Abridgment from the Founding of the City, 2
2.1.1Ἔτει τριακοσιοστῷ καὶ ἑξηκοστῷ πέμπτῳ μετὰ τὸν τῆς Ῥώμης συνοικισμόν, πρώτῳ δὲ μετὰ τὴν ὑπὸ Γάλλοις γενομένην ἅλωσιν, ἐνηλλάγησαν αἱ δυναστεῖαι. ἀντὶ γὰρ τῶν ὑπάτων ἄρχοντες ἐγένοντο στρατιωτικοὶ τὴν τῶν ὑπάτων ἔχοντες δύναμιν. Ἐντεῦθεν καὶ τὰ τῆς Ῥώμης ηὐξήθη πράγματα. Κάμιλλος γὰρ Βολούσκων πόλιν ἑβδομήκοντα τοῖς πᾶσιν ἐνιαυτοῖς οὐκ ἀποσχομένην τοῦ κατὰ τῆς Ῥώμης πολέμου αὐτήντε εἷλε καὶ πόλιν ἑτέραν Ἐτρούσκων καὶ Σουτρίνων ἄλλην. πάσαςτε αὐτὰς ὑφ’ἑαυτὸν ποιησάμενος καὶ τοὺς πολεμίους διαχρησάμενος τρεῖς ἐπὶ τοῖς τρισὶν ἔθνεσιν ἐπετέλεσε θριάμβους.
2.2.1Καὶ Τίτος δὲ Κύντιος Κικιννάτος Πραινεστίνους, οἳ μέχρι τῶν προπυλαίων αὐτῶν πολεμοῦντες ἐχώρησαν, ἄχρις Ἀλλίου ποταμοῦ διώξας νίκηντε ᾔρατο κατ’αὐτῶν καὶ πόλεις αὐτῶν ἑπτὰ τῇ Ῥώμῃ προσένειμε · καὶ αὐτοὺς δὲ τοὺς Πραινεστίνους παραδόντας ἑαυτοὺς ἐκτήσατο. πᾶν δὲ τοῦτο τὸ ἔργον εἴκοσιν ἐπετέλεσεν ταῖς πάσαις ἡμέραις καὶ ἐπὶ τούτοις ἐθριάμβευσεν.
2.3.1Ἀλλ’οὐκ ἐπὶ πολὺ διεγένετο τῶν στρατιωτικῶν ἀρχόντων ἡ δυναστεία · μικρῷ γὰρ ὕστερον κατελύθη καὶ σχεδὸν ἔξω πάσης ἀρχῆς ἡ Ῥώμη διετέλεσεν. εἶτα τῶν στρατιωτικῶν ἀρχόντων τινὲς καὶ μετὰ τὴν κατάλυσιν τῆς ἀρχῆς ἐβιάζοντο δύνασθαι καὶ τὸ κῦρος ἔχειν ·
2.3.2ἀλλ’οὐχ ὑπὲρ τρεῖς ἐνιαυτοὺς τοῦτο ἐδυνήθησαν · ἐπανῆλθε γὰρ πρὸς τοὺς ὑπάτους ἡ ἐξουσία.
2.4.1Λουκίου τοίνυν Γενουκίου καὶ Κύντου Σερβιλίου γενομένων ὑπάτων τελευτᾷ Κάμιλλος τιμαίτε αὐτῷ δεύτεραι μετὰ τὸν Ῥωμύλον ἐψηφίσθησαν.
2.5.1Γάλλων δὲ πόλεμον ἐπὶ τὴν Ἰταλίαν κινησάντων στρατοπεδευσαμένων δὲ ἀντιπέρα τοῦ Ἀνιήνου ποταμοῦ Τίτος Κύντιος δικτάτωρ ἀναδειχθεὶς ἐξῆλθεν ἐπὶ τοὺς πολεμίους. ἀλλ’ἔλυσε τὴν μάχην οὐχ ἡ συμπλοκὴ τῶν στρατευμάτων, ἀλλ’ἀνὴρ νεανίας Μανίλιος · ὑφ’ἑνὸς γὰρ τῶν Γάλλων εἰς μονομαχίαν προκληθεὶς ἐκεῖνόντε καθεῖλεν καὶ τῷ πολέμῳ τέλος ἔδωκε · τὸν στρεπτόντε, ᾧ κεκόσμητο τὸν τράχηλον ὁ Γάλλος, ἑαυτῷ περιθεὶς ἐκ τούτου Τορκουάτος αὐτόςτε προσηγορεύθη καὶ οἱ ἐξ αὐτοῦ πάντες μηνύοντες τῇ προσηγορίᾳ τὸν ἀπὸ τοῦ λαφύρου κόσμον.
2.5.2τόρκυς γὰρ ἐπιχωρίως ὁ στρεπτὸς καλεῖται. τότε μὲν οὖν φυγῇ παρέδοσαν ἑαυτούς. μετὰ δὲ ταῦτα καὶ κατεπολεμήθησαν ὑπὸ τοῦ δικτάτωρος Σουλπικίου. καὶ Τοῦσκοι δὲ ὑπὸ Γαΐου Μαρκίου συνεκόπησαν. εἰς ὀκτὼ δὲ χιλιάδας αἰχμαλώτων τῷ θριάμβῳ ποιήσας πλῆθος ὁ νικήσας ἐθριάμβευσε.
2.6.1Μετὰ τοῦτο γίνεται τῶν Ῥωμαίων ἀπογραφή. καὶ τῶν Λατίνων τῶν ὑπὸ Ῥωμαίοις ἤδη γεγενημένων σώματα παρέχειν εἰς στρατιὰν οὐ βουλομένων, ἐξ αὐτῶν τῶν πολιτῶν συνελέγη τὸ στράτευμα. καὶ δέκα ἐξ αὐτῶν συντάξεις ἐγένοντο, λεγεῶνες κατὰ τὴν αὐτῶν καλούμεναι φωνὴν ἐκ τῆς γενομένης τῶν νέων ἐπιλογῆς · λέγερε γὰρ παρ’αὐτοῖς τὸ ἐπιλέξασθαι λέγεται. αἱ δέκα δὲ αὗται λεγεῶνες ἑξήκοντα χιλιάδας ἀνδρῶν εἶχον, ὡς ἑκάστην εἰς ἑξακισχιλίους τελεῖν · καὶ οὕτως ὁ τοσοῦτος συνήχθη στρατὸς οὔπω τῶν Ῥωμαϊκῶν πραγμάτων εἰς τὸ πᾶν ἐπιδεδωκότων · τοσαύτη τῶν στρατιωτικῶν ἦν ἐπιθυμία καὶ τῶν πολιτῶν ἀνδρεία.
2.6.2τοῦτο δὴ τὸ στράτευμα τῶν πολιτῶν ἐξᾴραν ἐπὶ τοὺς Γάλλους ἐχώρησεν, ἡγουμένου τῆς στρατιᾶς Φουρίου. ἀλλά τις ἐκ τοῦ Γάλλων στρατεύματος, πρὶν ἤ συμμίξαι τὰ πλήθη, ἐκ προκλήσεως τὸν ἄριστον τῶν Ῥωμαίων εἰς μονομαχίαν ἐκάλει. τότε τοίνυν ἐθελοντὴς ἐξανέστη Μάρκος Οὐαλέριος ἐν τοῖς ἄρχουσι τῶν στρατιωτῶν τεταγμένος καὶ σκευασάμενος ἐπῆλθεν. ὁρμῶντι δὲ αὐτῷ κατὰ τοῦ πολεμίου κόραξ ἐπιπτὰς κατὰ τὸν δεξιὸν ἔστη βραχίονα.
2.6.3καὶ μετὰ τοῦτο οἱ μὲν ἄνδρες συνέμιξαν · ὁ δὲ κόραξ τοῖςτε ὄνυξι καὶ τοῖς πτεροῖς ἔπαιε τοῦ Γάλλου τὰ ὄμματα κωλύων εὐθὺ τῷ πολεμοῦντι προσβλέπειν · καὶ οὕτω πίπτει μὲν ὁ Γάλλος, τῷ Οὐαλερίῳ δὲ ὁ τῆς νίκης τρόπος δέδωκε τὴν προσηγορίαν · Κορβῖνος γὰρ ὠνομάσθη ἀπὸ τοῦ κόρακος οὕτω κατὰ τὴν τῶν Ἰταλῶν ὀνομαζομένου φωνήν · καὶ οὐ δὲ μέχρι τούτων τὰ τῆς εὐημερίας ἔστη · ἀλλὰ τρίτον καὶ εἰκοστὸν γεγονὼς ἔτος ἐπὶ τὴν ὑπατείαν ἐκλήθη.
2.7.1Λατῖνοι δὲ οἱ τὴν στρατολογίαν ἀρνησάμενοι καθάπερ ἔκ τινος μελέτης ἐπὶ μεῖζον ἐχώρησαν · ἔφασκον γὰρ τὸν ἕτερον τῶν ὑπάτων ἐκ σφῶν αὐτῶν χρῆναι χειροτονεῖσθαι.
2.7.2τῶν Ῥωμαίων δὲ οὐ συνθεμένων ἀνήφθη πόλεμος μέγιστος, εἵπερ τις ἄλλος. καὶ τοῦτον μὲν ἡττήθησαν οἱ Λατῖνοι καὶ θρίαμβον ἔσχεν ἡ νίκη · τοῖς ὑπάτοις δὲ ὡς ὑπὲρ ἔργου μεγάλου κατά τι χωρίον, ὅ Ῥῶστρα καλοῦσιν, ἀνδριάντας ἀνέστησαν. τοῦτο δὲ τὸ χωρίον τὰς πρὸς τὸν δῆμον ἐδέχετο τῶν ὑπάτωντε καὶ τῶν λοιπῶν ἀρχόντων δημηγορίας. ἐκεῖθεν γὰρ ἐν ταῖς καταλαμβανούσαις χρείαις διελέγοντο τῷ δήμῳ.
2.7.3κατὰ δὲ τὸν αὐτὸν ἐνιαυτὸν Ἀλεξάνδρεια παρὰ τοῦ Μακεδόνος Ἀλεξάνδρου συνῳκίσθη καὶ ταύτην ἐδέξατο τὴν προσηγορίαν ἡ τῆς Αἰγύπτου πάσης μήτηρ.
2.8.1Ἐντεῦθεν δὴ καὶ τὰ τῆς δυνάμεως ηὐξήθη Ῥωμαίοις καὶ πρὸς ἄκρον ἀφίκοντο δυναστείας.
2.8.2ἀμέλει πορρωτάτω λοιπὸν αὐτοῖς οἱ πόλεμοι συνεκροτοῦντο. ἐπὶ Σαμνίτας γοῦν τριακοσίοις ἀπῳκισμένους σημείοις τὴν στρατιὰν ἐκίνησαν, ἧς ἀφηγεῖτο Παπίριος Κούρσωρ τὴν τῆς δικτατωρίας ἔχων ἐξουσίαν. χρείας δὲ αὐτὸν ἐπὶ τὴν Ῥώμην καλούσης τὸν ἄρχοντα τῆς ἵππου Φάβιον Μάξιμον (ἠκολούθει δὲ αὕτη, καθάπερ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, ἡ δυναστεία τῷ δικτάτωρι) κατέλιπεν ἐπιτροπεύειν τοῦ στρατοῦ προαγορεύσας μὴ συμμίξαι μήτε εἰς χεῖρας ἐλθεῖν, πρὶν ἄν ἐκ τῆς Ῥώμης ἐπανήκῃ.
2.8.3λαβόμενος δὲ ὁ Φάβιος καιροῦ καὶ μικρὰ φροντίσας τῶν τοῦ δικτάτωρος ἐντολῶν ἐμαχήσατο μὲν μετὰ λαμπρᾶς τῆς τύχης καὶ τοὺς Σαμνίτας ἀπώλεσε πανστρατιᾷ. ἐπὶ τούτοις ψῆφον ἐπήγαγεν ὁ δικτάτωρ αὐτῷ θανάτου · διεσώθη δὲ τῇτε τοῦ στρατεύματος περὶ αὐτὸν σχέσει καὶ τῇ τοῦ δήμου σπουδῇ · τοσαύτητε ἐκινήθη κατὰ τοῦ Παπιρίου στάσις, ὡς παρὰ μικρὸν ἐλθεῖν αὐτὸν θανάτου.
2.9.1Μετὰ ταῦτα οἱ Σαμνῖται τοὺς Ῥωμαίους ὑπατευόντων Τίτου Βετουρίου καὶ Σπουρίου Ποστουμίου μετὰ πολλῆς κατεπολέμησαν τῆς αἰσχύνης · καὶ κύριοι καταστάντες αὐτῶν ἔθεντο σπονδὰς τοῖς ἡττημένοις ἀπρεπεῖς ·
2.9.2ἀλλ’ἡ σύγκλητος καὶ ὁ δῆμος τὰς μὲν σπονδὰς παρεσάλευσαν ὡς ἐν δυσπραγίᾳ γεγενημένας, ἀνέλαβον δὲ τὴν μάχην. καὶ οἱ πρότερον νενικηκότες ἡττήθησαν Παπιρίου τοῦ ὑπάτου τῇ μάχῃ στρατηγοῦντος. πεσόντων δὲ τῶν πλειόνων ἑπτὰ χιλιάδες ἀνδρῶν αἰχμαλώτων ὑπὸ τοῖς νενικηκόσιν ἐγένοντο · καὶ πρῶτος οὗτος κατὰ Σαμνιτῶν ἐδόθη τῷ Παπιρίῳ θρίαμβος. κατὰ δὲ τὸν αὐτὸν τοῦτον χρόνον Ἄππιος Κλαύδιος κήνσωρ αἱρεῖται. ἀρχὴ δὲ ἦν αὕτη τῶν μεγίστων καὶ ἦν ἔργον αὐτῇ τοὺς τῶν πολιτῶν διερευνᾶσθαίτε καὶ κρίνειν βίους · τιμωρίαςτε κατὰ πάσης ἠδύνατο δυναστείας καὶ οὐδεὶς ἦν ἔξω τῆς τοῦ κήνσωρος ἐξουσίας.
2.9.3κύριοι δὲ ἦσαν οἱ κήνσωρες καὶ ἔργοις καινοῖς κατακοσμεῖν τὴν πόλιν. ὁ Κλαύδιος γοῦν πηγὴν ὠχέτευσεν εἰς τὴν Ῥώμην, ἥτις αὐτῷ μέχρι νῦν ἐπονομάζεται Κλαυδία · ὁδόντε ἐστόρεσεν, ἥτις ἐπεκλήθη καὶ αὐτὴ τῷ πεποιηκότι Ἀππία προσαγορευθεῖσα. οὕτως ἡ μὲν τὸ ἐπώνυμον ἔσχε τοῦ πεποιηκότος, ἡ δὲ αὐτὸ το- τοὔνομα. τούτων ὧδε πεπραγμένων Σαμνῖται τὴν μάχην ἀνενεώσαντο Κύντου Φαβίου Μαξίμου τὴν ὑπατείαν ἔχοντος. παῖς δὲ ἦν οὗτος τοῦ μικροῦ πρόσθεν εἰρημένου Φαβίου Μαξίμου. οὗτος ἡττᾶται τὴν μάχην καὶ τρισχιλίους ἀποβάλλει τῶν μαχιμωτάτων. καταπλαγεὶς δὲ αὐτῷ χειροτονηθεὶς ὁ πατὴρ Φάβιος ἐνίκησέτε τοὺς Σαμνίτας καὶ πολλὰς αὐτῶν πόλεις εἷλεν. ἔπειτα διαδέχονται τὴν ὕπατον ἀρχὴν Πούβλιος Κορνήλιος Ῥουφῖνος καὶ Μάρκος Κούριος Δεντάτος καὶ συνάψαντες πρὸς τοὺς Σαμνίτας πόλεμον πολλαῖςτε μάχαις λαμπροὶ ὑπερέσχον καὶ παντάπασιν αὐτοὺς ἐκπολιορκήσαντες δι’ἐτῶν ἐννέα καὶ τεσσαράκοντα τέλος ἔδοσαν τῷ πολέμῳ. ὡς ἔπος δὲ εἰπεῖν, οὐδὲν τῶν ἐντὸς τῆς Ἰταλίας ἐθνῶν οὕτω τὰς Ῥωμαϊκὰς δυνάμεις κατειργάσατο.
2.10.1Πολλοῖς δὲ ὕστερον ἐνιαυτοῖς πλῆθος Γάλλων ἀξιομάχητον Τούσκοιςτε καὶ Σαμνίταις κατὰ τῆς Ῥώμης ἐκοινώνησαν · καὶ τὸν δρόμον ἐπ’αὐτὴν ποιούμενοι παρὰ Γνέου Κορνηλίου Δολοβέλλου τοῦ ὑπάτου πανωλεθρίᾳ διεφθάρησαν.
2.11.1Ὑπὸ τούτους τοὺς χρόνους Ταραντίνοις ἐν ὑστάτῳ τῆς Ἰταλίας πάσης κειμένοις ἐπήχθη παρὰ Ῥωμαίων πόλεμος. αἰτία δὲ ἦν τοῦ πολέμου παροινία καὶ ἀσέλγεια παρὰ τοῦ δήμου τοῦ Ταραντίνου κατὰ τῶν πρεσβευτῶν ἐκ τῆς Ῥώμης τετολμημένη. ἀκμαζόντων δὲ τῶν κατὰ τὴν μάχην Πύρρον ἐπεκαλέσαντο σύμμαχον Ταραντῖνοι, γένος μὲν τῶν ἀπ’Ἀχιλλέως, βασιλεύοντα δὲ τῶν Ἠπείρων. καταλαμβάνει τοίνυν τὴν Ἰταλίαν ὁ Πύρρος · καὶ τοῦτον πρῶτον πόλεμον ἐπολέμησαν Ῥωμαῖοι πρὸς στρατιὰν ἐξ ὑπερορίων ἥκουσαν.
2.11.2ἐπὶ τούτῳ ὕπατος ἐχειροτονήθη Πούβλιος Οὐαλέριος Λευῖνος. οὗτος Πύρρου κατασκόπους ἑλὼν προσέταξεν ἅπαν αὐτοῖς ἐπιδειχθῆναι τὸ στρατόπεδον, εἶτα ἀφεθῆναι καὶ τῷ Πύρρῳ γενέσθαι μηνυτὰς ὧν ἐθεάσαντο.
2.11.3μετὰ ταῦτα γίνεται μάχη καὶ τραπέντος τοῦ Πύρρου μεταβολὴν ἔσχεν διὰ τοὺς ἐλέφαντας ἡ τοῦ πολέμου τύχη. ἀγνῶτες γὰρ ὄντες τούτων οἱ Ῥωμαῖοι τῶν θηρίων καὶ τῶν ἵππων πρὸς τὴν ἀθρόαν ὄψιν ἐκπλαγέντων φοβηθέντες ἔσχον ἔλαττον. κακῶς δὴ τῶν Ῥωμαϊκῶν ἐκ τούτου διακειμένων ἡ νὺξ ἔδωκε τῇ συμπλοκῇ τέλος · ᾗ χρησάμενος ὁ Λευῖνος ὑπεχώρησεν. κατὰ δὴ ταύτην τὴν μάχην χιλίους ὀκτακοσίους ὁ Πύρρος αἰχμαλώτους εἷλεν καὶ τῶν μεγίστων αὐτοὺς ἠξίωσε τιμῶν · τοὺς δὲ πεσόντας ἐξ αὐτῶν τῶν Ῥωμαίων ταφῇ παραδέδωκεν. ἰδὼν δὲ αὐτοὺς καὶ ἐν νεκροῖς τοῖς σώμασιν φοβεροὺς πάντωντε τὰς πληγὰς ἐμπροσθίους, τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνασχὼν ἔφη πάσης ἂν κρατῆσαι τῆς γῆς, εἰ τοιούτοις αὐτῷ χρῆσθαι στρατιώταις ἐξεγένετο.
2.12.1Μετὰ ταῦτα συνάπτουσιν ἑαυτοὺς τῷ Πύρρῳ Σαμνῖται καὶ Λουκανοὶ καὶ Βρούττιοι καὶ γίνεται δρόμος ἁπάντων ἐπὶ τὴν Ῥώμην · πᾶντε τὸ προστυχὸν ἤ πυρὸς ἦν ἔργον ἢ σιδήρου καὶ τὴν μὲν Καμπανίαν ἐξεπολιόρκησαν · ἧκον δὲ ἐπὶ τὴν Πραίνεστον τῆς πόλεως ὀκτωκαιδεκάτῳ σημείῳ ἀφεστῶσαν.
2.12.2φοβηθεὶς δὲ ὁ Πύρρος τὸν ὕπατον καὶ τὴν σὺν αὐτῷ στρατιὰν ὄπισθεν αὐτῷ κατακολουθήσασαν εἰς τὴν Καμπανίαν ὑπεχώρησεν ·
2.12.3καὶ παραγίνονται πρὸς αὐτὸν πρέσβεις Ῥωμαίων ἐξωνήσασθαι βουλόμενοι τοὺς αἰχμαλώτους. τούτους διὰ πάσης αἰδοῦς καὶ τιμῆς ἐποιήσατο εἶχέτε ὡς ἔνι μάλιστα φιλοφρόνως, τὰ λύτρατε ἀπωσάμενος προῖκα τοὺς αἰχμαλώτους ἀπέπεμψεν. ἕνα δὲ ἐκ τῶν πρέσβεων Φαβρίκιον οὕτως ἠγάσθη καὶ ἐθαύμασεν, ὥστε, ἐπειδὴ πενίᾳ συζῇν αὐτὸν ἔγνω, τοὺς θησαυροὺς ἐπιδείξας τὸ τέταρτον αὐτῷ προὔθηκεν αὐτῶντε καὶ τῆς ἀρχῆς, εἰ τὴν πρὸς αὐτὸν ἕλοιτο συνουσίαν καὶ κατὰ τῶν πολιτῶν αὐτῷ προστεθείη.
2.12.4καταφρονηθείσης δὲ τῆς ὑποσχέσεως ηὐξήθη τῷ Πύρρῳ τὸ περὶ τὴν Ῥώμηντε καὶ τοὺς ἐξ αὐτῆς θαῦμα καὶ πρέσβεις ὁ νενικηκὼς πέμπει παρὰ τῶν ἡττημένων σπονδὰς ἐπαγγέλλειν ἴσας ἑκατέροις · τῆς δὲ πρεσβείας ἐξῆρχεν ἀνὴρ ἐπιφανὴς Κινέας. τῶν σπονδῶν δὲ μέρος ἦν καὶ τόδε · τῆς Ἰταλίας ὅσον ἤδη ἐδέδεκτο τὸν Πύρρον ἤ πολιορκηθὲν ἤ ἑκούσιον, τῆς αὐτοῦ δεσποτείας εἶναι.
2.13.1Ταύτην οὐκ ἐδέξαντο τὴν συνθήκην οἱ Ῥωμαῖοι, ἀπεκρίναντο δὲ τοῖς πρέσβεσι σπονδὰς οὐδαμῶς ἔσεσθαι Πύρρῳτε καὶ αὐτοῖς, εἰ μὴ πάσης τῆς Ἰταλίας ἐκχωρήσειε · μέγατε μηδὲν ἡγεῖσθαι σφᾶς παρεσχηκέναι Πύρρον τὸ κατὰ τοὺς αἰχμαλώτους ·
2.13.2τούτου δὲ εἶναι σημεῖον τὸ τοὺς ἀφεθέντας ἀτίμους εἶναι παρ’αὐτοῖς ὡς ἀναξίους τῆς Ῥωμαϊκῆς πολιτείας, δι’ἄλλο μὲν οὐδέν, ὅτι δὲ πολεμοῦντες ληφθεῖεν. λύσιντε αὐτοῖς οὐκ ἔσεσθαι τοῦ κακοῦ, πρὶν ἂν τῶν διεγνωσμένων ἀνδρῶν ἐκ τοῦ στρατεύματος τῶν πολεμίων λάφυρα κομίσοιεν.
2.13.3οὕτω μὲν οὖν ἐπανῆλθεν ἄπρακτος ἡ πρεσβεία. πυνθανομένῳ δὲ τῷ Πύρρῳ παρὰ τῶν πρέσβεων, οἵαν εὕροιεν τὴν πόλιν, φασὶ τὸν Κινέαν εἰπεῖν πατρίδα βασιλέων ἑωρακέναι · τοῦτο δηλοῦντα, ὡς οἱ τῆς πόλεως ἔνοικοι πάντες τοιοῦτοι τυγχάνουσιν, οἷος αὐτὸς ὁ Πύρρος κατὰ τὴν Ἤπειρον καὶ τὴν Ἑλλάδα πᾶσαν ὑπείληπται.
2.13.4ἐντεῦθεν ἐκστρατεύουσι πάλιν ἐπὶ τὸν Πύρρον ὑφ’ἡγεμόσιν ὑπάτοις Πουβλίῳ Σουλπικίῳ καὶ Δεκίῳ. καὶ γενομένης μάχης τιτρώσκεται Πύρρος καὶ τῶν ἐλεφάντων ἀναιρεῖται τὸ πλεῖστον πίπτουσίτε τῶν μετὰ Πύρρου χιλιάδες εἴκοσι, Ῥωμαίων δὲ πεντακισχίλιοι μόνοι. φεύγει τοίνυν ὁ Πύρρος ἐπὶ τὴν Τάραντα.
2.14.1Καὶ διελθόντος ἐνιαυτοῦ μετὰ ταύτην τὴν μάχην Φαβρίκιος αὖθις ἐπιπέμπεται τῷ Πύρρῳ μετὰ στρατιᾶς, ᾧ τὸ τέταρτον τῆς βασιλείας ἦν ὑπεσχημένος. στρατοπεδευσάμενοι δὲ ἐκ τοῦ πλησίον αὐτόςτε καὶ ὁ Πύρρος ἀνέμενον τὴν μάχην · μιᾷ δὲ τῶν νυκτῶν ἰατρός τις τῷ Πύρρῳ συνὼν προσφεύγει τῷ Φαβρικίῳ ὑπισχνούμενος φαρμάκῳ τὸν Πύρρον ἀναιρήσειν, εἴ τις αὐτῷ τοῦ ἔργου τούτου καρπὸς γένοιτο. τοῦτον ὁ Φαβρίκιος δέσμιον ἐκπέμπει τῷ Πύρρῳ σημάνας ὡς οὔκ ἐστι Ῥωμαίων δόλῳ τοὺς ἐχθροὺς ἀλλ’ὅπλοις ἀναιρεῖν.
2.14.2τότε τὸν Φαβρίκιον ὑπεραγασθεὶς ὁ Πύρρος, οὗτός ἐστιν, ἔφη, Φαβρίκιος ὃν οὔκ ἐστιν ἀφελκυσθῆναι τοῦ πρέποντος ὥσπερ οὐ δὲ τὸν ἥλιον τῆς αὐτοῦ φορᾶς. καὶ ταῦτα εἰπὼν ἐπὶ τὴν Σικελίαν ἀπεχώρησεν. Φαβρίκιος δὲ Λουκανούςτε καὶ Σαμνίτας ἑλὼν ὑπὲρ τῆς νίκης ἐθριάμβευσε.
2.14.3δέχονται δὲ τὴν ὑπατείαν Μάρκος Κούριος Δεντάτος καὶ Κορνήλιος Λέντουλος · εὐθὺς δὲ ἐπὶ τὸν Πύρρον ἐκστρατεύουσιν. ὁ τοίνυν Κούριος συνῆψε πρὸς αὐτὸν μάχην καὶ τὸ μὲν στράτευμα σχεδὸν ἅπαν ἀπώλεσε τοῦ Πύρρου, αὐτὸν δὲ ἡ Τάρας ὑπεδέξατο φεύγοντα καὶ γίνεται τῆς παρεμβολῆς τῶν πολεμίων ὁ Κούριος ἐγκρατής. ὁ δὲ τῶν πεσόντων πολεμίων ἀριθμὸς εἵκοσι τρεῖς ἦσαν χιλιάδες. οὗτος ὁ πόλεμος ἔδωκε τῷ Κουρίῳ θρίαμβον. ἐπισημότατόςτε οὗτος ἐγένετο τῶν πώποτε, τεσσάρων ἐλεφάντων τότε πρῶτον ἐν τῇ Ῥώμῃ φανέντων. τούτων οὕτω πραχθέντων καὶ τὴν Τάραντα ἀπολιπὼν ὁ Πύρρος ἐπὶ τὸ Ἄργος ἐχώρησεν · ἔνθα τὸ τέλος τοῦ βίου ἐδέξατο πεσὼν ἐν πολέμῳ.
2.15.1Ἐντεῦθεν Γάϊος Φάβιος Λικίννιος καὶ Γάϊος Κλαύδιος Κανίνας ὕπατοι χειροτονοῦνται τετρακοσιοστῷ καὶ ἑξηκοστῷ καὶ πρώτῳ τῆς Ῥώμης ἔτει. κατὰ τοῦτον τὸν ἐνιαυτὸν πρέσβεις ἀπὸ τῆς Ἀλεξανδρείας πεμφθέντες πρὸς τοῦ βασιλέως Πτολεμαίου κατέλαβον τὴν Ῥώμην αἰτούμενοι παρ’αὐτῶν εἰρήνηντε καὶ φιλίαν.
2.16.1Ἐκδεξαμένων δὲ τὴν ὑπατείαν Κύντου Κυλληνίου καὶ Γαΐου Φαβίου Πίκτωρος Πικένται πόλεμον ἐκίνησαν. χρόνου δὲ διελθόντος οὐ πολλοῦ παρὰ τῶν ἑξῆς ὑπάτων Πουβλίου Σεμπρωνίου καὶ Ἀππίου Κλαυδίου κατεπολεμήθησαν, ὥστε καὶ θριάμβῳ γενέσθαι χώραν. τότε δὴ καὶ πόλεις παρὰ Ῥωμαίοις ᾠκοδομήθησαν Ἀρίμινόςτε ἐν Γάλλοις καὶ Βενεβεντὸς ἐν Σαμνίῳ.
2.17.1Μάρκου δὲ Ἀτιλίου Ῥηγούλου καὶ Λουκίου Ἰουνίου Λίβωνος ἐλθόντων ἐπὶ τὴν ἀρχήν, κατὰ Σαλεντίνων ἐδογματίσθη πόλεμος · ἡττήθησαν δὲ καὶ τῆς πόλεως ἐξέπεσαν τῆς ἑαυτῶν καὶ μετὰ τούτων Βρουνδισηνοί. καθ’ὧν ἁπάντων οἱ νικήσαντες ἐθριάμβευσαν.
2.18.1Τετρακοσιοστῷ δὲ καὶ ἑβδομηκοστῷ τῆς πόλεως ἐπὶ πολὺ λοιπὸν ἦν καὶ παρὰ πᾶσι λαμπρὸν τὸ τῆς Ῥώμης ὄνομα · οὔπω δὲ τῆς Ἰταλίας ἐκτὸς αὐτοῖς συνεκεκρότητο πόλεμος.
2.18.2τότε τοίνυν βουληθέντες τὸ τῶν πολιτῶν γνῶναι πλῆθος ἀπογραφὴν ἐποιήσαντο καὶ συνηριθμήθησαν ἀνδρῶν ἐννέα καὶ εἴκοσι μυριάδες καὶ δισχίλιοι διακόσιοι τριάκοντα τέσσαρες · καίτοι παρὰ πάντα τὸν ἔμπροσθεν χρόνον οὐδεμιᾶς γενομένης ἀνακωχῆς πολέμου.
2.18.3ἐν ταύτῃ τῇ δυνάμει τῆς πόλεως πρὸς Ἄφρους αὐτοῖς ὁ πρότερος κινεῖται πόλεμος, Ἀππίου Κλαυδίου καὶ Κύντου Φαβίου τὴν ὕπατον ἐχόντων ἀρχήν. γίνεται τοίνυν ἐν τῇ Σικελίᾳ συμπλοκή · καὶ νικήσας ὁ Κλαύδιος Ἄφρουςτε καὶ τὸν βασιλέα Σικελίας Ἱέρωνα καθ’ἑκατέρων ἐθριάμβευσε.
2.19.1Τῷ δὲ ἑξῆς ἐνιαυτῷ Οὐαλέριος Μάρκος καὶ Ὠτακίλιος Κράσος ὕπατοι μεγάλα κατὰ τὴν Σικελίαν εἰργάσαντο. Ταυρομένιον γὰρ καὶ Κατάνην καὶ πεντήκοντα πρὸς ταύταις ἑτέρας πόλεις τῇ Ῥωμαϊκῇ συνῆψαν ἀρχῇ.
2.19.2τρίτῳ δὲ ἔτει τοῦ πρὸς Ἄφρους πολέμου παρασκευῆς ἐπὶ τὸν βασιλέα γενομένης Ἱέρωνα φθάνει τὴν μάχην Ἱέρων καὶ μετὰ τῆς συγκλήτου τῆς ἐκ Συρακουσίων αἰτεῖ παρὰ τῶν Ῥωμαίων εἰρήνην ἐπὶ διακοσίοις ἀργυρίου ταλάντοις καὶ λαμβάνει.
2.19.3τρέπεται τοίνυν ἡ παρασκευὴ ἐπὶ τοὺς Ἄφρους καὶ ἡττῶνται · καὶ θριαμβεύει κατ’αὐτῶν ὁ νενικηκώς.
2.20.1Ἔτει δὲ πέμπτῳ τοῦ προτέρου πρὸς Ἄφρους πολέμου, Γαΐου Δουελλίου καὶ Γνέου Κορνηλίου Ἀσιανοῦ κατεστηκότων ὑπάτων ἐναυμάχησαν Ῥωμαῖοι τοῦτο πρῶτον ἐν θαλάττῃ πολεμοῦντες · ναυσίτε ἐχρῶντο μακραῖς, ἃς αὐτοὶ μὲν ἐκάλουν ῥωστράτας ἀπὸ τοῦ τὰς πρώρας αὐτῶν ὀρνέων τινῶν μιμεῖσθαι ῥάμφη · λιβύρνα δὲ ἡ συνήθεια προσαγορεύει. κατὰ ταύτην δὲ τὴν ναυμαχίαν ἐξ ἀπάτης ὑπὸ τοῖς πολεμίοις ἐγένετο Κορνήλιος · κρατῶν γὰρ τοῖς ὅπλοις δόλῳ τῶν Ἄφρων ὡσανεὶ σπονδὰς αἰτούντων τῆς αὐτῶν ἐπιβὰς τριήρους συνελήφθητε καὶ δεθεὶς ἀπήχθη.
2.20.2Δουέλλιος δὲ ἐπεξελθὼν τῇ μάχῃ νικᾷ τὸν στρατηγὸν τῶν πολεμίων μίαντε καὶ τριάκοντα ναῦς αἱρεῖ, δέκα καὶ τέσσαρας ἑτέρας καταποντίσας · ἑπτὰ δὲ χιλιάδας αἰχμαλώτων ὑφ’ἑαυτὸν κατεστήσατο, τρεῖς δὲ διέφθειρε χιλιάδας σιδήρῳτε καὶ τοῖς ὕδασιν νίκηντε κατεπράξαντο Ῥωμαῖοι, ἧς ἄλλην οὐχ ἡγήσαντο λαμπροτέραν οὐ δ’αὖ χαριεστέραν, ἐπειδήπερ ὡμολογημένου τοῦ κατὰ γῆν κράτους κρείττους καὶ κατὰ θάλατταν ὤφθησαν, ἐν ᾗ πλεονεκτεῖν Ἄφροι τὸ πρὶν ἐνομίζοντο.
2.20.3Γαΐου δὲ Ἀκυλίου Φλώρου καὶ Λουκίου Σκηπίωνος διαδεξαμένων τὴν ὑπατείαν Κορσίκη καὶ Σαρδὼ πάντα τρόπον πολιορκηθεῖσαι πολύτε ἀποβαλοῦσαι πλῆθος ἀνδρῶν αἰχμαλώτων ὑπὸ τοῖς ὑπάτοις γενομένων ἀφορμὴ θριάμβου τοῖς νενικηκόσιν ἐγένοντο.
2.21.1Λουκίου δὲ Μανιλίου Βούλσωνος καὶ Μάρκου Ἀτιλίου Ῥηγούλου τὴν ἀρχὴν ὑποδεξαμένων ἐκ τῆς Ἰταλίαςτε καὶ Σικελίας ἐπὶ τὴν Ἀφρικὴν ὁ πόλεμος μετηνέχθη · καὶ γίνεται ναυμαχία καρτερὰ πρὸς Ἀμιλκάρην τὸν τῶν πολεμίων στρατηγόν. καθ’ἣν τέσσαρας καὶ ἑξήκοντα ναῦς οἱ Ῥωμαῖοι καταποντίσαντες τὸν μὲν στρατηγὸν ἔτρεψαν εἰς φυγήν, ἀπέβαλον δὲ καὶ αὐτοὶ δύο καὶ εἴκοσι ναῦς.
2.21.2ἀποβάντες δὲ εἰς τὴν πολεμίαν γῆν εὐθὺς μὲν Κλιπέαν εἷλον ἐπιφανῆ τῶν Ἄφρων πόλιν · δρόμος δὲ ἦν αὐτοῖς ἐπὶ τὴν Καρχηδόνα · πᾶν δὲ ὃ διῆλθον ἐκπολιορκήσαντες ἐχωρίσθησαν · καὶ Μανίλιος μὲν εἰς τὴν Ῥώμην ἐπανῆκε μετὰ λαμπρᾶς νίκης ἑπτὰ καὶ εἴκοσι χιλιάδας αἰχμαλώτων ἄγων.
2.21.3Ῥήγουλος δὲ προσμείνας ἔτι τοῖς πράγμασιν ἐπανέλαβεν ἐπ’αὐτῆς τῆς Ἀφρικῆς τὴν μάχην τρισὶ τῶν πολεμίων στρατηγοῖς ἀντιπαραταξάμενος. περιγενόμενος δὲ τοῦ πολέμου ὀκτώτε καὶ δέκα χιλιάδας ἀνελὼν καὶ πέντε ζώντων ἑλὼν ἐλέφαντάςτε ὀκτὼ καὶ δέκα ληϊσάμενος ἑβδομήκοντα καὶ τέσσαρας πόλεις ὑποσπόνδους τῇ Ῥώμῃ συνῆψε τάξας αὐταῖς οὓς ἐβουλήθη φόρους.
2.21.4ἐνταῦθα λοιπὸν οἱ Ἄφροι κεκμηκότων αὐτοῖς τῶν πραγμάτων εἰρήνην αἰτοῦσιν · οὐ δεξαμένου δὲ τὴν ἱκετείαν Ῥηγούλου συνθήκας δὲ ἀπαιτοῦντος τῶν σπονδῶν ἀπηνεῖςτε καὶ τραχείας, Λακεδαιμονίους ἐπεκαλέσαντο πρὸς συμμαχίαν. καὶ πέμπεται αὐτοῖς στράτευμα Λακωνικὸν ὑφ’ἡγεμόνι Ξανθίππῳ · συγκροτηθέντος οὖν πολέμου μεταπίπτει τῷ Ῥηγούλῳ τὰ τῆς τύχης · ἡττᾶται γὰρ ἧτταν οὕτω μεγάλην, ὥστε πάσης μὲν τῆς στρατιᾶς δισχιλίους διαφυγεῖν μόνους, αὐτὸν δὲ μετὰ πεντακοσίων ὑπὸ τοῖς πολεμίοις γενόμενον δεθῆναι, τρεῖς δὲ χιλιάδας ἀνδρῶν μαχιμωτάτων πεσεῖν.
2.22.1Ἀλλ’οἱ μετὰ τούτους ὕπατοι Μάρκος Αἰμίλιος Παῦλος καὶ Σέρβιος Φούλβιος τὴν μὲν κατὰ τὸν πόλεμον δυσπραγίαν ἐπηνώρθωσαν, οὐ δὲ αὐτοὶ δὲ συμφορᾶς ἔξω κατέστησαν · τριακοσίαις γὰρ ναυσὶ συμμίξαντες τοῖς Ἄφροις ὑπερέσχον, ὥστε τέσσαρας μὲν καὶ ἑκατὸν νῆας καταποντίσαι, τριάκοντα δὲ μετὰ τῶν ἐν αὐταῖς μαχομένων ἑλεῖν, ἀνδρῶν δὲ δεκαπέντε χιλιάδας τὰς μὲν διαφθεῖραι τὰς δὲ αἰχμαλώτους ἀπάγειν, τὸ δὲ στράτευμα τὸ οἰκεῖον πᾶσι χρήμασι τοῖς ἐκ τῆς λείας πλουσιώτατον ἀποφῆναι.
2.22.2οὐδὲν δ’ἂν ἐκώλυσε δουλεῦσαι τότε τοὺς Ἄφρους, εἰ μὴ λιμὸς ἐπελθὼν προαπήγαγε τὴν στρατιὰν τοῦ τέλους.
2.22.3ἐν οὕτω λαμπροῖς τοῖς κατὰ τὴν μάχην καὶ μετὰ τοσούτων λαφύρων ἐπανιόντα τὸν στόλον σχεδὸν ἅπαντα θαλάσσιος κλύδων κατειργάσατο καὶ τοσοῦτον ἐγένετο ναυάγιον, ὥστε ἐκ τετρακοσίων καὶ ἑξήκοντα καὶ τεσσάρων νηῶν ὀγδοήκοντα μόνας ἀθλίως διασωθῆναι. οὐδείςτε χρόνος τοσοῦτον χειμῶνα μνήμῃ παραδέδωκεν ἀνθρώπων οὐ δὲ τοσοῦτον σύμπτωμα θαλάσσιον.
2.22.4οὐ μὴν τοῦτο παρέλυσε τὸ φρόνημα τὸ Ῥωμαϊκὸν οὐ δὲ ἀφεῖλέ τι τῆς ἀκμῆς · παραχρῆμάτε διακοσίας ἐπισκευασάμενοι ναῦς πρὸς ἑτέρας παρεσκευάσαντο ναυμαχίας.
2.23.1Οἱ οὖν ἑξῆς ὕπατοι Γναῖος Σερβίλιος Κηπίων καὶ Γάϊος Σεμπρώνιος Βλαῖσος ἑξήκοντα καὶ διακοσίαις ναυσὶν ἐπὶ τὴν Ἀφρικὴν ἐξέπλευσαν καὶ τινὰς μὲν τῶν πόλεων εἷλον, λαφύρων δὲ ἐμπλήσαντες τὰς ναῦς ἀπῄεσαν. ἀλλὰ καὶ τούτοις χειμὼν διέφθειρεν τὴν εὐπραγίαν ναυαγίῳ περὶ τὸ πλεῖστον τοῦ στόλου χρησαμένοις. αὗται τοίνυν αἱ συμφοραὶ ἀλλήλαις ἐφάμιλλοίτε καὶ συνημμέναι τὴν περὶ τὸ ναυμαχεῖν προθυμίαν ἐξέβαλον τῶν Ῥωμαίων · δόγματε ἡ σύγκλητος ἐποιήσατο μηκέτι ταῖς κατὰ θάλατταν χρῆσθαι μάχαις μη δὲ ναῦς ἔχειν πλὴν ἑξήκοντα, φυλακῆς ἕνεκα τῶν Ἰταλῶν ὁρίων πρὸς τὰς ἔξωθεν ἐκ θαλάττης ἐφόδους.
2.24.1Λουκίου δὲ Καικιλίου Μετέλλου καὶ Γαΐου Φουρίου Πλακίδου πρὸς τὴν ὑπατείαν κληθέντων, γίνεται μάχη περὶ τὴν Σικελίαν πρὸς Ἄφρους, ἑνὸς τῶν ὑπάτων Μετέλλου στρατηγοῦντος · ἐν ταύτῃ νικᾶται τῶν Ἄφρων ὁ στρατηγὸς τριάκοντα μὲν καὶ ἑκατὸν ἐλέφαντας ὁπλίτας ἄγων, στρατιὰν δὲ πασῶν τῶν ἔμπροσθεν μεγίστην · καὶ πίπτουσι μὲν εἴκοσι χιλιάδες ἀνδρῶν, ἐλέφαντες δὲ ἐζωγρήθησαν παρ’αὐτὸν μὲν τὸν πόλεμον ἓξ καὶ εἴκοσι, τοὺς λοιποὺς δὲ οἱ συμμαχοῦντες αὐτῷ Νουμίδαι πλανωμένους συνέλαβόντε καὶ παρεστήσαντο τῷ ὑπάτῳ. μετὰ θαυμαστῆς οὖν πομπείας εἰς τὴν Ῥώμην εἰσῆλθε, τῶν ἐλεφάντων μεγέθειτε καὶ πλήθει τὰς ὁδοὺς πληρούντων. οὗτος ὁ πόλεμος ἠνάγκασε τοὺς Ἄφρους καταφυγεῖν ἐπὶ τὸν Ῥηγοῦλον, ὃν ἐν δεσμοῖς εἶχον, παρεκάλουντε αὐτὸν συμπρεσβεῦσαι τοῖς ὑπ’αὐτῶν πρὸς Ῥωμαίους ἐκπεμπομένοις, ὥστε αὐτοῖς γενέσθαι σπονδὰς καὶ τοὺς ἑκατέρων αἰχμαλώτους ἀντιδοθῆναι τοῖς οἰκείοις. τὸ μὲν οὖν πρῶτον ἀντιβολοῦντας αὐτοὺς ὁ Ῥηγοῦλος καίτοι δέσμιος ὢν ἀπεωθεῖτο, νικηθεὶς δὲ τῇ προσεδρείᾳ παραγίνεται μὲν εἰς τὴν Ῥώμην.
2.25.1δοθέντος δὲ αὐτῷ λόγου οὐδὲν ἠνέσχετο κατὰ Ῥωμαῖον καὶ ὑπατικὸν ἄνδρα πρᾶξαι φάσκων, ἀφ’ἧς ἡμέρας ὑπὸ τοῖς πολεμίοις ἐγένετο, τῆς Ῥωμαϊκῆς ἐκπεπτωκέναι πολιτείας · οὔτε οὖν τὴν γαμετὴν ἐδέξατο περιπλοκὰς ζητήσασαν · καὶ σύμβουλος γίνεται Ρωμαίοις μὴ προσέσθαι τοὺς Ἄφρους ἐπαγγέλλοντας εἰρήνην. περικεκόφθαι γὰρ αὐτοῖς τὰς δυνάμεις καὶ μήτε αὐτὸν μήτε τοὺς συνειλημμένους αὐτῷ ἀξιοχρέους ὑπειλῆφθαι χρῆναι πρὸς τοσούτων αἰχμαλώτων τῶν ἐξ Ἀφρικῆς κατεχομένων ἀντίδοσιν. ταῦτα συμβουλεύσας ἐκράτησε, πάντων τῶν αὑτοῦ τὰ τοῦ δήμου προθείς. οὗ δὴ καὶ τοῦτο γενναιότατον τῶν ἔργων.
2.25.2τῶν γὰρ πρεσβευτῶν ἀπράκτων ἀποπεμφθέντων συναπῆλθε καὶ ὁ Ῥηγοῦλος καὶ βουλομένων αὐτὸν τῶν πολιτῶν κατέχειν οὐκ εἶξεν, ὡς οὐ δυνάμενος πρέπον ἀξίωμα πολίτῃ Ῥωμαίῳ ἔχειν μετὰ τὴν παρὰ τοῖς Ἄφροις δουλείαν. τοσοῦτον ἦν τὸ φρόνημα τῶν Ῥωμαίων · ἐπεὶ τὸ τῶν ὅρκων, οὓς ἐδεδώκει τοῖς Ἄφροις, ἧ μὴν ἐπανήξειν εἰ μὴ καταπράξαι τὰς σπονδάς, οὐδὲν ἐκώλυε μένειν. ὁ γὰρ ἀρχιερεύς, ὁ καλούμενος παρ’αὐτοῖς πόντιφεξ, οὐκ εἶναι τὸ πρᾶγμα ἐπιορκίαν ἐκ τῶν ἱερῶν ἐψηφίσατο νόμων. ἐπανελθὼν οὖν πρὸς τὴν Ἀφρικὴν πολυτρόποις ἐξεδόθη κολάσεσιν, ἃς ἄλλοι ἄλλως ἐκδεδώκασιν. καὶ παρ’αὐταῖς τὸν βίον ἐτελεύτησεν.
2.26.1ἐντεῦθεν Πούβλιος Κλαύδιος Ποῦλχρος καὶ Γάϊος Ἰούνιος ὕπατοι χειροτονηθέντες ἐπ’ἴσης ἐδυσημέρησαν. Κλαύδιος μὲν γὰρ οὐκ ἀφοσιωσάμενος, ᾗ ὁ νόμος, ἐνεανιεύσατο κατὰ τῶν συμβόλων (αὐσπίκεια καλοῦσιν αὐτὰ Ῥωμαῖοι · σημεῖα δὲ ἦν ταῦτα δαιμονίως διδόμενα τοῖς ἐπὶ πόλεμον ἐξιοῦσι) καὶ διὰ τοῦτο χεῖρον ἔσχεν ἐν τῇ κατὰ τῶν Ἄφρων μάχῃ, ὥστε ἐκ διακοσίων εἴκοσι νηῶν, αἷς ἐναυμάχει, τριάκοντα διασωθῆναι καὶ αὐτὸν μετ’αὐτῶν φυγεῖν · τὰς δὲ ἄλλας τὰς μὲν καταποντισθῆναι, τὰς δὲ ὑπὸ τοῖς πολεμίοις μετὰ τῶν ἐμπλεόντων πολεμιστῶν γενέσθαι ·
2.26.2ὁ δὲ ἕτερος ὕπατος ναυαγίῳ τὰς ναῦς ἀποβαλὼν τὸ στράτευμα σῶον ἐπανήγαγεν. ἐπ’αὐτῇ γὰρ τῇ χέρσῳ ἐφθάρησαν αἱ νῆες, ὥστε τοὺς ἄνδρας ἄνευ πόνου τῆς γῆς ἐφικέσθαι.
2.27.1μετὰ τούτους ὕπατοι γίνονται Γάϊος Λουτάτιος Κατοῦλος καὶ Αὖλος Ποστούμιος Ἀλβῖνος. τρίτον δὲ ἦν τοῦτο καὶ εἰκοστὸν ἔτος τοῦ πρὸς Ἄφρους πολέμου. Κατοῦλος τοίνυν τὰς πρὸς Ἄφρους ἐκλεξάμενος τριακοσίαις ναυσὶν ἐπ’αὐτοὺς ἐχώρησεν, ἐκεῖνοι δὲ τετρακοσίαις ἀντεπαρετάξαντο. τοσούτῳ δὲ οὔτε πώποτε ἔμπροσθεν στόλῳ ἀλλήλοις οὗτοι οἱ δῆμοι συνέμιξαν. ἀλλὰ καὶ αὐτὸς ὁ Κατοῦλος ἐπέβη τῆς νεὼς ἀρρωστῶν · τέτρωτο γὰρ ἐν τῇ προτέρᾳ μάχῃ. συμμιξάντων δὲ αὐτῶν περὶ τὸ Λιλύβαιον τῆς Σικελίας τοσαύτην ἐπεδείξαντο Ῥωμαῖοι τὴν προθυμίαν, ὡς ἑξήκοντα μὲν ναῦς πολεμίας ἑλεῖν, πέντε δὲ καὶ εἴκοσι καὶ ἑκατὸν καταποντίσαι, δύο δὲ καὶ τριάκοντα χιλιάδας αἰχμαλώτων ἀνδρῶν λαβεῖν, τρισκαίδεκα δὲ διαχρήσασθαι καὶ πάντα δὲ τὸν πλοῦτον (ἐτύγχανον γὰρ αὐτὸν ἐναποθέμενοι ταῖς ναυσὶ τῷ μεγέθει τοῦ στόλου πεποιθότες οἱ πολέμιοι) ἑαυτῶν ποιήσασθαι.
2.27.2τῶν Ῥωμαίων δὲ αὐτῶν δυοκαίδεκα νῆες διεφθάρησαν. ὁ μὲν οὖν πόλεμος ὁ αὐτὸς συνέστη πρὸ ἓξ εἰδῶν Μαρτίων κατὰ τοὺς Ῥωμαίους.
2.27.3Ἄφροι δὲ παραχρῆμα τὴν εἰρήνην ἐπήγγειλαν · καὶ ταύτην ἔδοσαν οἱ Ῥωμαῖοι λαβόντες τοὺς αἰχμαλώτους τοὺς ὑπὸ τοῖς Ἄφροις ὄντας ·
2.27.4ὧν δὲ αὐτοὶ κατεῖχον, προσκομιζόντων λύτρα τῶν Ἄφρων οὐκ ἐδέξαντο, ἀλλὰ καὶ αὐτοὶ προῖκα διαφῆκαν · εἰ δέ τινες ἦσαν ὑπὸ δεσπόταις ἐκ δημοσίας πράσεως γεγενημένοι, τούτων ἐψηφίσαντο τὰ τιμήματα καταβληθῆναι τοῖς ἐωνημένοις. καὶ οὐ δὲ ταῦτα τοὺς Ἄφρους ἐζημίωσαν, ἀλλὰ τὸν ταμίαν τῶν δημοσίων χρημάτων ἀπαριθμῆσαι προσέταξαν.
2.28.1μεταστάσης δὲ τῆς ἀρχῆς ἐπὶ Κύντον Λουτάτιον καὶ Αὖλον Μάλλιον ἐπηνέχθη Φαλίσκοις πόλεμος (πόλις δὲ ἦν αὕτη τῆς Ἰταλίας δυνατωτάτη) · καὶ τούτων ἑκάτεροι κατώρθωσαν ὕπατοι ἐν ἓξ ταῖς πάσαις ἡμέραις, μυρίων μὲν καὶ πεντασχιλίων πεσόντων ἐκ τοῦ στρατεύματος τῶν πολεμίων, τοῖς δὲ λοιποῖς εἰρήνης, δοθείσης, ἐφ’ἡμίσει τῆς γῆς, ὃ Ῥωμαίοις ἔδοξε γενέσθαι.