Abridgment from the Founding of the City, 7
7.1.1ἔννατον οὖν καὶ ἑπτακοσιοστὸν ἔτος ἠνύετο τῇ πόλει μετὰ τὴν Καίσαρος σφαγήν. ἐμφύλιος δὲ ἐκινεῖτο πόλεμος τῆς μὲν συγκλήτου τὸ ἔργον ἐπαινούσης, Ἀντωνίου δέ, ὃς ἦν συνύπατος τῷ Καίσαρι, τοὺς σφαγέας μετιόντος. ταραττομένης δὲ ὡς εἰκὸς τῆς πόλεως πολλοῖς ἐγχειρῶν ἀτόποις Ἀντώνιος ἐχθρὸς Ῥωμαίων καὶ πολέμιος ἀπεφάνθη δόγματι κοινῷ. στρατεύουσι τοίνυν ἐπ’αὐτὸν οἵτε ὕπατοι Πάνσας καὶ Ἵρτιος · προσετέθητε αὐτοῖς Ὀκταβιανὸς νέος ἔτι γεγονὼς ἐνιαυτοῖς ὀκτωκαίδεκα, ἀδελφιδοῦς τοῦ Καίσαρος καὶ τῆς οὐσίας ἐκ διαθήκης διάδοχος ὃν καὶ ὁμώνυμον ἑαυτῷ τὸ ἑξῆς γενέσθαι ἐν τῇ διαθήκῃ παρεκάλεσεν · ἐπεκλήθητε ὕστερον Αὔγουστος καὶ ἐμονάρχησε πρῶτος.
7.2.1Ἀντώνιος μὲν οὖν ἡττηθεὶς ὑπότε τῶν ὑπάτων καὶ Ὀκταβιανοῦ καταφεύγει πρὸς Λέπιδον. ἐτύγχανε δὲ ὁ Λέπιδος δικτάτωρι μὲν ὑπουργήσας Καίσαρι κατὰ τὴν ἱππικὴν ἀρχήν, δυνάμεως δὲ ἐξάρχων τότε πολλῆς. τελευτησάντων δὲ μετὰ τὴν νίκην τῶν ὑπάτων ἅπας ὑπὸ τὸν Ὀκτάβιον ὁ στρατὸς ἦν. τότε δὲ Λέπιδος Ἀντωνίῳ πραγματεύεται καταλλαγὰς οἰκείωςτε ἔχειν αὐτῷ τὸν Ὀκταβιανὸν ἔπεισεν · εἶτα ἐξαίφνης ἐπὶ τὴν Ῥώμην ἔφθασεν Ὀκταβιανὸς τὴν στρατιὰν πᾶσαν ἄγων ὡς τῷ Καίσαρι τιμωρήσων · καὶ λαμβάνει μὲν τὴν ὕπατον ἀρχὴν εἰκοσαετὴς φόβῳ τοῦ δήμου διδόντος ·
7.2.2τῆς συγκλήτουτε πολλοὺς δημεύσας ὅπλοις ἐκράτει τῶν πραγμάτων. συμπραττόντων δὲ αὐτῷ Ἀντωνίου καὶ Λεπίδου τὸν Κικέρωνάτε ἀναιροῦσι καὶ ἑτέρους πολλοὺς τῶν ἐπιφανῶν ἀνδρῶν, οὓς ᾤοντο προστήσεσθαι τῆς πολιτείας.
7.3.1ἐν τούτοις τῆς Ῥώμης οὔσης Βροῦτος καὶ Κάσιος οἱ τὸν Καίσαρα ἀνῃρηκότες κινοῦσι πόλεμον πολὺν περὶ τὴν Μακεδονίαν ἀθροίσαντες στρατὸν καὶ συμμίξαντες ἐν Ἀμφιπόλει τῆς Μακεδονίας Ὀκταβιανῷ καὶ Ἀντωνίῳ (Λέπιδον γὰρ ἔδοξε πρὸς παραφυλακὴν τῆς Ἰταλίας μένειν) νικῶσιν, οὐκ ἔξω πληγῆς.
7.3.2Κάσιος γὰρ ἔπεσεν ἐν τῇ μάχῃ. μετὰ ταῦτα δὲ ἀναιρεθέντος καὶ Βρούτου […] […] […] Μετὰ τοῦτον Πομπήϊος ὁ Πομπηΐου παῖς περὶ τὴν Σικελίαν συνεκρότησε πόλεμον τότε ὑπολειφθὲν τῆς μετὰ Βρούτου στρατιᾶς ἀγείρας καὶ ἑτέραν ἀξιόμαχον δύναμιν.
7.4.1ἐλθὼν δὲ εἰς χεῖρας Αὐγούστῳτε καὶ Ἀντωνίῳ μετὰ πολὺν φόβον ἐπὶ σπονδαῖς ἀνεχώρησεν.
7.5.1ἐπὶ δὲ τοὺς αὐτοὺς χρόνους Ἀγρίππας ἐν Ἀκυτανίᾳ πολλὰ κατώρθωσε καὶ μεγάλα ·
7.5.2καὶ Βεντίδιος Βάσσος ἐν Συρίᾳ Πέρσαςτε τρισὶν ἐνίκησε μάχαις καὶ τὸν τοῦ βασιλέως υἱὸν Ὀρόδου κατήνεγκεν · Ὀρόδης δὲ ἦν ὁ τὸν Κράσσον ἀνελών, περὶ οὗ πρόσθεν εἴρηται · οὗτόςτε πρῶτος ἐθριάμβευσε κατὰ Περσῶν δικαίᾳ ψήφῳ τὸ γέρας λαβών.
7.6.1οὐ μὴν ἔμεινεν ἐπὶ τῶν σπονδῶν ὁ Πομπήϊος · ἀλλὰ κατὰ θάλασσαν ἐπελθὼν ἡττήθη τῇ ναυμαχίᾳ καὶ ἀνῃρέθη. Ἀντώνιος δὲ τὴν ἀδελφὴν Αὐγούστου γαμετὴν αὐτῷ γεγενημένην κατὰ τὰς Καίσαρος διαλλαγὰς ἀποπέμψας εἰσηγάγετο τὴν Κλεοπάτραν βασιλεύουσαν Αἰγύπτου ·
7.6.2καὶ χωρήσας ἐπὶ Πέρσας ἐν ἀρχῇ μὲν αὐτῶν ἐκράτει μάχῃ, λιμοῦ δὲ καταλαβόντος τὸ στράτευμα καὶ ἐπ’αὐτῷ καὶ λοιμοῦ ἀνεχώρησεν ἐπεξιόντων Περσῶν ὡσανεὶ ἡττημένῳ.
7.7.1ἐπανελθόντα δὲ αὐτὸν ἐκ Περσῶν ὦσεν εἰς ἐμφύλιον ἡ Κλεοπάτρα μάχην ἐπιθυμίᾳ τοῦ βασιλεῦσαι τῆς Ῥώμης. καὶ συμπλακεὶς Αὐγούστῳ κατὰ θάλατταν πρὸς τῷ Ἀκτίῳ τῆς Ἠπείρου χωρίῳ ἧττόντε ἔσχε καὶ καταφεύγει πρὸς τὴν Αἴγυπτον. ἀπογνοὺς δὲ τῶν πραγμάτων, ἐπειδὴ καὶ τὴν στρατιὰν εἶδεν ἅπασαν Αὐγούστῳ προσνεμηθεῖσαν, ἑαυτὸν διεχρήσατο · καὶ ἡ Κλεοπάτρα θάνατον ἐβούλευσε καθ’ἑαυτῆς ἀσπίδας προσαγαγοῦσα καὶ ταύτην ἐδέξατο τοῦ βίου τελευτήν. οὕτω δὴ καὶ τῶν Αἰγυπτιακῶν ἐγένετο πραγμάτων Αὔγουστος κύριος ἐπέστησέτε ἄρχοντα τῇ χώρᾳ Γάϊον Κορνήλιον Γάλλον · ὑπὸ τοῦτον δὲ πρῶτον ἄρχοντα Ῥωμαίων οἱ Αἰγύπτιοι ἐτέλεσαν.
7.8.1παύσας δὴ πάντα πανταχοῦ πόλεμον Αὔγουστος εἰς τὴν Ῥώμην ἐπανῆκε δωδεκάτῳ μὲν ἐκ τῆς ὑπατείας ἔτει, δευτέρῳ δὲ καὶ τριακοστῷ τῆς ἡλικίας.
7.8.2διέμεινέτε μόνος Ῥωμαίων ἔχων ἀρχὴν ἔτη τέσσαρα καὶ τεσσαράκοντα ·
7.8.3τὸν γὰρ ἔμπροσθεν χρόνον ἐκοινώνουν αὐτῷ τῆς δυναστείας Ἀντώνιος καὶ Λέπιδος.
7.8.4τελευτᾷ δὲ ἓξ καὶ ἑβδομήκοντα γενόμενος ἐνιαυτοὺς κοινὴν καὶ αὐτόματον τελευτὴν ἐν Ἀτέλλῃ πόλει. τῆς Καμπανίας · καὶ θάπτουσιν αὐτὸν κατὰ τὴν Ῥώμην ἐν τῷ καλουμένῳ Μαρτίῳ κάμπῳ, ἄνδρα δικαίωςτε κατ’ἀξίαν ἐκ τοῦ πλείστου μέρους ὑποληφθέντα θέον · οὔτε γὰρ ἐν πολέμοις ἀνδρειότερον ἡ τύχη δείξει, οὔτε ἐν ἡσυχίᾳ μετριώτερον ἄν τις εὕροι γεγενημένον, ἐν τέσσαρσι καὶ τεσσαράκοντα, οἷς μόνος οὗτος ἔσχε τὴν ἀρχὴν χρόνοις. δημαγωγόςτε γὰρ πάντων ἄριστος ἦν καὶ μεγαλόδωρος εἰς ἅπαντας καὶ πιστότατος τοῖς φίλοις · τὰς τιμάςτε ἀφθονώτατα παρεῖχεν ὡς ἐξισοῦν ἐθέλειν ἑαυτῷ τοὺς τούτων ἀξίους.
7.9.1ἤνθησε γοῦν τὰ τῆς Ῥώμης πράγματα μάλιστα κατ’αὐτὸν ὑπὸ τῶν ἐμφυλίων καθαρθέντα πολέμων. καὶ προσετέθη τοῖς ὑπακούουσιν Αἴγυπτόςτε καὶ Κανταβρία, Δαλματίατε ἐπὶ τούτοις · ἡττηθέντες γὰρ πρότερον πολλάκις, δουλεύσαντες δὲ ἐπ’αὐτοῦ μόνον · Ἰλλυριοίτε καὶ Παίονες καὶ Ἀκυτανοὶ καὶ Ῥητίαι καὶ Βενδέλικος καὶ Σάλασσος πρὸς τοῖς ὄρεσι τοῖς Ἀλπείοις ἡ Ποντικήτε παραλία καὶ ταύτης αἱ μέγισται πόλεις, Βόσπορόςτε καὶ Παντικάπαιον · καὶ μὴν Δάκεςτε καὶ Γερμανοὶ μάχαις νικηθέντες πολλαῖς ἀπῳκίσθησαν ὑπὲρ τὸν Ἄλβιν ποταμόν, ὃς ἐν μέσῳ ῥεῖ βαρβάροις ὡς πορρωτάτω τοῦ Ῥήνου. κατώρθωσε δὲ τοῦτον μὲν τὸν πόλεμον διὰ τοῦ προγόνου Δρούσου, τὸν δὲ πρὸς Παίονας διὰ Τιβερίου (πρόγονος δὲ αὐτῷ καὶ οὗτος ἦν), ὅθεν αὐτῷ τεσσαράκοντα χιλιάδες ἀνδρῶν αἰχμαλώτων ἤχθησαν, ἀπῴκισέτε αὐτοὺς περὶ τὰς ὄχθας τοῦ Ῥήνου. καὶ τῆς Ἀρμενίας δὲ τοὺς Πέρσας ἀφελόμενος ὁμήρους ἔλαβε παρ’αὐτῶν τότε πρῶτον ἀνασχομένων παρασχεῖν, ὅτε δὴ καὶ τὰ Ῥωμαϊκὰ σημεῖα τοῖς Ῥωμαίοις ἀπεδόθη, ἅπερ ἦσαν ἀποβαλόντες οἱ σὺν Κράσσῳ μεμαχημένοι.
7.10.1πρὸς αὐτὸν καὶ Ἰνδοὶ πρεσβείαν ἔστειλαν, οὔπω πρότερον τὴν Ῥωμαϊκὴν βασιλείαν οὐ δὲ ἀκοῇ δεδεγμένοι.
7.10.2αὐτὸς καὶ Γαλατίαν βασιλευομένην πρότερον μὲν εἰς σχῆμα ἤγαγεν ἐπαρχίας, ἡγεμόνα δὲ ἐπέστησε Μάρκον Λόλλιον.
7.10.3τοιοῦτος δὲ ἦν αὐτοῦ καὶ τοῖς βαρβάροις ἔρως ὥστε πολλοὺς καὶ τῶν βασιλευόντων ἐπωνύμους αὐτῷ κατασκευάσαι πόλεις, ὅθεν ἔτι καὶ νῦν εἴσιν αἱ Καισάρειαι.
7.10.4πολλοὶ δὲ καὶ τῶν βασιλέων αὐτῶν ἐπιθυμίᾳ τῆς Αὐγούστου θέας εἰς τὴν Ῥώμην ἀφικόμενοι τὴν Ῥωμαϊκὴν μετῆλθον στόλην, οὕτωτε αὐτῷ κατηκολούθουν ἐπὶ τῆς πόλεως ἢ ἐφ’ἅρματος ἢ ἐφ’ἵππου φερομένῳ · καὶ πρῶτος ἁπάντων ἔλαβε τὴν τοῦ θεοῦ προσηγορίαν παραπέμψας Καίσαρι Τιβερίῳ τὴν ἀρχήν, ὃς πρόγονόςτε ἦν αὐτοῦ καὶ ἐπὶ θυγατρὶ κηδεστὴς καὶ πρὸς υἱοθεσίαν εἰσπεποιημένος.
7.11.1ἀλλ’ὁ Τιβέριος ῥαθυμίᾳτε ἐχρήσατο πολλῇ καὶ ὠμότητι καὶ πλεονεξίᾳ · ἡδοναῖςτε ἐξέδωκεν ἑαυτὸν πολέμου μὲν οὐδεγὸς μετασχών, εἰ δέ που συσταίη, καὶ τοὺς καλουμένους ληγάτους ἐκπέμπων.
7.11.2πίστεώςτε ὀλίγος ἦν αὐτῷ λόγος. πολλοὺς γοῦν τῶν κατὰ ἔθνη βασιλευόντων ἐξ ἀπάτης εἰς ἑαυτὸν καλῶν κατεῖχεν ἄκοντας, ὡς Ἀρχέλαον τὸν Καππαδόκων βασιλέα, ὃν καὶ τῆς ἀρχῆς ἐκβαλὼν ἐπαρχίαντε ἐποίησε τὸ ἔθνος καὶ τὴν μεγίστην πόλιν ὀνόματι προσηγόρευσεν οἰκείῳ Καισάρειαν, Μαζάκην πρότερον καλουμένην.
7.11.3οὗτος μὲν οὖν τρίτῳ καὶ εἰκοστῷ τῆς βασιλείας ἔτει τὸν βίον ἐτελεύτησεν ἐπὶ τῆς Καμπανίας ἑβδομήκοντα καὶ ὀκτὼ γεγενημένος ἔτη. μεγίστηντε ἔτεκεν ἅπασιν εὐφροσύνην ἡ τελευτή.
7.12.1καὶ δέχεται τὴν βασιλείαν Γάϊος Καίσαρ, ᾧπερ ἦν ἐπώνυμον Καλιγούλας, Δρούσουτε ἀδελφιδοῦς καὶ αὐτοῦ Τιβερίου, παμμίαρος καὶ πάσης πέρα συμφορᾶς, ὃς ἐκ τῆς αὐτοῦ κακίας πλείστην ἤνεγκε τοῖς Τιβερίου πταίσμασιν ἀπολογίαν.
7.12.2οὗτος πόλεμον ἐπαγαγὼν τοῖς Γερμανοῖς ἀνεχώρησε μὲν ἐκ τῆς μάχης αἰσχρῶς.
7.12.3βιασάμενος δὲ τὰς ἀδελφὰς καὶ συνελθὼν ἑκατέραις θυγατέρα ἐκ μιᾶς αὐτῶν ἐποιήσατο καὶ τῆς ἑαυτοῦ ἐκγόνης αὖθις ἐγένετο φθορεύς.
7.12.4φιλάργυρος δὲ ὢν καὶ πλεονεξίᾳ κατὰ πάντων χρώμενος, οὐδεμιᾶς δὲ ἀπεχόμενος ἡδονῆς καὶ τοῖς αἰσχροῖς ὠμότητα συνάπτων ἐν τῷ παλατίῳ κατεσφάγη ἐννάτῳ μὲν καὶ εἰκοστῷ τῆς ἡλικίας ἔτει τρίτῳ δὲ τῆς βασιλείας πρὸς δέκα μησὶ καὶ ἡμέραις ὀκτώ.
7.13.1μετὰ τοῦτον βασιλεύει Κλαύδιος · ὃς ἦν μὲν θεῖος τοῦ Καλιγούλου, Δρούσου δὲ παῖς, οὗ μνημεῖόν ἐστιν ἐν Μογοντιακῷ. οὗτος βασιλικώτερον ἑαυτὸν ἤγαγε μετριότητι μὲν πρὸς τοὺς πλείστους καὶ ἡμερότητι χρώμενος, ὠμότητι δὲ πρὸς ὀλίγους σφόδρα.
7.13.2καὶ πρῶτος μετὰ τὸν πρόγονον αὐτοῦ Γάϊον Καίσαρα Βρεττανοῖς ἐπήνεγκε πόλεμον. νικήσαςτε αὐτοὺς καὶ φόροις ὑπαγαγὼν διὰ Γναίου Σεντίου καὶ Αὔλου Πλαυτίου τῶν στρατηγῶν ἐθριάμβευσεν ·
7.13.3ὑπερβὰς δὲ Βρεττανοὺς τὰς Ὠκεανίτιδας νήσους, αἳ καλοῦνται νῦν Ὀρχάδες, συνῆψε Ῥωμαίοις.
7.13.4ὅλως δὲ πολιτείᾳ μᾶλλον ἦν πρέπων. ἀμέλει τὸν Πλαύτιον πολλὴν ἀνδρείαν ἐπιδεδειγμένον ἐν τοῖς ὅπλοις θριάμβῳ τιμήσας αὐτὸς αὐτοῦ προεπόμπευε καὶ ἐπὶ τὸ Καπετώλιον συνηκολούθησεν ἐν δεξιᾷ τὸν Πλαύτιον ἔχων.
7.13.5ἔζησεν ἔτη τέσσαρα καὶ ἑξήκοντα βασιλεύσας τέσσαρας ἐνιαυτοὺς καὶ δέκα, καθιερώθητε μετὰ τελευτὴν καὶ προσηγορεύθη θεός.
7.14.1καὶ παρῆλθεν εἰς τὴν βασιλείαν ὁ Νέρων ἐξ ἀδελφῆς μὲν τοῦ Καλιγούλου γεγονώς, παριὼν δὲ πάσῃ πονηρίᾳ τὸν θεῖον Γάϊον · τήντε γὰρ ἀρχὴν κατῄσχυνε καὶ πολλὰ τῶν Ῥωμαϊκῶν ἐμείωσε δικαίων. οὕτω δὲ ἐδούλευεν ἡδοναῖς ὡς μηδεμιᾶς ὑπὲρ αὐτῶν φείδεσθαι δαπάνης · ἐνελούετο μὲν γὰρ μύροις θερμοῖς μὲν ἀντὶ θερμῶν ὑδάτων, ψυχροῖς δὲ ἀντὶ τῶν ψυχρῶν δίκτυάτε κατασκευάσας ἐκ χρυσοῦτε καὶ ἀλουργίδος τούτοις εἰς θήραν ἰχθύων ἐχρῆτο.
7.14.2τελευτῶν δὲ εἰς τοσαύτην ἤλασεν ἀσέλγειαν ὥστε ἐν θεάτροις πρὸς ὀρχηστὰς καὶ κιθαριστὰς καὶ φωνάσκους ἀγωνίσασθαι σχήματι καὶ στολῇ τῶν ταῦτα περιδεικνυμένων.
7.14.3ἰσόρροπα δὲ ἦν αὐτῷ καὶ τὰ τῆς ὠμότητος ὥστε μη δὲ τοῦ τῶν φιλτάτων αἵματος ἀποσχέσθαι · πολλούςτε τῶν συγκλητικῶν ἀποσφάξας ὕστερον τὸν ἀδελφὸν καὶ τὴν μητέρα καὶ τὴν ἀδελφὴν καὶ τὴν γαμετὴν διεχρήσατο. καὶ τὸ μέγιστον τοῦ διεφθάρθαι τὴν ψυχὴν αὐτῷ σημεῖον ἐκεῖνό ἐστιν · ἐπιθυμήσας γὰρ ὀφθαλμοῖς δέξασθαι τὸν ἐν ταῖς συγγραφαῖς τῆς Τροίας ἐμπρησμὸν ἐκέλευσε τοῖς λαμπροῖς τῆς Ῥώμης οἰκοδομήμασιν ἐπιβληθῆναι πῦρ καὶ τέρψεως εἶδος ἐποιεῖτο τοσαύτην συμφοράν.
7.14.4τούτου βασιλεύοντος αἱ μέγισται τῶν Βρεττανικῶν ἀφῃρέθησαν πόλεων καὶ Πέρσαις Ἀρμενία προσεχώρησε ·
7.14.5καὶ ὅλως ἐν αἰσχύνῃ τὰ Ῥωμαίων ἐγένετο. κατεστήσατό γε μὴν ἐπαρχίας τόντε Πολεμωνιακὸν καλούμενον Πόντον καὶ τὰς Κοττίας Ἄλπεις, τὴν μὲν συγχωροῦντος τότε Πολέμωνος βασιλεύοντος Πόντου, τὴν δὲ Κόττου τελευτήσαντος, ἐπειδήπερ ὁ κωλύων οὐκ ἦν.
7.15.1ἐκ τούτων ἐπάρατος μὲν ἦν ἐν πάσῃ τῇ βασιλευομένῃ γῇ, ψηφίσματι δὲ τῆς συγκλήτου καὶ πολέμιος ἀπεφάνθη καὶ καταλειφθεὶς ὑπὸ τῶν δορυφόρωντε καὶ ἡγουμένων ἐκαλεῖτο πρὸς τιμωρίαν · δόγμα δὲ ἦν ὥστε γυμνὸν αὐτὸν παντὸς ἐσθήματος περιαχθῆναι ζυγοῦ κατὰ τῶν τενόντων κειμένου καὶ καταξανθέντα τὸ σῶμα ῥάβδοις κατακρημνισθῆναι. τούτων οὕτω λελεγμένων αἰσθόμενος κατέφυγεν ἐπὶ τὸ προάστειον μεταξὺ Σαλαρίας καὶ Νωμεντάνης τετάρτῳ τῆς Ῥώμης σημείῳ καὶ τελευτὴν ἐπήγαγεν ἑαυτῷ.
7.15.2αὐτοῦ δὲ ἦν ἔργον τὸ λουτρόν, ὃ νῦν Ἀλεξανδρειανὰς προσαγορεύουσι, Νερωνιανὰς τὸ πρὶν καλούμενον · ἔδοξε γὰρ μηδαμοῦ τὴν προσηγορίαν αὐτοῦ φέρεσθαι.
7.15.3τριακοστοῦ δὲ καὶ ἑνὸς ἔτους τῆς ἡλικίας ἀπώλετο τέσσαρα ἐπὶ τοῖς δέκα βασιλεύσας · εἰς αὐτόντε ἔστη τῆς τοῦ Καίσαρος συγγενείας ἡ διαδοχή.
7.16.1μετὰ τοῦτον βασιλεύει Σέρβιος Γάλβας ἐκ τῶν πορρωτάτω προγόνων ἐπιφανὴς καὶ τῆς συγκλήτου τῆς Ῥωμαϊκῆς ἐπισημότατος, ἔτη γεγονὼς τρία καὶ ἑβδομήκοντα. ἤγαγον δὲ αὐτὸν ἐπὶ τὴν ἀρχὴν οἱ Ἱσπανοίτε καὶ Γάλλοι · καὶ μετὰ τὴν ἐκείνων ἀνάρρησιν ὁ πᾶς κατηκολούθησε στρατὸς θαῦμα ἔχων αὐτοῦ τῆς ἀρετῆς ἁπάσης, ἣν ἰδιωτεύοντι συνῄδει περὶ τὰ πολιτικὰ πράγματα καὶ τὰς περὶ τοὺς πολέμους μάχας, ἐν αἷς ἐξέλαμψεν νῦν μὲν ὑπατικὴν νῦν δὲ ἀνθύπατον ἐξουσίαν ἔχων, ἄλλοτε δὲ στρατηγῶν μόνον δίχα τινὸς ἀρχῆς.
7.16.2ἐλάχιστον δὲ ἐβασίλευσε χρόνον, ἐν μὲν τοῖς προοιμίοις εὐδοκιμήσας, ἐξ ὠμότητος δὲ μετὰ ταῦτα χείρονα δόξαν λαβών.
7.16.3τελευτᾷ ἐξ ἐπιβουλῆς Ὄθωνος ἑβδόμῳ τῆς βασιλείας μηνὶ ἀγχόνῃ διαφθαρεὶς ἐπὶ τῆς Ῥώμης ἐτάφητε ἐν τοῖς ἑαυτοῦ κήποις τοῖς περὶ τὴν ὁδὸν τὴν καλουμένην Αὐρηλίαν.
7.17.1βασιλεύει δὲ μετ’αὐτὸν ὁ τούτου φονεὺς ἐξ ἐπισήμων κατιὼν πατέρων, ἐπιφανεστέρου δὲ τοῦ μητρώου, ἀνὴρ ἀγαθόςτε καὶ πρᾷος καὶ φίλος μὲν ἐς τὰ μάλιστα Νέρωνι, οὐδὲν δὲ ὑπὸ τῆς πρὸς ἐκεῖνον συνηθείας βλαβείς.
7.17.2ἐν μέντοι τῇ βασιλείᾳ γενναῖον οὐδὲν ἐπεδείξατο δι’αἰτίαν τήνδε ·
7.17.3Βιτέλλιος, ἡνίκα οὗτος ἐβασίλευσεν, ὑπὸ τῆς ἐν Γερμανοῖς στρατιᾶς ἀνερρήθη · καὶ γίγνεται πόλεμος Ὄθωνίτε καὶ ἐκείνῳ καὶ τοῖς μεθ’ἑκατέρου στρατεύμασι. μετὰ πλείονος δὲ πλήθους οὗτος παραταττόμενος ἧττον ἔσχεν ἐν τῇ πρώτῃ συμπλοκῇ · δεινόντε ποιησάμενος, ὅτι δὴ τῆς ἐλάττονος στρατιᾶς ἔλαττον σχοίη, πρὸς θάνατον ὥρμησε, κωλυόντων δὲ αὐτὸν τῶν στρατιωτῶν σὺν τοῖς ἡγεμόσιν αὐτῶν καὶ πειθόντων ὡς ἀπαγορεύειν ἤδη τοῦ τέλους ἀπερίσκεπτον ἂν εἴη, τὴν ἑαυτοῦ γνώμην ἐκύρωσε, μὴ τοσούτου ποιεῖσθαι τὰ καθ’ἑαυτὸν ὥστε ἀξιόχρεων νομίζειν αὐτὰ πρὸς ἐμφύλιον εἶναι πόλεμον. ἐπήγαγεν ἑαυτῷ τελευτὴν ὀγδόῳ καὶ τριακοστῷ τῆς ἡλικίας ἔτει, τῆς δὲ βασιλείας πέντε καὶ ἐννενήκοντα ταῖς πάσαις ἡμέραις.
7.18.1Βιτέλλιος οὖν ἦν ἐπὶ τῆς βασιλείας ἐκ πατέρων γεγενημένος γένει μὲν οὐκ ἐπισήμων, τὰς τιμὰς δὲ ἐξ ἀρετῆς κτησαμένων · ὁ γοῦν πατὴρ αὐτοῦ τρίτον ἐπὶ τὴν ὑπατείαν κληθεὶς οὐ κατῄσχυνε τοὺς ἑλομένους εἰς δέον ταῖς ἐξουσίαις χρησάμενος.
7.18.2ἀλλ’ἐγένετο κατὰ τὴν βασιλείαν ἀτοπώτατος καὶ τῇ γαστρὶ πάντα μετρῶν ὥστε νύκτας ἡμέραις συνάπτειν ἐν συμποσίοις.
7.18.3φασὶ γοῦν αὐτῷ τὸν ἀδελφὸν παρασκευάσαι τράπεζαν, προθεῖναι δὲ αὐτῷ δισχιλίους μὲν ἰχθῦς, ἑπτακισχίλια δὲ πτηνὰ καὶ τὴν ἄλλην ἅπασαν δαπάνην ἐφάμιλλον.
7.18.4μιμεῖσθαι δὲ ἐπεμελεῖτο τὸν Νέρωνα καὶ πρὸς τὸν ἐκείνου ζῆλον ἅπαντα πράττειν ἐποιεῖτο. τὸν τάφοντε αὐτῷ λαμπρότερον ἐποίησε γενέσθαι · κατορώρυκτο γὰρ ἀσήμως, ὡς ἐν τοῖς ἔμπροσθεν δεδήλωται.
7.18.5ταῦτα οὔτε ὁ δῆμος ἤνεγκεν οὔτε ὁ στρατὸς ὁ τεταγμένος ὑπὸ Οὐεσπασιανῷ στρατηγὸς δὲ ἦν οὗτος τὴν πρὸς Ἰουδαίους διακονούμενος μάχην, ἀλλὰ προσάγουσι μὲν αὐτὸν εἰς τὸ δημόσιον, ἐπειδὴ καὶ τὸν ἀδελφὸν Οὐεσπασιανοῦ Σαβῖνον συνεμπρήσας ἐτύγχανε τῷ Καπετωλίῳ · κρεμάσαντες δὲ ἀπὸ τῆς κόμης καὶ τῷ λαιμῷ ξίφος ὑποθέντες εἷλκον διὰ τῆς πόλεως τότε στέρνον γυμνώσαντες ὥστε τοὺς ἐντυγχάνοντας κατ’ἐξουσίαν πλήττειν καὶ τοῦτον αἰκισάμενοι τὸν τρόπον τὸ τελευταῖον ἀπέπνιξαν καὶ τὸ σῶμα ἔρριψαν εἰς τὰ ῥεύματα τοῦ Θύμβριδος ὡς οὐκ ἄξιον ὂν ἐπικαλυφθῆναι τῇ γῇ.
7.18.6καὶ ὁ μὲν οὕτως ἐτελεύτησεν ἑβδόμῳ καὶ πεντηκοστῷ τῆς ἡλικίας ἔτει, τῆς βασιλείας ἐν ὀγδόῳ μηνὶ μιᾶς προσδεούσης ἡμέρας.
7.19.1διαδέχεται δὲ τὴν βασιλείαν Οὐεσπασιανὸς ἐπὶ τῆς Παλαιστίνης ἀναρρηθείς, γένει μὲν οὐ λαμπρός, ἀρετὴν δὲ οἷος τοῖς σφόδρα ἀρίστοις συμφέρεσθαι · καὶ δόξαν ἀεὶ δήποτε μεγίστην ἐπὶ μεγίστοις ἔργοις κεκαρπωμένος, ἡνίκα Κλαυδίῳ τῷ βασιλεύσαντι στρατηγῶν, ὡς μικρῷ πρόσθεν εἴρηται, δύο καὶ τριάκοντα μάχαις τήντε Γερμανῶν καὶ Βρεττανῶν ἅπασαν γῆν συνῆψε Ῥωμαίοις πόλειςτε αὐτῶν εἷλεν εἴκοσι περιφανεστάτας καὶ τὴν μεγίστην τῶν Βρεττανικῶν νήσων τὴν Βέκτην.
7.19.2οὕτω δὲ ἐβασίλευσεν ὥστε μη δὲ ἔξωθεν γενέσθαι μετριότητος μήτε ὑπεροφθῆναι παρὰ τῶν ὑπηκόων · χρημάτων δὲ ἐπεμελεῖτο μέν, ἄδικον δὲ ἔφευγε κτῆσιν · τὸν πλοῦτόν γε μὴν ὃν συνέλεγε τοῖς ἀμφ’αὐτὸν ἐδωρεῖτο καὶ τοῖς μάλιστα τῶν · τιμῶν ἀξιωτάτοις. οὐδεὶς γοῦν τῶν προτέρων τοσαύτην ἐπεδείξατο μεγαλοψυχίαν · τοσαύτη δὲ ἦν ἡ φιλανθρωπία καὶ ἡ πραότης ὥστε τοὺς ἐπιβουλεύειν αὐτοῦ τῇ βασιλείᾳ δόξαντας μὴ βαρέως ἀμύνασθαι, ἀλλ’ἄχρι τοῦ τῆς πόλεως ἐκβάλλειν στῆσαι τὰς τιμωρίας.
7.19.3τῇτε ἀρχῇ προσέθηκεν Ἰουδαίουςτε καὶ τὰ Ἱεροσόλυμα τότε πρῶτον αὐτοὺς ὑπαγαγὼν τῇ δουλείᾳ.
7.19.4Ἀχαΐαντε καὶ Λυκίαν καὶ Ῥόδον καὶ τὸ Βυζάντιον καὶ Σάμον αὐτονόμους οὔσας ἠνάγκασε τοῖς Ῥωμαϊκοῖς πολιτεύεσθαι θεσμοῖς · Θρᾷκάςτε ἐπὶ καὶ Κίλικας καὶ Κομμαγηνοὺς οἰκείας ἔχοντας βασιλείας εἰς ἐπαρχιῶν σχῆμα μετέστησε.
7.20.1πάντων δὲ μέγιστον ἐκέκτητο τὸ μήτε ἀπεχθείας μνημονεύειν πρόςτε τοὺς κατηγοροῦντας ῥήτοράςτε καὶ φιλοσόφους μὴ βαρέως ἔχειν · τῶν γε μὴν στρατιωτικῶν πταισμάτων τιμωρὸς ἦν ἀκριβὴς πικροτέραις αὐτοὺς ἀεὶ σωφρονίζων ἐπιστροφαῖς · καὶ τοιοῦτος ἦν ἐπὶ τῆς βασιλείας. θριαμβεύει δὲ ἐν Ῥώμῃ κατὰ Ἰουδαίων μετὰ τοῦ παιδός.
7.20.2πάντας τοίνυν ἀνῃρημένος τούςτε ἀπὸ τοῦ δήμου καὶ τοὺς ἐν ταῖς ἡγεμονίαις καὶ τὸ ὑπήκοον ἅπαν ἐπίσηςτε ὑπὸ πάντων θαυμαζόμενος ἐτελεύτησε τῆς γαστρὸς αὐτοῦ καταρραγείσης ἐν ἀγρῷ περὶ τὰ ὅρια Σαβίνων · οἰκείωςτε καὶ θεόςτε προσηγορεύθη καὶ ὑπὸ Ῥωμαίων ἐτάφη λαμπρῶς σφόδρα αὐτοῦ τὴν τελευτὴν ὀδυρομένων.
7.20.3τούς γε μὴν παῖδας γενεθλιαλογήσας ἑκατέρους αὐτοῦ ἐπέπειστο διαδόχους ἔσεσθαι τῆς ἀρχῆς, ὥστε πολλῶν ἐπιβουλευσάντων πολλάκις μηδὲν ἐπιστραφῆναι, φῆσαι δὲ ἐν κοινῇ ποτε συνόδῳ ἢ μηδένα μετ’αὐτὸν βασιλεύσειν ἢ τοὺς ἐξ αὐτοῦ γεγενημένους. ἐτελεύτησε δὲ ἐννάτῳ καὶ ἑξηκοστῷ τῆς ἡλικίας ἔτει, τῆς βασιλείας δὲ ἐννάτῳ καὶ ἡμέραις ἑπτά.
7.21.1μετὰ τοῦτον τοίνυν διεδέξατο τὴν βασιλείαν Τίτος ὁ παῖς ὁμώνυμος μετὰ τὴν τοῦ πατρὸς τελευτὴν γενόμενος τῷ πατρί, ταῖς ἀρεταῖς ἁπάσαις πᾶσαν εὐφημίαν νικῶν. τὸ πλῆθος γοῦν αὐτὸν Κοινὸν Ἔρωτα προσηγόρευεν. ἦν δὲ οὐχ ἧττον τὴν γλῶτταν ἠσκημένος εἰς λόγους ἢ τὴν χεῖρα πρὸς μάχας, ἐν οὐδενὶ δὲ τοῦ εἰκότος τὸ μέτρον ὑπερέβαινεν. ἠγώνιστο δὲ καὶ τοὺς ἐν δικαστηρίοις ἀγῶνας καὶ δημιουργὸς μέτρων ἄριστος ἦν, ὡς καὶ τραγῳδίαν Ἑλλάδι φωνῇ συνθεῖναι ·
7.21.2ἡνίκα δὲ τῷ πατρὶ κατὰ τῶν Ἰουδαίων συνεστρατεύετο, δύο καὶ δέκα τῶν προμάχων ἰσαρίθμοις βέλεσι κατηγωνίσατο. καὶ γενόμενος ἐπὶ τῆς βασιλείας οὕτως ἦν κοινὸς καὶ μέτριος, ὡς μηδένα μὲν ἀπαιτῆσαι τιμωρίαν, τοὺς δὲ ἐπ’αὐτῷ συστάντας ἐκ συνωμοσίας ἀφεῖναίτε καὶ καταριθμῆσαι τοῖς φίλοις.
7.21.3τὸ μεγαλόψυχον δὲ αὐτοῦ καὶ φιλόδωρον τοσοῦτον ἦν, ὥστε αὐτῷ τινας εὐκολίαν ἐγκαλεῖν, τὸν δὲ ἀπολυόμενον τὴν κατηγορίαν εἰπεῖν μηδένα χρῆναι στυγνοτέραν ἔχειν ἀπὸ βασιλέως τὴν ἀναχώρησιν. δειπνοῦντα δέ ποτε καὶ λογισάμενον, ὡς οὐδὲν οὐδεὶς ἐκείνην εὖ πάθοι τὴν ἡμέραν, σχετλιάσαι καὶ καθάπερ αὐτῷ τῆς ἡμέρας ἀπολωλυίας εἰπεῖν · οὐκ ἐβασίλευσα τὴν παροῦσαν ἡμέραν, οὐδεὶς γὰρ ἐξ ἐμοῦ εὗ πέπονθε σήμερον.
7.21.4κατασκευάσας δὲ Ῥωμαίοις τὸ καλούμενον ἀμφιθέατρον ἀπήρξατο τῆς ἐν αὐτῷ θέας πεντακισχίλια μὲν ἐγκατασφάξας τῷ τόπῳ θηρία, πολλὴν δὲ καὶ ἄλλην ἐπιδειξάμενος πολυτέλειαν.
7.22.1ἐτελεύτησε δὲ ὑπ’ἀρρωστίᾳ ἐν ᾧπερ καὶ ὁ πατὴρ ἀγρῷ δύο τοῦ πατρὸς ὕστερον ἔτεσι καὶ μησὶν ὀκτὼ καὶ ἡμέραις εἴκοσι βασιλεύσας, προβὰς εἰς ἡλικίαν ἔτους ἑνὸς πρὸς τοῖς τεσσαράκοντα ·
7.22.2καὶ ἤγειρε τῷ δήμῳ πένθος μέγα, ὥστε κοινὸν αὐτὸ καὶ δημόσιον δογματισθῆναι, καὶ οὐ μᾶλλον ἧν πάντων ἤ ἴδιον ἑκάστου τὸ πάθος · οὐδεὶς γὰρ ἦν, ὃς οὐ τῆς οἰκίας ἐποιεῖτο αὐτοῦ τὴν συμφοράν. ἀρχομένης γοῦν ἑσπέρας αὐτοῦ μεταστάντος σύνοδος ἐγένετο τοῦ λαμπροῦ πλήθους ἐν τῷ βουλευτηρίῳ χάριτας ὁμολογούντων καὶ τεθνηκότι τῷ Τίτῳ · μόνοςτε οὗτος ἐκ πάντων πλείους ἐδέξατο θεραπείας ἐκ λόγων ἤ ζῶντες ἕτεροι.
7.23.1συνηριθμήθη δὲ τοῖς θεοῖς τὴν βασιλείαν ἐπὶ τὸν νεώτερον ἀδελφὸν παραπέμψας Δομετιανόν. ὃν Νερωνα ἤ Καλιγούλαν ἤ Τιβέριον εἰπὼν οὐκ ἄν τις ἁμάρτοι, τοσοῦτον ἔσχε πρὸς αὐτοὺς τὸν ζῆλον οὔτε τοῦ πατρὸς οὔτε τοῦ ἀδελφοῦ μιμησάμενος οὐδέν. ἀλλ’ἐν προοιμίοις μὲν τῆς βασιλείας μετριότητός τινος ἐπεμελήθη, κατὰ μέρος δὲ αὔξων τὴν πονηρίαν εἰς πᾶν προῆλθεν ἡδονῶντε καὶ θυμοῦ καὶ ὠμότητος καὶ ταῦτα ἐνίκα τῇ πλεονεξίᾳ · μίσος οὖν ὡς εἰκὸς ἠκολούθει μέγιστον ὥστε τῶν πατρῴωντε καὶ ἀδελφικῶν ἀγαθῶν τὴν μνήμην ἐκβαλεῖν.
7.23.2οὕτω γοῦν πολλοὺς μὲν ἀνῄρει τῆς συγκλήτου · θεὸν δὲ αὐτὸν ἠνάγκαζε προσαγορεύειν οὐκ ἀνεχόμενος ἀνδριάσι πλὴν χρυσοῖς καὶ ἀργυροῖς τιμᾶσθαι καὶ τούτοις ἐν Καπετωλίῳ.
7.23.3ἐπλήρωσε δὲ καὶ ἐμφυλίου τὰς χεῖρας αἵματος τοὺς ἀνεψιοὺς ἀνελὼν καὶ τὰ τῆς ὑπεροψίας ἤρετο.
7.23.4καὶ τὰς ἐκστρατείας ἐκ μεγίστων ἐποιήσατο συμφορῶν, ἐπὶ Σαρμάταςτε ἅμα καὶ Σκύθας, Δάκαςτε ἅμα καὶ Κάτθας · τάγματε ἓν ἀπώλεσε μετὰ τῶν στρατηγῶν καὶ Σαβῖνος ὑπατικὸς καὶ Κορνήλιος Φοῦσκος ὕπαρχος ἔπεσον σὺν πολλῇ στρατιᾷ.
7.23.5ἐθριάμβευσε δὲ κατ’αὐτῶν ἀναιδῶς. καὶ τὸ Καπετώλιον καὶ τὴν παροδικὴν ἀγορὰν καὶ τὸ Ἴσιον καὶ τὸ Σαράπιον καὶ τὸ Στάδιον ᾠκοδόμησέτε καὶ κατεκόσμησε.
7.23.6μίσουςτε ἐπὶ πλεῖστον προϊόντος συνομόσαντες τῶν περὶ αὐτόν τινες ἐν ταῖς βασιλικαῖς αὐλαῖς αὐτὸν διεχρήσαντο πέμπτῳ καὶ τεσσαρακοστῷ τῆς ἡλικίας ἔτει, τῆς βασιλείας δὲ δεκάτῳ καὶ πέμπτῳ. τὰ νενομισμένα δὲ ἀπεπλήρωσε τῶν ἐν λόγῳ μὲν οὐδείς · μόνον δὲ οἱ ταῖς κοιναῖς ἐπιτεταγμένοι ταφαῖς ἀφανῶς αὐτὸν καὶ ὡς σῶμα ἀπερριμμένον κατώρυξαν.