Paeanius

Abridgment from the Founding of the City, 4

4.1

4.1.1τὰ μὲν οὖν Ἄφρων ὑπὸ Ῥωμαίοις ἦν · ἠκολούθησε δὲ Μακεδονικὸς πόλεμος πρὸς τὸν βασιλέα Φίλιππον πρώτῳ καὶ πεντηκοστῷ καὶ πεντακοσιοστῷ τῆς πόλεως ἔτει.

4.2

4.2.1πρὸς ὃν Τίτος Κύντιος Φλαμίνιος ἐκπεμφθεὶς νικᾷτε αὐτὸν καὶ τίθεται σπονδάς ·

4.2.2ὥστε καὶ τῶν πόλεων αὐτὸν ἀπέχεσθαι τῶν Ἑλληνικῶν, αἳ προσεκεχωρήκεσαν Ῥωμαίοις παρὰ τὸν τοῦ πολέμου καιρόν, καὶ τοὺς αἰχμαλώτους καὶ προσηλύτας ἀποδοῦναι καὶ μὴ πλείους ἔχειν πεντήκοντα νηῶν, τὰς δὲ λοιπὰς ἁπάσας παραδοῦναι · ὡς δὲ καὶ τοῖς ἑξῆς ἐνιαυτοῖς διδόναι φόρον ἐτήσια τετρακισχίλια τάλαντα ἀργυρίου καὶ προσέτι τὸν υἱὸν Δημήτριον ὅμηρον παραδοῦναι.

4.2.3μεταστήσας δὲ ἐπὶ τοὺς Λακεδαιμονίους Φλαμίνιος τὴν στρατιὰν κρατεῖτε αὐτῶν μάχῃ καὶ τὸν στρατηγὸν αἱρεῖ συνθήκας ἃς ἐβουλήθη ποιησάμενος ὑπόσπονδον θριαμβεύων εἰς τὴν Ῥώμην εἰσῆλθε προτρεχόντων αὐτῷ τοῦ ἅρματος Δημητρίουτε τοῦ Φιλίππου παιδὸς καὶ Ἀρμένου τοῦ Νάβιδος.

4.3

4.3.1οὕτω καὶ τῶν Μακεδονικῶν καὶ τῶν Λακωνικῶν ἡσυχασάντων πρὸς Ἀντίοχον τὸν βασιλεύοντα Συρίας ἀνεφύη πόλεμος. ὕπατοι δὲ ἦσαν Πούβλιος Κορνήλιος Σκηπίων καὶ Μάρκος Ἀκίλιος Γλαβρίων ·

4.3.2συνεμάχει δὲ τῷ μὲν Ἀντιόχῳ πεφευγὼς ἐκ τῆς Καρχηδόνος Ἀννίβας (δέος γὰρ αὐτὸν ἐξήγαγε τῆς πατρίδος ὡς Ῥωμαίοις ἐκδοθησόμενον), Ῥωμαίοις δὲ Μακεδόνων βασιλεὺς Φίλιππος.

4.3.3γίνεται δὲ νυκτομαχία κατὰ τὴν Ἀχαῒαν ὑφ’ἡγεμόνι τῷ Γλαβρίωνι καὶ τῆς μὲν παρεμβολῆς τοῦ βασιλέως οἱ Ῥωμαῖοι γίγνονται κύριοι · φεύγει δὲ ἐκεῖνος ἐπὶ τὸ λοιπὸν τῆς βασιλείας. Φιλίππῳ δὲ Δημήτριος παῖς ἀπεδόθη · τῆς συμμαχίας χάριν.

4.4

4.4.1τούτους διαδέχονται τοὺς ὑπάτους Λούκιος Κορνήλιος Σκηπίων (ἀδελφὸς ὢν τοῦ κληθέντος Ἀφρικανοῦ καὶ ἀδελφὸς αὐτῷ χειροτονεῖται ληγάτος) καὶ Γάϊος Λαίλιος · καὶ φέρεται κλήρῳ τὰ τοῦ πολέμου τοῦ πρὸς Ἀντίοχον ἐπὶ τὸν Σκηπίωνα. καὶ πρότερον μὲν ναυμαχίᾳ τῆς βασιλικῆς ἐκράτησε στρατιᾶς · ἡγεμόνα δὲ εἶχεν Ἀννίβαν στόλος ·

4.4.2ἔπειτα δὲ καὶ αὐτὸν Ἀντίοχον ἐν Μαγνησίᾳ τῇ πρὸς Σιπύλῳ τῆς Ἀσίας νικᾷτε καὶ εἰς φυγὴν φυγὴν τρέπει · κοινωνὸς δὲ αὐτῷ ταύτης ἐγένετο τῆς μάχης Εὐμενὴς Ἀττάλου τοῦ τῆς Ἀσίας βασιλέως ἀδελφός, ὃς ἐπώνυμον ἑαυτῷ πόλιν ἐδείματο τὸ Εὐμένιον · ἐν ταύτῃ τῇ μάχῃ πέντε μυριάσι πεζομάχων καὶ τρισχιλίοις ἱππεῦσιν ἥττων βασιλικὸς ἐγένετο στρατός.

4.4.3αἰτεῖ γοῦν εἰρήνην Ἀντίοχος καὶ δίδωσιν σύγκλητος ἐφ’αἷς καὶ πρότερον προὔτεινε συνθήκαις οὐ βαρύνασα τὰς σπονδὰς ὡς ἡττημένῳ. αἱ συνθῆκαι δὲ εἶχον ᾧδε · τῆς μὲν Εὐρώπης αὐτὸν καὶ τῆς Ἀσίας ἀποχωρεῖν ἁπάσης · μένειν δὲ ἐπὶ τῶν ἐντὸς τοῦ Ταύρου πρὸς ἀνίσχοντα ἥλιον · εἰσενέγκαι δὲ μυρία τάλαντα καὶ ὁμήρους εἴκοσι παραδοῦναι · τόντε Ἀννίβαν ἐκδοῦναι ὡς τῶν ταραχῶν ἐκείνῳτε καὶ αὐτοῖς αἰτιώτατον. τὰ μὲν πρὸς Ἀντίοχον τάδε · Εὐμενεῖ δὲ τῆς συμμαχίας χάριν ἐδωρήθησαν αἱ πόλεις τῆς Ἀσίας, ἃς ἐξελελοίπει κατὰ τὰς σπονδὰς Ἀντίοχος. Ῥοδίοιςτε καὶ αὐτοῖς συμμεμαχηκόσι πολλαὶ τῶν πόλεων ὑπακούειν ἐπετάχθησαν. δὲ Σκηπίων ἐπὶ τούτοις τοῖς ἔργοις ἐθριάμβευσε κτησάμενος καὶ αὐτὸς ἀπὸ τῶν κατορθωθέντων ὄνομα · τοῦτο δὲ ἦν Ἀσιατικός.

4.5

4.5.1Σπουρίου δὲ Ποστουμίου Ἀλβίνου καὶ Κύντου Μάρκου Φιλίππου τὴν ὑπατείαν εἰσδεξαμένων Φούλβιος μὲν κατὰ Αἰτωλῶν ἐθριάμβευσεν ·

4.5.2Ἀννίβας δὲ ἀσθενέστερον τὸν Ἀντίοχον ὁρῶν καταφεύγει πρὸς Προυσίαν τὸν Βιθυνῶν βασιλέα. αἰτούντων δὲ αὐτὸν Ῥωμαίων διὰ τοῦ Φλαμινίου παραχρῆμα ἐξεδόθη · καὶ φόβῳ τῆς τιμωρίας φάρμακον σπάσας ἀποθνήσκει · καὶ θάπτουσιν αὐτὸν ἐν Λιβύσσῃ τῆς Βιθυνίας χωρίῳ, καὶ τάφος ἐς τόδε ὁρᾶται.

4.6

4.6.1κατὰ τοῦτον τὸν χρόνον Φίλιππος μὲν ἐτελεύτησεν βασιλεὺς τῆς Μακεδονίας. δὲ τούτου παῖς (Περσεὺς ἦν ὄνομα αὐτῷ) ἐτυράννησε κατὰ Ῥωμαίων πολλὴν συλλέξας στρατιὰν συμμαχικόντε οὐ μικρόν ·

4.6.2Κότυντε γὰρ τὸν Θρᾳκῶν βασιλέα καὶ Γέντιον τὸν Ἰλλυριῶν ἐπεκέκλητο. παρασκευὴ τοίνυν ἦν ἑκατέρωθεν ἅπασα Ῥωμαίοις ἐπικουρούντων Εὐμενοῦςτε, ὃς τῆς Ἀσίς ἐκράτει, καὶ τοῦ Καππαδοκῶν βασιλέως Ἀριαράτου καὶ τῆς Συρίας Ἀντιόχου καὶ Πτολεμαίου τοῦ Αἰγύπτου καὶ Μασινίσσου τοῦ Νουμίδου. Προυσίας γὰρ, εἰ καὶ κηδεστὴς ἦν ἐπ’ἀδελφῇ τοῦ Περσέως, ἑκατέροις γε ὅμως αὐτὸν ἴσον παρέσχεν ·

4.6.3ἡγεῖτο δὲ τῆς Ῥωμαϊκῆς στρατιᾶς Πούβλιος Λικίννιος ὕπατος τοῦτον αὐτῷ τὸν πόλεμον ἀποκληρώσαντος τοῦ δήμου · καὶ νικᾶται τῇ μάχη. καίτοι νενικηκὼς Περσεὺς εἰρήνην ἐπαγγείλας παρὰ τῶν Ῥωμαίων διήμαρτεν · γὰρ δῆμος οὐκ ἔφη δώσειν, εἰ μὴ καὶ αὐτὸς ἑαυτὸν καὶ τοὺς αὐτοῦ πάντας ἐκδοίη τοῖς αὐτοὺς παραστησαμένοις.

4.6.4δεύτερος οὖν ἐπ’αὐτὸν πέμπεται Λούκιος Αἰμίλιος Παῦλος · καὶ Γάϊος Ἄννιος ἑτέρῳ στρατεύματι ἐπὶ τὸν Ἰλλυριὸν Γέντιον. μὲν οὖν Γέντιος ἅματε συνέμιξε καὶ ἡττήθη καὶ τοῖς Ῥωμαίοις ἑαυτὸν παρέδωκεν ἅμα τῇ μητρὶ καὶ γαμετῇ καὶ παισὶ δύο καὶ δὴ καὶ ἀδελφῷ · καὶ τὸ ἔθνος πᾶν ἐκτήθη. ἐγένετο δὲ τὸ ἔργον ἐν ἡμέραις τριάκοντα · ἔφθασέτε τὴν τῆς συμπλοκῆς τῆς νίκης ἀκοή.

4.7

4.7.1Παῦλος δὲ τρίτῃ τοῦ μηνὸς τοῦ Σεπτεμβρίου συμμίξας τῷ Περσεῖ διέφθειρε μὲν αὐτοῦ χιλιάδας εἴκοσι τοῦ πεζοῦ. ἐκεῖνον δὲ ἐδίωξε μετὰ τῆς ἵππου αὐτοῦ οὐ δὲ ἑκατὸν ἀποβαλὼν τῶν μαχομένων · αἱ μὲν οὖν πόλεις εὐθὺς προσεχώρησαν Ῥωμαίοις · Περσεὺς δὲ ὑπὸ τῶν συμπεφευγότων καταλειφθεὶς ἑαυτὸν παρέδωκε Ῥωμαίοις ·

4.7.2καὶ Παῦλος οὐχ ὡς ἡττημένον οἶδεν, ἀλλὰ καὶ προσπίπτοντα πρὸς τὰ γόνατα ἀνώρθωσε καὶ καθέδρας ἠξίωσε τῆς αὑτοῦ καὶ τῆς ἄλλης μετέδωκε τιμῆς.

4.7.3ἐντεῦθεν Ἰλλύριοιτε καὶ Μακεδόνες ὑπὸ Ῥωμαίοις ἐτέλουν ὅροις τοῖσδε · εἶναι μὲν αὐτοὺς αὐτονόμους, τῇ πόλει δὲ τῇ Ῥωμαίων εἰσφέρειν ὧν τοῖς βασιλεῦσιν εἰσέφερον μέρος ἥμισυ, πείθειν γὰρ ἠβούλοντο Ῥωμαῖοι τοὺς ὑπηκόους, ὡς οὐκ ἐπιθυμοῦσι χρημάτων. τοὺς μὲν ὅρους τούτους ἐν κοινῷ τῶν πανταχόθεν πρέσβεων ἀπήγγειλεν Παῦλος · ἐκάλεσέτε αὐτοὺς εἰς εὐωχίαν φάσκων χρῆναι καὶ νικᾶντε ὅπλοις καὶ νενικημένους ἑστιᾶν Ἑβδομήκοντα δὲ τῶν Ἠπειρωτικῶν πόλεων ἀντιταττομένας ἔτι Ῥωμαίοις εἷλε πολιορκίᾳ καὶ τὴν ἐκ τοῦ πολέμου λείαν διένειμε τῷ στρατῷ.

4.8

4.8.1σὺν μεγίστῃτε εἰς τὴν Ῥώμην ἐπανῆκε πομπῇ νεὼς ἐπιβεβηκὼς Μακεδονικῆς, τοῦ βασιλεύσαντος ἦν Περσέως παμμεγέθης, ὡς δεκαπέντε χωρεῖν ἐρέτας ἐξ ἀμφοτέρων τῶν πλευρῶν.

4.8.2καὶ ἀποβὰς ἐθριάμβευσεν ἐφ’ἅρματος χρυσοῦ τοῖς δύο παισὶ περιεστοιχισμένος προτρεχόντων τοῦ ἅρματος αὐτοῦ Περσέως πέντε καὶ τετταράκοντα γεγονότος ἐνιαυτοὺς καὶ υἱέων δύο.

4.8.3ἐδόθη δὲ καὶ Ἀννίῳ κατὰ τῶν Ἰλλυρίων θρίαμβος, οὗ καὶ αὐτοῦ προεπόμπευσαν Γέντιόςτε καὶ ἀδελφὸς Γεντίου καὶ οἱ παῖδες.

4.8.4τούτων τῶν θριάμβων μετέσχον εἰς τὴν Ῥώμην ἀφικόμενοι Ἀτταλόςτε καὶ Εὐμενὴς ἐκ τῆς Ἀσίας καὶ Προυσίας ἐκ τῆς Βιθουνίας. δῶράτε προσεκόμισαν, προσιέμενοι Ῥωμαῖοι προσέταξαν ἐναποτεθῆναι τῷ Καπετωλίῳ. Προυσίας δὲ καὶ τὸν υἱέα τὸν ἑαυτοῦ Νικομήδη παρεκατέθετο τῷ δήμῳ.

4.9

4.9.1τῷ δὲ ἑξῆς ἐνιαυτῷ Λούκιος Μέμμιος τοὺς Λυσιτανοὺς ἐνίκησε πολέμῳ καὶ μετὰ τοῦτον Μάρκελλος.

4.10

4.10.1 κἀντεῦθεν τρίτος κατὰ τῶν Ἄφρων ἐκινήθη πόλεμος ἑξακοσιοστῷ μὲν καὶ ἑνὶ τῆς πόλεως ἔτει, πεντηκοστῷ δὲ καὶ δευτέρῳ μετὰ τὴν τοῦ δευτέρου τοῦ κατὰ Ἀννίβα πολέμου λύσιν.

4.10.2ὕπατοι δὲ χειροτονηθέντες Λούκιος Μάλλιος Κηνσωρῖνος καὶ Μάρκος Μανίλιος ἐπὶ τὴν Ἀφρικὴν ἐξέπλευσαν καὶ τῇ Καρχηδόνι προσεκάθηντο πολιορκοῦντες · ἡγεῖτο δὲ Καρχηδονίων τοῦ πεζοῦ μὲν Ἀσδρούβας, τῶν δὲ ἱππέων Φαμέας.

4.10.3συνῆν δὲ τοῖς ὑπάτοις ἀρχήν τινα στρατιωτικὴν ἔχων Σκηπίων Σκηπίωνος ἔκγονος τοῦ κληθέντος Ἀφρικανοῦ · οὗ τοσοῦτον ἦν παρὰ τοῖς πολεμίοις δέος καὶ τοσοῦτον παρὰ τῆς ἀνδρείας θαῦμα ὡς βουλευομένουτε ἄριστα καὶ ἐπιτελοῦντος ἔργοις τὰ δοκοῦντα ὀξέως, ὥστε τοὺς ὑπάτους αὐτοὺς κοινωνὸν μὲν αὐτὸν καὶ βουλῆς καὶ ἐγχειρημάτων ἔχειν, αὐτῷ δὲ χρῆσθαι πρὸς τὰ πρακτέα, ἐπειδήπερ ἑώρων τοὺς πολεμίους τὴν πρὸς αὐτὸν ἐκκλίνοντας συμπλοκήν.

4.11

4.11.1Μασινίσσας γοῦν τῶν Νουμίδων βασιλεὺς τὴν πρὸς Ῥωμαίους φιλίαν ἔτεσιν ἑξήκοντα τετηρηκώς, ἡνίκα ἀπέθνησκεν ἐνενηκοστὸν καὶ ἕβδομον τῆς ἡλικίας πεπληρωκὼς ἔτος, Σκηπίωνα ἱκέτευσε τοῖς παισὶ τοῖς αὐτοῦ (τέσσαρες δὲ οὗτοι ἦσαν καὶ τετταράκοντα) τὴν βασιλείαν διελεῖν.

4.12

4.12.1αὕτη τοῦ Σκηπίωνος δόξα τὸν δῆμον ἔπεισε τὴν ὑπατείαν ἐπ’αὐτὸν ἐπαγαγεῖν τῆς νεότητος οὔπω τοῦτο ἐπιτρεπούσης · καὶ θᾶττον ἐλπίδος αἱρεῖ τὴν Καρχηδόνα καὶ κατασκάπτει ·

4.12.2καὶ τὸν κόσμον ἅπαντα τῆς πόλεως τὸν ἐκ πολέμων αὐτῇ συνειλεγμένον λαβὼν τοῦτον εὐθὺς ἀπέδωκε τῶν πόλεων ταῖς ἀφῃρημέναις · αὐτὸς δὲ ἐπανῆλθε · καὶ δοθέντος αὐτῷ θριάμβου προσετέθη καὶ τὸ ἐπώνυμον τοῦ πάππου ·

4.12.3Ἀφρικανὸς γάρ τοι νέος καὶ οὗτος ἐπεκλήθη.

4.12.4ἀπώλετο τοίνυν Καρχηδὼν ἑπτακοσιοστῷ πέμπτῳ μετὰ τὸν συνοικισμὸν ἔτει.

4.13

4.13.1κατὰ τούτους τοὺς χρόνους ἀνήρ τις Ψευδοφίλιππος ἀντῆρε χεῖρας Ῥωμαίοις καὶ τὸν πραίτωρα Ἰουβέντιον ἐπ’αὐτὸν χωρήσαντα μετὰ τοῦ στρατεύματος ἐνίκησε τῇ μάχῃ καὶ πανωλεθρίᾳ διέφθειρεν. ἀλλὰ Μέτελλος δεύτερος ἐπελθὼν ἐνίκησέτε αὐτὸν καὶ πεντακισχιλίους ἀνελὼν ἀνεκτήσατο τὴν Μακεδονίαν ὑφ’ἑαυτῷτε τὸν Ψευδοφίλιππον ἐποίησε.

4.14

4.14.1τότε καὶ Κορίνθῳ πόλει τῶν Ἑλλήνων ἐπιφανεστάτῃ πόλεμος ἐπηνέχθη Ῥωμαϊκός, ἐπειδὴ κατὰ τῶν ἐκ Ῥώμης πρεσβευτῶν πεπαρῳνήκεσαν · καὶ Μούμμιος ἐκπεμφθεὶς εἷλε ταύτην καὶ κατέσκαψε.

4.14.2τρεῖςτε ἅμα θρίαμβοι θέαμα καινὸν ἐφάνησαν ἐπὶ τῆς Ῥώμης · ἐξ Ἀφρικῆς μὲν Σκηπίωνος, οὗ τῶν ἁρμάτων Ἀσδρούβας ἡγεῖτο · Μετέλλου δὲ ἐκ Μακεδονίας, οὗ προέτρεχεν Ἀνδρίσκος (τοῦτο γὰρ ἦν ὄνομα τῷ Ψευδοφιλίππῳ) · κατὰ Κορινθίων δὲ Μουμμίου πολλῶν αὐτὸν κατακοσμούντων χαλκῶντε ἀγαλμάτων καὶ σανίδων γραφαῖς ἐξησκημένων.

4.15

4.15.1οὐ μὴν πάντα τὰ Μακεδόνων ἡσύχαζεν. ἀλλ’αὖθις ἕτερος Ψευδοπερσεὺς παῖδα λέγων ἑαυτὸν Περσέως οἰκετικὴν συλλέξας στρατιὰν ἐπεχείρει πολεμεῖν, ὥστε αὐτῷ τοὺς ὁπλίτας εἰς ἑξακισχιλίους τελεῖν πρὸς τοῖς μυρίοις. ἀλλὰ τοῦτον ἔπαυσε μάχῃ νικήσας Τρεμέλλιος.

4.16

4.16.1κατὰ τὸν αὐτὸν δὲ χρόνον Μέτελλος ἐν Ἱσπανίᾳ πρὸς Κελτοὺς Ἴβηρας ἐμαχέσατο γενναίως ·

4.16.2καὶ παραδίδωσι τήντε ἀρχὴν καὶ τὸν πόλεμον Πομπηΐῳ. εἶτ’ἐφεξῆς αὐτόςτε καὶ Πομπήϊος καὶ Κύντος Καιπίων ἐπὶ τὸν Πουρίανθον ἐξεπέμφθησαν. ὃς ἐν τῇ Λυσιτανίᾳ κατὰ Ῥωμαίων ἤρξατο πολέμου καὶ τοὺς Ἱσπανοὺς ἀνηρέθισε τέταρτον ἤδη καὶ δέκατον ἔτος ἡσυχάσαντας. ἦν δὲ Πουρίαθος ποιμήν, εἶτα ληστρικὸν · μετῆλθε βίον, τελευτῶν δὲ εἰς τοῦτο ἦλθε παρανοίας ὡς ἐν νῷ λαβεῖν ἐλευθερῶσαι δύνασθαι τοὺς Ἱσπανοὺς ἀπὸ τῶν Ῥωμαίων ·

4.16.3 μὲν οὖν ὑπὸ τῶν οἰκείων ἀνῃρέθη, Καιπίων δὲ τοῖς ἀνελοῦσι μισθὸν ἐπαγγέλλουσιν ἀπεκρίνατο μηδαμῶς ἀρέσκειν Ῥωμαίοις ἀναιρεῖσθαι τὸν ἡγούμενον ὑπὸ τῶν ὑπηκόων.

4.17

4.17.1Πομπήϊος δὲ τῇ πρὸς Νουμαντίνους ἡττηθεὶς μάχῃ σπονδὰς ἐπονειδίστους ἐποιήσατο · καὶ Ὁστίλιος δὲ Μαγκῖνος μετ’αὐτὸν ὕπατος ἀναλαβὼν τὴν μάχην χαλεπώτερόντε ἡττηθεὶς Πομπήϊος ἐπὶ σπονδαῖς ἀνεχώρησεν αἰσχροτέραις, ὡς τὸν δῆμον τὸν τῶν Ῥωμαίων μήτε δέξασθαι τὰς σπονδὰς καὶ τὸν Μαγκῖνον παραδοῦναι τοῖς πολεμίοις πεισόμενον τι ἂν αὐτοῖς δοκῇ. ἐν τοσαύτῃ τοίνυν ἀτιμίᾳ διπλῇ καὶ ἥττης καὶ συνθήκης ἐκπέμπεται Σκηπίων καλούμενος Ἀφρικανὸς μετὰ τῆς ὑπατικῆς ἐξουσίας.

4.17.2οὗτος πρότερον μὲν ἐπεμελήθη τῆς στρατιᾶς ὑπὸ τοῖς προτέροις ἡγεμόσι διεφθαρμένης γυμνασίοιςτε αὐτοὺς καταμελετῶν καὶ χωρὶς ὠμότητος καὶ τιμωρίας εἰς τὸ δέον ἐπανάγων · ὡς δὲ ἥρμοσε τοὺς ἄνδρας, ἐπῆλθε τῶν πόλεων ταῖς ἀποστάσαις · καὶ τοὺς μὲν σφᾶς αὐτοὺς παραδόντας, τοὺς δὲ πολιορκίαις ἐπηγάγετο. τελευταῖον δὲ ἐπὶ τὸ κεφάλαιον ἦλθε τοῦ πολέμου τὴν Νουμαντίαν · καὶ προσκαθεσθεὶς λιμῷτε πιέσας τοὺς ἔνδον τήντε πόλιν εἷλε καὶ κατέσκαπτε · καὶ τὸ ἔθνος ἅπαν ἀπέδωκε τῇ Ῥώμῃ.

4.18

4.18.1ἐν τούτῳ τῷ χρόνῳ τελευτᾷ τῆς Ἀσίας βασιλεὺς Ἄτταλος Εὐμενοῦς ἀδελφὸς κληρονόμῳ χρησάμενος τῷ δήμῳ Ῥωμαίων · καὶ γίγνεται κύριος τῆς Ἀσίας δῆμος τῷ τῆς διαδοχῆς δικαίῳ.

4.19

4.19.1καὶ Βροῦτος δὲ κατὰ Γάλλων καὶ Λυσιτανῶν ἐνδοξότατα ἐθριάμβευσε ·

4.19.2καὶ Σκηπίων κατὰ Νουμαντίνων τεσσαρεσκαίδεκα ἔτεσιν ὕστερον τοῦ κατὰ Ἄφρων θριάμβου.

4.20

4.20.1κατὰ τοῦτον τὸν χρόνον Ἀριστόνικος, ἐκ παλλακῆς παῖς Εὐμενοῦς ὃς ἦν ἀδελφὸς Ἀττάλου, πόλεμον ἤρατο πρὸς Ῥωμαίους ἐπὶ τῆς Ἀσίας αὐτῆς. καὶ πεμφθεὶς ἐπ’αὐτὸν Λικίννιος Κράσσος μετὰ πολλοῦ συμμαχικοῦ. Νικομήδηςτε γὰρ Βιθυνίας βασιλεὺς καὶ Μιθριδάτης Πόντου, πρὸς ὅν μικρὸν ὕστερον μέγιστος καὶ πολυχρόνιος συνέστη πόλεμος, καὶ Ἀριαράθης Καππαδοκίας καὶ Πυλαιμένης Παφλαγονίας ἐπίκουροι παρῆσαν. ἡττήθη δὲ Κράσσος καὶ ἔπεσεν ἐν τῇ παρατάξει · καὶ τὴν μὲν κεφαλὴν ἀποτεμόντες οἱ δορυφόροι προσεκόμισαν Ἀριστονίκῳ, τὸ σῶμα δὲ ἐκεῖνος προσέταξε ταφῆναι καὶ Σμύρνα τὸν τάφον ἐδέξατο.

4.20.2ἐκδέχεται δὴ καὶ τὴν ἀρχὴν καὶ τὸν πόλεμον ὕπατος Περπερνᾶς καὶ τὰ πεπραγμένα γνοὺς ἠπείχθη πρὸς τὴν Ἀσίαν καὶ νικήσας τὸν Ἀριστόνικον μάχῃ κατέκλεισεν ἐν Στρατονίκῃ τῇ πόλει · πολιορκίᾳ δὲ καὶ ταύτην κἀκεῖνον ἑλὼν ἐπανιὼν ἐπὶ τὴν Ῥώμην ἐτελεύτησε. Ῥωμαῖοι δὲ τὸν Ἀριστόνικον δήσαντες εἶτα ἀπέπνιξαν.

4.21

4.21.1μετὰ τοῦτον ἧκε τὰ τῆς ὑπατείας ἐπὶ Λούκιον Καικίλιον Μέτελλον καὶ Τίτον Κύντιον Φλαμίνιον. κατὰ τοῦτον Ῥωμαῖοι τὸν ἐνιαυτὸν προσέταξαν οἰκοδομηθῆναι τὴν Καρχηδόνα τὴν νῦν ἔτι φαινομένην δύο καὶ εἴκοσι ὕστερον ἔτεσι μετὰ τὴν ὑπὸ Σκηπίωνος κατασκαφήν. ἔπεμψαν εἰς αὐτὴν ἐξ αὐτῶν ἀποίκους.

4.22

4.22.1ἑξακοσιοστῷ δὲ καὶ εἰκοστῷ καὶ ἑβδόμῳ τῇς πόλεως ἔτει Γάϊος Κάσιος Λογγῖνος καὶ Σέξτος Δομίτιος Ἀλβίνος ὕπατοι τοῖς ὑπὲρ τὰς Ἄλπεις Γάλλοις ἐπήγαγον πόλεμον καὶ τὴν μεγίστην αὐτῶν πόλιν Ἀρβέρναν περιεκαθέσθησαν. ἡγεῖτο δὲ Γάλλων Βιτούϊτος. μαχεσάμενοι τοίνυν περὶ τὸν Ῥοδανὸν ποταμὸν πολὺν μὲν αὐτῶν στρατὸν ἀνεῖλον, τοσαύτης δὲ ἐπελάβοντο λείας ὥστε ἐκ τῶν στρεπτῶν, οὕς ἐπὶ τῶν τραχήλων εἶχον οἱ πολέμιοι, πολύν τινα χρυσίου σταθμὸν εἰσπέμψαι Ῥωμαίοις. Βιτούϊτος δὲ στρατηγὸς ἁλοὺς μέρος ἐγένετο τοῦ θριάμβου · καὶ ἐπὶ τούτοις τοῖς ἔργοις ἑκάτερος τῶν ὑπάτων ἐθριάμβευσεν.

4.23

4.23.1ἐντεῦθεν Πόρκιος Κάτων καὶ Κύντος Μάρκιος Ῥὴξ δέχονται τὴν ἀρχὴν ἑξακοσιοστοῦ καὶ τριακοστοῦ τῆς πόλεως ἔτους. οὗτοι κατήγαγον ἀποικίαν εἰς Γάλλους Νάρβωνα δειμάμενοι πόλιν.

4.23.2καὶ μικρὸν ὕστερον οἱ μετὰ τούτους ὕπατοι Κύντος Καικίλιος Μέτελλος καὶ Κύντος Μούκιος Σκαιβολᾶς κατὰ Δαλματῶν ἐθριάμβευσαν.

4.24

4.24.1εἶτα οὐ πολλοῖς ὕστερον χρόνοις ὕπατος Κάτων κατὰ Σκορδίσκων κινήσας πόλεμον ἡττήθητε αἰσχρῶς καὶ ἀπεχώρησε.

4.25

4.25.1Γαΐου δὲ Καικιλίου Μετέλλου καὶ Γναίου Κάρβωνος ὑπάτων γενομένων οἱ ἀδελφοὶ Μέτελλοι κατὰ τὴν Ῥώμην ἐθριάμβευσαν, μὲν κατὰ Σαρδῶν, κατὰ Θρᾳκῶν δὲ ἕτερος.

4.25.2τότε φήμη κατέλαβε Ῥωμαίους Γάλλων τοὺς καλουμένους Κίμβρους ἔφοδον κατὰ τῆς Ἰταλίας ποιήσασθαι.

4.26

4.26.1καὶ κατὰ τὸν αὐτὸν χρόνον ἤδη Πουβλίου Σκηπίωνος τοῦ Νασίκου καὶ Πουβλίου Καλπουρνίου Βηστίου τὴν ἀρχὴν ὑποδεξαμένων πρὸς Ἰουγούρθαν τὸν Νουμίδην ἤρξατο πόλεμος αἰτίαν ἔχων τὸν Ἰεμψάλου καὶ Ἀδαρβάλου φόνον, οἳ παῖδες ἦσαν τοῦ βασιλεύσαντος Νουμιδῶν Μικίψου φίλου καὶ συμμάχου Ῥωμαίων.

4.26.2ἐπὶ τοῦτον ὕπατος πέμπεται Καλπούρνιος · καὶ διαφθαρεὶς χρήμασιν αἰσχρότατα πρὸς Ἰουγούρθαν ἐσπείσατο ·

4.26.3ταύτας οὖν δῆμος ἀκυρώσας τὰς σπονδὰς πέμπει τὸν ἑξῆς ὕπατον Σπούριον Ποστούμιον Ἀλβῖνον · ἀλλὰ καὶ οὗτος τῷ ἀδελφῷ τὸ ἔργον ἐπιτρέψας οὐκ ἀγαθὸν ἔσχε τῆς μάχης τὸ τέλος.

4.27

4.27.1τρίτος ἐξαποστέλλεται Κύντος Καικίλιος Μέτελλος ·

4.27.2καὶ τὴν στρατιὰν ἐξ ἀτόπου μελέτης τῆς ὑπὸ τοῖς προτέροις ὑπάτοις πρὸς τὸ δέον ἁρμόσας ἐπιεικῶς πάνυ πολλαῖς τὸν Ἰουγούρθαν ἐνίκησε μάχαις ·

4.27.3καὶ τούςτε ἐλέφαντας κατέσφαξεν οὐκ ὀλίγους ζῶντας ἑλών ·

4.27.4τῶντε πόλεων αὐτῷ προσεχώρησαν αἱ πλείους. πρὸς αὐτῷ δὲ ὤν τῷ τέλει παύεται τῆς ἀρχῆς ὑπὸ Μαρίου. γενόμενος δὲ ἐν τοῖς πράγμασιν Μάριος Ἰουγούρθαν καὶ Βόκχον τὸν βασιλέα τῶν Μαύρων σύμμαχον τῷ Ἰουγούρθᾳ γεγενημένον ἐνίκησε μάχῃ · καὶ τοῦ μὲν Βόκχου περιέκοψε τὰς δυνάμεις. Ἰουγούρθαν δὲ ἐκδοθέντα παρ’αὐτοῦ τοῖς Ῥωμαίοις ἐξέπεμψε δι’ἀνδρὸς ἀρίστου Σύλλου ταμίου τότε ὄντος αὐτῷ τῶν δημοσίων χρημάτων.

4.27.5μετὰ δὲ ταύτης τῆς νίκης καὶ ἑτέρα συνέβη. Ἰούνιος γὰρ Σιλανὸς Μετέλλου συνύπατος Κίμβρους νικήσας καὶ Μινούκιος Ῥούφος τοὺς Σκορδίσκους καὶ Τριβαλλοὺς καὶ Σερβίλλιος Καιπίων τοὺς Λυσιτανοὺς ἐπανῆκον.

4.27.6θρίαμβοι μὲν κατὰ Ἰουγούρθου καὶ τῷ Μετέλλῳ καὶ τῷ Μαρίῳ παρὰ τῆς πόλεως ἐψηφίσθησαν · ὧν ἐφάνη λαμπρότερον Μαρίου Ἰουγούρθαν σὺν τοῖς δύο παισὶ πρὸ τοῦ ἅρματος ἔχων · ὅν δεσμωτηρίῳ παραδόντες οἱ Ῥωμαῖοι διεχρήσαντο.