Paeanius

Abridgment from the Founding of the City, 8

8.1

8.1.1τῆς μὲν οὖν πόλεως ἦν ὀκτακοσιοστὸν καὶ πεντηκοστὸν ἔτος, τὴν ὑπάτων δὲ εἶχον ἀρχὴν Βετέριόςτε καὶ Οὐάλης. τότε τοίνυν ἀνέθηλε τὰ τῆς Ῥώμης πράγματα θαυμαστῶν ἐπιτυχόντα βασιλέων. Δομετιανοῦ γὰρ ἀπελθόντος ἐξ ἀνθρώπων τοῦ πονηρίᾳ πάντας ὑπερβαλλομένου διεδέξατο τὴν ἀρχὴν ἀνὴρ ἰδιώτης, ἄριστος δὲ καὶ τῶν πολεμικῶν ἐπιστήμων Νέρβας, εἰ καὶ ἧττον περιφανῶν πατέρων, πρεσβύτης ἤδη, παρελθὼν εἰς αὐτὴν σπουδῇ Πετρωνίου Σεκούνδου καὶ Παρθενίου ·

8.1.2τούτων μὲν ὕπαρχος ἦν, δὲ ἕτερος εἷς τῶν Δομετιανοῦ φονέων. οὗτος ἁπάσης ἀρετῆς οἱονεί τινας εἰκόνας διὰ τῶν ἔργων ἀναφήνας προανηρπάσθη τοῦ τέλους · εἰσποιησάμενος γὰρ παῖδα Τραϊανὸν ἐτελεύτησεν ἐπὶ τῆς Ῥώμης ἐνιαυτὸν καὶ μῆνας τέσσαρας βασιλεύσας ὀκτώτε πρὸς ἡμέρας, ἐνὶ καὶ ἑβδομηκοστῷ τῆς ἡλικίας ἔτει. καὶ τῇ τῶν θεῶν ἐπεκλήθη προσηγορίᾳ.

8.2

8.2.1φέρουσι τοίνυν τὴν βασιλείαν ἐπὶ τὸν πεποιημένον αὐτῷ Τραϊανόν, Ἰταλικοῦ μὲν γένους, τεχθέντα δὲ ἐν Σπανίαις. πρόγονοι δὲ αὐτῷ λαμπρὰν μὲν οὐ κατῆγον τὴν διαδοχήν, τιμὰς δὲ ὧν διετύγχανον ἐξ ἀρετῆς ἐσχηκότες · γοῦν πατὴρ αὐτῷ τῶν ὑπατικῶν ἦν. οὗτος στρατηγὸς μὲν ἐγένετο τοῦ πρὸς Γάλλους πολέμου στάντος ἐν Ἀγριππίνῃ. βασιλεύων δὲ Τραϊανὸς οὕτω προέστη τῶν πραγμάτων ὡς εἰκότως ἃν πάντων προτιμηθῆναι τῶν βασιλευσάντων. δημαγωγὸς γὰρ ἦν ἄριστος κἂν ταῖς μάχαις ἀνδρειότατος.

8.2.2τὴν Ῥωμαϊκὴν γοῦν ἀρχὴν τῶν ἔμπροσθεν μόλις κατασχεῖν δυνηθέντων ηὔξησεν ἐπὶ πλεῖστον καὶ τὰ ὅρια τῆς βασιλείας ὅσον ἐπὶ μήκιστον ἐξέτεινε. πόλεις γοῦν ὑπὲρ τὸν Ῥῆνον ἐν μέσοις ἐδείματο τοῖς Γερμανοῖς. Δάκαςτε τὸν ἡγούμενον αὐτῶν καθελὼν Δεκίβαλλον ὑπηγάγετο · ἐπαρχίαντε ὑπὲρ τὸν Ἴστρον κατεστήσατο καὶ τὴν γὴν ἐκείνην ἅπασαν, ἣν νῦν θαΐφαλοι καὶ Βικτόαλοι καὶ Τερβίται προσοικοῦσι, συνῆψε τῇ βασιλείᾳ χιλίοις διαμετρουμένην κύκλῳ σημείοις.

8.3

8.3.1τὴν Ἀρμενίαντε ἀνεκτήσατο παρὰ Πάρθων Ἀλμάταςτε ὑφ’ἑαυτῷ κατέστησε τὸν Φατόσιριν ἀνελών, ὃς ἐτυράννει τοῦ ἔθνους Ἀλβανοῖςτε αὐτὸς ἔδωκε βασιλέα · Ἰβήρωντε καὶ Σαυροματῶν καὶ τῶν ἐν Βοσπόρῳ, ἔτι δὲ Ἀραβίων καὶ Ὀσδροηνῶν τοὺς βασιλεύοντας ὑποσπόνδους ἐποιήσατο. καὶ μὴν καὶ Καρδουηνῶν καὶ Μαρκομήδων καὶ τὴν Ἀνθεμουσίαν, χωρίον Περσῶν εὐρύτε καὶ εὔγαιον, Σελεύκειάντε καὶ Κτησιφῶντα καὶ Βαβυλῶνα προσεκτήσατο. Μεσσηνίουςτε μάχῃ νικήσας κτῆμάτε καὶ τούτους αὐτῷ ποιησάμενος ἄχρις αὐτῶν ἐχώρησεν Ἰνδῶν καὶ τῆς Ἐρυθρᾶς καλουμένης θαλάσσης.

8.3.2ὅθεν ἀρξάμενος τρεῖς ἐπαρχίας κατῴκισεν Ἀρμενίαντε καὶ Ἀσσυρίαν καὶ τὴν μέσην τῶν ποταμῶν, ἧς μέρος ἦν καὶ τῶν Ναριηνῶν χώρα. πρῶτος καὶ τὴν Ἀραβίαν ἐπαρχίαν ἐποίησε. στόλον δὲ ἐγκατέστησε κατὰ τὴν ἐρυθρὰν θάλασσαν ὥστε αὐτῷ καὶ διὰ θαλάττης ἐξεῖναι πολιορκεῖν Ἰνδούς.

8.4

8.4.1τοιαῦτα δὲ ὄντα τὰ κατὰ τοὺς πολέμους ὑπεχώρει τοῖς περὶ τὰ πολιτικὰ θαύμασιν · οὔτε γὰρ πλέον οὔτε ἔλαττον εἶχεν ἕτερος ἑτέρου · οὕτω δὲ ἐπεμελεῖτο τῶν πρὸς τοὺς φίλους καθηκόντων, ὥστε συνήθως παρ’αὐτοὺς φοιτᾶν νόσῳ κατακεκλιμένους καὶ προσηγορίας μόνης χάριν. ἔστι δὲ ὅτε καὶ ἑορτάζουσιν ἰδίας τινὰς πανηγύρεις ἐποίει καὶ συνειστιᾶτο ἀμοιβαίοιςτε καὶ αὐτὸς εὐωχίαις αὐτοὺς ἐγέραιρεν · ἐχρῆτο δὲ καὶ τοῖς ὀχήμασιν ἐκείνων τὸν βασιλικὸν ἀπολιπὼν δίφρον. οὐδενίτε τῶν ἐν Ῥώμῃ λαμπρῶν ἐπήγαγε βλάβην οὐ δὲ ηὔξησε τοὺς θησαυροὺς ἐξ ἀδίκου προσθήκης. φιλοδωρότατόςτε ἦν δημοσίᾳτε καὶ ἰδίᾳ καὶ περὶ τὸ διδόναι τὰς ἀρχὰς ἀφθονώτατος. πλέον δὲ ἦν τὸ περὶ αὐτὰ ταῦτα τοῖς φίλοις · οἰκοδομημάτων δὲ αὐτῷ πανταχοῦ τῆς οἰκουμένης πολὺς ἦν λόγος. καὶ τὰς πόλεις ἀτελείας ἠξίου. κεφάλαιόντε τῆς ἡμερότητόςτε αὐτοῦ καὶ φιλανθρωπίας, παρὰ πάντα τὸν τῆς βασιλείας χρόνον εἷς βουλευτὴς ὑπέμεινε θάνατον τῆς συγκλήτου τὴν ψῆφον ἐπαγαγούσης ἀγνοοῦντος τοῦ βασιλέως. τούτων ἕνεκα κατὰ τὴν οἰκουμένην ἅπασαν ἰσόθεος ὑπείληπτο καὶ ταῖς τῶν κρειττόνων ἐτιμᾶτο τιμαῖς.

8.5

8.5.1καὶ γὰρ δὴ κἀκεῖνο περὶ αὐτοῦ φασιν, ὅτι δή τινων αὐτοῦ τὴν πολλὴν κοινότητα καταμεμφομένων ἀπεκρίνατο χρῆναι τὸν βασιλέα τοιοῦτον εἶναι πρὸς τοὺς ἰδιώτας, οἷον ἰδιώτης ἄν τις εὔξαιτο τὸν βασιλέα περὶ αὑτὸν εἷναι.

8.5.2τοσαύτης δὴ συγκεκροτημένης αὐτῷ τῆς εὐκλείας ἔντε πολέμοις καὶ ἡσυχίαις, ἐκ τῆς Περσικῆς ἐπανιὼν πρὸς Σελευκείᾳ τῇ τῶν Ἰσαύρων ὑπενεχθείσης ἀθρόως τῆς γαστρὸς διεφθάρη, τῆς μὲν ἡλικίας τρίτον καὶ ἑξηκοστὸν ἄγων ἔτος καὶ μῆνας ἐννέα καὶ ἡμέρας πέντε, τῆς δὲ βασιλείας ἐνιαυτοὺς ἐννεακαίδεκα καὶ μῆνας ἕξ καὶ ἡμέρας μόνῳτε αὐτῷ τάφος ἐγένετο κατὰ μέσην τὴν Ῥώμην ἐπὶ τῆς ἀγορᾶς, ἣν αὐτόςτε ἐδείματο καὶ κατωνόμασεν ἑαυτῷ. κίων δὲ μηνύει τὴν ταφὴν εἰς ὕφος τεσσαράκοντα καὶ τεσσάρων ποδῶν ἐγηγερμένος.

8.5.3τοιαύτη δὲ τούτου τοῦ βασιλέως μνήμη καὶ μετὰ ταῦτα διέμεινεν, ὥστε ὁπόταν σύγκλητος εἰς τὸ βουλευτήριον ἐπ’εὐφημίαις τῶν βασιλευόντων συνίῃ τοιαύτην τινὰ γίγνεσθαι φωνὴν εὐτυχέστερος Αὐγούστου, τοῦ Τραϊανοῦ βελτίων. καὶ τὴν εἰκόνα ταύτην ποιοῦνται κόσμον οἱ κολακεύοντες κατὰ ἀλήθειαν ἐπαινοῦντες.

8.6

8.6.1παρὰ τούτου τῆν βασιλείαν Ἀδριανὸς ἐδέξατο Τραϊανοῦ μὲν οὔτε βουληθέντος οὔτε ἐντειλαμένου, τῆς δὲ ἐκείνου γαμετῆς Πλωτίνης καταπραξαμένης · οὐ δὲ γὰρ ἀνεψιδοῦν ὄντα αὐτὸν εἰσεποιήσατο Τραϊανός. προγόνων δὲ ἦν καὶ οὗτος Ἰταλῶν, ἐν Ἱσπανίαις τεχθείςτε καὶ τραφείς.

8.6.2εὐθὺς μὲν οὖν εἷλεν αὐτὸν τῆς Τραϊανοῦ δόξης φθόνος · καὶ τῶν ἐπαρχιῶν, ἃς κατεστήσατο, πάμπαν τὴν φυλάττουσαν αὐτὰς στρατιὰν ἀνακαλεσάμενος συνέστειλέτε τοὺς τῆς βασιλείας ὅρους ἐντὸς Εὐφράτου ποταμοῦ. βουλευόμενον δὲ αὐτὸν ὅμοια καὶ περὶ τῶν Δακῶν οἱ φίλοι διεκώλυσαν · τοὺς γὰρ ἀποίκους τοὺς ἐκ τῶν πολιτῶν Ῥωμαίων ὑπὸ Τραϊανοῦ μεταστάντας οἰκήσεως ἕνεκα καὶ γεωργίας ἀνόσιον εἶναι γίγνεσθαι βαρβάρους. τοῦ γὰρ οἰκείου πλήθους ἀπεσεσύλητο τῷ χρονίῳ πολέμῳ κατανηλωμένου.

8.7

8.7.1εἰρήνης γε. μὴν καὶ ἡσυχίας πολλὴν ἐποιήσατο πρόνοιαν πλὴν μιᾶς μικρᾶςτε καὶ ἀσήμου μάχης, ἣν δι’ἑνὸς τῶν ἀρχόντων συνεκρότησε. περιῆλθε δὲ τὴν βασιλευομένην ἅπασαν · καὶ τοῖς οἰκοδομήμασι πολλὴν εἰσήνεγκε σπουδήν. γλώττῃτε τῇ Ἰταλῶν καὶ Ἑλλήνων ἐπίσης ἐξέλαμψε.

8.7.2καὶ ἡμερότητος μὲν παντελῶς ἀπέσχε, τῶν χρημάτων δὲ καὶ τῶν θησαυρῶν ἐπεμελήθη καὶ τῆς στρατιωτικῆς τάξεώςτε καὶ ἁρμονίας.

8.7.3ἐτελεύτησέτε περὶ τὴν Καμπανίαν ὑπὲρ τὰ ἑξήκοντα γεγονὼς ἔτη ἕνα καὶ εἴκοσι βασιλεύσας ἐνιαυτοὺς καὶ μῆνας δέκα καὶ ἡμέρας ἐννέα. πάντων δὲ ἀντιλεγόντων χρῆναι τὰς θείας αὐτῷ νομισθῆναι τιμὰς διαδεξάμενος τὴν βασιλείαν Μάρκος Ἀντωνῖνος ἐξῄτησε χάριν καὶ τὰς τῶν ἀνθισταμένων βιασάμενος γνώμας ἔτυχεν.

8.8

8.8.1ἐβασίλευσε τοίνυν αὐτὸς οὗτος Ἀντωνῖνος Φούλβιος, ὃς καὶ Βοϊώνιος ἐπεκλήθη καὶ Πίος, ἐκ γένουςτε κατιὼν λαμπροῦ, τόγε εἰς τοὺς ἐγγὺς προγόνους, παλαιότητα γὰρ οὐκ εἶχε διεγνωσμένην. δικαίωςτ’ἂν ἐξισωθεὶς τῷ Νουμᾷ Πομπιλίῳ, ὥσπερ οὖν καὶ Τραϊανὸς Ῥωμύλῳ.

8.8.2οὗτος σεμνὸς μὲν ἦν καὶ ἰδιωτεύων, οὐ διέφθειρε δὲ αὑτὸν οὐ δὲ ἐπὶ τῆς ἀρχῆς, τραχύτητος πάμπαν ἀπέχων, ἥμερος δὲ πρὸς ἅπαντας καὶ ἁπλοῦς, ἐπιστήμῃ δὲ τῶν πολεμικῶν κεκοσμημένος, ἄδικον δὲ οὐκ ἐπάγων πόλεμον · φυλάττειν γὰρ ἦν αὐτῷ τὰ κτηθέντα σκοπός, οὐχ ἕτερα προστιθέναι. καὶ τοὺς μὲν ἀγαθοὺς ἄνδρας ἦγεν ἐπὶ τὰς ἀρχὰς καὶ πάσης τιμῆς ἠξίου, τῶν πονηρῶν δὲ ἕκαστος αὐτῶν ἀφίστατο μηδεμίαν περιβαλλόμενος συμφοράν. τοῖς ἐνσπόνδοις δὲ τῶν κατὰ ἔθνη βασιλέων φοβερόςτε ἦν ἅμα καὶ ἐπέραστος ὥστε πολλοὺς τῶν βαρβάρων ἀποθεμένους τὰ ὅπλα περὶ τῶν διαφορῶν ὑπ’αὐτῷ κρίνεσθαι στέργειντε ἅπερ ἂν γνοίη.

8.8.3πλοῦτον δὲ ἔχων πρὸ τῆς βασιλείας οὐκ ὀλίγον μετὰ τὴν βασιλείαν διένειμεν ἅπαντα τῷ στρατῷ καὶ τοῖς φίλοις, ὥστε τὰ δημόσια χρήματα τῆς δαπάνης οἴκοθεν γιγνομένης πολυπλασιασθῆναι.

8.8.4εὐσεβὴς δὲ ἐπικληθεὶς διὰ τὴν φιλανθρωπίαν τελευτᾷ τὸν βίον ἐν ἀγρῷ (Λωρίον ἦν ὄνομα αὐτῷ, τῆς Ῥώμης πόρρω δύο καὶ δέκα σημείων) ἑβδομηκονταετὴς γενόμενος, βασιλεύσας δὲ τρία καὶ εἴκοσιν ἔτη. καθιερώθη καὶ οὗτος δόγματι κοινῷ.

8.9

8.9.1μετὰ τοῦτον ἐβασίλευσε Μάρκος Ἀντωνῖνος Οὔηρος, ἐξ ἐπιφανῶν καὶ οὗτος πατέρων · τὸ γὰρ δὴ γένος αὐτῷ πρὸς τὸν Νουμᾶν Πομπίλιον ἀνεφέρετο τὸ πατρῷον, μητρὸς δὲ ἦν ἐκ βασιλικοῦ σπέρματος κατιούσης · Σολεντῖνος γὰρ ἦν βασιλεύς τις, ταύτης προπάτωρ. καὶ συνεβασίλευσεν αὐτῷ Λουκίος Ἀντωνῖνος Οὔηρος.

8.9.2καὶ τότε δὴ πρῶτον ὑπὸ δύο τὰ Ῥωμαϊκὰ βασιλεῦσιν ἤγετο τῶν πρόσθεν καθ’ἕνα βεβασιλευκότων.

8.10

8.10.1συνήγαγε δὲ αὐτοὺς καὶ συγγένεια ἄλλητε καὶ ἀπὸ τοῦ γάμου. γὰρ Ἄννιος Ἀντωνῖνος Οὔηρος τοῦ Μάρκου Ἀντωνίνου κηδεστὴς ἦν ἐπὶ θυγατρί. ἐκείνος δὲ ἐπ’ἀνεψιᾷ κηδεύσας ἐτύγχανεν Ἀντωνίνῳ τῷ Πίῳ.

8.10.2οὗτοι δὴ βασιλεύοντες ἐπήγαγον Πάρθοις πόλεμον τότε πρῶτον ἀντιπαραταξαμένοις μετὰ τὴν Τραϊανοῦ νίκην. καὶ στρατεύει μὲν ἐπ’αὐτοὺς Λούκιος Ἄννιος Ἀντωνῖνος · τὰς διατριβὰς δὲ περὶ Ἀντιοχείαν καὶ τὴν Ἀρμενίαν ποιούμενος διὰ τῶν στρατηγῶν ἅπαντα κατώρθου · καὶ Σελεύκειαν τὴν Ἀσσυρίων πόλιν ἐπιφανεστάτην ἑλὼν μετὰ τῶν ἐγκαθημένων αὐτῇ στρατιωτῶν τετρακισμυρίων ἐθριάμβευσεν ἐπὶ τῇ νίκῃ κοινωνὸν ἔχων τοῦ θριάμβου τὸν κοινωνὸν τῆς βασιλείας καὶ τοῦ γένους τὸν κηδεστήν.

8.10.3ἐτελεύτησε δὲ ἐν Βενετίᾳ φερόμενος ἐπ’ὀχήματος ἅμα τῷ συμβασιλεύοντι (πορεία δὲ ἦν αὐτοῖς ἀπὸ Κονκορδίας εἰς Ἄλτινον) νόσον ὑπομείνας τὴν ἀποπληξίαν. συνηριθμήθητε τοῖς θεοῖς ὑποληφθεὶς ἀνὴρ κοινόςτε καὶ ἀγαθὸς εἶναι ·

8.10.4καίτοιγε οὐκ ἦν, ἀλλ’ἐπέκρυπτεν αὐτὸν τοῦ βασιλέως ἀρετή.

8.11

8.11.1μόνος τοίνυν ἔμεινεν ἐπὶ τῆς ἀρχῆς ἅτερος Ἀντωνῖνος Μάρκος, οὗ θαῦμα μόνον ἄξιον ἔχειν, οὐκ ἐπαίνους ἀπαριθμεῖν. ἐκ πρώτης γὰρ ἡλικίας ἥμερόςτε ἐγένετο καὶ γαληνὸς ἰδεῖν ὥστε μη δὲ παιδὸς ὄντος ἡδονὴν λύπην κατακρατῆσαι μη δ’ἐξ ἑτέρου τούτων αὐτοῦ τὸ πρόσωπον ἀλλοιότερον φανῆναι. φιλοσοφίαςτε ἦν ἐραστὴς ὑπὸ τοῖς Στωϊκοῖς πεπαιδευμένος ὥστε μὴ μόνον τὸ ἦθος οὕτως ἠσκῆσθαι τοῖς παραγγέλμασιν, ἀλλὰ καὶ τὴν γλῶτταν ἐν τῇ λογικῇ τῶν ἄλλων πλέον ἔχειν.

8.11.2οὕτωτε ἦν εὐκλεὴς ἔτι νέος ὡς Ἀδριανὸν σκοπούμενον, ὅστις αὐτῷ διαδέξεται τὴν βασιλείαν, ἐπειδὴ προτιμᾶν ἠναγκάζετο τὸν Πίον παῖδα αὐτῷ πεποιημένον, συνάψαι τοῦτον ἐκείνῳ διὰ τοῦ γάμου τῆς θυγατρός, ὅπως ἂν ἐπ’αὐτὸν ἔκ τινος ἀκολουθίας βασιλεία κατενεχθῇ.

8.12

8.12.1διδασκάλῳ δὲ ἐχρῆτο τῆς φιλοσοφίας μὲν Ἀπολλωνίῳ τῷ Χαλκηδονίῳ, ῥητορείας δὲ Ἑλληνικῆς μὲν Χαιρωνεῖ τῷ Πλουτάρχου συγγενεῖ, τῆς Ἰταλῶν δὲ Φρόντωνι τῷ τότε ἀρίστῳ ῥητόρων. ἐγένετο δὲ πάντων μάλιστα τῶν βασιλευσάντων τῆς ἰσότητος ἐραστὴς πρὸς οὐδεμίαν ὑπεροψίαν ἀρθείς · καὶ μεγαλόδωρος δὲ ἦν καὶ τὰ τῶν ὑπηκόων ἐκ φιλαγαθίας διῳκεῖτο.

8.12.2πολέμους δὲ τὸν μὲν κατὰ Γερμανῶν διὰ τῶν στρατηγῶν ἐνίκησε, τὸν δὲ κατὰ Μαρκομάννων αὐτὸς παρώντε καὶ αὐτουργῶν, ὃς οὕτως ἰσχυρὸς ἐγένετο καὶ μέγας ὥστε τοῖς Ἄφροις αὐτὸν παραβάλλεσθαι. μετὰ τὰρ πολὺ πτῶμα τῶν ἐναντίων τὸ κατὰ τὴν μάχην ἐγένετο μεῖζον ἕτερον ἐπελθόντος λοιμοῦ τοῦτε ἀέρος ἐπὶ τοσοῦτον φθαρέντος ὥστε μετὰ τὴν νίκην ἅπασαν σχεδὸν τὴν στρατιὰν διαφθαρῆναι.

8.13

8.13.1καμνόντων τοίνυν αὐτῷ τῶν πραγμάτων ὅμως προσεκαθέσθητε καὶ τέλος ἐπέθηκε τῷ πολέμῳ συνηττηθέντων Μαρκομάννοις Κουάδωντε καὶ Οὐανδάλων καὶ Σαρμάτων καὶ Σουήβων καὶ πάντων τῶν αὐτόθι βαρβάρων · πανστρατιᾷτε γὰρ αὐτοὺς ἀνεῖλε καὶ τοὺς Παίονας ἠλευθέρωσε δουλείας. ἐθριάμβευσέτε ἐπὶ τῆς Ῥώμης μετὰ Κομόδου τοῦ παιδὸς Καίσαρα χειροτονήσας αὐτὸν Κόμοδόντε Ἀντωνῖνον προσειπών.

8.13.2φασὶ δὲ τῆς δαπάνης αὐτὸν ἐπιλειπούσης, ἐπειδὴ φόρους ἐπάγειν ἑτέρους ἠρυθρία, τὴν βασιλικὴν ἐσθῆτα πᾶσαν καὶ τὰ σκεύη τὰ ἐξ ἀργύρουτε καὶ κρυστάλλου τὴν βασιλικήντε ἅπασαν σκευὴν ὤνιον προθεῖναι καὶ τὸ συναχθὲν χρυσίον καταναλῶσαι τῷ πολέμῳ · περιγενομένων δὲ τῶν πραγμάτων τοῖς μὲν ἀποδοῦναι βουληθεῖσι τὰ τιμήματα ἀπαριθμῆσαι, τοὺς δὲ κατασχεῖν ἑλομένους μὴ βιάσασθαι ἐπιτρέψαιτε τοῖς ἐπιφανεστέροις κατὰ τὸ σχῆμα τὸ βασιλικὸν εὐωχεῖσθαι καὶ τοὺς ὑπηκόους οἰκέτας ὁμοίᾳ περιβάλλειν στολῇ μηδὲν τῷ βασιλεῖ πλέον ἀπονέμοντα.

8.14

8.14.1ἐπεὶ οὕτως ἦν ἀφθονώτατος, μεγαλοψυχίαν ἐπεδείξατο τοσαύτην, ὥστε νικητηρίους ἄγων ἑορτὰς ἐν ταῖς πρὸς τὰ θηρία τῶν ἀνδρῶν μάχαις ἑκατὸν ἅμα λέοντας ὑπὸ τοῖς θεαταῖς ἀνεῖλεν.

8.14.2ἐν τοσαύτῃ τῶν κοινῶν εὐδαιμονίᾳ καὶ τοῦ κρατοῦντος ἀρετῇ τέλος ἐπῆλθε τῷ βασιλεῖ δεκάτῳ καὶ ὀγδόῳ τῆς ἀρχῆς ἔτει, τῆς δὲ ἡλικίας ἑνὶ καὶ ἑξηκοστῷ · γνώμῃτε ἁπάντων μιᾷ συνηριθμήθη τοῖς θεοῖς.

8.15

8.15.1παραπέμψας τῷ παιδὶ τὴν βασιλείαν Λουκίῳ Ἀντωνίνῳ Κομόδῳ, μήτε κτησαμένῳ τι τῆς πατρῴας ἀρετῆς μήτε ἐπιδειξαμένῳ · πλὴν ὅτι πρὸς Γερμανοὺς καὶ οὗτος ἔσχεν εὐτυχῆ πόλεμον. ἐπεχείρησε μέντοι τὸν μῆνα τὸν κατὰ Ῥωμαίους Νοέμβριον ἐπώνυμον ἑαυτῷ ποιῆσαι Κόμοδον · οὐ μὴν ἐδυνήθη. τρυφαῖς δὲ καὶ ἀσελγείαις κατὰ μικρὸν διαφθειρόμενος εἰς τοῦτο προῆλθεν ἀτοπίας, ὥστε καὶ ἐν τῷ μονομαχικῷ σταδίῳ καὶ μετὰ ταῦτα ἐν δημοτελεῖ θέᾳ κατὰ τὸ καλούμενον ἀμφιθέατρον διαγωνίσασθαι πρὸς τοὺς αὐτόθι ἐπιδεικνυμένους. θάνατος δὲ ἐξαπίναιος ἐπελθὼν αὐτῷ δόξαν ἤνεγκε τοῖς πολλοῖς, ὡς ἀγχόνῃ τις αὐτὸν φαρμάκῳ καί τισι μαγγανείαις ὑπεξαγάγοι τοῦ βίου · δώδεκα δὲ ἐξεπλήρωσε βασιλεύων ἐνιαυτοὺς μετὰ τὸν τοῦ πατρὸς θάνατον καὶ μῆνας ὀκτώ, παρὰ πάντων ὁμοίως κοινὸς ἐχθρὸς καὶ μετὰ τὸν θάνατον ὀνομαζόμενος.

8.16

8.16.1μετὰ τοῦτον ἐβασίλευσε Περτίναξ, ἀνὴρ εἰς γῆρας ἤδη προβεβηκὼς ἑβδομήκοστόντε ἄγων τῆς ἡλικίας ἔτος. ὕπαρχος δὲ τῆς Ῥώμης ἦν, ὅτε παρῆλθεν εἰς τὴν βασιλείαν δόγματι τῆς συγκλήτου πάσης ἀναρρηθείς. ἀλλ’ὀγδοηκοστῇ τῆς βασιλείας ἡμέρᾳ στρατιωτῶν αὐτὸν ὑπεξήγαγε στάσις τῶν καλουμένων πραιτωριανῶν.

8.17

8.17.1Ἰουλιανὸς δὲ ἦν ταύτην ἐγείρας τὴν στάσιν, ὃς καὶ τὴν βασιλείαν ἥρπασεν, ἐπιφανὴς μὲν καὶ νόμους ἐξησκημένος · Ἰουλιανοῦ γὰρ ἔκγονος ἦν, ὃς τὸ διηνεκὲς διάταγμα τοῖς Ἀδριανοῦ χρόνοις συνέταξεν, μέχρι νῦν Ἀδριάνιον καλεῖται κατὰ τὴν τῶν Ἰταλῶν φωνὴν ἤδικτον περπέτουον. ἀλλ’εὐθὺς ἀνῃρέθη πρὸς τῇ γεφύρᾳ τῇ καλουμένῃ Μουλβίᾳ σφαγὴν ἐν αὐταῖς δεξάμενος ταῖς βασιλείοις αὐλαῖς.

8.18

8.18.1καὶ δέχεται τὴν βασιλείαν Σεπτίμιος Σευῆρος Ἄφρος ἐκ τῆς Τριπολιτικῆς καλουμένης ἐπαρχίας · πόλις δὲ ἦν αὐτῷ Λέπτις. μόνος δὲ οὗτος ἐξ Ἀφρικῆς ἐπὶ τὴν τῶν ὅλων παρῆλθεν ἐπιτροπήν · καὶ οὔτε πρότερον μνήμη παραδέδωκεν οὔτε μετὰ ταῦτα ἑξῆς ἐκεῖθεν βεβασιλευκότα.

8.18.2ἦν δὲ πρότερον μὲν τοῦ ταμιείου ῥήτωρ. τοῦ χρόνου δὲ προϊόντος ἀρχὴν ἴθυνε στρατιωτικήν καὶ προσεμμένων λιταῖς τιμαῖς εἰς τοῦτο ἦλθε δυναστείας.

8.18.3προσηγόρευσε δὲ ἑαυτὸν Περτίνακα τὸν ἀνῃρημένον ὑπὸ Ἰουλιανοῦ τιμῶν.

8.18.4μικρόψυχος μὲν ἀνὴρ καὶ χαλεπός, πολεμικὸς δὲ ἄλλως κὰν ταῖς μάχαις εὐτυχής · Πεσκέννιον γὰρ Νίγρον τυραννήσαντα κατὰ τὴν Αἴγυπτον ἐν Κυζίκῳ νικήσας ἀνεῖλεν. ἐκράτησε δὲ καὶ Πάρθων καὶ Ἀραβίων τῶν ἐνδοτάτω καὶ τῶν καλουμένων Ἀδιαβηνῶν, ὥστε τὴν μὲν Ἀραβίαν ἐπαρχίαν καταστήσασθαι κατὰ παλαιὸν ἔθος, ἀπὸ δὲ τῶν νενικημένων ἐθνῶν προσηγορίας λαβεῖν · ἐκλήθητε Παρθικὸς καὶ Ἀράβιος καὶ Ἀδιαβηνικός. πλεῖστα δὲ καὶ τῶν τῆς βασιλείας οἰκοδομημάτων ἐπανήγαγεν εἰς νεότητα. κατὰ τοῦτον τὸν χρόνον Κλώδιος Ἀλβῖνος κοινωνήσας Ἰουλιανῷ τῆς Περτίνακος σφαγῆς ἑαυτὸν ἐν Γάλλοις ἐχειροτόνησε Καίσαρα, νικηθεὶς δὲ ἐν Λουγδώνῳ παρὰ τοῦ Σευήρου τέλος ἔσχε τοῦ βίου.

8.19

8.19.1Σευῆρος δὲ ἦν μὲν ἐν τούτοις λαμπρός, οὐχ ἧττον δὲ ἐν τοῖς πολιτικοῖς · φιλοσοφίαςτε γὰρ ἐξήσκητο πρὸς ἄκρον καὶ τῶν ῥητόρων ἁπάντων ὑπερεῖχεν. ὕστατόντε πόλεμον πρὸς Βρεττανοὺς συγκροτήσας τάςτε πόλεις ἀνεκτήσατο καὶ τὰς ἐπαρχίας ἀσφαλιζόμενος χάρακα περιέβαλεν ἐπὶ δύο καὶ τριάκοντα πρὸς τοῖς ἑκατὸν σημείοις ἐκτείνας αὐτὸν πρὸς θάλασσαν. ἐπὶ τούτοις τοῖς ἔργοις ἐτελεύτησεν ἐν Ἐβοράκῳ πρεσβύτης βασιλεύσας ἓξ καὶ δέκα ἐνιαυτοὺς καὶ μῆνας τρεῖς καὶ τοῖς θεοῖς συνηριθμήθη δύο παῖδας διαδόχους τῆς βασιλείας καταλιπὼν Βασιανὸν καὶ Γέταν, προστάξας Βασιανὸν Ἀντωνῖνον μετακληθῆναι.

8.19.2καὶ μὲν προσηγορεύθη Μάρκος Αὐρήλιος Ἀντωνῖνος Βασιανὸς ἐπετρόπευσέτε μετὰ τὸν πατέρα τῶν πραγμάτων, Γέτας δὲ ἐχθρὸς εἶναι κοινὸς κριθεὶς ὑπὲρ ὧν ἔπραττεν ἀνῃρέθη.

8.20

8.20.1Ἀντωνῖνος τοίνυν προσλαβὼν καὶ τὴν τοῦ Καρακάλου προσωνυμίαν τῷ πατρὶ πρὸς ἅπαντα κατηκολούθησε τὸ πρῶτον, προϊὼν δὲ ἐχώρησέτε εἰς ὠμότητα καὶ τὴν ἐν ταῖς ἀπειλαῖς ὑπερβολήν. τῇ Ῥώμῃ δὲ κατεσκεύασε λουτρόν, ὅπερ εἰς τόδε Ἀντωνινιανὸν καλεῖται. ἄλλο δὲ ἄξιον μνήμης οὔτε εἶπεν οὔτε ἔπραξεν οὐδέν, ἀλλ’ἡδοναῖςτε ἐδούλευσεν, ὥστε καὶ τὴν ἑαυτοῦ μητρυιὰν ποιήσασθαι γαμετήν.

8.20.2ἐν Ἐδέσσῃ δὲ τῆς Ὀσδροηνῆς στρατεύων ἐπὶ Πέρσας ἀπῆλθε τοῦ βίου βασιλεύσας μὲν ἓξ ἔτη καὶ μῆνας δύο, προελθὼν δὲ τῇ ἡλικίᾳ εἰς τρίτον καὶ τεσσαρακοστὸν ἔτος · ἐγένοντότε αὐτῷ τὰ νενομισμένα παρὰ τοῦ στρατοῦ.

8.21

8.21.1καὶ βασιλεύει μετ’αὐτὸν Ὀπίλιος Μακρῖνος ἐξ ὑπάρχου πρὸς τὴν βασιλείαν κληθείς καὶ μετέσχεν ἁλουργίδος παῖς αὐτοῦ Διαδούμενος. ἔπραξε δὲ οὐ δὲ οὗτος μνήμης ἄξιον οὐδὲν τῆς ἀρχῆς εἰς ἐνιαυτὸν καὶ μῆνας δύο προελθούσης. ἀνεῖλε δὲ ἀμφοτέρους στρατιωτικὴ στάσις.

8.22

8.22.1δέχεται δὲ τὴν βασιλείαν Μάρκος Αὐρήλιος Ἀντωνῖνος Ἀντωνίνου Καρακάλου παῖς ὢν, ὡς ὑπείληπτο, ἦν δὲ ἱερεὺς τοῦ ναοῦ τοῦ Ἡλιογαβάλου. οὗτος ἐπὶ χρηστῇ τοῦ δήμου προσδοκίᾳ τὴν Ῥώμην καταλαβὼν ἐναντίος ὤφθη τῆς ἐλπίδος. αἰσχρὸν γὰρ καὶ ἐπονείδιστον μετελθὼν βίον μετὰ δύο ἔτη τῆς βασιλείας καὶ μῆνας ὀκτὼ ἀνῃρέθη · καὶ μήτηρ αὐτῷ συναπώλετο Συμία Σευήρα.

8.23

8.23.1ἐντεῦθεν ἦλθεν ἐπὶ βασιλείαν Ἀλέξανδρος, Καῖσαρ μὲν ὑπὸ τῆς στρατιᾶς ἀναρρηθείς, Αὔγουστος δὲ ὑπὸ τῆς συγκλήτου κομιδῆ νέος. οὗτος εὐθὺς ἐπὶ Πέρσας ἐστράτευσε καὶ τὸν βασιλέα Αρσὴν μετὰ πολλῆς ἐνίκησε τῆς εὐκλείας. φοβερόςτε ἐγένετο τῷ στρατῷ, ὥστε ἀτάραχον αὐτὸν ἐν πολλῷ διαμεῖναι χρόνῳ · ἐπειδὴ γοῦν τινα τῶν ταγμάτων ἐπήρθη πρὸς στάσεις, ἐκόλασέτε καὶ τοὺς ἐν αὐτοῖς ἄνδρας ἅπαντας ἀπεστράτευσε. τούτῳ συνήδρευσεν νομοθέτης Οὐλπιανὸς αὐτὸς καὶ τὴν φροντίδα τοῦ τοῖς δεομένοις ἀντιγράφειν ἔχων. πολλῆς δὲ οὔσης αὐτῷ τῷ Ἀλεξάνδρῳ καὶ κατὰ τὴν Ῥώμην καὶ πανταχοῦ τῆς δόξης ἐτελεύτησε παρὰ Γάλλοις τάραχον ὑπομείνας στρατιωτικὸν τρισκαιδεκάτῳ τῆς βασιλείας ἔτει πολλὴν εὐσέβειαν ἐπιδειξάμενος περὶ τὴν ἑαυτοῦ μητέρα καὶ μη δὲ ἑνὶ κατὰ τοῦτο καταλιπὼν ὑπερβολήν.