄργυρον καὶ τὴν λοιπὴν τοῦ πολέμου παρασκευὴν τῶν Ἄφρων αὐτόθι κειμένην ὡς ἐν ὀχυρῷ χωρίῳ · καὶ τοὺς ὁμήρους δὲ σύμπαντας, οὓς ἐκ τῶν ἐπισήμων γενῶν ἐτύγχανεν Ἀννίβας εἰληφώς, τούτοις τὴν τῆς γῆς ἀσφαλιζόμενος κτῆσιν. γίγνεται δὲ καὶ τοῦ Μάγωνος ἐγκρατής, ὃς ἦν ἀδελφὸς (ὡς ἔφην) Ἀννίβου.
3.15.4Ῥωμαῖοι μὲν οὖν τὴν λείαν ἅπασαν καὶ Μάγωνα δεξάμενοι λαμπρὰν ἦγον ἑορτήν.
3.15.5ὁ δὲ Σκηπίων προσαγόμενος τοὺς Ἱσπανοὺς ἅπασιν ἀπέδωκε τοὺς ὁμήρους · καὶ τοῦτο πάντας ἐποίησε τοὺς Ἱσπανοὺς ὥσπερ ἐκ μιᾶς γνώμης προσθέσθαι Σκηπίωνιτε καὶ Ῥωμαίοις. μετὰ ταῦτα συμμίξας τοῖς Ἄφροις τρέπει μὲν τὸν Ἀσδρούβαν εἰς φυγήν, πολύν δὲ καὶ ἐκ ταύτης τῆς μάχης ἀνείλετο πλοῦτον.
3.16.1οὕτω τῶν Ῥωμαϊκῶν διακειμένων Φάβιος ὕπατος καταστὰς ὑπηγάγετο Τάραντα, ἐν ᾗ πάντα τὸν ἐκ τοῦ πολέμου πλοῦτον παρακαταθέμενος ἐτύγχανεν Ἀννίβας.
3.16.2ἀνεῖλε δὲ καὶ τὸν ὑφηγεμόνα αὐτοῦ Καρθάλωνα · καὶ πέντε καὶ εἴκοσι χιλιάδας ἀνδρῶν, οὓς εἷλεν ἐν τῇ μάχῃ ζῶντας, ἀπέδοτο καὶ τὴν λοιπὴν πᾶσαν λείαν διένειμε τῷ στρατῷ, τὰ τιμήματα τῶν πεπραμένων αἰχμαλώτων μόνον τῷ Ῥωμαϊκῷ καθοσιώσας ταμιείῳ.
3.16.3τούτοις τοῦ Φαβίου τοῖς ἔργοις αἱ πρὸς Ἀννίβαν μεταστᾶσαι τῆς Ἰταλίας πόλεις μετετέθησαν ἐπὶ τοὺς Ῥωμαίους, τῶν οἰκούντων αὐτὰς κα- κἀνταῦθα τοὺς ἡττημένους ἀπολιπόντων. τῷ δὲ μετὰ ταῦτα ἐνιαυτῷ Σκηπίων ἐν Ἱσπανοῖς αὐτόςτε μεγαλουργῶν καὶ τὸν ἀδελφὸν Λούκιον Σκηπίωνα συνεργὸν ἔχων ἑβδομήκοντα πόλεις ἀνέβαλεν, αἳ προσεκεχωρήκεισαν τοῖς Ἄφροις.
3.16.4ἀλλ’ἐπὶ τῆς Ἰταλίας οὐκ ἦν ὅμοια τὰ Ῥωμαίων, Μαρκέλλου περιπεσόντος ἐνέδραις, ἃς ἔστησεν Ἀννίβας καὶ τὴν τελευτὴν οὕτω δεξαμένου.
3.17.1Σκηπίων δὲ τρίτον ἔτος ἤδη τὰ κατὰ τοὺς Ἱσπανοὺς διοικῶν προσέθηκε μεγάλοις μείζονα. τὸν γὰρ βασιλέα τῶν Ἱσπανῶν μεγάλῃ νικήσας μάχῃ μετὰ ταῦτα πρὸς αὐτὸν ἐσπείσατο. καὶ πρῶτος οὗτος ὁμήρων οὐκ ἐδεήθη · τοσοῦτον ἐθάρρει τοῖς ἔργοις.
3.18.1ταῦτα γνοὺς Ἀννίβας ἀπέγνω τῶν Ἱσπανῶν ὡς οὐδενὸς ἀνθέξοντος Σκηπίωνι ·
3.18.2καὶ μεταπέμπεται τὸν ἀδελφὸν Ἀσδρούβαν εἰς Ἰταλίαν μετὰ πάσης στρατιᾶς. ὃς ταῖς ὁδοῖς χρώμενος ταῖς ὑπὸ Ἀννίβου προηνυσμέναις, ἐνεδρευθεὶς ὑπὸ τῶν ὑπάτων Ἀππίουτε Κλαυδίου Νέρωνος καὶ Λιβίου τοῦ Σαλινάτωρος περὶ τὴν Σέναν τοῦ Πικηνοῦ πόλιν μετὰ πολὺν τὸν ἐν τῷ πολέμῳ πόνον καὶ ἢν ἐπεδείξατο μαχόμενος ἀνδρείαν αὐτόςτε πίπτει καὶ τῆς στρατιᾶς ἁπάσης οἱ νενικηκότες ἐγένοντο κύριοι, πρὸς δὲ καὶ χρυσίου καὶ ἀργύρου πολλῶν ταλάντων, ἃ καὶ Ῥωμαίους ἐξέπληξεν.
3.18.3ἐντεῦθεν ἤρξατο λοιπὸν Ἀννίβας μὲν οὐκ ἀγαθὰς ἔχειν περὶ τοῦ πολέμου τὰς προσδοκίας · τοῖς Ῥωμαίοις δὲ ηὐξήθη τὸ τῶν ἐλπίδων · καὶ μετακαλοῦνται πρὸς ἑαυτοὺς τὸν Σκηπίωνα. καὶ ὁ μὲν παραγίνεται λαμπρὸς ἐπὶ μεγάλοις ὡς εἰκὸς ἔργοις.
3.19.1Καικιλίῳ δὲ καὶ Οὐαλερίῳ τοῖς ὑπάτοις πᾶσαι Βρούττων αἱ πόλεις ὑπὸ τῶν οἰκούντων παρεδόθησαν.
3.20.1Ἀννίβας μὲν οὖν τέταρτον καὶ δέκατον ἦγεν ἐπὶ τῆς Ἰταλίας ἔτος. ἐν τούτῳ δὲ ὁ Σκηπίων ὕπατος χειροτονεῖται, ὁ τὰ μέγιστα ἐν Ἱσπανοῖς ἐργασάμενος · καὶ εἰς αὐτὴν τὴν Ἀφρικὴν ἐκπλεῖ πείσας Ῥωμαίους, ὡς χρὴ μεταστῆσαι τὰ δυσχερῆ τῆς μάχης εἰς τὴν πολεμίαν.
3.20.2θείᾳ γὰρ ἐπιπνοίᾳ, ὡς ἐπεπίστευτο, τοσαῦτα κατώρθου, καί τις ἧν λόγος ὡς ἄρα καὶ πρὸς τοὺς θεοὺς αὐτῷ γίγνοιτο συνουσία.
3.20.3τῆς οὖν Ἀφρικῆς ἐπιβὰς Ἄννωνι συνέμιξε τῷ στρατηγῷ. καὶ προτέρᾳ μὲν συμπλοκῇ τὴν στρατείαν αὐτοῦ διέφθειρε πανωλεθρίᾳ · δεύτερον δὲ εἰς χεῖρας ἐλθὼν ἐκβάλλει τῆς παρεμβολῆς αὐτόν · καὶ ταύτης γίνεται κύριος σὺν τοῖς φύλαξι τετρακισχιλίοις καὶ πεντακοσίοις ἀνδράσιν.
3.20.4οἱ δὲ πεσόντες ἦσαν ἕνδεκα χιλιάδες. αἱρεῖ δὲ καὶ Σύμφακιν τῶν Νουμιδῶν βασιλέα συμμαχοῦντα τοῖς Ἄφροις καὶ γίνεται καὶ ταύτης τῆς παρεμβολῆς κύριος καὶ τὸν μὲν Σύμφακιν εἰς τὴν Ῥώμην ἐξέπεμψε μετὰ Νουμιδῶν τῶν ἐπιφανεστάτων καὶ τῶν ἀπὸ τοῦ πολέμου λαφύρων καὶ ἀριθμὸν καὶ πολυτέλειαν παριόντων.
3.20.5γνωσθέντων δὲ τῶν κατὰ Ἀφρικὴν Σκηπίωνος ἔργων πᾶσα μὲν λοιπὸν Ἰταλία τὸν Ἀννίβαν ἀπέλιπεν.
3.21.1αὐτὸς δὲ ὑπὸ Καρχηδονίων κατεκλήθη τῆς πολιορκίας αὐτοὺς πιεζούσης · ἑπτακαιδεκάτῳ τοίνυν ἐνιαυτῷ τῆς Ἰταλίας Ἀννίβας ἀπεχώρησε.
3.21.2καὶ τότε πρεσβεύονται παρὰ τὸν Σκηπίωνα Καρχηδόνιοι · ὁ δὲ ἀναπέμπει πρὸς Ῥωμαίους πέντε καὶ τεσσαράκοντα ἡμέρας ἀνακωχὴν δοὺς τῷ πολέμῳ, ὡς ἄν ταύταις ἀπελθεῖν γένοιτο ῥᾴδιον. καὶ τοῦδε αὐτῷ μισθὸς ἦν τριῶν μυριάδων ἀργυρίου σταθμός · δεξαμένη τοίνυν ἡ σύγκλητος τὴν πρεσβείαν κύριον ποιεῖται τῶν σπονδῶν τὸν Σκηπίωνα.
3.21.3καὶ τίθεται ταῦτα ἐφ’ᾧτε μὴ πλείους ἢ τριάκοντα ναῦς ἔχειν Καρχηδονίους καὶ δοῦναι Ῥωμαίοις ὑπὲρ τῶν σπονδῶν πεντήκοντα μυριάδων ἀργυρίου σταθμὸν τοὺς αἰχμαλώτους δὲ ἅπαντας καὶ τοὺς προσηλύτας ἀποδοῦναι.
3.22.1ταύτας τὰς σπονδὰς συνετάραξεν ἐπιστὰς Ἀννίβας, καὶ πολλὰ τρόπον πολεμίων Ἄφροι διεπράττοντο · ὥστε καὶ τοὺς πρέσβεις αὐτῶν ἐκ τῆς Ῥώμης ἐπανιόντας ὑπὸ τῆς μετὰ Σκηπίωνος στρατιᾶς συλληφθῆναι.
3.22.2ἀλλ’ὁ Σκηπίων αὐτοὺς διαφῆκε καὶ συνάπτει μάχην πρὸς τὸν Ἀννίβαν. ἡττηθεὶς δὲ Ἀννίβας ἐν ἁπάσαις ταῖς συμπλοκαῖς γίγνεται καὶ αὐτὸς ἱκέτης ὑπὲρ εἰρήνης. αἱ σπονδαὶ ἀνελήφθησαν, ἐφ’οἷς ἐγένοντο τὴν ἀρχήν, προστεθεισῶν, ὅτι δὴ τὴν ἀρχὴν παρεσπόνδησαν, ἀργυρίου λίτρων εἰς δέκα μυριάδας. ἀλλ’οὐκ ἐδέξαντο τὴν προσθήκην οἱ Καρχηδόνιοι, προσέταξαν δὲ τὸν Ἀννίβαν πολέμῳ κρίνεσθαι. ἐπῆλθε τοίνυν αὐτόςτε Σκηπίων τῇ Καρχηδόνι καὶ Μασινίσσας, ἕτερος Νουμιδῶν βασιλεύς, φίλος καὶ σύμμαχος τῷ Σκηπίωνι γεγενημένος. μελλούσης δὲ κινεῖσθαι τῆς μάχης ἐβουλήθη κατασκοπῆσαι τὸ στρατόπεδον τὸ Ῥωμαϊκὸν Ἀννίβας καὶ πέμπει κατασκόπους. τούτους ἑλὼν ὁ Σκηπίων ἐπιδειχθῆναιτε αὐτοῖς προσέταξε τὸ στράτευμα καὶ τὴν ἄλλην τοῦ πολέμου παρασκευήν, δειπνήσαντας δὲ ἀφεθῆναι μηνύσοντας ἅπερ τεθέαντο.
3.23.1ὡς δὲ ἐγγὺς ἦσαν χειρῶν, τὰ μὲν τῆς παρατάξεως ἧν ἄξια θαυμάσαι, δύο στρατηγοῖν ἀρίστοιν τὰ στρατεύματα ταττόντοιν · ὡς δὲ τὸ ἔργον ἤρξαντο, νικᾷτε ὁ Σκηπίων καὶ μικροῦ ζῶντα τὸν Ἀννίβαν αἱρεῖ.
3.23.2ἀλλ’ὁ μὲν σὺν τέτταρσιν ἱππεῦσι διεσώθη · πλοῦτος δέ, ὅσος οὔπω πρότερον, ἐν τῇ παρεμβολῇ κατελήφθη τῶν πολεμίων, εἴκοσι μὲν μυριάδων ἀργυρίου, χρυσίου δὲ ὀκτὼ σταθμός · ἐσθήματάτε πολλὰ καὶ παντοδαπά.
3.23.3οὗτος ὁ πόλεμος ἐκύρωσε τὰς σπονδὰς καὶ πρὸς τὴν Ῥώμην ἐπανῆκεν ὁ Σκηπίων καὶ τὴν νίκην ἐθριάμβευσεν Ἀφρικανόςτε ἐπεκλήθη τῆς ἑαυτοῦ νίκης γενόμενος ἐπώνυμος.
3.23.4ἐτελεύτησε δὲ ὁ πόλεμος οὗτος ἐννάτῳ καὶ δεκάτῳ ἐνιαυτῷ.