Paeanius

Abridgment from the Founding of the City, 1

1.1

1.1.1Τῆς Ῥωμαϊκῆς βασιλείας ἐν προοιμίοις οὐδὲν ἐγένετο μεῖόντε καὶ ταπεινότερον · τῇ δὲ κατὰ μικρὸν αὐξήσει καὶ ταῖς ἀεὶ προσθήκαις κατὰ τὴν οἰκουμένην ἅπασαν οὐδὲν οὔτε μεῖζον οὔτε δυνατώτερον μνήμη τῶν ἀνθρώπων φέρει · ταύτης τὴν πρώτην κρηπῖδα κατεβάλετο Ῥωμύλος · ὃς ἐκ Ῥέας Σιλβίας, οὕτω καλουμένης Ἑστιακῆς παρθένου, τῷ Ἄρει συνελθούσης, ὡς πολὺς κατεῖχε λόγος, ἐκ διδύμου γονῆς σὺν ἀδελφῷ Ῥέμῳ προῆλθεν εἰς φῶς ·

1.1.2οὗτος ὀκτωκαίδεκα γεγονὼς ἔτη βίοντε ἔχων τοῖς ποιμέσι συλλῃστεύειν ἐλάχιστόν τι πολίχνιον ἐπὶ τοῦ ὅρους τοῦ Παλλαντίου κατεστήσατο πρώτῃ τοῦ Μαΐου μηνὸς ἔτει τρίτῳ τῆς ἕκτης Ὀλυμπιάδος · τῆς δὲ Ἰλίου καταστροφῆς κατὰ τοὺς τὸ πλεῖστόντε καὶ ἐλάχιστον παραδεδωκότας ἔτει τετάρτῳ καὶ ἐννενηκοστῷ καὶ τριακοσιοστῷ.

1.2

1.2.1Οἰκίσας δὲ τὴν πόλιν καὶ καλέσας αὐτὴν ἐξ ἑαυτοῦ Ῥώμην, πρῶτον μὲν πολὺ πλῆθος ἐκ τῶν περιοίκων εἰσεδέξατο, ἔπειτα δὲ τοὺς προβεβηκότας εἰς ἡλικίαν ἐκλεξάμενος τούτους ἐπέστησε τοῖς λοιποῖς ἡγεμόνας τῶν πρακτέων, σενάτωρας αὐτοὺς καλέσας κατὰ τὴν Ἰταλῶν φωνήν · ἐπειδὴ σένης ἐκεῖνοι καλοῦσι τοὺς γέροντας · σύγκλητον δὲ Ἕλληνες ἐκάλεσαν τὸ συνέδριον, ἐκ τοῦ πρότερον μὲν τοὺς βασιλεύοντας μετὰ δὲ ταῦτα τοὺς ὑπάτους συγκαλεῖντε αὐτοὺς ἐπὶ τὰς βουλὰς καὶ τῶν ψήφων ποιεῖσθαι κυρίους.

1.2.2ἀλλ’ἐπειδὴ τὸ πλῆθος αὐξηθὲν ἤδη συνοίκων ἐστέρητο γυναικῶν καὶ φόβος ἦν ἐπιλιπεῖν τοὺς ἄνδρας, τέχνῃ δέδωκε διαδοχὴν τῷ γένει. παρακαλέσας γὰρ ὡς ἐπί τινα θέαν τὰ γειτνιῶντα τῶν ἐθνῶν ἁρπαγὴν γενέσθαι παρεσκεύασε τῶν παρθένων, ἃς οἱ προκληθέντες ἐπὶ τὴν τέρψιν ἐπηγάγοντο. καὶ τὰς μὲν ἔσχον γαμητὰς ἁρπάσαντες · πόλεμον δὲ τὸ ἔργον ἐκίνησεν, οὗ συστάντος ἡττῶνται Καινιναῖοι καὶ Ἀντεμνάται, Κρουστουμῖνοι, Σαβῖνοι, Φιδηνάται, Βέειοι. συνοικίαι δὲ ἦσαν αὗται, καὶ κατ’οἰκείαν ἀρχὴν ἑκάστη · καὶ μετὰ ταῦτα ἐπολίσθησαν · καὶ ταύταις ἔτι καὶ νῦν Ῥώμη ταῖς πόλεσι περιστεφανοῦται. τούτων οὕτω πραχθέντων, χειμὼν ἐξαίφνης ἐπελθὼν ἀφανῆ τὸν Ῥωμύλον ἐποίησεν. ἐξ ἐκείνου δὲ εἰς τόδε πεπίστευται πρὸς θεοὺς ἀνειλῆφθαι. καθιερώθη οὖν παρὰ τῶν ἀρχομένων ἔτη βασιλεύσας αὐτῶν ἑπτὰ καὶ τριάκοντα.

1.2.3καὶ τέως μὲν τὴν πόλιν διεῖπον καὶ τὴν βασιλείαν ἐπετρόπευον οἱ καλούμενοι σενάτωρες, ἐπὶ ἐνιαυτὸν ὅλον ἐξ ἀμοιβῆς δι’ἡμερῶν πέντε τῆς ἐπιτροπείας ἀπ’ἄλλων εἰς ἄλλους μεθισταμένης.

1.3

1.3.1Μετὰ δὲ τὸν ἐνιαυτὸν Νουμᾶς Πομπίλιος ἀνεκλήθη βασιλεύς. οὗτος πολέμου μὲν ἀπέχετο παντός, τῇ Ῥώμῃ δὲ οὐχ ἧττον Ῥωμύλος ἐγένετο χρήσιμος. νόμουςτε γὰρ αὐτοῖς ἔθηκεν ἔθητε παρέδωκεν, ἀφ’ὧν λῃσταί τινες πρότερον ὑπειλημμένοι καὶ μιξοβάρβαροι ἀμεινόνων ἀνδρῶν δόξαν ἐκτήσαντο. ἱερὰ δὲ αὐτοῖς ἐτέλεσε ναούςτε κατεσκεύασεν. οὕτω δὲ διαθεὶς τὴν πόλιν, τεσσαρακοστῷ καὶ τρίτῳ τῆς βασιλείας ἔτει νοσήσας ἐτελεύτησεν.

1.4

1.4.1Τρίτος διαδέχεται τὴν βασιλείαν Τοῦλλος Ὁστίλλιος. ὑπὸ τούτῳ πάλιν περὶ τοὺς πολέμους ἐπανῆλθε σπουδή. νικῶνται γοῦν Ἀλβανοὶ μάχῃ, τῆς Ῥώμης δυοκαίδεκα διεστῶτες σημείοις (μίλια καλοῦσιν αὐτὰ Ῥωμαῖοι · τὰ χίλια γὰρ βήματα οὕτως ὀνομάζουσι, τοσούτοις βήμασι συμμετρούμενοι τὸ σημεῖον), εἶτ’ἐφεξῆς ἡττῶνται Βέειοι καὶ οἱ ἀπὸ Φιδήνης, οἱ μὲν ἓξ χωριζόμενοι σημείοις; οἱ δὲ ὀκτωκαίδεκα. μετὰ ταύτας δὲ τὰς νίκας καὶ τὴν πόλιν ηὔξησε τὸν Κέλλιον αὐτῇ προσθεὶς λόφον. ἐπὶ τούτοις τοῖς ἔργοις τριάκοντα καὶ δύο τὴν ἀρχὴν κατασχὼν ἐνιαυτοὺς κεραυνοῦ πεσόντος συγκατεφλέχθη τῇ βασιλικῇ στέγῃ.

1.5

1.5.1Τέταρτος παρῆλθεν ἐπὶ τὴν ἀρχὴν Ἄγκος Μάρκιος, ἔκγονος ἀπὸ θυγατρὸς τοῦ Νουμᾶ Πομπιλίου. οὗτος ἤρατο πόλεμον πρὸς Λατίνους καὶ τῇ πόλει συνῆψε τὴν Ἀβάντινον λόφον Ἰανίκουλόντε · πολίχνην ἐδείματο ἐπὶ θαλάσσης πρὸς ταῖς τοῦ θύμβριδος ἐκβολαῖς, αἳ τῆς Ῥώμης ἓξ καὶ δέκα διεστήκασι σημείοις. τετάρτῳτε καὶ εἰκοστῷ τῆς βασιλείας ἔτει νόσῳ διεφθάρη.

1.6

1.6.1Διεδέξατο δὲ τὴν βασιλείαν Ταρκύνιος Πρίσκος ὀνομαζόμενος · οὗτος τὸ μὲν τῆς συγκλήτου συνέδριον διπλάσιον ἐποίησε τῷ τῶν σωμάτων ἀριθμῷ καὶ τῇ πόλει δὲ τὸν ἱππόδρομον ᾠκοδόμησε · θεάτρωντε ἐνεστήσατο τέρψιν Ῥωμάνην καλέσας τὴν θέαν · ἥτις ἐξ ἐκείνου καὶ εἰς τόδε τελεῖται τὴν αὐτὴν ἔχουσα προσηγορίαν. ἔτι δὲ Σαβίνους εἷλε μάχῃ, καὶ πολλῆς αὐτοὺς ἀφελόμενος γῆς προσεκύρωσε τῇ Ῥώμῃ. πρῶτος δὲ θριαμβεύων εἰς τὴν Ῥώμην εἰσῆλθε. τείχητε ἐδείματο καὶ τὰς ὑδρορόας ἤγουν ἀμάρας · καὶ τῆς τοῦ Καπιτωλίου κατασκευῆς ἤρξατο. ὀκτώτε ἐπὶ τοῖς τριάκοντα βασιλεύσας ἐνιαυτοὺς ὑπὸ τῶν Ἄγκου παίδων ἀνῃρέθη, παρ’οὗ τὴν βασιλείαν αὐτὸς ἀνεδέξατο.

1.7

1.7.1Ἕκτος ὑποδέχεται τὴν ἀρχὴν Σερούιος Τούλλιος, ἐξ ἐπισήμου γεγονὼς μητρός · καὶ αἰχμαλωσίας καὶ δουλείας περιέπεσε τύχῃ. οὗτος ὑπηγάγετο Σαβίνους καὶ τρισὶ λόφοις ηὔξησε τὴν πόλιν, τῷ Κυριναλίῳ καὶ τῷ Βιμιναλίῳ καὶ τῷ Ἐσκυλίνῳ · τάφρουςτε ὤρυξε πρὸ τοῦ τείχους κύκλῳ · καὶ ταῖς ἀπογραφαῖς τῶν σωμάτων ἔδωκεν ἀρχὴν οὔπω παρ’οὐδενὶ τῶν ἐθνῶν ἐγνωσμέναις. ἀπογραφέντες οὖν οἱ τὴν Ῥώμην οἰκοῦντες ὑπ’αὐτῷ συνήχθησαν εἰς ἀριθμὸν ὀγδοήκοντα τριῶν χιλιάδων, μετὰ τῶν ἐν τοῖς ἀγροῖς οἰκούντων. τελευτὴν μέντοι τοῦ βίου ἐδέξατο παρὰ τοῦ γαμβροῦ Ταρκυνίου Σουπέρβου · δηλοῖ δὲ τοῦτο ἐπώνυμον ὑπερήφανον · παῖς δὲ ἦν οὗτος Ταρκυνίου τοῦ Πρίσκου, παρ’οὗ τὴν βασιλείαν σφαγεὶς οὗτος ἐδέξατο.

1.8

1.8.1Ἐπιλαμβάνεται δὴ τῆς βασιλείας οὗτος Σούπερβος Ταρκύνιος, ἕβδομόςτε ὢν τῶν βασιλέων καὶ ὕστατος · καὶ νικᾷ μὲν Βολούσκους, ἔθνος ὂν ἐπὶ τὴν Καμπανίαν, οὐ πόρρω τῆς Ῥώμης · αἱρεῖ δὲ ἐπὶ τούτοις Γαβίαν καὶ Σύεσσαν τὴν Πομητίαν πόλεις · ἔθετότε μετὰ Τούσκων σπονδάς · ναόντε ᾠκοδόμησε ἐν τῷ καλουμένῳ Καπιτωλίῳ. μετὰ ταῦτα πολιορκῶν τὴν Ἄρδεαν, πολίχνην δέκα καὶ ὀκτὼ σημείοις πόρρω τῆς Ῥώμης, τὴν ἀρχὴν ἀπέλαβεν.

1.8.2 γὰρ ὁμώνυμος αὐτοῦ παῖς ἐπιφανῆ γυναῖκα Λουκρητίαν, ἧς πολὺς ἦν ἐπὶ σωφροσύνῃ λόγος, Ταρκυνίῳ Κολλατίνῳ συνοικοῦσαν ἐβιάσατο. τοῦτο ἐξήγγειλεν Λουκρητία τῷτε ἀνδρὶ καὶ τῷ πατρί · καὶ μηνύσασα τὸ πάθος ἐν ὀφθαλμοῖς αὐτῶν ἑαυτὴν διεχρήσατο. ἐνταῦθα δὲ Βροῦτος, γένει προσήκων τῷ Ταρκυνίῳ, τὸν δῆμον ἀθροίσας ἀφαιρεῖται τῆς βασιλείας τὸν Ταρκύνιον, πλείω ποιησάμενος τοῦ κοινοῦ λόγον τοῦ γένους.

1.8.3τούτῳ δὲ καὶ τοῦ δήμου τῷ δόγματι στρατιὰ συνηκολούθησε, μεθ’ἧς ἐπολιόρκει τὴν Ἄρδεαν · τετάρτῳτε καὶ εἰκοστῷ ἔτει βασιλείας μετὰ τῆς γαμετῆς καὶ τῶν παίδων φυγὴν ἑαυτοῦ κατεψηφίσατο.

1.8.4οὕτως ὑπὸ βασιλεῦσιν ἑπτὰ τοῖς ὅλοις ἔτεσι διακοσίοις τεσσαράκοντα καὶ τρισὶ τὰ τῆς Ῥώμης διῳκήθη πράγματα. μικρὰ δὲ ἦν ἔτι τὰ τῆς δυνάμεως αὐτῆς, τῶν ὁρίων αὐτῆς οὐδαμόθεν ὑπὲρ πεντεκαίδεκα σημείων ἐκτεινομένων.

1.9

1.9.1Ἐντεῦθεν τὸ μετὰ τῶν βασιλέων ἐπαύσατο, μετηνέχθη δὲ εἰς τὴν τῶν ὑπάτων ἀρχήν. δύο δὲ ἦσαν οὗτοι καὶ ἐτήσιοι · ὥστε κἂν ἕτερον φαῦλον συμβαίη εἶναι, καταφεύγειν ἐπὶ τὸν ἕτερον, τῷ δὲ χρόνῳ περατουμένην μετριωτέραν εἶναι τὴν δυναστείαν. ἀνάγκη γὰρ ἦν ἀρίστους εἶναι δημαγωγοὺς εἰδότας ὡς κατὰ τὸν χρόνον ἔσονται τῶν ἀρχομένων.

1.9.2γίνονται τοίνυν ὕπατοι τῷ πρώτῳ ἔτει μετὰ τοὺς βασιλεῖς Λούκιος Ἰούνιος Βροῦτος τῆς Ταρκυνίου μάλιστα καθαιρέσεως αἰτιώτατος καὶ Ταρκύνιος Κολλατῖνος τῆς Λουκρητίας ἀνήρ, ἧς ὑβρισθείσης ἐπράχθη τὰ περὶ Ταρκύνιον ·

1.9.3ἀλλ’ Κολλατῖνος εὐθὺς τῆς ἐξουσίας ἀφῃρέθη · (ἔδοξε γὰρ μηδένα ἐπὶ τῆς Ῥώμης εἶναι Ταρκύνιον ὀνομαζόμενον) καὶ τῆς οὐσίας προσαφαιρεθεὶς ἀπεώσθη τῆς πόλεως.

1.9.4ἀντικατέστη δὲ αὐτῷ Λούκιος Οὐαλέριος Πουβλικόλας.

1.10

1.10.1Τούτων οὖν τὴν ὕπατον ἐχόντων ἀρχὴν τῆς βασιλείας ἀφαιρεθεὶς Ταρκύνιος ἐπηγάγετο τῇ Ῥώμῃ πόλεμον. καὶ συναγείρας ἔθνη πολλὰ δι’ὅπλων ἔσπευδεν ἐπανελθεῖν εἰς τὴν βασιλείαν. ὡς δὲ τὸ πρῶτον συνέμιξαν, μὲν βροῦτος καὶ Ταρκυνίου παῖς ἀλλήλους ἀνεῖλον · οἱ δὲ λοιποὶ Ῥωμαῖοι ταύτῃ τῇ μάχῃ νικήσαντες ἀνεχώρησαν ἐπ’οἴκου. αἱ τοίνυν γυναῖκες ὡς τῆς σεμνότητος καὶ σωφροσύνης ὑπέρμαχόντε καὶ προστάτην ἐνιαυσιαίῳ πένθει καθάπερ πατέρα κοινὸν ἐτίμησαν.

1.10.2Πουβλικόλας δὲ Σπούριον Λουκρήτιον Τρικιπιτῖνον κοινωνὸν ἑαυτῷ καὶ συνύπατον ἐχειροτόνησε, τὸν πατέρα τῆς Λουκρητίας. τούτου δὲ ὑπεξελθόντος νόσῳ τὸν βίον αὖθις Ὁράτιον Πούλβίλλον συνῆψεν ἑαυτῷ πρὸς τὴν ὕπατον ἀρχήν. γὰρ δὴ λειπόμενος ἀεὶ κύριος ἦν τῆς τοῦ κοινωνοῦ χειροτονίας.

1.10.3οὕτω δὴ συνέβη τὸν πρῶτον τῶν ὑπάτων ἐνιαυτὸν πέντε σχεῖν ὑπάτους Ταρκυνίου μὲν Κολλατίνου διὰ τὴν προσηγορίαν ἀπωσθέντος, Βρούτου δὲ πεσόντος ἐν τῇ μάχῃ, Λουκρητίου δὲ τὴν ἐκ τῆς ἀρρωστίας τελευτὴν ὑπομείναντος.

1.11

1.11.1Τῷ δευτέρῳ δὲ μετὰ τοὺς βασιλέας ἔτει Ταρκύνιος αὖθις ἐκίνησεν ὅπλα κατὰ τῆς Ῥώμης ὑπὲρ τῆς βασιλείας πρὸς συμμαχίαν ἐπικαλεσάμενος τὸν Πορσήναν · οὗτος δὲ ἦν Τούσκων βασιλεύς · καὶ μικροῦ μὲν τῆς Ῥώμης κατεκράτησεν · ἡττηθεὶς δὲ ὅμως ἀπῆλθε ·

1.11.2καὶ τρίτῳ μετὰ τοὺς βασιλέας ἐνιαυτῷ ὡς εἶδεν αὐτῷ τὰ περὶ τῆς βασιλείας οὐ χωροῦντα κατὰ νοῦν, ἤδη γὰρ καὶ Πορσήνας σπονδὰς ἐπεποίητο πρὸς Ῥωμαίους, ἐν Τουσκόλῳ πολιχνίῳ τῆς Ῥώμης οὐ πόρρω καταπλαγεὶς τὸν Μούκιον ἐπιβάλλοντα τῇ φλογὶ τὴν δεξιὰς εἰκόνατε γενόμενον ἀνδρείαςτε καὶ καρτερίας τῶν Ῥωμαίων, μεταστὰς σὺν τῇ γαμετῇ καὶ τοῖς φιλτάτοις τεσσαρεσκαίδεκα διετέλεσεν ἐνιαυτοὺς ἐκεῖτε κατεγήρασε.

1.11.3τετάρτῳ δὲ μετὰ τοὺς βασιλέας ἔτει Σαβῖνοι Ῥωμαίοις ἐπήγαγον πόλεμον.

1.11.4ἡττηθέντων δὲ αὐτῶν πανστρατὶ οἱ Ῥωμαῖοι τὴν νίκην ἐθριάμβευσαν. ἔτει πέμπτῳ Οὐαλέριος, Βρούτου συνύπατος, τετάρτην ἤδη πεπληρωκὼς ὑπατείαν τὸ κοινὸν ὑπέμεινε τέλος ἐν τοσαύτῃ πενίᾳ καὶ ἀπορίᾳ τῶν ἀναγκαίων, ὥστε ἐκ συνεισφορᾶς τοῦ δήμου τὴν ταφὴν αὐτοῦ γενέσθαι. καὶ τοῦτον δὲ αἱ γυναῖκες ὥσπερ τὸν Βροῦτον κατὰ τὸν ἴσον χρόνον ἐπένθησαν.

1.12

1.12.1Ἐνάτῳ μετὰ τοὺς βασιλέας ἔτει τοῦ βασιλεύσαντος Ταρκυνίου Σουπέρβου γαμβρὸς τιμωρῆσαι τῷ κηδεστῇ βουληθεὶς παμμεγέθη στρατιὰν συνέλεξε. τότε τοίνυν προσεπενοήθητε καὶ ᾑρέθη κατὰ τὴν Ῥώμην ἀρχή · δικτατοῦραν αὐτὴν ἐκάλουν ἐπιχωρίως · σημαίνει δὲ ἀναγόρευσιν φωνὴ διὰ τὸ λέγειν μετὰ τὸν δῆμον, οὐ ψηφηφορεῖν δὲ ὡς ἐπὶ τῶν ὑπάτων, τῷ ῥήματι δὲ ἀκολουθεῖν τὴν ἐξουσίαν. αὕτη δὲ δυνατωτέρα μὲν τῆς μεγίστης ὑπατείας ἦν, ἓξ μησὶ δὲ παρετείνετο μόνον. τοσοῦτον γὰρ ἔδοξεν αὐτὴν συστεῖλαι κατὰ τὸν χρόνον, ὅσον ὑπερέβαινε τῷ μεγέθει. κατὰ δὲ τὸν αὐτὸν τοῦτον χρόνον καὶ ἄρχων ἱππέων ἀνεδείχθη · ἀκολουθεῖ δὲ καὶ αὐτὸς τῷ δικτάτωρι καθάπερ τις ἀξιόχρεως ὑπουργός.

1.12.2συνελόντι δὲ εἰπεῖν, οὐδεμία τῶν ἐπὶ τῆς Ῥώμης ἀρχῶν ὡς δικτατοῦρα τῇ νῦν βασιλείᾳ προσεῴκει. μετὰ ταύτης γοῦν, μᾶλλον δὲ ὑπὸ ταύτῃ τῇ προσηγορίᾳ καὶ Αὔγουστος Ὀκταβιανὸς (περὶ οὗ μικρὸν ὕστερον ἐροῦμεν) καὶ πρὸ ἐκείνου Γάϊος Καῖσαρ, κατὰ μικρὸν τὴν μὲν πολιτείαν καταλύοντες ἁρπάζοντες δὲ τὴν βασιλείαν διέλαθον.

1.12.3πρῶτος οὖν ἐγένετο δικτάτωρ Λάρκιος · μάγιστρος δὲ τῶν ἱππέων πρῶτος Σπούριος Κάσιος.

1.13

1.13.1Ἕκτῳ δὲ καὶ δεκάτῳ μετὰ τοὺς βασιλέας ἐνιαυτῷ στάσις ἐπέπεσε τῷ δήμῳ τῶν Ῥωμαίων ἀγανακτοῦντι, καὶ δεινὰ πάσχειν ὑπὸτε τῆς συγκλήτου καὶ τῶν ὑπάτων αἰτιωμένῳ καὶ οὐ πρότερον ἐπέσχεν οὗτος θόρυβος, πρὶν καὶ αὐτὸς αὑτῷ κατέστησεν ἄρχοντας οἰκείους καὶ οἱονεί τινας ἐκδίκους τοῦ πλήθους, οὓς δημάρχους ἐκάλεσε, τριβούνους πλήβις κατὰ τὴν αὐτῶν φωνήν. ἐπίστευσε δὲ δῆμος διὰ τούτων ἀσφάλειαν αὐτῷ πρὸς τὴν τῆς συγκλήτου καὶ τῶν ἀρχόντων ἐξουσίαν ὑπάρξειν.

1.14

1.14.1Τῷ δὲ ἑξῆς ἐνιαυτῷ Βουλοῦσκοι τὸν πόλεμον ἀνενεώσαντο καὶ συμμίξαντες ἡττήθησαν καὶ τὴν μεγίστην ἑαυτῶν πόλιν Κουριόλους ἀπώλεσαν τῶν νικησάντων γενομένην.

1.15

1.15.1Ὀκτωκαιδεκάτῳ δὲ μετὰ τοὺς βασιλέας ἔτει Κύντος Μάρκιος τοῦ πολέμου τοῦ κατὰ Βουλούσκων στρατηγός, καὶ τὴν πόλιν αὐτῶν ἑλὼν τοὺς Κουριόλους, ἀπολιπὼν τὴν Ῥώμην προσεχώρησε τοῖς Βουλούσκοις, ὑπό τινος ὀργῆς τοῦτο παθών καὶ πολὺ συνήγαγε συμμαχικὸν καὶ πολλάκις ἐνίκησε πολέμῳ τοὺς οἰκείους.

1.15.2καὶ πλησίον αὐτῆς ἐγένετο τῆς πόλεως ἀπὸ πέντε σημείων ὡς αὐτίκα πολιορκήσων · πρεσβευσαμένων δὲ τῶν Ῥωμαίων οὐ πρότερον ἔφη τῆς ὀργῆς λήξειν τὴν αὐτοῦ μητέρα Βετουρίαν καὶ τὴν γαμετὴν Βουλομνίαν πρὸς αὐτὸν ἐλθεῖν. γίνεται δὴ τοῦτο · καὶ τοῖς ὀδυρμοῖς τῶν γυναικῶν ἐπικλασθεὶς ἀπεκίνησε τὸν στρατόν.

1.15.3καὶ δεύτερος οὗτος μετὰ τὸν βασιλέα Ταρκύνιον ὅπλα κατὰ τῆς πατρίδος ἐκίνησεν.

1.16

1.16.1Φαβίου δὲ καὶ Βεργινίου τὴν ὑπατείαν ἐχόντων τριακόσιοι τῆς Ῥώμης ἄνδρες ἐπιφανεῖς ἐκ τῆς Φαβίου καταγόμενοι συγγενείας αὐτοὶ καθ’ἑαυτοὺς κατὰ τῶν Βεειέντων ἐξεστράτευσαν, ὑποσχόμενοι καὶ τῷ δήμῳ καὶ τῇ συγκλήτῳ τὸν πάντα κατορθώσειν πόλεμον.

1.16.2οὗτοι δὲ πάντες, ἀξιόχρεως ἕκαστος μεγάλης ἡγεμὼν εἶναι στρατιᾶς, πανωλεθρίᾳ διεφθάρησαν.

1.16.3ἐκ τοσούτου δὲ τοῦ Φαβίου γένους εἷς ὑπελείφθη μόνος, ὃς οὐχ οἷόςτε ἐγένετο διὰ τὴν νεότητα παραγενέσθαι τῇ μάχῃ. μετὰ ταῦτα γίνεται τῶν σωμάτων πάλιν ἀπογραφὴ κατὰ τὴν πόλιν, καὶ συνηριθμήθη πλῆθος ἀνδρῶν ἑκατὸν δέκα καὶ ἑπτὰ χιλιάδες καὶ τριακόσιοι καὶ δέκα καὶ ἐννέα.

1.17

1.17.1Τῷ δὲ ἑξῆς ἐνιαυτῷ κατὰ τὸ Ἄλγιδον ὄρος δωδεκάτῳ τῆς πόλεως σημείῳ ἐνεδρευθεὶς Ῥωμαϊκὸς στρατὸς συνεκλείσθη. χειροτονεῖται τοίνυν δικτάτωρ Λούκιος Κύντιος Κικιννάτος · ἐν γὰρ ταῖς μεγίσταις ἀνάγκαις ἐπὶ ταύτην ἐφέροντο τὴν ἀρχήν. ἀγρὸν δὲ ἔχων Κικιννάτος καὶ τοῦτον αὐτῷ σώματι γεωργῶν ἐφεστηκώςτε ἀρότρῳ παρέλαβε τὴν ἐξουσίαν · καὶ τὸν ἱδρῶτα τὸν ἀπὸ τῆς γηπονίας μεταβαλὼν ἐνέδυ τὸ σχῆμα, τραβέαν τόγαν αὐτὴν ὀνομάζουσιν, ἐκ τῆς ὁπλίσεως τῆς Ῥωμύλου μετενεχθεῖσαν εἰς φάρος. καὶ τοὺς πολεμίους ἀπολέσας ἠλευθέρωσε τὴν στρατιάν.

1.18

1.18.1Τριακοσιοστῷ δὲ καὶ ἑνὶ μετὰ τὸν τῆς Ῥώμης συνοικισμὸν ἐνιαυτῷ τὸ τῶν ὑπάτων μετεβάλετο εἰς ἑτέραν ἀρχὴν. ἀντὶ γὰρ τῶν ὑπάτων δέκα κατέστησαν, οἷς πᾶσα τῆς πόλεως ἐπετράπη διοίκησις. ἐκαλοῦντο δὲ οὗτοι δεκανδρικοί. ὀρθῶς δὲ διαγενόμενοι κατὰ τό πρῶτον ἔτος εἶτα μετεβλήθησαν. Ἄππιος γὰρ Κλαύδιος, εἷς ἐκ τῶν δέκα, Βεργινίου τινὸς θυγατέρα παρθένον, ὃς ἐν τῷ πολέμῳ κατὰ τὸ Ἄλγιδον ὄρος πρὸς Λατίνους ἐτύγχανεν ἀνδρειότατα μεμαχημένος, ἠβουλήθη διαφθεῖραι πρὸς βίαν · ἀλλ’ πατὴρ αὐτὴν πρὸ τῆς ὕβρεως ἀνεῖλε. τοῦτο συνεκίνησε τὸν στρατόν, καὶ τοὺς δέκα τιμωρίᾳ παραδόντες καὶ αὐτὴν αὐτοῖς συνανεῖλον τὴν ἀρχήν.

1.19

1.19.1Τῷ δὲ ἑξῆς ἐνιαυτῷ Φιδηνάται πρὸς τὴν Ῥώμην ἤραντο πόλεμον, συμμάχοις κεχρημένοι Βεείοις καὶ τῷ τούτων βασιλεῖ Τουλουμνίῳ. Βέειοι δὲ καὶ Φιδηνάται, καθάπερ ἐν τοῖς πρόσθεν εἴρηται, τῆς Ῥώμης ἐκ γειτόνων οἰκοῦσι, Φιδηνάται μὲν ἓξ κεχωρισμένοι σημείοις · Βέειοι δὲ ὀκτωκαίδεκα. συνεπῆλθον δὲ καὶ Βολούσκοι. τότε τοίνυν Μάμερκος Αἰμίλιος δικτάτωρ χειροτονηθεὶς καὶ λαβὼν ἄρχοντα τῶν ἱππέων Λούκιον Κυΐντιον Κικιννάτον τόντε πόλεμον ἔλυσε καὶ τὸν βασιλέα Τολούμνιον ἀνεῖλε · Φιδῆναίτε πόλις ἑάλω καὶ κατεσκάφη.

1.20

1.20.1Εἴκοσι δὲ ὕστερον ταύτης τῆς μάχης ἐνιαυτοῖς Βέειοι πάλιν ἐκίνησαν τὸν πόλεμον καὶ χειροτονεῖται κατ’αὐτῶν δικτάτωρ Φούριος Κάμιλλος, ὃς πρότερον μὲν αὐτοὺς κατεπολέμησε. μετὰ ταῦτα δὲ τὴν πόλιν περικαθίσας καὶ αὐτὴν εἷλεν, ἀρχαιοτάτηντε τῆς Ἰταλίας καὶ τοῖς πᾶσιν ἀφθονωτάτην. μετὰ ταύτην αἱρεῖ Φαλίσκους, πόλιν οὐχ ἥττω τῆς προτέρας. ἀλλ’ἐπανέστη φθόνος ἐκ ταύτης αὐτῷ τῆς εὐημερίας, αἰτίαντ’ἔσχεν, ὡς οὐ προσηκόντως διέλοι τῇ στρατιᾷ τὰ τοῦ πολέμου λάφυρα; κατεκρίθητε καὶ ἀπεώσθη τῆς Ῥώμης.

1.20.2κατὰ δὲ τοῦτον τὸν χρόνον Γάλλοι Σένωνες ὥρμησαν ἐπὶ τὴν Ῥώμην καὶ γενομένης μάχης ἑνδεκάτῳ τῆς πόλεως σημείῳ παρὰ τὸν Ἄλλιον ποταμὸν ἐπεσῆλθον φεύγουσι τοῖς Ῥωμαίοις, οὐδενὸς ἀντάραντος, μέχρι τῆς πόλεως αὐτῆς · καταφεύγοντες δὲ εἰς τὸ Καπετώλιον ἐκεῖ συνέσωζον ἑαυτούς. λιμοῦ δὲ λοιπὸν συνέχοντος αὐτούς, ἐφίσταται κάμνουσιν Φούριος Κάμιλλος ἐκτὸς τῆς πόλεως ἐκ τῆς εἰρημένης κρίσεως διάγων.

1.20.3καὶ νικᾷ μὲν αὐτοὺς τῇ πρώτῃ συμπλοκῇ. ὡς δὲ οὐκ ἐξεχώρουν τοῦ ἄστεος, ὠνήσαντο Ῥωμαῖοι τὴν ἀναχώρησιν αὐτῶν χρυσίῳ. τοῦτο οὐκ ἤνεγκε μετρίως Κάμιλλος · παραχρῆμα δὲ ἐπεξελθὼν τῇ τῶν Γάλλων στρατιᾷ αὐτήντε διέφθειρε καὶ τὸ δοθὲν ἀνέλαβε χρυσίον καὶ τὰ σημεῖα τὰ στρατιωτικά, ἅπερ ἦσαν ἐν τῇ προτέρᾳ μάχῃ παρὰ τῶν Ῥωμαίων ἀφῃρημένοι (σίγνα καλοῦσιν αὐτὰ Ῥωμαῖοι), πάντα ἀναλαβὼν τρίτον ἐν τῇ πατρίδι θρίαμβον ἐθριάμβευσεν ἐπεκλήθητε δεύτερος Ῥωμύλος ὡς οἰκιστὴς καὶ αὐτὸς τῆς Ῥώμης γεγενημένος.