Paeanius

Abridgment from the Founding of the City, 10

10.1

10.1.1οἱ μὲν οὖν ἐπαύσαντο τῆς ἀρχῆς, Κωνστάντιος δὲ καὶ Γαλλέριος τὴν τῶν Αὐγούστων προσλαμβάνουσι προσηγορίαν καὶ διαιροῦνται τὴν βασιλείαν, ὥστε τὰς μὲν Γαλλίας καὶ τὴν Ἰταλίαν καὶ τὴν Ἀφρικὴν ὑπὸ Κωνσταντίῳ τετάχθαι, τὰ δὲ τῶν Ἰλλυριῶν καὶ τὰ πρὸς ἕω καὶ τὴν Ἀσίαν ἅπασαν ὑπὸ τῷ Γαλλερίῳ. καὶ χειροτονοῦνται παρ’αὐτῶν Καίσαρες δύο.

10.1.2ἀλλὰ Κωνστάντιος ἀρκεῖν ἡγούμενος αὐτῷ τὴν τοῦ Αὐγούστου καὶ προσηγορίαν καὶ τιμὴν μόνον μετεποιήθη τῶν ἐν Γάλλοις πραγμάτων τὴν Ἰταλίαν καὶ τὴν Ἀφρικὴν ἀφείς, ἀνὴρ πάσης ἀρετῆς μέτοχος καὶ πάντας κοινότητι παρελθών. καὶ οἰκεῖον γὰρ ἡγούμενος πλοῦτον τὸν τῶν ὑπηκόων τὰς μὲν ἐκείνων συνεκρότει κτήσεις, τὰς δὲ βασιλικὰς παρὰ φαῦλον ἐποιεῖτο. φασὶ γοῦν αὐτὸν λέγειν ὡς ἄμεινον παρὰ τοῖς ἰδιώταις τὴν τοῦ βασιλέως εὐπορίαν εἶναι μικρῷ περικεκλεῖσθαι χωρίῳ. οὕτω δὲ μετρίαν εἶχε τὴν τῶν ἀναγκαίων παρασκευὴν ὡς ἐν τοῖς πολυανθρωποτέροις τῶν συμποσίων παρὰ τῶν ἰδιωτῶν αἰτεῖν ἀργυρᾶτε σκεύη καὶ τὴν λοιπὴν ἀφθονίαν.

10.1.3τοσοῦτον δὲ ἦν αὐτοῦ παρὰ τοῖς Γάλλοις τὸ φίλτρον ὥστε αὐτῷ κατὰ τὴν γνώμην ἀνακινεῖσθαι τὰ τῶν ἀνθρώπων, μάλιστα ἐπειδήπερ ἐπίστευον αὐτοῦ χάριν τῆςτε δολερᾶς ἀγχινοίας Διοκλητιανοῦ καὶ τῆς φονικῆς Ἑρκουλίου θρασύτητος ἠλευθερῶσθαι. τελευτᾷ μὲν οὖν Κωνστάντιος ἐν Ἐβοράκῳ πόλει Βρεττανικῇ τρίτῳ καὶ δεκάτῳ τῆς βασιλείας ἔτει καὶ συναριθμεῖται τοῖς θεοῖς.

10.2

10.2.1Γαλλέριος δὲ ἀνὴρ καὶ κατ’ἀρετὴν αὐτῷ προσφερὴς καὶ τὴν τῶν πολέμων ἐμπειρίαν ἔχων ἀνδρείᾳτε καὶ τοὺς πώποτε νενικηκὼς αἰσθόμενος ἔτι Κωνσταντίου περιόντος ἀναγκαίως αὐτῷ προσήκειν τῶντε Ἰταλικῶν καὶ Ἀφρικῶν ἐπιμεληθῆναι πραγμάτων (ἐπειδήπερ αὐτῶν ἀφειστήκει πρὸ τῆς τελευτῆς Κωνστάντιος) δύο Καίσαρας ἐχειροτόνησε · Μαξιμιανὸν μὲν ἐπέστησε τοῖς ἑῴοις, Σευῆρον δὲ τοῖς ἐν Ἰταλίᾳ ·

10.2.2αὐτὸς δὲ ἐν τοῖς Ἰλλυριοῖς διέτριβε. πολλοὶ δὲ τῇ σχέσει τῇ πρὸς Κωνστάντιον ἐνεχείρισαν Κωνσταντίνῳ τὴν βασιλείαν τῷ τούτου παιδὶ διάγοντι κατὰ τὰς Βρεττανίας · καὶ τὴν ἀρχὴν ἐδέξατο τοῦ πατρὸς ἐξ ἀνίσων αὐτῷ γεγενημένος γάμων.

10.2.3τούτων οὕτω διακειμένων τὸ τάγμα τῶν πραιτωριανῶν ἔκ τινος αἰτίας εἰς στάσιν ἀρθὲν Μαξέντιον τὸν Ἑρκουλίου παῖδα πρὸ τῆς Ῥώμης ἐχειροτόνησεν ἐν ἀγρῷ διατρίβοντα. καὶ ἐπειδή τις ἤγγειλε τοῦτο τῷ πατρί, λαβὼν ἐλπίδα τοῦ πάλιν ἀνακτήσασθαι τὴν ἐξουσίαν ἣν ἀπέθετο καταλαμβάνει τὴν Ῥώμην ἀπὸ τῆς Λουκανίας, ἔνθα μετὰ πολλῆς εὐδαιμονέστατα διετέλει τῆς ἡσυχίας (καὶ γὰρ ἐπιτερπέστατον ἦν τὸ χωρίον), γράφειτε πρὸς Διοκλητιανὸν προτρέπων καὶ αὐτὸν ἐπὶ τὴν ἴσην γνώμην. ἀλλὰ Διοκλητιανὸς μὲν κατεγέλασε τῶν γραμμάτων, δὲ Γαλλέριος τὴν τῶν πραιτωριανῶν ἀταξίαν μαθὼν Σευῆρον ἀποστέλλει τὸν Καίσαρα τιμωρὸν τοῦ τολμήματος.

10.2.4ὃς ἀφικόμενος μετὰ πολλῆς στρατιᾶς περικαθεσθεὶς τὴν πόλιν κατελείφθη ὑπὸ τῶν οἰκείων τῷ Μαξεντίῳ προστεθέντων. καὶ φυγὼν ἐπὶ τῆς Ῥαβέννης ἀνῃρέθη.

10.3

10.3.1Ἑρκούλιος δὲ Μαξεντίου πατὴρ ἐν μέσῳ τῷ στρατῷ δημηγορῶν ὡς καταφανὴς ἐγένετο τὸν μὲν παῖδα παρωθούμενος, ἐφ’ἑαυτὸν δὲ τὴν ἐξουσίαν ἄγων, μετὰ πολλὰς τὰς ἐπ’αὐτῷ γενομένας λοιδορίας ἀπεχώρησεν ἐπὶ τὰς Γαλλίας πλαττόμενος ὑπὸ τοῦ παιδὸς ἐληλάσθαι, ὥστε ἀφορμὴν αὐτῷ τοῦτο γενέσθαι τῆς πρὸς Κωνσταντῖνον σχέσεως, ὃς ἦν αὐτῷ γαμβρὸς ἐπὶ θυγατρί ·

10.3.2τὸ δὲ ἀληθὲς ἐπραγματεύετο τὸν Κωνσταντίνου φόνον, ὃς ἤδη τῷ φίλτρῳ τῶν ἀρχομένων παρελήλυθε τὸν πατέρα Φράγγουςτε νενικηκὼς καὶ Ἀλαμανοὺς καὶ τοὺς βασιλέας αὐτῶν ὑφ’ἑαυτῷ πεποιημένος, οὓς καὶ θηρίοις παραδοὺς ἐν κοινῇ θέᾳ διέφθειρεν · οὗτος δόλος Ἑρκουλίου τὴν θυγατέρα Φαύσταν οὐκ ἔλαθε Κωνσταντίνῳ συνοικοῦσαν · ἀλλ’ἐπαγγέλλει τὸ τοῦ πατρὸς ἐγχείρημα. δέει τοίνυν τοῦ γαμβροῦ μεμαθηκότος ἤδη τὴν ἐπιβουλὴν φεύγει καὶ γενόμενος ἐν τῇ Μασσαλίᾳ παρασκευαζόμενόςτε ἐκεῖθεν ἐπὶ τὸν υἱὸν ἐκπλεῦσαι Μαξέντιον ἀνῃρέθη δικαιοτάτην ὑπομείνας τελευτὴν ὠμότητόςτε καὶ τοῦ θηριώδους τρόπου χάριν · πρὸς γὰρ τῇ κακίᾳ ταύτῃ πρὸς πάντας ἦν ἄπιστος καὶ τῆς κοινῆς πολιτείας λυμεὼν κοινότητος παντοδαπῆς ἀλλότριος.

10.4

10.4.1ἐν τούτῳ τῷ χρόνῳ Γαλλέριος ἤγαγεν εἰς βασιλείαν Λικίννιον γνώριμον αὐτῷ γεγενημένον ἐκ τῆς πρὸς Ναρσῆν τὸν Πέρσην μάχης · τῶν γὰρ ἀνδρειότατα μεμαχημένωντε καὶ ἠριστευκότων ἦν. καὶ μετὰ τοῦτο εὐθὺς Γαλλέριος ἐτελεύτησε.

10.4.2τέσσαρέςτε λοιπὸν τῶν Ῥωμαϊκῶν ἐκράτησαν πραγμάτων, Κωνσταντῖνος καὶ Μαξέντιος ἐξ Αὐγούστων γεγενημένοι, καὶ Λικίννιος καὶ Μαξιμιανὸς ἐξ ἰδιωτῶν πρὸς τὴν ἀρχὴν κεκλημένοι.

10.4.3Κωνσταντῖνος μὲν οὖν πέμπτῳ τῆς βασιλείας ἔτει στρατεύσας ἐπὶ Μαξέντιον ἐμφύλιον συνῆψε μάχην ἐκράτησέτε αὐτοῦ πανστρατιᾷ · μετ’οὐ πολὺ δὲ καὶ αὐτὸν ἀνεῖλεν ἐν τῇ γεφύρᾳ τῇ καλουμένῃ Μολβίᾳ πολὺν ὄλεθρον κατὰ τῆς συγκλήτου βουλευόμενον, προσέθηκέτε τὴν Ἰταλίαν τῇ βασιλείᾳ.

10.4.4Μαξιμιανὸς δέ τις νεωτερίσας ἐπήγαγε Λικιννίῳ πόλεμον ἐν τοῖς μέρεσι τοῖς ἑῴοις καὶ τελευτᾷ τὸν βίον πρὶν εἰς ἔργον τὶ προελθεῖν ἐξαπιναίως ἔν Ταρσῷ τῆς Κιλικίας.

10.5

10.5.1οὐ μὴν ἡσύχασε Λικιννίῳ τὰ πράγματα. Κωνσταντῖνος γὰρ στρατηγεῖντε ἀγαθὸς ὢν καὶ ἀνδρειότατος ἐν ταῖς μάχαις δυνατώτατόςτε ἤδη ἐν ταῖς προσθήκαις γεγενημένος ἐπήγαγεν αὐτῷ πόλεμον ἐπιθυμίᾳ τῆς τοῦ παντὸς ἀρχῆς παρὰ φαῦλον ποιησάμενος τὴν ἀπὸ τοῦ γάμου συγγένειαν · κηδεστὴς γὰρ ἦν αὐτῷ Λικίννιος ἐπ’ἀδελφῇ Κωνσταντίᾳ. καὶ πρῶτον μὲν ἐν Κιβάλει πόλει Παιονικῇ πολλὴν συναγείραντα δύναμιν καὶ παρασκευῇ πάσῃ χρώμενον ἀθρόως ἐπελθὼν διεσκέδασεν ἐκράτησέτε Δαρδάνων καὶ Μυσῶν καὶ Μακεδόνων καὶ πολλῶν ἑτέρων ἐθνῶν, ὧν Λικίννιος ἐβασίλευσε.

10.6

10.6.1μετὰ δὲ ταῦτα πολλαῖς αὐτῷ συμπλακεὶς μάχαις σπονδάςτε θέμενος, εἶτα καὶ ταύτας ὑπερβάς, ἐπειδὴ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἡττημένος Λικίννιος καὶ οὐ δὲ ὑπὸ τῶν ὅρκων ὠφελούμενος πρὸς τὴν θεσσαλονίκην κατέφυγεν, ἀνεῖλέτε αὐτὸν καὶ κατέστη μόνος αὐτοκράτωρ τρεῖς ἔχων ὑφ’ἑαυτῷ Καίσαρας τοὺς ἑαυτοῦ παῖδας, ὅπερ οὐδέπω πρότερον τῶν Ῥωμαϊκῶν ἔσχε πραγμάτων κατάστασις.

10.6.3ἐκ ταύτης τῆς εὐπραγίας μετεβλήθη τοὺς τρόπους καὶ τῆς κοινότητος ὑπερεῖδε τῆς πολλῆςτε ἐκείνης πρᾳότητος ἀφεῖλεν, ἣν ἐν προοιμίοις ἐπεδείξατο, προῆλθέτε εἰς ὠμότητα, δι’ἣν καὶ αἵμασιν οἰκείων ἐμιάνθη σωμάτων υἱοῦτε καὶ ἀδελφιδοῦ φόνον ἐργασάμενος φίλοιςτε ὡς πλείστοις τὴν χεῖρα ἐπιβαλών.

10.7

10.7.1συνελόντι δὲ εἰπεῖν ἀρξάμενος μὲν τῆς βασιλείας τοῖς ἀρίστοις συνηριθμήθη τῶν βασιλευσάντων, τελευτῶν δὲ μόλις ἐξισώθη τοῖς μέσοις. καίτοι καὶ ῥώμῃ σώματος καὶ ἀρετῇ ψυχῆς οἷόςτ’ἂν ἐγένετο διαλάμψαι · δόξηςτε γὰρ ἐπεθύμει πολεμικῆς καὶ πρὸς ἀριστείαν ἦν ἕτοιμος. τύχη δὲ ἠκολούθει μὲν αὐτοῦ τοῖς ἐγχειρήμασι δεξιά, τὰς ἀρετὰς δὲ οὐκ ἔκρυπτεν, ἀλλ’ἐκείνων ἐνομίζετο καὶ ταύτης ἦν. Σκύθας τοι κατεπολέμησε σπονδάςτε κατ’ἐξουσίαν ἐποιήσατο · πολύςτε ἦν αὐτοῦ παρὰ τοῖς βαρβάροις λόγος, ὥστε τοὺς πλείστους ἀμοιβὰς ἐποφείλειν αὐτῷ νομίζειν.

10.7.2καὶ τῆς ἐλευθέρου παιδείας καὶ τῶν λογικῶν ἐπιστημῶν ἀντείχετο καὶ τοῦ παρὰ πάντων φίλτρου μήτε δωρεᾶς ὑπὲρ τούτου μητ’ἄλλης σπουδῆς μετὰ τοῦ σεμνοῦ φειδόμενος. τῶν φίλων δέ τισι μὲν ἠπίστει, τινὰς δὲ ἀναμφισβητήτως ἐθεράπευσεν οὐδεμίαν καταλιπὼν ὑπερβολὴν ἀλλὰ πλουσίουςτε αὐτοὺς καὶ δυνατοὺς ἀποφαίνων.

10.8

10.8.1νόμους δὲ τοὺς μὲν δι’αὐτὸ τὸ κακὸν ἔθηκε μόνον, τοὺς δὲ ἐκ περιουσίας πρὸς οὐδὲν χρήσιμον · ἔστι δὲ οὓς ἀπηνέστερον συνέγραψεν ὡς διὰ τούτου τάξιν ἐπιθήσων τῇ πολιτείᾳ.

10.8.2παρασκευαζόμενος δὲ ἐπιστρατεῦσαι κατὰ Περσῶν τὴν Μεσοποταμίαν ἐνοχλούντων ἑνὶ καὶ τριακοστῷ τῆς βασιλείας ἔτει, τῆς δὲ ἡλικίας ἑξηκοστῷ καὶ ἕκτῳ κατὰ τὴν Βιθυνίαν ἐτελεύτησεν ἐν Νικομηδικῷ χωρίῳ.

10.8.3καὶ τὴν τελευτὴν αὐτοῦ πρὸ ἄλλου τινὸς ἀγγέλου τοῖς πανταχοῦ κομήτης ἀστὴρ ἐμήνυσεν ἐπὶ πολλαῖς ἀνίσχων ταῖς ἡμέραις. μὲν οὖν συνηριθμήθη τοῖς θεοῖς.

10.9

10.9.1διαδέχονται δὲ τὴν βασιλείαν οἱ τρεῖς παῖδες καὶ Δαλμάτιος ἀδελφοῦ παῖς Καίσαρ κεχειροτονημένος. ἀλλὰ Δαλμάτιος μὲν εὐθὺς ἀνῃρέθῃ (φύσεώςτε ἀρίστης νεανίσκος καὶ τῷ θείῳ μᾶλλον ἐμφερὴς) στρατιωτῶν αὐτὸν κελεύοντος Κωνσταντίου διαχρησαμένων τὴν ἐπιβουλὴν οὐκ ἀγνοοῦντος.

10.9.2Κωνσταντῖνος δὲ τὸν ἀδελφὸν Κώνσταντα ἐν Ἀκυλίᾳ τῇ πόλει τῆς Ἰταλίας ἀπερισκέπτως ἐνστρεφόμενος ταῖς μάχαις ἔπεσε παρὰ τῶν ἡγεμόνων τῆς ἐναντίας παρατάξεως δεξάμενος τὴν πληγήν.

10.9.3τὴν πᾶσαν δὴ λοιπὸν ἀρχὴν ἔσχον Κώνσταςτε καὶ Κωνστάντιος · ἀλλ’ μὲν ἀνδρείᾳτε καὶ δικαιοσύνῃ τὸ πρῶτον ἐκλάμψας Κώνστας ἔπειτα καὶ ὑπὸ νόσου καὶ ὑπὸ τῆς τῶν συνόντων πονηρίας ἐξ ἀρετῆς εἰς κακίαν ἰσόρροπον μετέστη καὶ τοῖςτε ὑπηκόοις ὢν βαρὺς τῷ στρατεύματίτε ἀηδὴς ἐξ ἐπιβουλῆς Μαγνεντίου νεωτερίσαντος ἀνῃρέθη πλησίον τῆς Ἱσπανίας ἐν φρουρίῳ Ἑλένῃ καλουμένῳ ἑπτακαίδεκα βασιλεύσας ἐνιαυτούς, τριακοστὸν δὲ τῆς ἡλικίας ἐκπληρώσας, στρατιώτης οὐκ ἀγεννὴς οὐ δὲ εὐκαταφρόνητος τῇ στρατιᾷ, τοὐναντίον δὲ φοβερώτατος οὐχὶ ὠμότητος ἀλλ’ἀνδρείας ποιούσης φόβον.

10.10

10.10.1Κωνσταντίῳ δὲ οὐ κατὰ τὸν ἀδελφὸν ἀπήντησε τὰ τῆς τύχης. Περσῶν γὰρ ἀεὶ καὶ μάχῃ κρατηθέντων καὶ ληφθέντων αἰχμαλώτων καὶ πόλεις ἀποβαλόντων καὶ πολιορκίαις καταδαπανηθέντων ἐν τοῖς ἔμπροσθεν οὐδέποτε Κωνστάντιος κατὰ Σαπώρου τοῦ τῶν Περσῶν βασιλεύοντος εὐτυχῶς ἐπολέμησε πλὴν ἐν Σιγγάροις · ἔνθα δὴ νίκην αὐτὸν ἀνελέσθαι παντελῆ τῶντε ἱππέων καὶ τῶν ὁπλιτῶν προπέτεια οὐ συνειδότων τὸν καιρὸν διεκώλυσεν · ἀρχομένης γὰρ ἑσπέρας προεκαλέσαντο τὴν μάχην.

10.10.2καὶ μετὰ τὴν Κώνσταντος δὲ τελευτὴν Ἰταλίας καὶ Ἀφρικῆς καὶ Γάλλων ὑπὸ Μαγνεντίῳ τελούντων οὐ δὲ τὰ τῶν Ἰλλυριῶν ἦν ἐν ἡσυχίᾳ τῆς ἐκεῖ στρατιᾶς πρὸς φυλακὴν τῆς χώρας Βετρανίωνά τινα πρεσβύτην ἀνειπούσης καὶ περιθείσης αὐτῷ τὴν ἁλουργίδα · ὃς ἐπίσημος μὲν ἦν ἐκ πολλῶν πολέμων καὶ τῆς κατ’αὐτοὺς εὐτυχίας, ἀρετῆς δὲ ἐραστὴς οἷαν εἰκὸς τὸν ἐν ὅπλοις ὄντα ἐργάζεσθαι, ὅλης τῆς παλαιότητος εἰκών · παιδείας δὲ ἀμέτοχος τῆς ἐν λόγοις καὶ αὐτῶν ἄπειρος τῶν γραμμάτων πλὴν ὅσον τῆς τούτων ἐπεμελήθη γνώσεως ἀφ οὗπερ ἐβασίλευσε.

10.11

10.11.1Κωνστάντιος δὲ τιμωρῆσαι τἀδελφῷ προελόμενος Βετρανίωνα μὲν ἀφείλετο τῆς ἀρχῆς συνθεμένου καὶ συνεργοῦντος τοῦ στρατοῦ. θέαμάτε ἐγένετο καινὸν εἰς ἰδιώτην ἐκ βασιλέως μεθιστάμενος.

10.11.2Νεπωτιανὸν δὲ τὸν ἀνεψιὸν ἐξ ἀδελφῆς τοῦ πατρὸς γεγενημένον καὶ τυραννήσαντα κατὰ τὴν Ῥώμην διὰ χειρὸς τῶν αὐτόθι μονομαχούντων Μαγνεντίου στρατηγοὶ διεχρήσαντο εἰκοστῇ ὀγδόῃ τῆς τυραννίδος ἡμέρᾳ μεγάλης προαπολόμενον τῶν ἀρχομένων βλάβης · οἷος ἂν ἐγένετο περιγενόμενος, μικρὸς ἔδειξε χρόνος. καὶ τὴν κεφαλὴν ἀποτεμόντες δόρατίτε ἐμπήξαντες ἐν τοῖς τοῦ δήμου περιήγαγον ὀφθαλμοῖς, τοὺς συνειδότας δὲ τῇ πράξει κατέσφαξαν τὰς οὐσίας ποιήσαντες δημοσίας.

10.12

10.12.1ἀλλὰ καὶ Μαγνέντιος ἐν Μούρσῃ νικηθεὶς μικροῦ μὲν καὶ αὐτὸς ἑάλω. τοσοῦτος δὲ ἐγένετο φόνος ἐξ ἑκατέρου στρατεύματος ὥστε μεγίστην ἐνεγκεῖν τοῖς κοινοῖς ζημίαν. πολὺν γὰρ ἂν ἔτεκον τῇ πόλει θρίαμβον, εἰ πρὸς ἄλλο […] […] […]