Paeanius

Abridgment from the Founding of the City, 5

5.1

5.1.1ὅτε δὲ πρὸς Ἰουγούρθαν ἐπράττετο πόλεμος, πολλαῖς ἑτέραις μάχαις ἐκράτουν Ῥωμαῖοι διὰ τῶν ὑπάτων. Μανίλιος γὰρ καὶ Καιπίων Κίμβρους καὶ Τεύτονας καὶ Τουγούρους καὶ Ἄμβρονας (ἔθνη δέ ἐστι ταῦτα Γερμανῶντε καὶ Γάλλων) κατεπολέμησαν.

5.1.2οὗτοι μετὰ τοσαύτης ἐπανέστησαν τῷ δήμῳ στρατιᾶς, ὅση ἤνεγκε φόβον οὐχ ἥττω τῆς Ἀννίβου τυραννίδος · περὶ αὐτῆς γοῦν ἔδεισαν Ῥωμαῖοι τῆς πόλεως.

5.1.3πολλάκις γοῦν συμμίξαντες καὶ πολλάκις ἡττηθέντες ἔμενον ἔτι πολέμιοι, ἀλλὰ Μάριος μετὰ τὴν κατὰ Ἰουγούρθα νίκην ἐπὶ Κίμβρους καὶ Τεύτονας ἐξεπέμφθη. καὶ παρασυρομένου τοῦ πολέμου τρίτοντε αὐτῷ καὶ τέταρτον ἐπισυνήφθη τὰ τῆς ἀρχῆς τοῦ ὑπάτου.

5.1.4κατὰ δὲ τὴν τετάρτην ὑπατείαν κοινωνὸς αὐτῷ ἦν τῆς ὑπατείας Κύντος Λουτάτιος Κατοῦλος. ἄμφω τοίνυν συνέμιξαν τοῖς Κίμβροις καὶ δύο νικῶσι μάχας οὕτω σφοδρῶς ὡς εἴκοσι μὲν μυριάδας ἀνδρῶν πεσεῖν, αἰχμαλώτων δὲ ὀκτὼ γενέσθαι καὶ προσέτι Τευτόβοδον τὸν στρατηγὸν τῶν πολεμίων. ὑπὲρ ταύτης οὖν τῆς νίκης καὶ πέμπτον αὐτῷ τὰ τῆς ἀρχῆς ἐψηφίσθη καὶ ταῦτα ἀπόντι.

5.2

5.2.1οὐ μὴν ἡσύχασαν Κίμβροι καὶ Τεύτονες, ἀλλ’ἔτι τῷ πλήθει κρατοῦντες (οὐχ ἧττον γὰρ ἦν τοῦ διεφθαρμένου τὸ λειπόμενον) τὰ σφέτερα αὐτῶν ἀφέντες παρῆλθον ἐπὶ τὴν Ἰταλίαν · ὑπὸ τῶν αὐτῶν δὲ αὗθις, Μαρίουτε καὶ Κατούλου, κατεπολεμήθησαν. ἔνθα δὴ καὶ λαμπρότερον ἐγένετο τὸ ἔργον Κατούλου · καὶ πίπτουσιν ἐν τῇ τελευταίᾳ μάχῃ δέκα καὶ τέσσαρες ἀνδρῶν μυριάδες, ἕξ δὲ αἰχμαλώτων ἄγονται τριακοσίων μόνον ἐκ τοῦ Ῥωμαϊκοῦ πεσόντων στρατοῦ.

5.2.2στρατιωτικὰ δὲ σημεῖα ὑπὸ Ῥωμαίοις ἐγένοντο τρία καὶ τριάκοντα. ὧν ἕν μὲν καὶ τριάκοντα εἷλον οἱ ὑπὸ Κατούλῳ μαχόμενοι, δύο δέ, ὧν ἡγεῖτο Μάριος. ἑκάτεροι δὲ ὅμως ἐθριάμβευσαν.

5.3

5.3.1τῷ δὲ ἑξακοσιοστῷ καὶ πεντηκοστῷ καὶ ἐννάτῳ τῆς πόλεως ἔτει τὴν μὲν ὕπατον εἶχον ἀρχὴν Σέξτος Ἰούλιος Καίσαρ καὶ Λούκιος Μάρκιος Φίλιππος, σχεδὸν δὲ ἅπας ἡσύχαζε πόλεμος. ἀλλ’ἐξαίφνης Πικένται Μάρσοιτε καὶ Πελίγνοι ἀστασιάστως τὸν παρελθόντα ἅπαντα χρόνον ὑπακούσαντες Ῥωμαίοις ἀπεθρασύναντο καὶ τὸ ἴσον αὐτοῖς ὑπάρχειν ἠβούλοντο πρὸς τὸν δῆμον.

5.3.2ἐγένετο τοίνυν βαρὺς οὗτος πόλεμος, ὡς καὶ τὸν ὕπατον ἐν αὐτῷ πεσεῖν ἄριστον ἄνδρα Πούβλιον Ῥουτίλιον, Καιπίωνα τῶν ἐπιφανῶν νεανίσκον, καὶ Πόρκιον Κάτωνα καὶ αὐτὸν ὕπατον. ἡγοῦντο δὲ τοῦ στρατοῦ τῶν πολεμίων, Πικέντων καὶ Μάρσων, Τίτος Βήττιος, Ἱέριος Ἀσίνιος, Τίτος Ἑρρέννιος, Αὖλος Κλουέντιος.

5.3.3οὗτος θόρυβος ἐποίησε Μάριον ἕκτην δέξασθαι τὴν ὕπατον ἀρχήν · τὸ δὲ ἔργον ἐπράχθη παρὰ Πομπηΐουτε καὶ Σύλλου, τῇ μάχῃ καὶ αὐτῶν ἐπιστατούντων. Σύλλας γοῦν Κλουέντιον τὸν μαχιμώτατον τῶν ἐναντίων στρατηγὸν μετὰ πάσης τῆς δυνάμεως εἷλε. τέσσαρσίντε ἐνιαυτοῖς ἀεὶ καὶ συμπλεκόμενος καὶ νικῶν ἐν τῷ παντὶ χρόνῳ φαίνεται μόνον ἕνα τῶν οἰκείων ἀποβαλὼν στρατιώτην. πέμπτῳ μὲν οὖν ἔτει τέλος ἔσχεν οὗτος πόλεμος τοῦ Σύλλου κατορθώσαντος αὐτὸν ἐν ὑπατικῇ λοιπὸν ἐξουσίᾳ · τὰ γὰρ πρότερα πραίτωρ ἐτύγχανεν εἰργασμένος.

5.4

5.4.1τῷ δὲ ἑξακοσιοστῷ καὶ ἑβδομηκοστῷ καὶ δευτέρῳ τῆς πόλεως ἔτει πρῶτος ἐμφύλιος ἀνεφύη πόλεμος, καὶ κατὰ τὸν αὐτὸν τοῦτον ἐνιαυτὸν πρὸς Μιθριδάτην μέγιστος, εἴπερ τις ἕτερος. μὲν οὖν ἐμφύλιος αἰτίαν ἔσχε τήνδε · Μάριος ἐπὶ τὴν ἕκτην ὑπατείαν κληθεὶς συνύπατον ἔσχε τὸν Σύλλαν, τὰ πρὸς Μιθριδάτην ἀπεκληρώθη. καὶ Σύλλου δὲ περὶ τὴν Καμπανίαν διατρίβοντος (ἐβούλετο γὰρ ὁδοῦ πάρεργον ποιήσασθαι τὴν τῶν Ἰταλικῶν ἐπανόρθωσιν πραγμάτων καὶ τὰ λείψανα τῆς παλαιᾶς ἀνελεῖν στάσεως) Μάριος πείθει τὸν δῆμον ἐπ’αὐτὸν μεταθεῖναι τὴν Μιθριδατικὴν μάχην. καὶ συνήργησεν αὐτῷ πολὺς ὢν ἤδη λοιπὸν περὶ Μιθριδάτου λόγος ὡς ἤδη τήντε Ἀσίαν καὶ τὴν Ἀχαΐαν κατειληφότος. τοῦτο πρὸς ὀργὴν ἐκίνησε τὸν Σύλλαν. καὶ μετὰ τοῦ στρατεύματος εἰς τὴν Ῥώμην ἐπανῆκε · καὶ εἰς χεῖρας ἀφικνεῖται Μαρίῳτε καὶ Σουλπικίῳ. πρῶτόςτε μεθ’ὅπλων οὗτος ἐπὶ τῆς πόλεως ὤφθη. Μάριος μὲν οὖν τοῦ Σουλπικίου πεσόντος διεσώθη φυγών. Σύλλας δὲ χειροτονήσας τοὺς τοῦ μέλλοντος ἔτους ὑπάτους, Γναῖοντε Ὀκτάβιον καὶ Λούκιον Κορνήλιον. Κίνναν, ὥρμησε πρὸς τὴν Ἀσίαν.

5.5

5.5.1μεταξὺ γὰρ Μιθριδάτης τοῦτε Πόντου κρατῶν καὶ τῆς μικρᾶς καλουμένης Ἀρμενίας καὶ πάσης τῆς Ποντικῆς θαλάσσης τῆς κύκλῳ τοῦ Βοσπόρου Νικομήδην ἐπειρᾶτο φίλον ὄντα καὶ σύμμαχον Ῥωμαίων τῆς Βιθυνίας ἐκβάλλειν τῷτε δήμῳ προηγόρευσε τῷ Ῥωμαίων ὑβρισμένος ἀμύνεσθαι τὸν Νικομήδην, οὐκ αὐτοῖς ἀντιταττόμενος. μὲν οὖν δῆμος ἀπεκρίνατο πόλεμον αὐτὸν ἐφ’ἑαυτῷ κινήσειν Ῥωμαϊκόν, εἰ μὴ Νικομήδους ἀποσταίῃ.

5.5.2βαρέως δὲ ἐνεγκὼν Μιθριδάτης ἔπεισε Καππαδόκας καὶ τὸν Ἀριοβαρζάνην ὑπόσπονδον ὄντα Ῥωμαίοις ἐξέβαλε τῶν βασιλείων. εἶτα μετέστησε τὴν στρατιὰν εἰς Βιθυνίαντε καὶ Παφλαγονίαν · καὶ τοὺς ἐκεῖ βασιλεύοντας ἐξήλασε Ῥωμαίων ὄντας ὑπηκόουςτε καὶ φίλους, Πυλαιμένηντε καὶ Νικομήδην. ἐκεῖθεν ἐπὶ τὴν Ἔφεσον ἔσχε τὸν δρόμον · καὶ προγράμματι τοὺς καταλαμβανομένους ἐπὶ τῆς Ἀσίας Ῥωμαίους ἀναιρεθῆναι προσέταξε.

5.6

5.6.1προσετέθη δὲ αὐτῷ καὶ τῶν Ἀθηνῶν πόλις Ἀρίστωνος αὐτὴν τοῦ Ἀθηναίου προπιόντος. ἐπραγματεύετο γὰρ ἤδη τῆς Ἀχαΐας τὴν κτῆσιν Ἀρχέλαον ἐκπέμψας σὺν ἑκατὸν καὶ εἴκοσι χιλιάσι πεζῶντε καὶ ἱππέων καὶ ὃς ἅπασαν αὐτῷ προσηγάγετο τὴν Ἑλλάδα.

5.6.2Σύλλας τοίνυν τῷ Πειραιεῖ προσκαθεσθεὶς τὰς μὲν Ἀθήνας εἷλεν, ἐπεξελθὼν δὲ Ἀρχελάῳ καὶ συμμίξας μετὰ τοσαύτης ἐκράτησε περιουσίας, ὥστε δέκα μὲν Ἀρχελάῳ διασωθῆναι χιλιάδας ἐκ τῶν ἑκατὸν εἴκοσι, τοῦ δὲ Ῥωμαϊκοῦ στρατεύματος τρεῖς καὶ δέκα μόνους ἄνδρας πεσεῖν.

5.6.3ἀλλ’ Μιθριδάτης τὴν Ἀρχελάου δυσπραγίαν γνοὺς ἀπέστειλεν ἑβδομήκοντα χιλιάδας αὐτῷ τοὺς ἀρίστους ἐκ τῆς Ἀσίας ἐκλεξάμενος. γίγνεται δὴ δευτέρα συμπλοκή · καὶ οὐ μετὰ τῆς ἴσης ἑκάτεροι διεκράθησαν τύχης ἡττᾶται γὰρ Ἀρχέλαος · καὶ πίπτουσιν αὐτοῦ δεκαπέντε χιλιάδες, καὶ πρὸς Διογένης Ἀρχελάου παῖς · αὐτὸς δὲ ἐν τοῖς πλησίον ἕλεσιν τρεῖς διαλαθὼν ἡμέρας ἐσώθη. ταῦτα τὸν Μιθριδάτην ἠνάγκασε περὶ σπονδῶν ποιήσασθαι πρὸς τὸν Σύλλαν λόγους ἑτέρους ἤδη κατορθοῦντα πολέμους.

5.7

5.7.1Σκορδίσκους γὰρ καὶ Δαλμάτας καὶ Δαρδάνους τοὺς μὲν χερσὶ τοὺς δὲ φόβῳ συνῆψε Ῥωμαίοις · ἔνθα δὴ καὶ οἱ τοῦ Μιθριδάτου παραγενόμενοι πρέσβεις τὰ παρὰ τοῦ βασιλέως ἀπήγγειλαν.

5.7.2 δὲ οὐ πρότερον ἔφη περὶ σπονδῶν ἀκούσεσθαι, πρὶν ἂν ἀπολιπὼν ἅπασαν ἣν ἐφόδῳ κατέσχε γῆν ἐπὶ τὴν προτέραν αὐτοῦ βασιλείαν ἐπανέλθοι · ἐπεὶ δὲ καὶ εἰς λόγους ἧλθεν Μιθριδάτης αὐτῷ, τῶν ἐμφυλίων αὐτὸν καλοῦντων θορύβων ἔδωκε τὰς σπονδάς. ἠβούλετο γὰρ τὰ πολιτικὰ καθιστὰς μηδένα κατόπιν αὐτοῦ πολέμιον ἔχειν.

5.7.3εὐθὺς οὖν ἐπὶ τὴν πόλιν ἔδραμεν, ἤδη τοῦ Μαρίου καὶ Κίννου, ὃν ὕπατον Σύλλας ἐχειροτόνησε, συμπνευσάντων ἀλλήλοις καὶ πολλὰ κατὰ τὴν Ῥώμην ἐργασαμένων · πολλοὺς γὰρ τῶν συγκλητικῶν διεχρήσαντο καὶ πολλῶν τὰς οὐσίας ἐδήμευσαν · τὴν οἰκίαντε τοῦ Σύλλου καθελόντες καὶ ἀνατρέψαντες τὴν γαμετὴν καὶ τοὺς παῖδας εἰς φυγὴν ἔτρεψαν ·

5.7.4ἀμέλει τῆς συγκλήτου τὸ λειπόμενον ἐπὶ τὸν Σύλλαν ὥρμησεν, ὥστε βοηθῆσαι τοσούτῳ κακῷ. παραγενόμενος οὖν εἰς τὴν Ἰταλίαν Σύλλας Νορβανὸν καὶ Σκηπίωνα τοὺς ὑπάτους, οἳ κατὰ τὴν Μαρίου ταραχὴν ἐκεχειροτόνηντο, μάχῃ ἐνίκησε · πρῶτον μὲν Νορβανὸν περὶ τὴν Καπύην, οὗ χιλιάδας μὲν ἔφθειρεν ἓξ εἷλε δὲ τοσαύτας ἑτέρας, δεύτερον δὲ τὸν Σκηπίωνα, ὃς καὶ παρέδωκεν ἑαυτὸν σὺν τῷ στρατεύματι.

5.8

5.8.1γενομένων δὲ ἑτέρων κατὰ τὴν Ῥώμην ὑπάτων, Μαρίουτε τοῦ Μαρίου παιδὸς καὶ Παπιρίου Κάρβωνος, τὸν Μάριον καταπολεμήσας καὶ πεντεκαίδεκα χιλιάδας αὐτοῦ διαχρησάμενος κατέλαβε τὴν πόλιν ἐπακολουθῆσαί τινας φεύγοντι τῷ Μαρίῳ κελεύσας ἐκ τοῦ στρατεύματος, οὓς δείσας ἐκεῖνος ἐπήγαγεν ἑαυτῷ τελευτήν. ἐν δὲ ταύταις πάσαις ταῖς μάχαις, τῇ μὲν πρὸς τοὺς προτέρους ὑπάτους τέσσαρας καὶ εἴκοσι μόνους ἐκ τῆς αὐτοῦ στρατιᾶς ἀπώλεσεν Σύλλας, τῇ δὲ πρὸς τοὺς ἑτέρους τεσσαράκοντα. μετὰ ταῦτα γίγνεται καὶ ἑτέρα μάχη τῷ Σύλλᾳ πρὸς Λαμπώνιον καὶ Καρινάτην στρατηγοὺς τοῦ Μαρίου κατ’αὐτῆς τῆς Ῥώμης τὰ προπύλαια, ὅθιπερ Κολλίνη καλουμένη πύλη · ἀντετάττοντο δὲ αὐτῷ χιλιάδες ἑβδομήκοντα, τούτων δώδεκα μὲν εὐθὺς προσεχώρησαν τῷ Σύλλᾳ · οἱ λοιποὶ δὲ οἱ μὲν κατ’αὐτὴν παράταξιν, οἱ δὲ φεύγοντες, οἱ δὲ πρὸς τὰς παρεμβολὰς καταφεύγοντες ἀνῃρέθησαν ·

5.8.2καὶ κόρος οὐκ εἶχε τοὺς φονεύοντας. ἐνταῦθα. δὴ καὶ Κάρβων τῶν ὑπάτων ἕτερος φεύγει πρὸς τὴν Σικελίαν κἀκεῖ δέχεται τὴν τελευτὴν ὑπὸ τοῦ Πομπηΐου · τοῦτον γὰρ Σύλλας νέον ἔτι καὶ πρῶτον ἔτος ἄγοντα πρὸς τοῖς εἴκοσι πολλάκις ἀριστεύσαντα τεθεαμένος ἐπέστησε τῷ κατὰ Σικελίαν στρατῷ.

5.9

5.9.1καὶ πάσης ἐκράτησε τῆς νήσου μετὰ τὴν Κάρβωνος σφαγήν. δεύτερος οὖν ἐπεκαλεῖτο Σύλλας. ἀπὸ δὲ τῆς Σικελίας ἐπὶ τὴν Ἀφρικὴν διαπλεύσας συμπλέκεται Δομητίῳ (Μαρίου καὶ οὗτος ἦν στρατηγός) καὶ αὐτόντε ἀναιρεῖ καὶ τὸν Ἰέρδαν Μαυρῶν βασιλεύοντα, συμμαχοῦντα τῷ Δομητίῳ. ὡς οὖν καὶ τῶν ἐμφυλίων κεκρατηκὼς Σύλλας τὸν κατὰ Μιθριδάτου θρίαμβον ἀπεπλήρωσε. καὶ Πομπήϊος δὲ πρῶτος τοῦτο λαχὼν ἐν νεότητι τὸ γέρας εἰκοστῷ καὶ τετάρτῳ τῆς ἡλικίας ἔτει κατὰ τῶν Ἄφρων ἐθριάμβευσεν.

5.9.2οὕτως ἐτελεύτησαν τε Ἰταλικὸς πόλεμος καὶ ἐμφύλιος πόλεμος ἐπὶ δεκάτῳ ἐκταθέντες ἐνιαυτῷ, ὀλεθριώτατοι γενόμενοι τῇ Ῥώμῃ. κατ’αὐτοὺς γὰρ ἀπέβαλον ἑκατὸν καὶ πεντήκοντα χιλιάδας ἀνδρῶν ὁπλιτῶν, εἴκοσι δὲ καὶ τέσσαρας ὑπατικοὺς ἄνδρας ἑπτάτε πραιτωρίους, αἰδιλικίους ἑξήκοντα, συγκλητικοὺς δὲ ἀμφὶ τοὺς διακοσίους. δὲ τῶν αἰδιλικίων ἀρχή τις ἦν, ἧς πρώτης οἱ παριόντες ἐπὶ τὰ πράγματα τῆς πόλεως ἐτύγχανον.