Commentary on John, 6
6.1.1πᾶσα μὲν οἰκία, ὡς ἔνι μάλιστα στερρότατα κατασκευασθησομένη, ἐν εὐδίᾳ καὶ νηνεμίᾳ οἰκοδομεῖται, ἵνα μὴ ἐμποδίζηται τὴν δέουσαν πῆξιν ἀναλαβεῖν, ὅπως δύνηται καὶ τοιαύτη γενέσθαι ὥστε ὑπομεῖναι πλημμύρας ὁρμὴν καὶ πρόσρηξιν ποταμοῦ καὶ ὅσα φιλεῖ χειμῶνος συμβαίνοντος ἐλέγχειν μὲν τὰ σαθρὰ τῶν οἰκοδομημάτων, δεικνύναι δὲ τὰ τὴν οἰκείαν ἀρετὴν ἀπειληφότα τῶν κατασκευασμάτων.
6.1.2ἐξαιρέτως δὲ ἡ τῶν τῆς ἀληθείας θεωρημάτων δεκτική, λογικὴ ὡς ἐν ἀπαγγελίᾳ καὶ γράμμασιν οἰκοδομή, τότε μάλιστα οἰκοδομεῖται, καλῶς συνοικοδομοῦντος τῷ προθεμένῳ τὸ ἄριστον τοῦτο ἔργον ἐπιτελεῖν τοῦ θεοῦ, ἐπὰν γαληνιάζῃ τῇ ὑπερεχούσῃ πάντα νοῦν εἰρήνῃ χρωμένη ἡ ψυχή, πάσης ταραχῆς ἀλλοτριουμένη καὶ οὐδαμῶς κυματουμένη.
6.1.3ταῦτα δή μοι δοκοῦσιν ἀκριβῶς κατανενοηκότες οἱ τοῦ προφητικοῦ πνεύματος ὑπηρέται καὶ οἱ τοῦ εὐαγγελικοῦ κηρύγματος διάκονοι ἀξίους ἑαυτοὺς παρειληφέναι τοῦ λαβεῖν τὴν ἐν κρυπτῷ εἰρήνην ἀπὸ τοῦ αἰεὶ τοῖς ἀξίοις διδόντος αὐτήν, τοῦ εἰρηκότος · “εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν · οὐ καθὼς ὁ κόσμος δίδωσιν εἰρήνην κα- κἀγὼ δίδωμι εἰρήνην”.
6.1.4ἐπισκόπησον δὲ μήποτε τοιοῦτόν τι αἰνίττεται ἡ περὶ τὸν Δαβὶδ καὶ Σολομῶντα περὶ τοῦ ναοῦ ἱστορία. Δαβὶδ μὲν γὰρ πολέμους κυρίου πολεμῶν καὶ πρὸς πλείονας ἱστάμενος ἐχθροὺς ἑαυτοῦ καὶ τοῦ Ἰσραήλ, θέλων οἰκοδομῆσαι ναὸν τῷ θεῷ, ὑπὸ τοῦ θεοῦ διὰ τοῦ Ναθὰν κωλύεται λέγοντος πρὸς αὐτόν · “οὐκ οἰκοδομήσεις μοι οἶκον, ὅτι ἀνὴρ αἱμάτων σύ”.
6.1.5Σολομῶν δὲ ὄναρ τὸν θεὸν ἰδὼν καὶ ὄναρ τὴν σοφίαν λαβών ἐτηρεῖτο γὰρ τὸ ὕπαρ τῷ λέγοντι “ἰδοὺ πλεῖον Σολομῶντος ὧδε” ἐν βαθυτάτῃ γενόμενος εἰρήνῃ, ὡς ἀναπαύεσθαι τότε ἕκαστον ὑποκάτω τῆς ἀμπέλου αὐτοῦ καὶ ὑποκάτω τῆς συκῆς αὐτοῦ, καὶ τῆς κατὰ τοὺς χρόνους αὐτοῦ εἰρήνης ἐπώνυμος τυγχάνων Σολομῶν γὰρ ἑρμηνεύεται “εἰρηνικός” διὰ τὴν εἰρήνην σχολάζει τὸν διαβόητον οἰκοδομῆσαι ναὸν τῷ θεῷ. καὶ κατὰ τοὺς Ἔσδρα δὲ χρόνους, ὅτε νικᾷ ἡ ἀλήθεια τὸν οἶνον καὶ τὸν ἐχθρὸν βασιλέα καὶ τὰς γυναῖκας, ἀνοικοδομεῖται ὁ ναὸς τῷ θεῷ.
6.2.6ταῦτα δ’ἡμῖν ἀπολογουμένοις πρὸς σέ, ἱερὲ Ἀμβρόσιε, εἴρηται, ἐπεὶ τὸν εὐαγγελικὸν πύργον κατὰ τὴν ἁγίαν σου προτροπὴν ἐν γράμμασιν οἰκοδομῆσαι θελήσαντες ἐψηφίσαμεν μὲν καθεσθέντες τὴν δαπάνην, εἰ ἔχομεν τὰ πρὸς ἀπαρτισμόν, ἵνα μὴ ἐμπαιζώμεθα ὑπὸ τῶν θεωρούντων καταγινωσκόμενοι ὡς θεμέλιον μὲν καταβαλλόμενοι, ἐκτελέσαι δὲ τὸ ἔργον μὴ δεδυνημένοι.
6.2.7ψηφίσαντες δὲ ἕτοιμα μὲν τὰ εἰς ἀπαρτισμὸν τῆς οἰκοδομῆς ἡμῖν παρόντα οὐ κατειλήφαμεν, τῷ θεῷ δὲ πεπιστεύκαμεν τῷ πλουτίζοντι ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, ὅτι ἀγωνιζομένους ἡμᾶς αὐτοὺς τηρεῖν τοὺς πνευματικοὺς νόμους πλουτίσει, καὶ ἐκ τῶν ἐπιχορηγουμένων ὑπ’αὐτοῦ προκόπτοντες ἐν τῷ οἰκοδομεῖν φθάσομεν καὶ ἐπὶ τὴν στεφάνην τοῦ οἰκοδομήματος, κωλύουσαν πίπτειν τὸν ἀνεληλυθότα ἐπὶ τὸ δῶμα τοῦ λόγου, ἀπὸ μόνων τῶν ἐστερημένων τῆς στεφάνης πιπτόντων τῶν πιπτόντων διὰ τὸ ἀτελὲς τῶν οἰκοδομημάτων, φόνων αἰτίων τοῖς ἐν αὐτῷ τυγχάνουσι καὶ πτωμάτων γινομένων.
6.2.8καὶ μέχρι γε τοῦ πέμπτου τόμου, εἰ καὶ ὁ κατὰ τὴν Ἀλεξανδρείαν χειμὼν ἀντιπράττειν ἐδόκει, τὰ διδόμενα ὑπηγορεύσαμεν, ἐπιτιμῶντος τοῖς ἀνέμοις καὶ τοῖς κύμασι τῆς θαλάσσης τοῦ Ἰησοῦ · καὶ ἕκτου δὲ ἐπὶ ποσὸν προεληλυθότες ἐξειλκύσθημεν ἀπὸ γῆς Αἰγύπτου, ῥυσαμένου ἡμᾶς τοῦ θεοῦ τοῦ ἐξαγαγόντος τὸν λαὸν αὐτοῦ ἀπ’αὐτῆς.
6.2.9ἔπειτα τοῦ ἐχθροῦ πικρότατα ἡμῶν καταστρατευσαμένου διὰ τῶν καινῶν αὐτοῦ γραμμάτων τῶν ἀληθῶς ἐχθρῶν τῷ εὐαγγελίῳ καὶ πάντας τοὺς ἐν Αἰγύπτῳ ἀνέμους τῆς πονηρίας καθ’ἡμῶν ἐγείραντος, στῆναι μᾶλλόν με πρὸς τὸν ἀγῶνα παρεκάλει ὁ λόγος καὶ τηρῆσαι τὸ ἡγεμονικόν, μήποτε μοχθηροὶ λογισμοὶ ἐξισχύσωσι τὸν χειμῶνα καὶ τῇ ψυχῇ μου ἐπεισαγαγεῖν, ἤπερ ἀκαίρως, πρὶν γαλήνην τὴν διάνοιαν λαβεῖν, συνάπτειν τὰ ἑξῆς τῆς γραφῆς · καὶ οἱ συνήθεις δὲ ταχυγράφοι μὴ παρόντες τοῦ ἔχεσθαι τῶν ὑπαγορεύσεων ἐκώλυον.
6.2.10νῦν δ’ὅτε τὰ καθ’ἡμῶν πεπυρωμένα πολλὰ σβεννύντος θεοῦ βέλη ἤμβλυνται καὶ ἐνεθισθεῖσα ἡμῶν ἡ ψυχὴ τοῖς συμβεβηκόσι διὰ τὸν οὐράνιον λόγον φέρειν ῥᾷον βιάζεται τὰς γεγενημένας ἐπιβουλάς, ὡσπερεὶ ποσῆς εὐδίας λαβόμενοι οὐκέτι ὑπερτιθέμενοι ὑπαγορεύειν τὰ ἀκόλουθα βουλόμεθα, θεὸν διδάσκαλον ὑπηχοῦντα ἐν τῷ ἀδύτῳ τῆς ψυχῆς ἡμῶν παρεῖναι εὐχόμενοι, ἵνα τέλος λάβῃ ἡ τῆς διηγήσεως τοῦ κατὰ Ἰωάννην εὐαγγελίου οἰκοδομή.
6.2.11γένοιτο δ’ὁ θεὸς ἐπήκοος ἡμῶν τῇ εὐχῇ, εἰς τὸ συνάψαι δυνηθῆναι τὸ σῶμα τοῦ ὅλου λόγου, μηκέτι μεσολαβούσης περιστάσεως διακοπὴν τοῦ εἱρμοῦ τῆς γραφῆς ὁποίαν δήποτε ἐνεργάσασθαι δυναμένης. ἴσθι δὲ ὅτι ἀπὸ πολλῆς προθυμίας δευτέραν ταύτην ἀρχὴν ποιοῦμαι ἕκτου τόμου διὰ τὸ τὰ προϋπαγορευθέντα ἡμῖν ἐν τῇ Ἀλεξανδρείᾳ οὐκ οἶδ’ὅπως μὴ κεκομίσθαι.
6.2.12βέλτιον γὰρ ἡγησάμην, ὑπὲρ τοῦ μὴ ἀπράκτως μοι τοῦδε τοῦ ἔργου παρελθεῖν καὶ τοῦτον τὸν χρόνον, ἤδη τῶν λοιπῶν ἄρξασθαι καὶ μὴ ἐπ’ἀδήλῳ τῷ εὑρεθήσεσθαι τὰ προϋπαγορευθέντα ἡμῖν ἀναμένων, κέρδος οὐκ ὀλίγον ἀπολέσαι τὸ τῶν μεταξὺ ἡμερῶν. καὶ ταῦτα μὲν αὐτάρκως πεπροοιμιάσθω · ἤδη δὲ καὶ τῆς λέξεως ἐχώμεθα.
6.3.13δευτέρα αὕτη ἀναγεγραμμένη Ἰωάννου τοῦ βαπτιστοῦ περὶ Χριστοῦ μαρτυρία, τῆς προτέρας ἀρξαμένης ἀπὸ τοῦ “οὗτος ἦν ὁ εἰπών · ὁ ὀπίσω μου ἐρχόμενος” καὶ ληγούσης εἰς τὸ “μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο”. οὐχ ὑγιῶς δὲ ὁ Ἡρακλέων ὑπολαμβάνει “οὐδεὶς τὸν θεὸν ἑώρακεν πώποτε” καὶ τὰ ἑξῆς, φάσκων εἰρῆσθαι οὐκ ἀπὸ τοῦ βαπτιστοῦ ἀλλ’ἀπὸ τοῦ μαθητοῦ.
6.3.14εἰ γὰρ καὶ κατ’αὐτὸν τὸ “ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος · ὅτι ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο” ὑπὸ τοῦ βαπτιστοῦ εἴρηται, πῶς οὐκ ἀκόλουθον τὸ τὸν ἐκ τοῦ πληρώματος τοῦ Χριστοῦ εἰληφότα καὶ χάριν δευτέραν ἀντὶ προτέρας χάριτος ὁμολογοῦντάτε διὰ Μωσέως μὲν δεδόσθαι τὸν νόμον, τὴν δὲ χάριν καὶ τὴν ἀλήθειαν διὰ Ἰησοῦ Χριστοῦ γεγονέναι, ἐκ τῶν ἀπὸ τοῦ πληρώματος εἰς αὐτὸν ἐληλυθότων νενοηκέναι πῶς “θεὸν οὐδεὶς ἑώρακεν πώποτε”, καὶ τὸ τὸν μονογενῆ εἰς τὸν κόλπον ὄντα τοῦ πατρὸς τὴν ἐξήγησιν αὐτῷ καὶ πᾶσι τοῖς ἐκ τοῦ πληρώματος εἰληφόσι παραδεδωκέναι;
6.3.15οὐ γὰρ νῦν πρῶτον ἐξηγήσατο “ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς” ὡς οὐδενὸς ἐπιτηδείου πρότερον γεγενημένου λαβεῖν, ἃ τοῖς ἀποστόλοις διηγήσατο · εἴγε πρὶν Ἀβραὰμ γενέσθαι ὢν διδάσκει ἡμᾶς τὸν Ἀβραὰμ ἠγαλλιᾶσθαι, ἵνα ἴδῃ τὴν ἡμέραν αὐτοῦ καὶ ἐν χαρᾷ γεγονέναι. καὶ τὸ “ἐκ τοῦ πληρώματος δὲ αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν” καὶ τὸ “χάριν ἀντὶ χάριτος”, ὡς ἐν τοῖς πρὸ τούτων εἰρήκαμεν, δηλοῖ καὶ τοὺς προφήτας ἀπὸ τοῦ πληρώματος Χριστοῦ τὴν δωρεὰν κεχωρηκέναι, καὶ τὴν δευτέραν χάριν ἀντὶ τῆς προτέρας αὐτοὺς εἰληφέναι · ἐφθάκεισαν γὰρ κα- κἀκεῖνοι ὑπὸ τοῦ πνεύματος χειραγωγούμενοι μετὰ τὴν ἐν τοῖς τύποις εἰσαγωγὴν ἐπὶ τὴν τῆς ἀληθείας θέαν.
6.3.16διόπερ οὐ πάντες οἱ προφῆται ἀλλὰ πολλοὶ ἐπεθύμησαν ἰδεῖν, ἃ οἱ ἀπόστολοι ἔβλεπον. εἰ γὰρ ἦν προφητῶν διαφορά, οἱ τετελειωμένοι καὶ διαφέροντες οὐκ ἐπεθύμησαν ἰδεῖν, ἃ εἶδον οἱ ἀπόστολοι · τεθεωρήκασι γὰρ αὐτά · οἱ δὲ μὴ φθάσαντες ὁμοίως τούτοις εἰς τὸ ὕψος ἀναβῆναι τοῦ λόγου ἐν ὀρέξει γεγόνασι τῶν τοῖς ἀποστόλοις διὰ Χριστοῦ ἐγνωσμένων. τὸ γὰρ “ἰδεῖν” ἡμεῖς οὐ σωματικῶς εἰρῆσθαι ἐξειλήφαμεν, καὶ τὸ “ἀκοῦσαι” πνευματικῶς ἀπαγγελλόμενον νενοήκαμεν, μόνου τοῦ ὦτα κτησαμένου ἀκούειν παρεσκευασμένου τῶν λόγων τοῦ Ἰησοῦ · ὅπερ οὐ πάνυ ἀθρόως γίνεται.
6.4.17ἔτι δὲ περὶ τοῦ τοὺς πρὸ τῆς σωματικῆς ἐπιδημίας τοῦ Ἰησοῦ ἁγίους πλέον τι τῶν πολλῶν τῶν πιστευόντων ἐσχηκότας τὰ τῆς θειότητος μυστήρια κατανενοηκέναι, τοῦ λόγου τοῦ θεοῦ διδάσκοντος αὐτοὺς καὶ πρὶν γένηται σάρξ ἀεὶ γὰρ εἰργάζετο, μιμητὴς τοῦ πατρὸς ὢν περὶ οὗ λέγει · “ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται”, ἔστιν ἐπιλογίσασθαι καὶ ἀπὸ τούτων τῶν λέξεων ·
6.4.18φησί που πρὸς τοὺς σαδδουκαίους ἀπιστοῦντας τῷ περὶ ἀναστάσεως λόγῳ · “οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ἐπὶ τῆς βάτου ὑπὸ τοῦ θεοῦ · ἐγὼ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ; θεὸς δὲ οὐκ ἔστι νεκρῶν ἀλλὰ ζώντων”. εἰ τοίνυν ὁ θεὸς “οὐκ ἐπαισχύνεται θεὸς” τῶν ἀνδρῶν τούτων “καλεῖσθαι”, καὶ ἐν ζῶσιν ὑπὸ Χριστοῦ καταριθμοῦνται, υἱοίτε τοῦ Ἀβραὰμ πάντες εἰσὶν οἱ πιστεύοντες, ἐπεὶ ἐνευλογοῦνται τῷ πιστῷ Ἀβραὰμ πάντα τὰ ἔθνη, πατρὶ τῶν ἐθνῶν ὑπὸ θεοῦ τεθειμένῳ, διστάζομεν παραδέξασθαι ἐγνωκέναι τοὺς ζῶντας τὰ τῶν ζώντων μαθήματα, μαθητευθέντας Χριστῷ τῷ πρὸ ἑωσφόρου γεγενημένῳ πρὶν γένηται σάρξ;
6.4.19διὰ τοῦτο δὲ ἔζων, ἐπεὶ μετεῖχον τοῦ εἰπόντος · “ἐγώ εἰμι ἡ ζωή” · καὶ ἐχώρουν ὡς τηλικούτων κληρονόμοι ἐπαγγελιῶν ἐπιφάνειαν οὐ μόνον ἀγγέλων ἀλλὰ καὶ θεοῦ ἐν Χριστῷ καὶ τάχα ὁρῶντες τὴν εἰκόνα τοῦ θεοῦ τοῦ ἀοράτου, ἐπεὶ ὁ ἑωρακὼς τὸν υἱὸν ἑώρακε τὸν πατέρα, ἀναγεγραμμένοι εἰσί, θεὸν νενοηκότες καὶ θεοῦ λόγων θεοπρεπῶς ἀκηκοότες, ἑωρακέναι θεὸν καὶ ἀκηκοέναι αὐτοῦ.
6.4.20ἐγὼ δ’οἶμαι ὅτι οἱ τελείως καὶ γνησίως υἱοὶ τοῦ Ἀβραὰμ τῶν πνευματικῶν νοουμένων πράξεων αὐτοῦ εἰσιν υἱοὶ καὶ τῆς φανερωθείσης αὐτῷ γνώσεως, τῶν ἐκείνῳ γνωσθέντων καὶ πραχθέντων ἐγγινομένων τοῖς χρηματίζουσιν υἱοῖς τοῦ πατριάρχου, καθ’ἃ διδάσκει τοὺς ἔχοντας ὦτα λέγων · “εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε”.
6.4.21καὶ εἰ “σοφὸς νοήσει τὰ ἀπὸ ἰδίου στόματος, ἐπὶ δὲ χείλεσι φορέσει ἐπιγνωμοσύνην”, ἀναγκαῖον ἤτοι προπετῶς ἀποφήνασθαί τινα περὶ τῶν προφητῶν ὡς οὐ σοφῶν, εἰ μὴ νενοήκασι “τὰ ἀπὸ τοῦ ἰδίου στόματος”, ἢ τὸ εὔφημον καὶ ἀληθὲς παραδεξαμένους, ὅτι ἦσαν οἱ προφῆται σοφοί, ὁμολογεῖν νενοηκέναι αὐτοὺς “τὰ ἀπὸ ἰδίου στόματος” καὶ ἐπὶ τοῖς χείλεσι πεφορεκέναι τὴν ἐπιγνωμοσύνην.
6.4.22καὶ δῆλον ὅτι Μωσῆς ἑώρα τῷ νοῒ τὴν ἀλήθειαν τοῦ νόμου καὶ τὰς κατὰ ἀναγωγὴν ἀλληγορίας τῶν ἀναγεγραμμένων παρ’αὐτῷ ἱστοριῶν · Ἰησοῦς δὲ τὴν ἀληθῆ κληροδοσίαν γενομένην μετὰ τὴν καθαίρεσιν τῶν εἴκοσι καὶ ἐννέα βασιλέων συνίει, μᾶλλον ἡμῶν δυνάμενος συνορᾶν τίνων ἀληθῶν σκιαὶ ἐτύγχανον τὰ δι’αὐτοῦ ἐπιτελούμενα.
6.4.23δῆλον δ’ὅτι καὶ Ἡσαΐας τὸ μυστήριον ἑώρα τοῦ ἐπὶ τοῦ θρόνου καθεζομένου καὶ τῶν δύο σεραφὶμ καὶ τῶν πτερύγων αὐτῶν, τοῦτε θυσιαστηρίου καὶ τῆς λαβίδος, καὶ τῆς ἐπικαλύψεως τοῦ προσώπου καὶ τῶν ποδῶν γινομένης ὑπὸ τῶν σεραφίμ · Ἰεζεκιὴλ δὲ τὰ χερουβὶμ καὶ τὴν πορείαν αὐτῶν καὶ τὸ ἐπ’αὐτῶν στερέωμα καὶ τὸν ἐπικαθεζόμενον τῷ θρόνῳ. ὧν τί ἂν εἴη ἐνδοξότερον καὶ ὑψηλότερον;
6.4.24καὶ ἵνα μὴ καθ’ἓν λέγων ἐπὶ πολὺ μηκύνω τὸν λόγον βουλόμενος κατασκευάζειν οὐκ ἔλαττον τῶν τοῖς ἀποστόλοις ὑπὸ Χριστοῦ ἀποκαλυφθέντων ἐγνωκέναι τοὺς τετελειωμένους ἐν ταῖς προτέραις γενεαῖς, ἀποκαλύπτοντος αὐτοῖς τοῦ καὶ τοὺς ἀποστόλους διδάξαντος τὰ ἀπόρρητα τῆς θεοσεβείας μυστήρια, ἔτι ὀλίγα προσθεὶς κρίνειν τοῖς ἐντυγχάνουσι καταλείψω καὶ ὃ βούλονται περὶ τούτων σκοπεῖν.
6.4.25φησὶ γὰρ ἐν τῇ πρὸς τοὺς Ῥωμαίους ἐπιστολῇ ὁ Παῦλος · “τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν διάτε γραφῶν προφητικῶν καὶ τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ”. εἰ γὰρ διὰ γραφῶν προφητικῶν τὸ πάλαι σεσιωπημένον μυστήριον πεφανέρωται τοῖς ἀποστόλοις καὶ οἱ προφῆται ἐνόουν “τὰ ἀπὸ ἰδίου στόματος”, ἅτε ὄντες “σοφοί”, τὰ πεφανερωμένα τοῖς ἀποστόλοις οἱ προφῆται ᾔδεσαν.
6.4.26ἐπεὶ δὲ τοῖς πολλοῖς οὐκ ἀπεκαλύπτετο, διὰ τοῦτό φησιν ὁ Παῦλος · “ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα”. ὅρα δέ εἰ καὶ οὕτως οἷόντε ἀνθυπενεχθησομένην ἀνθυποφορὰν ὑπὸ τῶν μὴ παραδεχομένων τὸν λόγον τὴν λέξιν ταύτην οὕτως ἐκλαβεῖν τὸ “ἀποκαλυπτόμενον” μήποτε διχῶς ἔστιν ἰδεῖν “ἀποκαλυπτόμενον”, καθ’ἕνα μὲν τρόπον ὅτε νοεῖται, καθ’ἕτερον δὲ ἐὰν ᾖ τοιοῦτο τὸ προφητευόμενον, ὥστε γενέσθαι καὶ πληρωθῆναι αὐτό · τότε γὰρ ἀποκαλύπτεται, ὅτε ἐπιτελεῖται πληρούμενον.
6.5.27τὸ τοίνυν τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα εἶναι τῆς ἐπαγγελίας ἐν Χριστῷ, ὅσον μὲν ἐπὶ τῇ γνώσει τοῦ ἔσεσθαι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα, καὶ πότε ἔσεσθαι, καὶ διὰ τί, καὶ τίνα ὄντα, καὶ πῶς ξένα τῶν διαθηκῶν τυγχάνοντα καὶ ἀλλότρια τῆς ἐπαγγελίας σύσσωμα καὶ συμμέτοχα ὕστερον ἐσόμενα, ᾔδεσαν οἱ προφῆται, ἀποκαλυφθέντος αὐτοῖς τούτου.
6.5.28ἀλλ’οὐχ οὕτως τοῖς νοοῦσιν, οὐχ ὁρῶσι δὲ ἐπιτελούμενα τὰ προφητευόμενα, ἀποκεκάλυπται τὰ ἐσόμενα ὡς τοῖς ὑπ’ὄψιν θεωροῦσι τὴν ἔκβασιν αὐτῶν · ὅπερ γέγονεν ἐπὶ τῶν ἀποστόλων. οὕτω γάρ, ὡς οἶμαι, ἐνόουν τὰ πράγματα οὐ μᾶλλον τῶν πατέρων καὶ προφητῶν, ἀληθεύεται δὲ περὶ αὐτῶν τὸ “ὃ ἑτέραις γενεαῖς οὐκ ἀπεκαλύφθη, ὡς νῦν τοῖς ἀποστόλοις καὶ προφήταις, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ” τῷ πρὸς τῷ νοεῖν αὐτοὺς τὰ μυστήρια καὶ τὴν ἐνέργειαν διὰ τοῦ πράγματος ἐπιτελουμένου κατανοεῖν.
6.5.29δύναται δὲ καὶ τὸ “πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν” τὴν ὁμοίαν ἔχειν διήγησιν, οἱονεὶ ἐπιθυμησάντων κα- κἀκείνων ἰδεῖν οἰκονομούμενον τὸ μυστήριον τῆς τοῦ υἱοῦ τοῦ θεοῦ ἐνσωματώσεως καὶ καταβάσεως ἐπὶ τὴν οἰκονομίαν τοῦ σωτηρίου τοῖς πολλοῖς πάθους αὐτοῦ. ὡς ἐπὶ παραδείγματος καὶ ἄλλο τι τοιοῦτον ἐλαμβάνομεν · ἔστω τινὰ τῶν ἀποστόλων, συνιέντα “τὰ ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι”, μὴ ὀψόμενον τὴν παρὰ τοῖς πεπιστευκόσι κατηγγελμένην δευτέραν σωματικὴν Ἰησοῦ ἔνδοξον ἐπιδημίαν, ἐπιθυμεῖν αὐτὴν ὁρᾶν · ἕτερον δέ τινα οὐ μόνον τὰ αὐτὰ τῷ ἀποστόλῳ οὐκ ἠκριβωκότα καὶ νενοηκότα, ἀλλὰ καὶ πολλῷ αὐτοῦ ἔλαττον ἀντεχόμενον τῆς θείας ἐλπίδος καταλαμβάνειν τὴν δευτέραν τοῦ σωτῆρος ἡμῶν ἐπιδημίαν, ἣν ἐπιτεθυμηκέτω μὲν κατὰ τὸ παράδειγμα ὁ ἀπόστολος, μὴ τεθεωρηκέτω δέ ·
6.5.30οὐ ψεῦδος δὴ ἐροῦμεν ὅτι οἵδε δύο, ἃ ἐπεθύμησεν ὁ ἀπόστολος ἰδεῖν ἢ καὶ ἀπόστολοι, τεθέανται, καὶ οὐ πάντως παρὰ τοῦτο συνετωτέρους αὐτοὺς ἢ μακαριωτέρους ἀνάγκη λέγειν τῶν ἀποστόλων · οὕτως οὐ δὲ τοὺς ἀποστόλους σοφωτέρους τῶν πατέρων ἢ Μωσέως καὶ τῶν προφητῶν, καὶ μάλιστα τῶν ἐπιπλεῖον δι’ἀρετὴν ἀξιωθέντων ἐπιφανειῶν καὶ ἐμφανειῶν θείων καὶ ἀποκαλύψεων μυστηρίων μεγάλων.
6.6.31ἐπιπλέον δὲ διετρίψαμεν ἐξετάζοντες περὶ τούτων, ἐπεὶ τῇ φαντασίᾳ τοῦ δοξάζειν τὴν Χριστοῦ ἐπιδημίαν πολλῷ σοφωτέρους τοὺς ἀποστόλους τῶν πατέρων καὶ τῶν προφητῶν λέγοντες οἱ μὲν καὶ ἕτερον ἀναπεπλάκασιν θεὸν μείζονα, οἱ δὲ μὴ τοῦτο τολμήσαντες ὅσον ἐπὶ τῷ αὐτῶν λόγῳ διὰ τὸ ἀβασάνιστον τῶν δογμάτων χρεοκοποῦσι τὴν δεδομένην τοῖς πατράσι καὶ τοῖς προφήταις ἀπὸ θεοῦ διὰ Χριστοῦ δωρεάν, δι’οὗ “τὰ πάντα ἐγένετο” · εἰ δὲ τὰ πάντα, δῆλον ὅτι καὶ τὰ ἐκείνοις ἀποκαλυφθέντα καλὰ καὶ πεπραγμένα σύμβολα μυστηρίων θεοσεβείας ἁγίων.
6.6.32ἐπεὶ δὲ πάντη φράσσεσθαι δεῖ τοὺς γενναίους Χριστοῦ στρατιώτας ὑπὲρ ἀληθείας, οὐδαμοῦ κατὰ τὸ δυνατὸν παρείσδυσιν ἐῶντας ἐγγενέσθαι τῇ ἀπὸ τοῦ ψεύδους πιθανότητι, φέρε καὶ ταῦτα σκοπήσωμεν.
6.6.33τάχα γὰρ φήσουσι τὴν προτέραν Ἰωάννου περὶ Χριστοῦ μαρτυρίαν εἶναι · “ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν”, τὸ δὲ “ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος” καὶ τὰ ἑξῆς εἰρῆσθαι ἐκ προσώπου τοῦ μαθητοῦ.
6.6.34ἀναγκαῖον δὲ καὶ οὕτως διελέγξαι ὡς βεβιασμένην καὶ ἀνακόλουθον τὴν ἐκδοχήν · πάνυ γὰρ βίαιον τὸ οἴεσθαι αἰφνίδιον οἱονεὶ ἀκαίρως διακόπτεσθαι τὸν τοῦ βαπτιστοῦ λόγον ὑπὸ τοῦ λόγου τοῦ μαθητοῦ, καὶ παντὶ τῷ καὶ ἐπὶ ποσὸν ἀκούειν συμφράσεως λεγομένων ἐπισταμένῳ σαφὲς τὸ τοῦ εἱρμοῦ τῆς λέξεως · “οὗτος ἦν ὁ εἰπών · ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν”.
6.6.35διδάσκει δὲ ὁ βαπτιστὴς πῶς ἔμπροσθεν αὐτοῦ γέγονεν Ἰησοῦς τῷ πρῶτος αὐτοῦ ἐπεὶ πρωτότοκος πάσης κτίσεως εἶναι διὰ τοῦ “ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν”. διὰ τοῦτο γάρ, φησίν, “ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν”. διὰ τοῦτο δὲ νοῶ αὐτὸν πρῶτόν μου ὄντα καὶ τιμιώτερον παρὰ τῷ πατρί, ἐπεὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἐγώτε καὶ οἱ πρὸ ἐμοῦ προφῆται εἰλήφαμεν χάριν τὴν θειοτέραν καὶ μείζονα καὶ προφητικὴν ἀντὶ χάριτος τῆς κατὰ τὴν προαίρεσιν ἡμῶν ἀποδεχθείσης παρ’αὐτοῦ.
6.6.36διὰ τοῦτο δὲ καὶ “ἔμπροσθεν γέγονεν ὅτι πρῶτός μου ἦν”, ἐπεὶ καὶ νενοήκαμεν ἐκ τοῦ πληρώματος αὐτοῦ εἰληφότες, τὸν μὲν νόμον διὰ Μωσέως δεδόσθαι, οὐχ ὑπὸ Μωσέως, τὴν δὲ χάριν καὶ τὴν ἀλήθειαν διὰ Ἰησοῦ Χριστοῦ οὐ δεδόσθαι μόνον ἀλλὰ καὶ γεγονέναι, τοῦ θεοῦ καὶ πατρὸς αὐτοῦ τόντε νόμον διὰ Μωσέως δεδωκότος, χάριν δὲ καὶ ἀλήθειαν πεποιηκότος διὰ Ἰησοῦ Χριστοῦ τὴν ἐπ’ἀνθρώπους φθάσασαν.
6.6.37εὐγνωμονέστερον γὰρ ἀκούσαντες τῆς λέξεως τῆς φασκούσης · “ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο” οὐ ταραχθησόμεθα ὡς ὑπὸ ἐναντιώματος ταύτῃ τῇ φωνῇ ὄντος τοῦ “ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή”. εἰ γὰρ Ἰησοῦς ἐστιν ὁ φάσκων · “ἐγώ εἰμι ἡ ἀλήθεια”, πῶς ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ γίνεται; αὐτὸς γάρ τις δι’ἑαυτοῦ οὐ γίνεται.
6.6.38ἀλλὰ νοητέον ὅτι ἡ αὐτοαλήθεια ἡ οὐσιώδης καί, ἵν’οὕτως εἴπω, πρωτότυπος τῆς ἐν ταῖς λογικαῖς ψυχαῖς ἀληθείας, ἀφ’ἧς ἀληθείας οἱονεὶ εἰκόνες ἐκείνης ἐντετύπωνται τοῖς φρονοῦσι τὴν ἀλήθειαν, οὐχὶ διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο οὐ δ’ὅλως διά τινος, ἀλλ’ὑπὸ θεοῦ ἐγένετο · ὡς καὶ ὁ λόγος οὐ διά τινος ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν καὶ ἡ σοφία, ἣν “ἔκτισεν ἀρχὴν ὁδῶν αὐτοῦ ὁ θεός”, οὐ διά τινος, οὕτως οὐ δὲ ἡ ἀλήθεια διά τινος.
6.6.39ἡ δὲ παρ’ἀνθρώποις ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο · οἷον ἡ ἐν Παύλῳ ἀλήθεια καὶ τοῖς ἀποστόλοις διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. καὶ οὐ θαυμαστὸν μιᾶς οὔσης ἀληθείας οἱονεὶ πολλὰς ἀπ’ἐκείνης λέγειν ἐρρυηκέναι. οἶδε γοῦν ὁ προφήτης Δαβὶδ πολλὰς ἀληθείας λέγων · “ἀληθείας ἐκζητεῖ κύριος” · οὐ γὰρ τὴν μίαν ἐκζητεῖ ἀλήθειαν ὁ πατὴρ αὐτῆς, ἀλλὰ τὰς πολλάς, δι’ἃς σῴζονται οἱ ἔχοντες αὐτάς.
6.6.40τὸ δ’ὅμοιον τῷ περὶ τῆς ἀληθείας καὶ τῶν ἀληθειῶν λόγῳ εὑρίσκομεν εἰρημένον περὶ δικαιοσύνης καὶ δικαιοσυνῶν. ἡ γὰρ αὐτοδικαιοσύνη ἡ οὐσιώδης Χριστός ἐστιν · “ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνητε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις”. ἀπ’ἐκείνης δὲ τῆς δικαιοσύνης ἡ ἐν ἑκάστῳ δικαιοσύνη τυποῦται, ὡς γίνεσθαι ἐν τοῖς σῳζομένοις πολλὰς δικαιοσύνας · διὸ καὶ γέγραπται “ὅτι δίκαιος κύριος, καὶ δικαιοσύνας ἠγάπησεν” · οὕτω γὰρ ἐν τοῖς ἀκριβέσιν ἀντιγράφοις εὕρομεν καὶ ταῖς λοιπαῖς παρὰ τοὺς ἑβδομήκοντα ἐκδόσεσι καὶ τῷ Ἑβραϊκῷ.
6.6.41ἐπίστησον δὲ εἰ δύναται ὁμοίως καὶ τὰ ἄλλα, ὅσα Χριστὸς εἶναι λέγεται ἑνικῶς, πληθυόμενα ἀνάλογον ὀνομάζεσθαι πληθυντικῶς, οἷον Χριστός ἐστιν ἡ ζωὴ ἡμῶν, ὡς αὐτὸς ὁ σωτήρ φησιν · “ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή” · καὶ ὁ ἀπόστολος · “ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ”. ἐν ψαλμοῖς δὲ πάλιν ἀναγέγραπται · “κρεῖττον τὸ ἔλεός σου ὑπὲρ ζωάς” · διὰ γὰρ τὸν ἐν ἑκάστῳ Χριστὸν ὄντα ζωὴν πληθύονται αἱ ζωαί.
6.6.42τάχα δὲ οὕτω ζητητέον καὶ τὸ “εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ”; οἱονεὶ γὰρ καθ’ἕκαστον ἅγιον Χριστὸς εὑρίσκεται, καὶ γίνονται διὰ τὸν ἕνα Χριστὸν πολλοὶ χριστοὶ οἱ ἐκείνου μιμηταὶ καὶ κατ’αὐτὸν εἰκόνα ὄντα θεοῦ μεμορφωμένοι · ὅθεν ὁ θεὸς διὰ τοῦ προφήτου φησίν · “μὴ ἅψησθε τῶν χριστῶν μου”. ὃ τοίνυν ἐδόξαμεν παρεληλυθέναι διηγούμενοι τὸ “ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο”, τοῦτο νῦν κατὰ τὸ ἐμπεσὸν ἀνεπτύξαμεν · ἅμα δὲ παρεστήσαμεν ὅτι τοῦ βαπτιστοῦ Ἰωάννου ἐστὶν ἡ φωνὴ ἔτι καὶ διὰ τούτων μαρτυροῦντος τῷ υἱῷ τοῦ θεοῦ.
6.7.43ἤδη οὖν ἴδωμεν τὴν δευτέραν Ἰωάννου μαρτυρίαν. ἀπὸ Ἱεροσολύμων Ἰουδαῖοι, ὡς συγγενεῖς ὄντες τοῦ βαπτιστοῦ ἀπὸ γένους ἱερατικοῦ τυγχάνοντος, ἱερεῖς πέμπουσι καὶ λευΐτας πευσομένους, ὅστις ποτὲ εἴη ὁ Ἰωάννης. ὁ δὲ λέγων τὸ “ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός” δι’αὐτοῦ τούτου ὁμολογίαν ἀληθείας πεποίηται, καὶ οὐχ, ὡς ἄν τις ὑπολάβοι, διὰ τὸ “οὐκ εἰμὶ ὁ Χριστός” ἠρνήσατο · οὐ γάρ ἐστιν ἄρνησις τὸ εἰς δόξαν Χριστοῦ λέγειν, μὴ αὐτὸν εἶναι Χριστόν.
6.7.44ἅπαξ δὲ οἱ πεμφθέντες ἀπὸ Ἱεροσολύμων ἱερεῖς καὶ λευῖται ἀκούσαντες τὸ μὴ εἶναι αὐτὸν τὸν προσδοκώμενον Χριστόν, πυνθάνονται περὶ τοῦ δευτέρου ἐλπιζομένου παρ’αὐτοῖς τιμίου ὀνόματος Ἠλίου, εἰ αὐτὸς εἴη ἐκεῖνος. λέγει δὲ μὴ τυγχάνειν Ἠλίας πάλιν ὁμολογῶν διὰ τοῦ “οὐκ εἰμὶ” τὸ ἀληθές.
6.7.45ἐπεὶ δὲ πολλῶν προφητῶν γινομένων ἐν Ἰσραὴλ εἷς τις ὁ ὑπὸ Μωσέως προφητευθεὶς ἐξαιρέτως προσεδοκᾶτο κατὰ τὸ φάσκον ῥητόν · “προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ, αὐτοῦ ἀκούσεσθε. καὶ ἔσται πᾶσα ψυχή, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ”, τρίτον ἐρωτῶσιν οὐχὶ εἰ προφήτης εἴη, ἀλλ’εἰ “ὁ” προφήτης.
6.7.46καὶ τοῦτο τὸ ὄνομα ἐκείνων οὐκ ἐπὶ Χριστοῦ ταττόντων ἀλλ’οἰομένων ἕτερον παρὰ τὸν Χριστὸν αὐτὸν εἶναι, αὐτὸς γινώσκων τὸν οὗ πρόδρομός ἐστιν ὅτι καὶ ὁ Χριστὸς καὶ ὁ προφήτης οὗτος ἐστὶν ὁ προφητευθείς, φησίν “οὔ” · τάχα ἂν τὸ “ναὶ” ἀποκρινάμενος, εἰ χωρὶς τοῦ ἄρθρου ἠρωτήκεισαν · οὐ γὰρ ἠγνόει προφήτης ὤν.
6.7.47καὶ ἐν ταύταις ὅλαις ταῖς ἀποκρίσεσιν ἡ δευτέρα οὐδέπω τετέλεσται μαρτυρία Ἰωάννου, ἕως τοῖς αἰτοῦσιν ἀπόκρισιν ἀπαγγελθησομένην τοῖς πέμψασιν ἑαυτὸν ἀπὸ προφητικῆς κατήγγειλε φωνῆς τῆς τοῦ Ἡσαΐου οὕτως ἐχούσης · “φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, εὐθύνατε τὴν ὁδὸν κυρίου”.
6.8.48ἄξιον δὲ ζητῆσαι πότερον τετέλεσται ἡ δευτέρα μαρτυρία καὶ τρίτη γίνεται πρὸς ἀπεσταλμένους ἐκ τῶν φαρισαίων καὶ βουλομένους μαθεῖν τί δήποτε βαπτίζει, μήτε Χριστὸς μήτε Ἠλίας μήτε ὁ προφήτης τυγχάνων, ἐν τῷ “ἐγὼ βαπτίζω ἐν ὕδατι · μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, ὁ ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος”, ἢ μέρος τῆς δευτέρας ἐστὶ καὶ τὸ ἀπαγγελλόμενον πρὸς τοὺς φαρισαίους.
6.8.49ἐγὼ δ’ὅσον ἐκ τῆς λέξεως ἔστι στοχάσασθαι εἴποιμ’ἂν τρίτην εἶναι μαρτυρίαν τὸν πρὸς τοὺς ἀποσταλέντας ἀπὸ τῶν φαρισαίων λόγον. παρατηρητέον μέντοι γε ὅτι ἡ πρώτη μαρτυρία τὸ ἔνθεον τοῦ σωτῆρος παρίστησιν, ἡ δὲ δευτέρα τὴν ὑπόνοιαν τῶν δισταζόντων μήποτε Ἰωάννης εἴη Χριστὸς καθαιρεῖ, ἡ δὲ τρίτη τὸν ἀοράτως τοῖς ἀνθρώποις παρόντα κηρύττει ὅσον οὐδέπω ἐλευσόμενον.
6.8.50πρὶν δὲ τῶν ἑξῆς μαρτυριῶν, καθ’ἃς δεικνύμενος μαρτυρεῖται, ἑκάστην λέξιν ἴδωμεν τῆς δευτέρας καὶ τρίτης μαρτυρίας, τοῦτο πρῶτον ἐπιτηρήσαντες ὅτι δύο ἀποστολαὶ γίνονται πρὸς τὸν βαπτιστήν · μία μὲν ἀπὸ Ἱεροσολύμων ὑπὸ Ἰουδαίων πεμπόντων “ἱερεῖς καὶ λευΐτας, ἵνα ἐρωτήσωσιν αὐτόν · σὺ τίς εἶ”; ἑτέρα δὲ φαρισαίων ἀποστελλόντων καὶ πρὸς τὴν γεγενημένην ἀπόκρισιν τοῖς ἱερεῦσιν καὶ λευΐταις ἐπαπορούντων.
6.8.51παρατήρει τοίνυν πῶς κατὰ τὸ ἱερατικὸν καὶ λευϊτικὸν πρόσωπόν ἐστι μεθ’ἡμερότητος λεγόμενα καὶ φιλομαθείας τὸ “σὺ τίς εἶ”; καὶ τὸ “τί οὖν; σὺ Ἠλίας εἶ”; καὶ τὸ “ὁ προφήτης ἄρα εἶ σύ”; καὶ ἐπὶ τούτοις · “τίς εἶ, ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς; τί λέγεις περὶ σεαυτοῦ”; οὐδὲν γὰρ αὔθαδες οὐ δὲ θρασὺ ἐν τῇ τούτων ἐστὶ πεύσει, ἀλλὰ πάντα ἁρμόττοντα ἀκριβέσιν θεραπευταῖς θεοῦ.
6.8.52οἱ δὲ ἀπὸ τῶν φαρισαίων ἀπεσταλμένοι οὐδὲν περιεργασαμένων πρὸς τὰ εἰρημένα τῶν λευϊτῶν καὶ ἱερέων, οἱονεὶ ὑβριστικὰς καὶ ἀνοητοτέρας προσάγουσι τῷ βαπτιστῇ φωνὰς διὰ τοῦ “τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὐ δὲ Ἠλίας οὐ δὲ ὁ προφήτης”; καὶ σχεδὸν οὐ μαθεῖν βουλόμένοι ὡς οἱ προειρημένοι ἱερεῖς καὶ λευῖται ἀποστέλλουσιν, ἀλλὰ κωλῦσαι ἀπὸ τοῦ βαπτίζειν ἴσως οἰόμενοι οὐδενὸς ἑτέρου ἔργον τυγχάνειν τὸ βαπτίζειν ἢ Χριστοῦ καὶ Ἠλίου καὶ τοῦ προφήτου.
6.8.53καὶ πανταχοῦ ἐπιμέλειαν τὸν ἀκριβῶς ἐντευξόμενον τῇ γραφῇ ποιητέον, τηρεῖν ἀναγκαίου ὄντος τὰ λεγόμενα ὑπὸ τίνων καὶ πότε λέγεται, ἵν’εὑρίσκωμεν τὸ τοῖς προσώποις ἁρμοζόντως περιτεθεῖσθαι λόγους δι’ὅλων τῶν ἁγίων βιβλίων.
6.9.54καὶ τίνας ἐχρῆν πρεσβύτας πεπέμφθαι πρὸς τὸν Ἰωάννην ἀπὸ Ἰουδαίων καὶ πόθεν ἢ τοὺς διαφέρειν νενομισμένους κατ’ἐκλογὴν θεοῦ ἀπὸ τοῦ ἐξειλεγμένου παρὰ πᾶσαν τὴν λεγομένην γῆν ἀγαθὴν τόπου Ἱεροσολύμων, ἔνθα ὁ ναὸς ἦν τοῦ θεοῦ; Ἰωάννου μὲν οὖν μετὰ τοσαύτης πυνθάνονται τιμῆς · περὶ Χριστοῦ δὲ οὐδὲν τοιοῦτον ἀναγέγραπται γεγονέναι ὑπὸ Ἰουδαίων · ἀλλ’ὅπερ Ἰουδαῖοι πρὸς Ἰωάννην ποιοῦσι, τοῦτο Ἰωάννης πρὸς Χριστὸν διὰ τῶν ἰδίων μαθητῶν πυνθανόμενος · “σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν”;
6.9.55καὶ Ἰωάννης μὲν πρὸς τοὺς ἐληλυθότας ὁμολογήσας καὶ μὴ ἀρνησάμενος ὕστερον τὸ “ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ” ἀποφαίνεται · Χριστὸς δὲ τὴν ἀπόκρισιν ποιεῖται ὡς μείζονα τὴν μαρτυρίαν Ἰωάννου ἔχων λόγοις καὶ ἔργοις φάσκων · “πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ βλέπετε καὶ ἀκούετε · τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, κωφοὶ ἀκούουσι, πτωχοὶ εὐαγγελίζονται”. περὶ ὧν εὐκαιρότερον, θεοῦ διδόντος, ἐν τοῖς οἰκείοις διαληψόμεθα τόποις.
6.9.56ἴσως δ’ἂν οὐκ ἀλόγως τις ἐπιστήσειε τί δήποτε τῶν ἱερέων καὶ λευϊτῶν πυνθανομένων Ἰωάννου οὐχὶ εἰ αὐτὸς εἴη ὁ Χριστός, ἀλλὰ “σὺ τίς εἶ”; ἀποκρίνεται ὁ βαπτιστὴς οὐχ ὅπερ ἐχρῆν πρὸς τὸ “σὺ τίς εἶ”; “ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ” · ἀλλ’ὅπερ οἰκείως ἂν ἐλέγετο εἰ ἦσαν πυθόμενοι “σὺ εἶ ὁ Χριστός”; ἥρμοττε γὰρ πρὸς τὸ “σὺ εἶ ὁ Χριστός”; τὸ “ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός” · πρὸς δὲ τὸ “σὺ τίς εἶ”; τὸ “ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ”.
6.9.57λεκτέον δὲ πρὸς τοῦτο ὅτι, ὡς εἰκός, ἑώρα ἀπὸ τῆς πεύσεως τὸ εὐλαβὲς τῶν ἱερέων καὶ λευϊτῶν ἐμφαινόντων μὲν ὑπόνοιαν ὑπολήψεως, μήποτ’εἴη ὁ βαπτίζων Χριστός, γυμνότερον δὲ ὀνομάσαι τοῦτο ὑπὲρ τοῦ μὴ δοκεῖν εἶναι προπετεῖς φυλαττομένων. ὅθεν εὐλόγως ὑπὲρ τοῦ πᾶσαν ὑπόνοιαν αὐτῶν πρῶτον περιαιρεθῆναι ψευδῆ τὴν περὶ ἑαυτοῦ, εἶθ’οὕτως παραστῆσαι τὸ ἀληθὲς τὸ οὐκ εἶναι Χριστὸς πρὸ πάντων ἀποφαίνεται.
6.9.58δηλοῖ δὲ τὸ τοιοῦτόν τι αὐτοὺς ὑπονενοηκέναι ἡ δευτέρα ἐρώτησις καὶ ἔτι ἡ τρίτη. ἐπεὶ γὰρ καὶ δεύτερον τῇ τιμῇ ἐλπιζόμενον μὲν καὶ μετὰ Χριστὸν αὐτοῖς τετιμημένον Ἠλίαν εἶναι ὑπελάμβανον, ἀποφαινομένου τοῦ Ἰωάννου ὡς οὐκ εἴη Χριστὸς ἠρώτησαν · “τί οὖν; σὺ Ἠλίας εἶ; καὶ εἶπεν · οὐκ εἰμί”.
6.9.59τὸ τρίτον εἰ αὐτὸς εἴη ὁ προφήτης βούλονται μαθεῖν · οὗ ἀποκριναμένου τὸ “οὒ” οὐκέτι ἔχοντες ἰδικῶς ὄνομα ἐλπιζομένου ἐπιδημήσειν αὐτοῖς εἰπεῖν, φασίν · “τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς · τί λέγεις περὶ σεαυτοῦ”; τοῦτο δηλοῦντες · ταῦτα μὲν οὐκ εἶ ἅπερ ἐλπιζόμενα τῷ Ἰσραὴλ παρέσεσθαι προσδοκᾶται, ὅστις δὲ ὢν βαπτίζεις οὐκ ἴσμεν · διόπερ τοῦτο ἡμᾶς δίδαξον, ἵν’ἔχωμεν ἀπαγγεῖλαι τοῖς ἡμᾶς διὰ τοῦτο πέμψασι πρὸς σέ.
6.9.60ἔτι δὲ καὶ τοῦτο ἐχόμενον τῶν προκειμένων προσθήσομεν, ὅτι ὁ καιρὸς τῆς Χριστοῦ ἐπιδημίας ἔσαινε τὸν λαὸν ἤδη πως ἐνεστηκὼς περὶ τὰ ἔτη τὰ ἀπὸ τῆς γενέσεως τοῦ Ἰησοῦ καὶ ὀλίγῳ ἀνωτέρω μέχρι τῆς ἀναδείξεως τοῦ κηρύγματος.
6.9.61διόπερ, ὡς εἰκός, τῶν γραμματέων καὶ νομικῶν τὸν ἐλπιζόμενον, ἀπὸ τῶν θείων γραφῶν καταγαγόντων αὐτοῦ τὸν χρόνον, ἤδη προσδοκώντων, ἐπεφύησαν Θευδᾶς, οὐκ ὀλίγον πλῆθος ὡς Χριστός, οἶμαι, συναγαγών, καὶ μετ’ἐκεῖνον “Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς τῆς ἀπογραφῆς ἡμέραις”. εἰκὸς οὖν θερμότερον τῆς Χριστοῦ ἐπιδημίας προσδοκωμένης καὶ λαλουμένης οἱ Ἰουδαῖοι ἀπὸ Ἱεροσολύμων τοὺς ἱερεῖς καὶ λευΐτας πέμπουσι πρὸς τὸν Ἰωάννην διὰ τοῦ “σὺ τίς εἶ”; μαθεῖν βουλόμενοι, εἰ αὐτὸς Χριστὸς εἶναι ὁμολογήσει.
6.10.62τίς οὐκ ἂν ζητήσαι τῶν ἀκουόντων Ἰησοῦ λέγοντος περὶ Ἰωάννου · “εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι”, πῶς πρὸς τοὺς ἐρωτῶντας τὸ “σὺ Ἠλίας εἶ”; λέγει Ἰωάννης · “οὐκ εἰμί” · πῶς δὲ καὶ νοῆσαι δεῖ τὸν Ἰωάννην αὐτὸν εἶναι Ἠλίαν τὸν μέλλοντα ἔρχεσθαι κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Μαλαχίου οὕτως ἔχον · “καὶ ἰδού, ἐγὼ ἀποστέλλω ὑμῖν Ἠλίαν τὸν Θεσβίτην πρὶν ἐλθεῖν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ, ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, μὴ ἔλθω καὶ πατάξω τὴν γῆν ἄρδην”;
6.10.63καὶ ὁ τοῦ ὀφθέντος δὲ τῷ Ζαχαρίᾳ ἀγγέλου κυρίου ἑστῶτος ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος λόγος πρὸς τὸν Ζαχαρίαν παραπλήσιόν τι ἐμφαίνει τοῖς ὑπὸ τοῦ Μαλαχίου εἰρημένοις διὰ τούτων · “καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην” · καὶ μετ’ὀλίγα · “αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον”.
6.10.64πρὸς δὴ τὸ πρῶτον ὁ μέν τις ἐρεῖ ὅτι ἑαυτὸν ἠγνόει Ἰωάννης Ἠλίαν ὄντα · καὶ τάχα τούτῳ χρήσονται οἱ ἐκ τούτων τῷ περὶ μετενσωματώσεως παριστάμενοι λόγῳ, ὡς τῆς ψυχῆς μεταμφιεννυμένης σώματα καὶ οὐ πάντως μεμνημένης τῶν προτέρων βίων. οἱ δ’αὐτοὶ οὗτοι ἐροῦσι καί τινας τῶν Ἰουδαίων τῷ δόγματι συγκατατιθεμένους περὶ τοῦ σωτῆρος εἰρηκέναι ὡς ἄρα εἷς τις εἴη τῶν ἀρχαίων προφητῶν ἀναστὰς οὐκ ἀπὸ τῶν μνημείων ἀλλ’ἀπὸ τῆς γενέσεως.
6.10.65πῶς γὰρ ἐδύναντο, σαφῶς δεικνυμένης τῆς μητρὸς αὐτοῦ Μαρίας ὑπολαμβανομένουτε πατρὸς αὐτῷ τυγχάνειν Ἰωσὴφ τοῦ τέκτονος, νομίζειν ἕνα τινὰ τῶν προφητῶν αὐτὸν τυγχάνοντα ἐγηγέρθαι ἀπὸ τῶν νεκρῶν; καὶ τῷ “ἐξαλείψω δὲ πᾶσαν τὴν ἐξανάστασιν” ἀναγεγραμμένῳ ἐν τῇ Γενέσει οἱ αὐτοὶ χρώμενοι τὸν πεφροντικότα πιθανότητας ἀπατηλὰς προσαγομένας ἀπὸ τῶν γραφῶν λύειν εἰς ἀγῶνα παραστήσουσιν ἱστάμενον πρὸς τὸ δόγμα.
6.11.66ἕτερος δέ τις ἐκκλησιαστικὸς τὸν περὶ τῆς μετενσωματώσεως ἀποπτύων ὡς ψευδῆ λόγον, μὴ προσιέμενόςτε τὴν ψυχὴν Ἰωάννου Ἠλίαν ποτὲ γεγονέναι, τῷ προειρημένῳ λόγῳ τοῦ ἀγγέλου χρήσεται ψυχὴν Ἠλίου μὴ ὀνομάσαντος ἐπὶ τῆς Ἰωάννου γενέσεως ἀλλὰ πνεῦμα καὶ δύναμιν διὰ τοῦ “καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα” διὰ μυρίων δυνάμενος ἀποδεικνύναι γραφῶν ἕτερον εἶναι τὸ πνεῦμα τῆς ψυχῆς καὶ τὴν ὀνομαζομένην δύναμιν τοῦ πνεύματος καὶ τῆς ψυχῆς · περὶ ὧν οὐκ εὔκαιρον νῦν παρατίθεσθαι τὰ πολλά, ἵνα μὴ πάνυ τὸν λόγον περισπάσωμεν.
6.11.67ἀρκεσθήσεται δὲ ἐπὶ τοῦ παρόντος πρὸς μὲν τὸ διαφέρειν δύναμιν πνεύματος τὸ “πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι” · πρὸς δὲ τὸ τὰ ἐν τοῖς προφήταις πνεύματα, ἅτε δεδωρημένα αὐτοῖς ὑπὸ θεοῦ οἱονεὶ ἐκείνων ὀνομάζεσθαι κτήματα τὸ “πνεύματα προφητῶν προφήταις ὑποτάσσεται” · καὶ τὸ “ἀναπέπαυται τὸ πνεῦμα Ἠλίου ἐπὶ Ἐλισσαιέ”. οὕτω γὰρ οὐδὲν ἄτοπον, φησίν, ἔσται τὸν Ἰωάννην ἐν πνεύματι καὶ δυνάμει Ἠλίου ἐπιστρέφοντα καρδίας πατέρων ἐπὶ τέκνα, διὰ τοῦτο τὸ πνεῦμα Ἠλίαν λέγεσθαι τὸν μέλλοντα ἔρχεσθαι.
6.11.68εἰς παραμυθίαν δὲ τούτων καὶ τούτῳ χρήσεται τῷ λόγῳ · εἰ ὁ τῶν ὅλων θεὸς οἰκειωθεὶς τοῖς ἁγίοις θεὸς αὐτῶν γίνεται, οὕτως ὀνομαζόμενος θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ, πόσῳ πλέον τὸ ἅγιον πνεῦμα οἰκειωθὲν τοῖς προφήταις πνεῦμα αὐτῶν χρηματίζειν οἷόντε ἔσται, ἵν’ᾖ οὕτως πνεῦμα Ἠλίου καὶ πνεῦμα Ἡσαΐου λεγόμενον τὸ πνεῦμα.
6.11.69ὁ αὐτόςτε οὗτος ἐκκλησιαστικὸς ἐρεῖ δύνασθαι μὲν τοὺς ὑπειληφότας ἕνα τῶν προφητῶν εἶναι τὸν Ἰησοῦν ἀναστάντα ἐκ νεκρῶν ἠπατῆσθαι κατάτε τὸ προειρημένον δόγμα καὶ κατὰ τὸ ὑπολαμβάνειν αὐτὸν ἕνα τῶν προφητῶν τυγχάνειν, δύνασθαι δὲ πρὸς τῷ κατὰ τὸ νομίζειν αὐτὸν τῶν προφητῶν εἶναι ἕνα πταίειν καὶ ψευδοδοξεῖν καὶ κατὰ τὸ ἀγνοεῖν αὐτοῦ τὸν λεγόμενον πατέρα καὶ τὴν οὖσαν μητέρα, οἴεσθαίτε αὐτὸν ἀπὸ τῶν μνημείων ἐγηγέρθαι.
6.11.70καὶ πρὸς τὸ ἐν τῇ Γενέσει δὲ περὶ τῆς ἐξαναστάσεως ἀπαντήσεται ὁ ἐκκλησιαστικὸς χρώμενος τῷ “ἐξανέστησε γάρ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν” τῆς ἐξαναστάσεως καὶ ἐπὶ γενέσεως κειμένης. οὗτος δὴ πρὸς τὸ πρῶτον ἀπορηθὲν ἑτέρως παρὰ τὸν ὑπολαμβάνοντα μετενσωμάτωσιν ἀπολογούμενος ἐρεῖ διὰ μὲν τὰ ἀρτίως κατασκευασθέντα λόγῳ τινὶ εἶναι τὸν Ἰωάννην Ἠλίαν τὸν μέλλοντα ἔρχεσθαι, ἀποκεκρίσθαι δὲ πρὸς τοὺς ἱερεῖς καὶ λευΐτας τὸ “οὐκ εἰμὶ” στοχασάμενον τοῦ βουλήματος τῆς ἐρωτήσεως αὐτῶν.
6.11.71οὐ γὰρ τοῦτο ἤθελεν ἡ προλεγομένη ἐξέτασις τῷ Ἰωάννῃ ἀπὸ τῶν ἱερέων καὶ λευϊτῶν, τὸ μαθεῖν εἰ τὸ αὐτὸ πνεῦμα ἐν ἀμφοτέροις ἐτύγχανεν, ἀλλ’εἰ ὁ Ἰωάννης αὐτὸς Ἠλίας ὁ ἀναληφθεὶς νῦν ἐπιφαινόμενος κατὰ τὸ Ἰουδαίοις προσδοκώμενον χωρὶς γενέσεως, ἣν τάχα καὶ ἠγνόουν οἱ ἀπὸ Ἱεροσολύμων ἀποσταλέντες · πρὸς ἣν πεῦσιν εἰκότως ἀποκρίνεται τὸ “οὐκ εἰμί” · οὐ γὰρ Ἠλίας ὁ ἀναληφθεὶς ἀμείψας σῶμα ἐληλύθει ὁ Ἰωάννης ὀνομαζόμενος.
6.12.72ὁ δὲ πρῶτος, οὗ τὸν νοῦν παρεθήκαμεν οἰομένου μετενσωμάτωσιν ἐντεῦθεν κατασκευάζεσθαι, προσδιατρίβων τῇ βασάνῳ τῆς λέξεως ἐρεῖ πρὸς τὸν δεύτερον, ὅτι οὐκ ἀκόλουθον τὸν τηλικούτου ἱερέως Ζαχαρίου υἱὸν ἐπὶ γήρᾳ γεγεννημένον ἀμφοτέροις τοῖς γονεῦσιν παρὰ πᾶσαν ἀνθρωπίνην προσδοκίαν ἀγνοεῖσθαι ὑπὸ τῶν τοσούτων ἐν Ἱεροσολύμοις Ἰουδαίων καὶ τῶν πεμφθέντων ὑπ’αὐτῶν λευϊτῶν καὶ ἱερέων, οὐ γινωσκόντων τὸ γεγενῆσθαι αὐτόν · καὶ μάλιστα Λουκᾶ μαρτυροῦντος ὅτι “ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς” δῆλον δὲ ὅτι τὸν Ζαχαρίαν καὶ τὴν Ἐλισάβετ “καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα”.
6.12.73εἰ δὲ οὐκ ἠγνοεῖτο ἡ ἐκ Ζαχαρίου γένεσις Ἰωάννου, ἔπεμπον δὲ οἱ ἀπὸ Ἱεροσολύμων Ἰουδαῖοι διὰ τῶν λευϊτῶν καὶ ἱερέων πευσόμενοι τὸ “σὺ Ἠλίας εἶ”; δῆλον ὅτι τοῦτο ἔλεγον τὸ περὶ μετενσωματώσεως δόγμα οἰόμενοι εἶναι ἀληθὲς ὡς πάτριον τυγχάνον καὶ οὐκ ἀλλότριον τῆς ἐν ἀπορρήτοις διδασκαλίας αὐτῶν. διὰ τοῦτο οὖν λέγει “οὐκ εἰμὶ Ἠλίας” ὁ Ἰωάννης, ἐπεὶ ἀγνοεῖ τὸν ἴδιον πρότερον βίον.
6.13.74τούτων δὴ οὐκ εὐκαταφρόνητον πιθανότητα ἐχόντων, πάλιν ὁ ἐκκλησιαστικὸς ἀπορήσει πρὸς τὸν πρότερον εἰ κατὰ τὸν προφήτην ἐστὶν τὸν ὑπὸ τοῦ πνεύματος φωτιζόμενον καὶ ὑπὸ Ἡσαΐου προφητευόμενον, ὑπότε τηλικούτου ἀγγέλου πρὶν γεννηθῆναι τεχθήσεσθαι προειρημένον, ἐκ τοῦ πληρώματος Χριστοῦ εἰληφότα, χάριτος τηλικαύτης μετεσχηκότα, τὴν ἀλήθειαν διὰ Ἰησοῦ Χριστοῦ γεγενῆσθαι νενοηκότα, περὶ θεοῦ καὶ τοῦ μονογενοῦς τοῦ εἰς τὸν κόλπον τοῦ πατρὸς διηγησάμενον τὰ τοσαῦτα, τὸ ψεύσασθαι καὶ ὅπερ ἦν οὐκ ἐγνωκότα κα- κἂν ἐπισχεῖν.
6.13.75ἐχρῆν γὰρ περὶ τῶν ἀδηλοτέρων ἐπέχειν ὁμολογεῖν, καὶ μήτε τιθέναι μήτε αἴρειν τὴν πρότασιν. πῶς δὲ οὐκ ἦν εὔλογον, εἰ πολλῶν τοῦτο δόγμα ἐτύγχανεν, ἐπισχεῖν τὸν Ἰωάννην περὶ αὑτοῦ, μήποτε ἡ ψυχὴ αὐτοῦ ποτε ἐν Ἠλίᾳ ἦν;
6.13.76καὶ ἐπὶ τὴν ἱστορίαν δὲ ὁ ἐκκλησιαστικὸς προκαλέσεται τὸν πρότερον πευσόμενον παρὰ τῶν τὰ ἀπόρρητα ἐγνωκέναι παρ’Ἑβραίοις ἐπαγγελλομένων, εἰ τοιοῦτόν τι δόγμα ἐστὶ παρ’αὐτοῖς · ἐὰν γὰρ μηδαμῶς φαίνηται τοῦθ’οὕτως ἔχον, δῆλον ὅτι ἐσκέδασται ὁ τοῦ προτέρου λόγος.
6.13.77οὐδὲν τοίνυν ἧττον ὁ ἐκκλησιαστικὸς χρήσεται τῇ προαποδεδομένῃ λύσει, ἔτι καὶ αὐτὸς τὸ βούλημα τῶν πυθομένων παραστῆσαι ἀπαιτούμενος. εἰ γάρ, ὡς κατεσκεύασεν, οἱ πέμψαντες ἴσασι γεγενημένον ἐκ Ζαχαρίου καὶ Ἐλισάβετ τὸν Ἰωάννην, καὶ πολλῷ πλέον οἱ πεμφθέντες γένους ὄντες ἱερατικοῦ, οὓς οὐκ ἂν ἔλαθεν ἡ τοῦ οὕτως ἐπιφανοῦς συγγενοῦς Ζαχαρίου παράδοξος εὐπαιδία, τί νοήσαντες πυνθάνονται τὸ “σὺ Ἠλίας εἶ”; ἄνδρες ἀνεγνωκότες ἀνειλῆφθαι αὐτὸν ὡς εἰς τὸν οὐρανὸν καὶ προσδοκῶντες ἐπιδημίαν αὐτοῦ;
6.13.78τάχα οὖν, ἐπεὶ πρὸς τῇ συντελείᾳ προσδοκῶσιν Ἠλίαν πρὸ Χριστοῦ καὶ ἐπὶ τούτῳ Χριστόν, οἱονεὶ τροπικώτερον φαίνονται ἐρωτῶντες “εἰ σὺ εἶ ὁ προκαταγγέλλων τὸν πρὸ Χριστοῦ ἐπὶ συντελείᾳ ἐλευσόμενον λόγον”; καὶ ἐπιστημόνως πρὸς τοῦτο ἀποκρίνεται τὸ “οὐκ εἰμί”.
6.14.79ἔτι δὲ ὁ ἐκκλησιαστικὸς ἱστάμενος πρὸς τὰ ἐξητασμένα ὑπὸ τοῦ ἑτέρου ἀποδεικνύναι πειρωμένου μὴ ἂν λεληθέναι τοὺς ἱερεῖς οὕτως ἐπιφανῆ γεγενημένην τὴν Ἰωάννου γένεσιν διὰ τὸ “ἐν τῇ ὀρεινῇ τῆς Ἰουδαίας” διαλελαλῆσθαι “πάντα τὰ ῥήματα ταῦτα”, φήσει τὴν παραπλησίαν ἀπάτην πολλοῖς γεγονέναι καὶ περὶ τοῦ σωτῆρος, ἐπεὶ “οἱ μὲν ἔλεγον αὐτὸν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ Ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν”, ὡς καὶ οἱ μαθηταὶ πυνθανομένῳ τῷ κυρίῳ γενομένῳ ἐν τοῖς μέρεσι Καισαρείας τῆς Φιλίππου εἰρήκασι.
6.14.80καὶ ὁ Ἡρώδης δὲ λέγων · “ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν” περὶ τοῦ Χριστοῦ ἔοικε μὴ εἰδέναι τὰ λεγόμενα ὑπὸ τῶν φασκόντων · “οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριάμ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας; καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν”;
6.14.81οὐδὲν οὖν θαυμαστόν, ὥσπερ ἐπὶ τοῦ σωτῆρος, πολλῶν ἐγνωκότων τὴν ἐκ Μαρίας γένεσιν αὐτοῦ, ἄλλους ἠπατῆσθαι, οὕτω καὶ ἐπὶ τοῦ Ἰωάννου οὓς μὲν μὴ λεληθέναι τὴν ἐκ Ζαχαρίου γένεσιν αὐτοῦ, ἑτέρους δὲ διστάζειν, μήποτε ὁ προσδοκώμενος Ἠλίας ἐπεφάνη κατὰ τὸν Ἰωάννην καὶ οὐ χώραν γε μᾶλλον ἔχει ἡ περὶ τοῦ Ἰωάννου ἐπαπόρησις, μήποτε εἴη Ἠλίας, ἤπερ ἡ περὶ τοῦ σωτῆρος, μὴ ἄρα αὐτὸς τυγχάνῃ Ἰωάννης ὧν τοῦ Ἠλίου μὲν τὸν χαρακτῆρα ἀπὸ μόνης τῆς λέξεως, καὶ οὐχὶ ἀπὸ τῆς αἰσθήσεως ἀπολαβέσθαι διὰ τὸ “ἀνὴρ δασὺς καὶ ζώνην δερματίνην περιεζωσμένος περὶ τὴν ὀσφὺν αὐτοῦ” ·
6.14.82τοῦ δὲ Ἰωάννου τὸ εἶδος προεγνωσμένον τάχα, οὐ δὲ παραπλήσιον τυγχάνον τῷ χαρακτῆρι τοῦ Ἰησοῦ, οὐδὲν ἧττον ὑπόνοιάν τισι παρεσχηκέναι, μήποτε ὁ Ἰωάννης ἀνέστη ἐκ νεκρῶν Ἰησοῦς μετονομαζόμενος.
6.14.83καὶ περὶ μετωνυμίας γάρ, ὡς ἐν ἀπορρήτοις, οὐκ οἶδα πόθεν κινούμενοι οἱ Ἑβραῖοι παραδιδόασι Φινεές, τὸν Ἐλεαζάρου υἱόν, ὁμολογουμένως παρατείναντα τὴν ζωὴν ἕως πολλῶν κριτῶν, ὡς ἐν τοῖς Κριταῖς ἀνέγνωμεν, αὐτὸν εἶναι Ἠλίαν, καὶ τὸ ἀθάνατον ἐν τοῖς Ἀριθμοῖς αὐτῷ διὰ τῆς ὀνομαζομένης “εἰρήνης” ἐπηγγέλθαι, ἀνθ’ὧν ζηλώσας θείῳ ζήλῳ κεκινημένος ἐξεκέντησε τὴν Μαδιανῖτιν καὶ τὸν Ἰσραηλίτην καὶ κατέπαυσε τὸν λεγόμενον θυμὸν τοῦ θεοῦ κατὰ τὸ γεγραμμένον · “Φινεὲς υἱὸς Ἐλεαζὰρ υἱοῦ Ἀαρὼν κατέπαυσε τὸν θυμόν μου, ἀνθ’ὧν ἐζήλωσε τὸν ζῆλόν μου”.
6.14.84θαυμαστὸν οὖν οὐδὲν εἰ οἱ τὸν αὐτὸν ὑπολαμβάνοντες Φινεὲς καὶ Ἠλίαν ἤτοι ὑγιῶς λέγοντες ἢ μή · οὐ γὰρ περὶ τούτου νῦν πρόκειται ἐξετάζειν, τὸν αὐτὸν ἐνόμιζον εἶναι Ἰωάννην καὶ Ἰησοῦν, ἢ ἐδίσταζόν γε περὶ τούτου μαθεῖντε ἐβούλοντο εἰ ὁ αὐτός ἐστιν Ἰωάννης καὶ Ἠλίας.
6.14.85προηγουμένως δὲ ἐν ἄλλοις ἐπιμελέστερον ἐξεταστέον καὶ ἐπὶ πλεῖον τὸν λόγον ἐρευνητέον τὸν περὶ τῆς οὐσίας τῆς ψυχῆς καὶ τῆς ἀρχῆς τῆς συστάσεως αὐτῆς καὶ τῆς εἰς τὸ γήϊνον σῶμα εἰσκρίσεως αὐτῆς, τῶντε ἐπιμερισμῶν τοῦ ἑκάστης βίου καὶ τῆς ἐντεῦθεν ἀπαλλαγῆς, καὶ εἰ ἐνδέχεται αὐτὴν εἰσκριθῆναι δεύτερον ἐν σώματι ἢ μή, καὶ τῇ αὐτῇ περιόδῳ καὶ τῇ αὐτῇ διακοσμήσει ἢ οὔ, καὶ τῷ αὐτῷ σώματι ἢ ἑτέρῳ, καὶ εἰ τῷ αὐτῷ, πότερον καθ’ὑποκείμενον μένοντι τῷ αὐτῷ κατὰ δὲ ποιότητα μεταβαλομένῳ, ἢ καὶ καθ’ὑποκείμενον καὶ ποιότητα ἐσομένῳ τῷ αὐτῷ, καὶ εἰ ἀεὶ τῷ αὐτῷ σώματι χρήσεται ἢ ἀμείψει αὐτό.
6.14.86ἐν οἷς καὶ τί ἐστι κυρίως μετενσωμάτωσις ἐξετάσαι δεήσει, τίτε αὕτη διαφέρει ἐνσωματώσεως, καὶ εἰ ἀκολουθεῖ τῷ λέγοντι μετενσωμάτωσιν ἄφθαρτον τηρεῖν τὸν κόσμον. ἐν οἷς ἀναγκαῖον ἔσται παραθεῖναι καὶ τοὺς λόγους τῶν θελόντων κατὰ τὰς γραφὰς συσπείρεσθαι τὴν ψυχὴν τῷ σώματι καὶ τὰ ἀκολουθοῦντα αὐτοῖς.
6.14.87καὶ ἁπαξαπλῶς ὁ περὶ ψυχῆς λόγος πολὺς καὶ δυσερμήνευτος ὢν ἀναλεχθησόμενος ἀπὸ τῶν ἐν ταῖς γραφαῖς σποράδην κειμένων ἰδίας δεῖται πραγματείας. διόπερ νῦν κατὰ τὸ παρῆκον ἐκ τῶν περὶ Ἠλίου καὶ Ἰωάννου ἐζητημένων ἐπὶ βραχὺ ἐξετάσαντες τὸ πρόβλημα μετίωμεν ἐπὶ τὰ ἑξῆς.
6.15.88εἰ ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου, καὶ τί ἄλλο ἂν λέγοιμεν εἶναι Ἰωάννην ἢ προφήτην; ὡς καὶ ὁ πατὴρ αὐτοῦ Ζαχαρίας πλησθεὶς πνεύματος ἁγίου προφητεύων φησί · “καὶ σὺ δέ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ ἐνώπιον κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ” · εἰ μὴ ἄρα τις ἐπιλήψεται τοῦ “κληθήσῃ”, μὴ εἰρημένου τοῦ “ἔσῃ”, καὶ μάλιστα διὰ τὸ πρὸς τοὺς οἰομένους αὐτὸν προφήτην εἶναι εἰρηκέναι τὸν σωτῆρα · “ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου”.
6.15.89παρατηρητέον δὲ ὅτι τῷ “ναί, λέγω ὑμῖν” τίθησιν τὸ προφήτην εἶναι τὸν Ἰωάννην, καὶ οὐκ ἀναιρεῖ τὸ προφήτην αὐτὸν εἶναι. ἐὰν δὲ πρὸς τῷ προφήτης τυγχάνειν καὶ περισσότερον προφήτου ὑπὸ τοῦ σωτῆρος λέγηται, πῶς οὖν, εἰ προφήτης ἐστίν, πρὸς τοὺς ἱερεῖς καὶ λευΐτας ἐρωτῶντας · “ὁ προφήτης εἶ σύ”; ἀπεκρίθη “οὔ”; λεκτέον δὲ πρὸς τοῦτο ὅτι οὐ τα- ταὐτόν ἐστιν “ὁ προφήτης εἶ σύ”; τῷ “προφήτης εἶ σύ”; τὰ δ’ὅμοια τετηρήκαμεν ἐξετάζοντες τί διαφέρει τὸ “ὁ θεός” τοῦ “θεός” καὶ “ὁ λόγος” τοῦ “λόγος”.
6.15.90ἐπεὶ τοίνυν ἐν τῷ Δευτερονομίῳ γέγραπται · “προφήτην ὑμῖν ἀναστήσει ὁ θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ, αὐτοῦ ἀκούσεσθε · καὶ ἔσται πᾶσα ψυχή, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ”, προσεδοκᾶτο ἐξαιρέτως τις προφήτης ὅμοιον Μωσεῖ τι ἔχων, τὸ μεσιτεῦσαι θεοῦ καὶ ἀνθρώπων καὶ τὸ λαβὼν διαθήκην ἀπὸ θεοῦ δοῦναι τοῖς μαθητευομένοις τὴν καινήν · καὶ καθ’ἕκαστον τῶν προφητῶν ἐγίνωσκον ὁ λαὸς Ἰσραὴλ μηδένα ἐκείνων εἶναι τὸν ὑπὸ τοῦ Μωσέως προφητευθέντα.
6.15.91ὥσπερ οὖν ἐδίσταζον περὶ Ἰωάννου μήποτε ἄρα Χριστὸς αὐτὸς ἦν, οὕτως καὶ μήποτε ὁ προφήτης. οὐ θαυμαστὸν δὲ εἰ μὴ ἠκρίβουν ὅτι ὁ αὐτός ἐστι Χριστὸς καὶ ὁ προφήτης οἱ διστάζοντες περὶ Ἰωάννου, μήποτε αὐτὸς Χριστὸς ἦν · ἀκόλουθον γὰρ τῷ περὶ τούτου δισταγμῷ τὸ ἀγνοεῖν τὸν αὐτὸν εἶναι Χριστὸν καὶ τὸν προφήτην.
6.15.92ἔλαθε δὲ τοὺς πολλοὺς ἡ διαφορὰ τοῦ “ὁ προφήτης” καὶ “προφήτης”, ὡς καὶ τὸν Ἡρακλέωνα, ὅστις αὐταῖς λέξεσί φησιν, ὡς ἄρα Ἰωάννης ὡμολόγησεν μὴ εἶναι ὁ Χριστός, ἀλλὰ μη δὲ προφήτης μη δὲ Ἠλίας. καὶ δέον αὐτὸν οὕτως ἐκλαβόντα ἐξετάσαι τὰ κατὰ τοὺς τόπους, πότερον ἀληθεύει λέγων μὴ εἶναι προφήτης μη δὲ Ἠλίας, ἢ οὔ. ὁ δὲ μὴ ἐπιστήσας τοῖς τόποις, ἐν οἷς καταλέλοιπεν ὑπομνήμασιν ἀνεξετάστως παρελήλυθεν τὰ τηλικαῦτα, σφόδρα ὀλίγα καὶ μὴ βεβασανισμένα ἐν τοῖς ἑξῆς εἰπών, περὶ ὧν εὐθέως ἐροῦμεν.
6.16.93δυνάμει τοῦτο λέγουσιν οἱ ἀποσταλέντες · ὅπερ ὑπονοοῦντες εἶναί σε ἐληλύθαμεν μαθησόμενοι ἔγνωμεν οὐκ ὄντα · λείπεται δὲ μετὰ ταῦτα ἀπὸ σοῦ ἀκοῦσαι τὸ ὅστις εἶ, ἵνα τοῖς πέμψασιν τὴν σὴν ἀπόκρισιν περὶ σοῦ ἀπαγγείλωμεν.
6.17.94ὥσπερ ὁ κυρίως υἱὸς τοῦ θεοῦ οὐχ ἕτερος λόγου τυγχάνων χρῆται λόγῳ αὐτὸς γὰρ ὁ ἐν ἀρχῇ λόγος ἦν, ὁ πρὸς τὸν θεόν, ὁ λόγος θεός, οὕτως Ἰωάννης ὁ ὑπηρέτης ἐκείνου τοῦ λόγου, εἰ κυρίως ἀκούοιμεν τῆς γραφῆς, οὐχ ἕτερος ὢν φωνῆς, χρῆται φωνῇ δεικνυούσῃ τὸν λόγον.
6.17.95οὗτος δὴ συνιεὶς τὴν περὶ ἑαυτοῦ προφητείαν παρὰ τῷ Ἡσαΐᾳ εἰρημένην φησὶν εἶναι φωνὴ οὐχὶ “βοῶσα ἐν τῇ ἐρήμῳ”, ἀλλὰ “βοῶντος ἐν τῇ ἐρήμῳ”, τοῦ ἑστῶτος καὶ κεκραγότος · “ἐάν τις διψᾷ, ἐρχέσθω πρὸς μὲ καὶ πινέτω” · λέγοντος καὶ τὸ “εὐθύνατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ · πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθείας”.
6.17.96ὥσπερ γὰρ ἐν τῇ Ἐξόδῳ γέγραπται πρὸς Μωσέα λέγεσθαι ὑπὸ θεοῦ · “ἰδοὺ δέδωκά σε θεὸν Φαραώ, καὶ Ἀαρὼν ὁ ἀδελφός σου ἔσται σου προφήτης”, οὕτω νοητέον ἀνάλογόν τι τούτοις, εἰ καὶ μὴ πάντη ὅμοιον, εἶναι τὸν ἐν ἀρχῇ λόγον θεὸν καὶ Ἰωάννην · φωνὴ γὰρ δεικτικὴ καὶ παραστατικὴ ἐκείνου τοῦ λόγου ὁ Ἰωάννης ἦν.
6.17.97διόπερ πάνυ ἁρμοζόντως οὐκ ἄλλῃ κολάσει περιβάλλεται Ζαχαρίας, εἰπὼν πρὸς τὸν ἄγγελον · “κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς” ἢ τῇ στερήσει τῆς φωνῆς διὰ τὴν ἀπιστίαν τῆς γενέσεως τῆς φωνῆς, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Γαβριὴλ πρὸς αὐτόν · “ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ’ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πλησθήσονται εἰς τὸν καιρὸν αὐτῶν”. οὗτος δὴ ὁ Ζαχαρίας, ὅτε “αἰτήσας πινακίδιον ἔγραψεν λέγων · Ἰωάννης ἐστὶν ὄνομα αὐτοῦ, καὶ ἐθαύμασαν πάντες”, ἀπείληφεν τὴν φωνήν · “ἀνεῴχθη γὰρ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν θεόν”.
6.18.98ὥσπερ δὲ διαλαμβάνοντες περὶ τοῦ τίνα τρόπον νοητέον λόγον εἶναι τὸν υἱὸν τοῦ θεοῦ τὰ παριστάμενα ἐδηλώσαμεν, οὕτως κατὰ τὴν ἁρμόζουσαν ἀκολουθίαν, ἐπεὶ ὁ Ἰωάννης “ἦλθεν εἰς μαρτυρίαν, ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι’αὐτοῦ”, νοητέον φωνὴν εἶναι μόνην χωρῆσαι κατ’ἀξίαν τὸν ἀπαγγελλόμενον λόγον δυναμένην τὸν Ἰωάννην.
6.18.99καὶ μάλιστα τοῦτο συνήσομεν, ἐὰν ὑπομνησθῶμεν ὧν προπαρεθέμεθα διηγούμενοι τὸ “ἵνα πάντες πιστεύσωσιν δι’αὐτοῦ” · περὶ τοῦ “οὗτός ἐστιν περὶ οὗ γέγραπται · ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου”. καλῶς δὲ καὶ τὸ μὴ εἶναι αὐτὸν τὴν φωνὴν “λέγοντος ἐν τῇ ἐρήμῳ”, ἀλλὰ “βοῶντος ἐν τῇ ἐρήμῳ” · ὁ μὲν γὰρ βοῶν τὸ “εὐθύνατε τὴν ὁδὸν κυρίου”, καὶ λέγει · ἐνδέχεται δὲ τὸ αὐτὸ τοῦτο λέγειν μὴ βοῶντα.
6.18.100βοᾷ δὲ καὶ κέκραγεν, ἵνα καὶ οἱ μακρὰν τοῦ λέγοντος ἀκούσωσιν καὶ οἱ βαρυήκοοι συνῶσιν τοῦ μεγέθους τῶν λεγομένων μετὰ μεγέθους ἀπαγγελλομένων φωνῆς, βοηθῶν τοῖςτε ἀφεστῶσιν θεοῦ καὶ τοῖς τὸ ὀξὺ τῆς ἀκοῆς ἀπολωλεκόσιν. διὰ τοῦτο γὰρ καὶ “εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξεν λέγων · ἐάν τις διψᾷ ἐρχέσθω πρὸς μὲ καὶ πινέτω”. διὰ τοῦτο καὶ ὁ “Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγε λέγων”. διὰ τοῦτο καὶ κελεύει ὁ θεὸς τῷ Ἡσαΐᾳ βοᾶν ἐν τῇ φωνῇ “λέγοντος · βόησον · κα- κἀγὼ εἶπα · τί βοήσω”;
6.18.101ἐὰν δὲ μὴ παντελῶς ᾖ ἡ νοητὴ τῶν εὐχομένων φωνὴ μεγάλη καὶ οὐ βραχεῖα, οὐ δὲ ἂν αὐξήσωσι τὴν βοὴν καὶ τὴν κραυγὴν ἀκούει τῶν οὕτως εὐχομένων ὁ θεὸς ὁ λέγων πρὸς Μωσέα · “τί βοᾷς πρὸς μέ”; οὐκ αἰσθητῶς βεβοηκότα οὐ γὰρ ἀναγέγραπται τοῦτο ἐν τῇ Ἐξόδῳ, μεγάλως δὲ τὴν ἀκουομένην μόνῳ θεῷ φωνὴν βεβοηκότα διὰ τῆς εὐχῆς. διὰ τοῦτο καὶ Δαβίδ φησι · “φωνῇ μου πρὸς κύριον ἐκέκραξα καὶ ἐπήκουσέν μου”.
6.18.102χρεία δὲ τῆς φωνῆς τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ, ἵνα καὶ ἡ ἐστερημένη θεοῦ ψυχὴ καὶ ἔρημος ἀληθείας τίς γὰρ ἄλλη χαλεπωτέρα ἐρημία ψυχῆς θεοῦ καὶ πάσης ἀρετῆς ἠρημωμένης; διὰ τὸ ἔτι σκολιῶς πορεύεσθαι δεομένη διδασκαλίας, ἐπὶ τὸ εὐθύνειν τὴν ὁδὸν κυρίου παρακαλῆται. ἥντινα ὁδὸν εὐθύνει μὲν ὁ μηδαμῶς τὴν σκολιότητα τῆς τοῦ ὄφεως πορείας μιμούμενος, ὁ δὲ τούτῳ ἐναντίος διαστρέφει. διόπερ καὶ ἐπιπλήσσεται ἅμα τοῖς ὁμοίοις ὁ τοιοῦτος διὰ τοῦ “ἵνα τί διαστρέφετε τὰς ὁδοὺς κυρίου τὰς εὐθείας”;
6.19.103διχῶς δὲ ἡ ὁδὸς κυρίου εὐθύνεται, κατάτε τὸ θεωρητικὸν τρανούμενον ἐν ἀληθείᾳ ἀπαραμίκτως τοῦ ψεύδους, καὶ κατὰ τὸ πρακτικὸν μετὰ τὴν ὑγιῆ θεωρίαν τοῦ πρακτέου ἁρμονίου πράξεως ἀποδιδομένης τῷ περὶ τῶν πρακτέων ὑγιεῖ λόγῳ. καὶ ἵνα ἀκριβέστερον τὸ “εὐθύνατε τὴν ὁδὸν κυρίου” νοήσωμεν, εὔκαιρον ἔσται παραθέσθαι τὸ ἐν ταῖς Παροιμίαις εἰρημένον · “μὴ ἐκκλίνῃς μήτε δεξιὰ μήτε ἀριστερά” · ὁ γὰρ ἐκκλίνων εἰς ὁποτέραν τὸ εὐθύνειν ἀπολώλεκεν, οὐκέτι ἐπισκοπῆς ἄξιος γινόμενος ὅταν παρεκβαίνῃ τὴν τῆς πορείας εὐθύτητα · “ὅτι γὰρ δίκαιος ὁ κύριος καὶ δικαιοσύνας ἠγάπησεν καὶ εὐθύτητα εἶδεν τὸ πρόσωπον αὐτοῦ”.
6.19.104ὅπερ δὲ ὁρᾷ φωτίζει · διὰ τοῦτο ὁ ἐπισκοπούμενος ἀντιλαμβανόμενος τῆς ἀπὸ τῆς ἐπισκοπῆς ὠφελείας φησίν · “ἐσημειώθη ἐφ’ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε”. στῶμεν τοίνυν κατὰ τὰ ὑπὸ Ἱερεμίου εἰρημένα ἐπὶ ταῖς ὁδοῖς, καὶ ἰδόντες ἐρωτήσωμεν τρίβους κυρίου αἰωνίους καὶ ἴδωμεν ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ πορευθῶμεν ἐν αὐτῇ, ὥσπερ ἔστησαν οἱ ἀπόστολοι καὶ ἠρώτησαν τὰς τοῦ κυρίου αἰωνίους τρίβους τοὺς πατριάρχας καὶ τοὺς προφήτας, ὧν τὰ γράμματα ἐρωτήσαντες ὕστερον τῷ νενοηκέναι αὐτὰ εἶδον τὴν ἀγαθὴν ὁδόν, Ἰησοῦν Χριστὸν τὸν εἰπόντα · “ἐγώ εἰμι ἡ ὁδός” · καὶ ἐπορεύθησαν ἐν αὐτῇ.
6.19.105ἀγαθὴ γὰρ ὁδὸς ἡ ἀπάγουσα πρὸς τὸν ἀγαθὸν πατέρα, τὸν ἀγαθὸν ἄνθρωπον, ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ προφέροντα τὰ ἀγαθά, καὶ τὸν ἀγαθὸν δοῦλον καὶ πιστόν. αὕτη δὲ ἡ ὁδὸς στενὴ μέν, τῶν πολλῶν οὐ χωρούντων ὁδεύειν αὐτὴν καὶ μεγαλοσάρκων, ἀλλὰ καὶ τεθλιμμένη ὑπὸ τῶν βιαζομένων πορεύεσθαι δι’αὐτῆς ἐστιν ὁδός, ἐπεὶ οὐκ εἴρηται θλίβουσα ἀλλὰ τεθλιμμένη.
6.19.106θλίβει γὰρ ζῶσαν τὴν ὁδὸν καὶ αἰσθομένην τῶν ἰδιωμάτων τοῦ ὁδεύοντος ὁ μὴ ὑπολυσάμενος τὰ ὑποδήματα ἐκ τῶν ποδῶν μη δὲ γνησίως παραδεχόμενος ὅτι ὁ τόπος, ἐν ᾧ ἕστηκεν ἢ καὶ ὃν βαδίζει, γῆ ἁγία ἐστίν. ἀπάξει δὲ ἐπὶ τὴν ζωὴν ὄντα τὸν εἰπόντα · “ἐγώ εἰμι ἡ ζωή”.
6.19.107ὁ γὰρ σωτήρ, εἰς ὃν πᾶσά ἐστιν ἀρετή, ταῖς ἐπινοίαις πολύς · διὰ τοῦτ’ἐστιν τῷ μὲν μηδέπω φθάσαντι ἐπὶ τὸ τέλος ἀλλ’ἔτι προκόπτοντι ὁδός, τῷ δ’ἤδη πᾶσαν νεκρότητα ἀποθεμένῳ ζωή. ταύτην τὴν ὁδὸν ὁ ὁδεύων διδάσκεται μηδὲν αἴρειν εἰς αὐτὴν ἔχουσαν ἄρτους καὶ τὰ πρὸς ζωήν, διὰ τὸ μηδὲν δύνασθαι τοὺς πολεμίους ἐν αὐτῇ οὐ δὲ ῥάβδου χρῄζων, καὶ ἐπεὶ ἁγία ἐστὶν οὐ δ’ὑποδημάτων.
6.20.108δύναται μέντοι γε τὸ “ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ”, καὶ τὸ ἑξῆς ἴσον εἶναι τῷ “ἐγώ εἰμι περὶ οὗ γέγραπται φωνὴ βοῶντος”, ὡς βοῶντα εἶναι τὸν Ἰωάννην, καὶ τούτου τὴν φωνὴν ἐν τῇ ἐρήμῳ βοᾶν · “εὐθύνατε τὴν ὁδὸν κυρίου”. δυσφημότερον δὲ ὁ Ἡρακλέων περὶ Ἰωάννου καὶ τῶν προφητῶν διαλαμβάνων φησὶν ὅτι “ὁ λόγος μὲν ὁ σωτήρ ἐστιν, φωνὴ δὲ ἡ ἐν τῇ ἐρήμῳ ἡ διὰ Ἰωάννου διανοουμένη, ἦχος δὲ πᾶσα προφητικὴ τάξις”.
6.20.109λεκτέον δὲ πρὸς αὐτὸν ὅτι ὥσπερ ἐὰν ἄδηλον σάλπιγξ φωνὴν δῷ οὐδεὶς παρασκευάζεται εἰς πόλεμον, καὶ ὁ χωρὶς ἀγάπης ἔχων γνῶσιν μυστηρίων ἢ προφητείαν γέγονεν χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον, οὕτως εἰ μηδέν ἐστιν ἕτερον ἢ ἦχος ἡ προφητικὴ φωνή, πῶς ἀναπέμπων ἡμᾶς ἐπ’αὐτὴν ὁ σωτὴρ “ἐρευνᾶτε, φησί, τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν · καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι” · καὶ “εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί · περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν” · καὶ “καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἡσαΐας λέγων · ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ”;
6.20.110οὐκ οἶδα γὰρ εἰ τὸν ἄσημον ἦχον παραδέξεταί τις εὐλόγως ὑπὸ τοῦ σωτῆρος ἐπαινεῖσθαι, ἢ ἔνεστιν παρασκευάσασθαι ἀπὸ τῶν γραφῶν ὡς ἀπὸ φωνῆς σάλπιγγος, ἐφ’ἃς ἀναπεμπόμεθα, εἰς τὸν πρὸς τὰς ἀντικειμένας ἐνεργείας πόλεμον, ἀδήλου φωνῆς ἤχου τυγχανούσης. τίνα δὲ τρόπον, εἰ μὴ ἀγάπην εἶχον οἱ προφῆται καὶ διὰ τοῦτο χαλκὸς ἦσαν ἠχῶν ἢ κύμβαλον ἀλαλάζον, ἐπὶ τὸν ἦχον αὐτῶν, ὡς ἐκεῖνοι εἰλήφασιν, ἀναπέμπει ὁ κύριος ὠφεληθησομένους;
6.20.111οὐκ οἶδα δ’ὅπως χωρὶς πάσης κατασκευῆς ἀποφαίνεται τὴν φωνὴν οἰκειοτέραν οὖσαν τῷ λόγῳ λόγον γίνεσθαι, ὡς καὶ τὴν γυναῖκα εἰς ἄνδρα μετατίθεσθαι. καὶ ὡς ἐξουσίαν ἔχων τοῦ δογματίζειν καὶ πιστεύεσθαι καὶ προκόπτειν, τῷ ἤχῳ φησὶν ἔσεσθαι τὴν εἰς φωνὴν μεταβολήν, μαθητοῦ μὲν χώραν διδοὺς τῇ μεταβαλλούσῃ εἰς λόγον φωνῇ, δούλου δὲ τῇ ἀπὸ ἤχου εἰς φωνήν. καὶ εἰ μὲν ὅπως ποτὲ πιθανότητα ἔφερεν ἐπὶ τῷ αὐτὰ κατασκευάσαι, κα- κἂν ἠγωνισάμεθα περὶ τῆς τούτων ἀνατροπῆς · ἀρκεῖ δὲ εἰς ἀνατροπὴν ἡ ἀπαραμύθητος ἀπόφασις.
6.20.112ὅπερ δὲ ὑπερεθέμεθα ἐν τοῖς πρὸ τούτων ἐξετάσαι, πῶς κεκίνηται, νῦν φέρε διαλάβωμεν. ὁ μὲν γὰρ σωτὴρ κατὰ τὸν Ἡρακλέωνα φησὶν αὐτὸν καὶ προφήτην καὶ Ἠλίαν, αὐτὸς δὲ ἑκάτερον τούτων ἀρνεῖται. καὶ προφήτην μὲν καὶ Ἠλίαν ὁ σωτὴρ ἐπὰν αὐτὸν λέγῃ, οὐκ αὐτὸν ἀλλὰ τὰ περὶ αὐτόν, φησί, διδάσκει · ὅταν δὲ μείζονα προφητῶν καὶ ἐν γεννητοῖς γυναικῶν, τότε αὐτὸν τὸν Ἰωάννην χαρακτηρίζει · αὐτὸς δέ, φησί, περὶ ἑαυτοῦ ἐρωτώμενος ἀποκρίνεται ὁ Ἰωάννης, οὐ τὰ περὶ αὐτόν.
6.20.113ὅσην δὲ βάσανον ἡμεῖς περὶ τούτων κατὰ τὸ δυνατὸν πεποιήμεθα, οὐδένα ἀπαραμύθητον ἐῶντες τῶν λεγομένων ὅρων, συγκρῖναι τοῖς ὑπὸ Ἡρακλέωνος, ἅτε οὐκ ἐξουσίαν ἔχοντος τοῦ λέγειν ὃ βούλεται, ἀποφανθεῖσιν. πῶς γὰρ ὅτι περὶ τῶν περὶ αὐτόν ἐστιν τὸ Ἠλίαν αὐτὸν καὶ προφήτην εἶναι, καὶ περὶ αὐτοῦ τὸ φωνὴν αὐτὸν εἶναι βοῶντος ἐν τῇ ἐρήμῳ, οὐ δὲ κατὰ τὸ τυχὸν πειρᾶται ἀποδεικνύναι · ἀλλὰ χρῆται παραδείγματι, ὅτι τὰ περὶ αὐτὸν οἱονεὶ ἐνδύματα ἦν ἕτερα αὐτοῦ, καὶ οὐκ ἂν ἐρωτηθεὶς περὶ τῶν ἐνδυμάτων εἰ αὐτὸς εἴη τὰ ἐνδύματα, ἀπεκρίθη ἂν τὸ “ναί”.
6.20.114πῶς γὰρ ἐνδύματα τὸ εἶναι τὸν Ἠλίαν τὸν μέλλοντα ἔρχεσθαι ἐστὶν Ἰωάννου, οὐ πάνυ τι κατ’αὐτὸν θεωρῶ · τάχα καθ’ἡμᾶς, ὡς δεδυνήμεθα διηγησαμένους τὸ “ἐν πνεύματι καὶ δυνάμει Ἠλίου” δυναμένου πως λέγεσθαι τοῦτο τὸ πνεῦμα Ἠλίου ἔνδυμα εἶναι τῆς Ἰωάννου ψυχῆς.
6.21.115θέλων δ’ἔτι παραστῆσαι διὰ τί ἱερεῖς καὶ λευῖται οἱ ἐπερωτῶντες ἀπὸ τῶν Ἰουδαίων πεμφθέντες εἰσίν, οὐ κακῶς μὲν λέγει τό · ὅτι τούτοις προσῆκον ἦν περὶ τούτων πολυπραγμονεῖν καὶ πυνθάνεσθαι, τοῖς τῷ θεῷ προσκαρτεροῦσιν, οὐ πάνυ δὲ ἐξητασμένως τὸ “ὅτι καὶ αὐτὸς ἐκ τῆς λευϊτικῆς φυλῆς ἦν”, ὥσπερ προαποροῦντες ἡμεῖς ἐξητάσαμεν, ὅτι εἰ ᾔδεισαν τὸν Ἰωάννην οἱ πεμφθέντες καὶ τὴν γένεσιν αὐτοῦ, πῶς χώραν εἶχον πυνθάνεσθαι περὶ τοῦ εἰ αὐτὸς Ἠλίας ἐστίν; καὶ πάλιν ἐν τῷ περὶ τοῦ εἰ “ὁ προφήτης εἶ σύ”; μηδὲν ἐξαίρετον οἰόμενος σημαίνεσθαι κατὰ τὴν προσθήκην τοῦ ἄρθρου, λέγει ὅτι · ἐπηρώτησαν εἰ προφήτης εἴη τὸ κοινότερον βουλόμενοι μαθεῖν.
6.21.116ἔτι δὲ οὐ μόνος Ἡρακλέων, ἀλλὰ ὅσον ἐπ’ἐμῇ ἱστορίᾳ καὶ πάντες οἱ ἑτερόδοξοι, εὐτελῆ ἀμφιβολίαν διαστείλασθαι μὴ δεδυνημένοι, μείζονα Ἠλίου καὶ πάντων τῶν προφητῶν τὸν Ἰωάννην ὑπειλήφασιν διὰ τὸ “μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου οὐδείς ἐστιν”, οὐχ ὁρῶντες ὅτι ἀληθὲς τὸ “οὐδεὶς μείζων Ἰωάννου ἐν γεννητοῖς γυναικῶν” διχῶς γίνεται, οὐ μόνον τῷ αὐτὸν εἶναι πάντων μείζονα, ἀλλὰ καὶ τῷ ἴσους αὐτῷ εἶναί τινας · ἀληθὲς γὰρ ἴσων ὄντων αὐτῷ πολλῶν προφητῶν, κατὰ τὴν δεδομένην αὐτῷ χάριν τὸ μηδένα τούτου μείζονα εἶναι.
6.21.117οἴεται δὲ κατασκευάζεσθαι τὸ μείζονα τῷ προφητεύεσθαι ὑπὸ Ἡσαΐου, ὡς μηδενὸς ταύτης τῆς τιμῆς ἠξιωμένου ὑπὸ θεοῦ τῶν πώποτε προφητευσάντων. ἀληθῶς δ’ὡς καταφρονῶν τῆς παλαιᾶς χρηματιζούσης διαθήκης καὶ μὴ τηρήσας καὶ αὐτὸν Ἠλίαν προφητευόμενον τοῦτ’ἀπετόλμησεν εἰπεῖν · καὶ γὰρ Ἠλίας προφητεύεται ὑπὸ Μαλαχίου λέγοντος · “ἰδοὺ ἀποστέλλω ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱόν”.
6.21.118καὶ Ἰωσίας δέ, ὡς ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν ἀνέγνωμεν, προφητεύεται ὀνομαστὶ ὑπὸ τοῦ ἐληλυθότος ἐξ Ἰούδα προφήτου λέγοντος, παρόντος καὶ τοῦ Ἱεροβοάμ, “θυσιαστήριον, τάδε λέγει κύριος · ἰδοὺ υἱὸς τίκτεται τῷ Δαβίδ, Ἰωσίας ὄνομα αὐτῷ”. φασὶν δέ τινες καὶ τὸν Σαμψὼν ὑπὸ τοῦ Ἰακὼβ προφητεύεσθαι λέγοντος · “Δὰν κρινεῖ τὸν ἑαυτοῦ λαόν, ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ”, ἐπεὶ ἀπὸ τῆς φυλῆς τοῦ Δὰν γενόμενος ὁ Σαμψὼν ἔκρινε τὸν Ἰσραήλ. καὶ ταῦτα δὲ εἰς ἔλεγχον τῆς προπετείας τοῦ ἀποφηναμένου μηδένα πλὴν Ἰωάννου προφητεύεσθαι εἰρήσθω, ταῦτα εἰρηκότος ἐν τῷ θέλειν αὐτὸν διηγεῖσθαι τί τὸ “ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ”.
6.22.119οἱ μὲν ἀπὸ Ἱεροσολύμων πέμψαντες τοὺς ἐρωτήσοντας τὸν Ἰωάννην ἱερεῖς καὶ λευΐτας μαθόντες ὅστιςτε οὐκ ἦν ὁ Ἰωάννης καὶ ὃς ἦν, σεμνοπρεπέστατα ἡσυχάζουσιν, οἱονεὶ συγκατατιθέμενοι διὰ τῆς σιωπῆς καὶ ἐμφαίνοντες τὸ παραδέχεσθαι τὰ εἰρημένα, ὅτι ἁρμόζει τῇ τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ φωνῇ εἰς τὸ εὐθύνειν τὴν ὁδὸν κυρίου τὸ βαπτίζειν.
6.22.120οἱ δὲ φαρισαῖοι, ἅτε κατὰ τὸ ὄνομα ὄντες διῃρημένοι τινὲς καὶ στασιώδεις, τὸ μὴ ὁμονοεῖν παριστᾶσιν τοῖς ἐν τῇ μητροπόλει Ἰουδαίοις καὶ τοῖς λειτουργοῖς τῆς τοῦ θεοῦ θεραπείας, ἱερεῦσι καὶ λευΐταις, διὰ τοῦ ἀποστεῖλαι οἱονεὶ ἐπιπληκτικῶς καὶ τὸ ὅσον ἐπ’αὐτοῖς κωλυτικῶς τοῦ βαπτίζειν τοὺς ἐρωτήσοντας · “τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὐ δὲ Ἠλίας οὐ δὲ ὁ προφήτης”; καὶ τάχα εἰ συγκλώσαιμεν εἰς ἓν σωματοποιοῦντες τὰ ἐν τοῖς εὐαγγελίοις γεγραμμένα, εἴποιμεν ἂν νῦν μὲν αὐτοὺς ταῦτα εἰρηκέναι, ὕστερον δὲ οὐκ οἶδ’ὅπως αὑτοὺς ἐπιδεδωκότας τῷ βαπτίσασθαι ἀκηκοέναι ὑπὸ τοῦ Ἰωάννου τὸ “γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας”.
6.22.121ταῦτα γὰρ ὑπὸ τοῦ βαπτιστοῦ εἴρηται παρὰ τῷ Ματθαίῳ ἰδόντος πολλοὺς τῶν φαρισαίων καὶ σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα, δηλονότι οὐκ ἔχοντας καρποὺς μετανοίας καὶ φαρισαϊκῶς ἀλαζονευομένους ἐν ἑαυτοῖς ἐπὶ τῷ Ἀβραὰμ ὡς πατρί · διόπερ ἐπιπλήσσονται ὑπὸ τοῦ τὸν ζῆλον Ἠλίου κατὰ τὴν κοινωνίαν τοῦ ἁγίου πνεύματος ἔχοντος Ἰωάννου. ἐπιπληκτικὸς γὰρ λόγος ὁ “μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς · πατέρα ἔχομεν τὸν Ἀβραάμ” · καὶ διδασκαλικὸς ὁ περὶ τοῦ καὶ τοὺς διὰ τὴν λιθίνην καρδίαν ἀπίστους λίθους ὀνομαζομένους δυνάμει θεοῦ μεταβαλεῖν οἵουςτε εἶναι ἀπὸ λίθων εἰς τέκνα Ἀβραάμ, ἐπεὶ γεγόνασιν ἐν ὀφθαλμοῖς τοῦ προφήτου, μὴ φεύγοντες τὴν θείαν αὐτοῦ ὄψιν · διόπερ τὸ “λέγω ὑμῖν, ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ” ὑπ’αὐτοῦ λέγεται.
6.22.122καὶ ἐπεὶ μὴ ποιήσαντες καρπὸν ἄξιον τῆς μετανοίας ἔρχονται ἐπὶ τὸ βάπτισμα, ἁρμονιώτατα πρὸς αὐτοὺς λέγεται τὸ “ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται · πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς τὸ πῦρ βάλλεται” · οἱονεὶ γὰρ ἄντικρύς φησι πρὸς αὐτούς · ἐπεὶ ἐληλύθατε ἐπὶ τὸ βάπτισμα μὴ ποιήσαντες καρπὸν μετανοίας, δένδρον ἐστὲ μὴ ποιοῦν καρπὸν καλόν, ἐκκοπησόμενον ὑπὸ τῆς ὀξυτάτης καὶ εὐτονωτάτης ἀξίνης τοῦ ζῶντος λόγου καὶ ἐνεργοῦς καὶ τομωτέρου “ὑπὲρ πᾶσαν μάχαιραν δίστομον”.
6.23.123παρέστησεν δὲ τὸ τῶν φαρισαίων περιαυτόλογον καὶ ὁ Λουκᾶς διὰ τοῦ “ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. καὶ ὁ φαρισαῖος σταθεὶς ταῦτα πρὸς ἑαυτὸν προσηύχετο · ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοὶ ἢ καὶ ὡς οὗτος ὁ τελώνης” · ὅτε διὰ τούτους τοὺς λόγους ὁ τελώνης μᾶλλον αὐτοῦ εἰς τὸν οἶκον καταβαίνει δεδικαιωμένος, καὶ ἐπιλέγεται πάντα τὸν ὑψοῦντα ἑαυτὸν ταπεινοῦσθαι. ὡς ὑποκριταὶ τοίνυν κατὰ τοὺς τοῦ σωτῆρος πρὸς αὐτοὺς ἐλεγκτικοὺς λόγους ἔρχονται ἐπὶ τὸ βάπτισμα, οὐ λανθάνοντες τὸν βαπτίζοντα ἔτι ἔχοντες τὸν τῶν ἐχιδνῶν ἰὸν ὑπὸ τὰς γλώσσας αὐτῶν καὶ τὸν τῶν ἀσπίδων · “ἰὸς γὰρ ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν”.
6.23.124ἀληθῶςτε “θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως” ἦν ἐμφαινόμενος καὶ διὰ τῆς πικρᾶς ταύτης ἐρωτήσεως τῆς “τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὐ δὲ Ἠλίας οὐ δὲ ὁ προφήτης”; πρὸς οὓς εἴποιμ’ἂν ὡς Χριστοῦ καὶ Ἠλίου καὶ τοῦ προφήτου βαπτιζόντων, τῆς δὲ ἐν τῇ ἐρήμῳ φωνῆς τοῦ βοῶντος ταύτην τὴν ἐξουσίαν μὴ εἰληφυίας · ὦ οὗτοι, ἀπηνῶς πυνθάνεσθε τοῦ ἀπεσταλμένου ἀγγέλου πρὸ προσώπου Χριστοῦ κατασκευάσαι τὴν ὁδὸν αὐτοῦ ἔμπροσθεν αὐτοῦ, ὅλα τὰ κατὰ τὸν τόπον αὐτοῦ ἀγνοοῦντες μυστήρια · ὁ γὰρ Χριστός, Ἰησοῦς ὤν, κα- κἂν μὴ βούλησθε, αὐτὸς οὐκ ἐβάπτιζεν, ἀλλ’οἱ μαθηταὶ αὐτοῦ, αὐτὸς ὢν “ὁ προφήτης”.
6.23.125πόθεν δὲ ὑμῖν πεπίστευται Ἠλίαν βαπτίσειν τὸν ἐλευσόμενον, οὐ δὲ τὰ ἐπὶ τοῦ θυσιαστηρίου ξύλα κατὰ τοὺς τοῦ Ἀχαὰβ χρόνους δεόμενα λουτροῦ ἵνα ἐκκαυθῇ, ἐπιφανέντος ἐν πυρὶ τοῦ κυρίου, βαπτίσαντα; ἐπικελεύεται γὰρ τοῖς ἱερεῦσιν τοῦτο ποιῆσαι οὐ μόνον ἅπαξ, λέγει γάρ · “δευτερώσατε · ὅτε καὶ ἐδευτέρωσαν”, καὶ “τρισσώσατε · ὅτε καὶ ἐτρίσσωσαν”. ὁ τοίνυν μὴ αὐτὸς βαπτίσας τότε, ἀλλ’ἑτέροις τοῦ ἔργου παραχωρήσας, πῶς κατὰ τὰ ὑπὸ τοῦ Μαλαχίου λεγόμενα ἐπιδημήσας βαπτίζειν ἔμελλεν; Χριστὸς οὖν ἐν ὕδατι οὐ βαπτίζει, ἀλλ’οἱ μαθηταὶ αὐτοῦ · ἑαυτῷ δὲ τηρεῖ τὸ ἁγίῳ πνεύματι βαπτίζειν καὶ πυρί.
6.23.126παραδεξάμενος δὲ ὁ Ἡρακλέων τὸν τῶν φαρισαίων λόγον ὡς ὑγιῶς εἰρημένον περὶ τοῦ ὀφείλεσθαι τὸ βαπτίζειν Χριστῷ καὶ Ἠλίᾳ καὶ παντὶ προφήτῃ, αὐταῖς λέξεσίν φησιν, οἷς μόνοις ὀφείλεται τὸ βαπτίζειν, καὶ ἐκ τῶν εἰρημένων μὲν ἡμῖν ἔναγχος ἐλεγχόμενος, μάλιστα δὲ ὅτι κοινότερον τὸν προφήτην νενόηκεν · οὐ γὰρ ἔχει δεῖξαί τινα τῶν προφητῶν βαπτίσαντα. οὐκ ἀπιθάνως δέ φησιν πυνθάνεσθαι τοὺς φαρισαίους κατὰ τὴν αὐτῶν πανουργίαν, οὐχὶ ὡς μαθεῖν θέλοντας.
6.24.127ἐπεὶ δὲ ἀναγκαῖον ἡμῖν φαίνεται παρατιθέναι τὰς ὁμοίας τῶν εὐαγγελίων λέξεις τοῖς ἐν χερσὶ ῥητοῖς, καὶ τοῦτο καθ’ἕκαστον μέχρι τέλους ποιεῖν ὑπὲρ τοῦ τὰ μὲν συγκρούειν δοκοῦντα ἀποδείκνυσθαι σύμφωνα, τὰ δ’ὁμοίως ἔχοντα ἕκαστον κατ’ἰδίαν σαφηνίζεσθαι, φέρε τοῦτο καὶ ἐνταῦθα ποιήσωμεν.
6.24.128τὸ γὰρ “φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ · εὐθύνατε τὴν ὁδὸν κυρίου” παρὰ μὲν τῷ μαθητῇ Ἰωάννῃ ἐκ προσώπου τοῦ βαπτιστοῦ λέγεται · παρὰ δὲ τῷ Μάρκῳ ὡς ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ κατὰ τὴν Ἡσαΐου γραφὴν ἀναγέγραπται οὕτως · “ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ. καθὼς γέγραπται ἐν τῷ Ἡσαΐᾳ τῷ προφήτῃ · ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου · φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ · ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ”.
6.24.129οὐ κεῖται μέντοι γε ἐν τῷ προφήτῃ “εὐθύνατε τὴν ὁδὸν κυρίου”, ὅπερ παρέθετο † ὁ Μάρκος. μήποτ’οὖν ὁ Ἰωάννης ἐπιτεμνόμενος τὸ “ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν” ἀνέγραψεν · “εὐθύνατε τὴν ὁδὸν κυρίου”. ὅ τι ὁ Μάρκος δύο προφητείας ἐν διαφόροις εἰρημένας τόποις ὑπὸ δύο προφητῶν εἰς ἓν συνάγων πεποίηκεν · “καθὼς γέγραπται ἐν τῷ Ἡσαΐᾳ τῷ προφήτῃ · ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου. φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ · ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ”.
6.24.130τὸ μὲν γὰρ “φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ” μετὰ τὴν περὶ τοῦ Ἐζεκίου ἱστορίαν ἀναστάντος ἐκ τῆς νόσου εὐθέως γέγραπται, τὸ δὲ “ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου” ὑπὸ Μαλαχίου.
6.24.131ὅπερ δὲ ἐποίησεν Ἰωάννης ἐπιτεμνόμενος ὃ παρέθετο ῥητόν, τοῦτο ἐπ’ἄλλης λέξεως ὁ Μάρκος καὶ αὐτὸς ἐνέφηνεν · ὁ μὲν γὰρ προφήτης φησίν · “ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν” · ὁ δὲ Μάρκος · “ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ”. τὴν δ’ὁμοίαν ἐπιτομὴν πεποίηται καὶ ἐπὶ τοῦ “ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου”. οὐ παρέθετο γὰρ τὸ προκείμενον τὸ “ἔμπροσθέν μου”.
6.25.132ἔτι ἐπὶ τὸ “ἀπεσταλμένοι ἦσαν ἐκ τῶν φαρισαίων, καὶ ἠρώτησαν αὐτόν” ἐξετάζοντες ἡμεῖς προετάξαμεν τὴν ἐρώτησιν τῶν φαρισαίων, ὡς σεσιωπημένην παρὰ τῷ Ματθαίῳ, […] τοῦ ἀναγεγραμμένου γεγονέναι παρὰ τῷ Ματθαίῳ, ὅτι “ἰδὼν ὁ Ἰωάννης πολλοὺς τῶν φαρισαίων καὶ σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα εἶπεν αὐτοῖς · γεννήματα ἐχιδνῶν” καὶ τὰ ἑξῆς. ἀκόλουθον γάρ ἐστιν πρῶτον πυθέσθαι, εἶτ’ἐληλυθέναι.
6.25.133καὶ τοῦτο παρατηρητέον, ὅτι ὁ μὲν Ματθαῖος ἐκπορευομένους πρὸς τὸν Ἰωάννην τὰ Ἱεροσόλυμα καὶ πᾶσαν τὴν Ἰουδαίαν καὶ πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου ἐπὶ τῷ βαπτίσασθαι ἐν τῷ Ἰορδάνῃ ποταμῷ, ἐξομολογουμένους ἑαυτῶν τὰς ἁμαρτίας, οὐδένα λόγον ἐπιπληκτικὸν καὶ ἐλεγκτικόν φησιν ἀκηκοέναι ἀπὸ τοῦ βαπτιστοῦ, μόνους δὲ τοὺς ἑωραμένους πολλοὺς τῶν φαρισαίων καὶ σαδδουκαίων ἐληλυθότας ἀκηκοέναι τὸ “γεννήματα ἐχιδνῶν” καὶ τὰ ἑξῆς · ὁ δὲ Μάρκος οὐδέν φησιν ἐπιπληκτικὸν εἰρῆσθαι ὑπὸ τοῦ Ἰωάννου τοῖς ἐληλυθόσιν, οὖσιν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Ἱεροσολυμίταις πᾶσι, καὶ βαπτιζομένοις ὑπ’αὐτοῦ ἐν τῷ Ἰορδάνῃ καὶ ἐξομολογουμένοις τὰς ἁμαρτίας αὐτῶν, ἀκολούθως τῷ μη δὲ ὠνομακέναι τοὺς φαρισαίους καὶ σαδδουκαίους.
6.25.134ἔτι δὲ καὶ τοῦτο ἀναγκαῖον ἡμᾶς παραθέσθαι, ὅτι ἀμφότεροι μέν, ὅτε Ματθαῖος καὶ ὁ Μάρκος, ἐξομολογουμένους τὰς ἁμαρτίας αὐτῶν φασιν βαπτίζεσθαι πᾶσαν Ἱεροσόλυμα καὶ πᾶσαν τὴν Ἰουδαίαν καὶ πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, ἢ πᾶσαν τὴν Ἰουδαίαν χώραν καὶ τοὺς Ἱεροσολυμίτας πάντας · ὁ δὲ Ματθαῖος εἰσάγει μὲν ἐρχομένους ἐπὶ τὸ βάπτισμα τοὺς φαρισαίους καὶ σαδδουκαίους οὐ μὴν ἐξομολογουμένους τὰς ἁμαρτίας αὐτῶν · διόπερ εἰκὸς καὶ τοῦτο εὔλογον εἶναι αἴτιον τοῦ ἀκηκοέναι αὐτοὺς “γεννήματα ἐχιδνῶν”.
6.26.135μὴ ὑπολάβῃς δ’ἡμᾶς καὶ ἀκαίρως τὰ ἀπὸ τῶν ἑτέρων εὐαγγελίων παρατεθεῖσθαι, τὰ τῶν ἀπεσταλμένων ἐκ τῶν φαρισαίων καὶ ἐρωτησάντων τὸν Ἰωάννην ἐξετάζοντας. εἰ γὰρ καλῶς ἐφηρμόσαμεν τὴν τῶν φαρισαίων πεῦσιν, ἀναγεγραμμένην παρὰ τῷ μαθητῇ Ἰωάννῃ, τῷ βαπτισμῷ αὐτῶν παρὰ τῷ Ματθαίῳ κειμένῳ, ἀκόλουθον ἦν ἐξετάσαι τὰ κατὰ τοὺς τόπους καὶ παραθέσθαι τὰ εὑρεθέντα παρατηρήματα.
6.26.136ὁμοίως δὲ τῷ Μάρκῳ καὶ ὁ Λουκᾶς τοῦ “φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ” μέμνηται ἀπὸ ἰδίου προσώπου οὕτως · “ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ, καὶ ἦλθεν εἰς πᾶσαν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν, ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἡσαΐου τοῦ προφήτου · φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ · ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ”.
6.26.137προσέθηκεν δὲ ὁ Λουκᾶς καὶ τὰ ἑξῆς τῆς προφητείας · “πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείας καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας · καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ”. ὁμοίως τῷ Μάρκῳ ἀναγράψας τὸ “εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ”, ἐπιτεμνόμενος, ὡς προειρήκαμεν, τὸ “εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν”.
6.26.138ἀντὶ δὲ τοῦ “καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν” χωρὶς τοῦ “πάντα” τὴν λέξιν ἔθηκεν, μετὰ τοῦ ἀντὶ ἑνικοῦ τοῦ “εἰς εὐθεῖαν” πεποιηκέναι πληθυντικὸν “εὐθείας”. ἔτι δὲ καὶ ἀντὶ τοῦ “ἡ τραχεῖα εἰς πεδία” ἐποίησεν · “καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας”, παραλιπώντε “καὶ ὀφθήσεται ἡ δόξα κυρίου” παρέθετο τὸ ἑξῆς τὸ “καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ”. χρήσιμοι δὲ αἱ παρατηρήσεις πρὸς ἀπόδειξιν περὶ τοῦ ἐπιτέμνεσθαι τοὺς εὐαγγελιστὰς τὰ προφητικά.
6.27.139ἔτι δὲ καὶ τοῦτο παρατηρητέον, ὅτι τὸ “γεννήματα ἐχιδνῶν” καὶ τὰ ἑξῆς ὁ μὲν Ματθαῖος τοῖς φαρισαίοις καὶ σαδδουκαίοις ἐρχομένοις ἐπὶ τὸ βάπτισμα εἰρῆσθαί φησιν, ἑτέροις οὖσιν παρὰ τοὺς ἐξομολογουμένους τὰς ἁμαρτίας αὐτῶν καὶ μηδὲν τοιοῦτον ἀκούοντας · ὁ δὲ Λουκᾶς τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ’αὐτοῦ ταῦτ’εἰρῆσθαι ἀναγράφει, οὐ ποιήσας δύο τάγματα βαπτιζομένων, ὅπερ παρὰ τῷ Ματθαίῳ εὕρομεν.
6.27.140εἰκότως δὲ καὶ οὗτος, ἐπεὶ οἱ ὄχλοι οὐκ ἐν ἐπαίνῳ τάσσονται, ὡς τοῖς τηροῦσιν σαφὲς ἔσται, τοῖς ὄχλοις εἰσάγει λέγοντα τὸν βαπτιστὴν τὸ “γεννήματα ἐχιδνῶν” καὶ τὰ ἑξῆς. ἔτι δὲ πρὸς μὲν τοὺς φαρισαίους καὶ σαδδουκαίους “ποιήσατε” εἴρηται ἑνικῶς “καρπὸν ἄξιον τῆς μετανοίας” · πρὸς δὲ τοὺς ὄχλους πληθυντικῶς “ἀξίους καρποὺς τῆς μετανοίας”.
6.27.141τάχα γὰρ οἱ μὲν φαρισαῖοι τὸν ἐξαίρετον ἀπαιτοῦνται καρπὸν μετανοίας, οὐκ ἄλλον ὄντα τοῦ υἱοῦ καὶ τῆς εἰς αὐτὸν πίστεως, οἱ δὲ ὄχλοι, οὐ δὲ ἀρχὴν ἔχοντες ἀγαθῶν, πάντας ἀπαιτοῦνται τοὺς καρποὺς τῆς μετανοίας · διόπερ πρὸς αὐτοὺς τὸ πληθυντικὸν εἴρηται.
6.27.142λέγεται πρὸς τούτοις τοῖς φαρισαίοις · “μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς · πατέρα ἔχομεν τὸν Ἀβραάμ”. οἱ μὲν γὰρ ὄχλοι νῦν ἀρχὴν ἔχουσιν, δοκοῦντες εἰσάγεσθαι εἰς τὸν θεῖον λόγον, τοῦ προσιέναι τῇ ἀληθείᾳ · διόπερ ἄρχονται λέγειν ἐν ἑαυτοῖς · “πατέρα ἔχομεν τὸν Ἀβραάμ”. οἱ δὲ φαρισαῖοι οὐκ ἄρχονται, ἀλλὰ πρὸ πολλοῦ τοῦτο δοξάζουσιν. πλὴν ἑκάτεροι τοὺς προειρημένους λίθους δεικνυμένους ἀκούουσιν δύνασθαι ἐγερθῆναι τέκνα τῷ Ἀβραάμ, ἀπὸ τῆς ἀναισθησίας καὶ νεκρότητος ἀναστησομένους.
6.28.143παρατήρει δὲ ὅτι τοῖς μὲν φαρισαίοις κατὰ τὸ εἰρημένον ἐν τῷ προφήτῃ “ἐφάγετε καρπὸν ψευδῆ” ἔχουσι μὲν καρπόν, ψευδῆ δέ, λέγεται · “πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται”, τοῖς δὲ ὄχλοις, οὐ δ’ὅλως καρποφοροῦσιν, τὸ “πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν ἐκκόπτεται”. τὸ μὲν γὰρ μὴ ἔχον καρπὸν οὐ δὲ καλὸν ἔχει καρπόν · διόπερ ἐκκοπῆς ἐστιν ἄξιον. τὸ δὲ ἔχον καρπὸν οὐ πάντως καλὸν ἔχει καρπόν · διόπερ καὶ αὐτὸ εὐλόγως ὑπὸ τῆς ἀξίνης καταβάλλεται.
6.28.144ἐὰν δὲ ἀκριβέστερον ἐρευνήσωμεν τὰ περὶ τοὺς καρπούς, εὑρήσομεν ὅτι ἀμήχανον τὸ ἄρτι τοῦ γεωργεῖσθαι ἀρχόμενον, κα- κἂν καρποφορῇ, τοὺς πρώτους ἐνεγκεῖν καρποὺς καλούς. ἀγαπᾷ δὲ ὁ γεωργὸς πρῶτον τὸ ἐνεγκεῖν αὐτὸ τοὺς ἐπιβάλλοντας καρποὺς τῷ ἀρχομένῳ γεωργίας, ὕστερον ὁδῷ διὰ τῶν πρεπόντων γεωργικῇ καθαρσίων μετὰ τοὺς ὁποίους δήποτε καρποὺς ληψόμενος καὶ καρποὺς καλούς · καὶ ὁ νόμος δὲ ταύτῃ τῇ ἐκδοχῇ ἡμῶν μαρτυρεῖ, λέγων δεῖν τὸν φυτεύοντα τρία ἔτη ποιεῖν ἀπερικάθαρτον ἐῶντα τὸ πεφυτευμένον, οὐκ ἐσθιομένων αὐτοῦ τῶν καρπῶν · “τρία, γάρ φησιν, ἔτη ὑμῖν ὁ καρπὸς ἀπερικάθαρτος οὐ βρωθήσεται, τῷ δὲ τετάρτῳ ἔτει ἔσται πᾶς ὁ καρπὸς ἅγιος, αἰνετὸς τῷ κυρίῳ”.
6.28.145εὐλόγως τοίνυν πρὸς τοὺς ὄχλους χωρὶς τῆς τοῦ “καλοῦ” προσθήκης λέγεται · “πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται” · καὶ τὸ ἐπὶ πλεῖον δὲ φέρον καρπὸν ὅμοιον τῇ ἀρχῇ, δένδρον τυγχάνον μὴ ποιοῦν καρπὸν καλόν, “ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται”, ἐπὰν ἐνστάσης τῆς μετὰ τὴν τριάδα εἰσαγωγῆς ἐν τῇ τετράδι γενομένης μὴ ποιῇ καρπὸν ἅγιον, αἰνετὸν τῷ κυρίῳ.
6.28.146ταῦτα δὲ πάντα εἰ καὶ μετὰ παρεκβάσεως ἡμῖν εἰρῆσθαι δοκεῖ παρατιθεμένοις καὶ τὰ ἀπὸ τῶν λοιπῶν εὐαγγελίων, οὐκ ἄκαιρα δὲ ἐμοὶ φαίνεται οὐ δὲ ἀλλότρια τῆς ἐνεστηκυίας σκέψεως. Φαρισαῖοι γὰρ ἀποστέλλουσιν πρὸς τὸν Ἰωάννην μετὰ τοὺς ἀπὸ Ἱεροσολύμων ἱερεῖς καὶ λευΐτας πεμφθέντας ἐρωτῆσαι αὐτὸν ὅστις εἴη, ἐξετάζοντες · “τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὐ δὲ Ἠλίας οὐ δὲ ὁ προφήτης”; καὶ ἐξετάσαντες ἐνταῦθα, ἑξῆς παραγινόμενοι βαπτισόμενοι, ὡς ὁ Ματθαῖος ἀναγράφει, ἀκούουσιν δὴ τὰ ἁρμόζοντα αὐτῶν τῇ ἀλαζονείᾳ καὶ ὑποκρίσει.
6.28.147ἐπεὶ δὲ ὅμοια ἦν τὰ τούτοις εἰρημένα τοῖς λεγομένοις πρὸς τοὺς ὄχλους, ἐχρῆν τὴν τῶν ῥητῶν σύγκρισιν καὶ σαφήνειαν ποιήσασθαι · ὧν γινομένων πλείονα ἀπῄτησεν ἡμᾶς ἡ ἀκολουθία θεωρῆσαι. ἔτι δὲ καὶ ταῦτα τοῖς εἰρημένοις δεόντως προσθήσομεν · δύο τάγματα πεμπόντων παρὰ τῷ Ἰωάννῃ ἀναγέγραπται, ἓν μὲν Ἰουδαίων τῶν ἀπὸ Ἱεροσολύμων ἀποστελλόντων ἱερεῖς καὶ λευΐτας, ἕτερον δὲ φαρισαίων ἐπαπορούντων διὰ τί βαπτίζει.
6.28.148καὶ ἀποδεδώκαμεν ὅτι μετὰ τὴν πεῦσιν οἱ φαρισαῖοι παραγίνονται βαπτισόμενοι. μήποτ’οὖν πρὸ τούτων οἱ πρὸ τούτων ἀποστείλαντες ἀπὸ Ἱεροσολύμων Ἰουδαῖοι παραδεξάμενοι τοὺς Ἰωάννου λόγους, ἅτε πρότεροι τῶν φαρισαίων πέμψαντες, καὶ πρότεροι ἔρχονται.
6.28.149Ἱεροσόλυμα γάρ, πᾶσα Ἰουδαία καὶ ἀκολούθως πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ’αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν, ἢ ὡς ὁ † Λουκᾶς φησιν · “ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται πάντες, καὶ ἐβαπτίζοντο ὑπ’αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ, ἐξομολογούμενοι τὰς ἁρμαρτίας αὐτῶν”. οὔτε μέντοι Ματθαῖος τοὺς φαρισαίους καὶ σαδδουκαίους, πρὸς οὓς λέγεται “γεννήματα ἐχιδνῶν”, οὔτε Λουκᾶς τοὺς ὄχλους τὴν αὐτὴν ἐπίπληξιν ἀκούοντας εἰσάγουσιν ἐξομολογουμένους τὰς ἁμαρτίας αὐτῶν.
6.29.150ἄξιον δὲ ἐπαπορῆσαι πῶς πάσης τῆς Ἱεροσολυμιτῶν πόλεως καὶ πάσης τῆς Ἰουδαίας καὶ πάσης τῆς περιχώρου τοῦ Ἰορδάνου βαπτιζομένων ἐν τῷ Ἰορδάνῃ ὑπὸ Ἰωάννου ὁ σωτήρ φησιν · “ἐλήλυθεν Ἰωάννης ὁ βαπτιστὴς μήτε ἐσθίων μήτε πίνων καὶ λέγετε · δαιμόνιον ἔχει” · καὶ πρὸς τοὺς πυθομένους “ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς”; λέγει · “κα- κἀγὼ ἐρωτήσω ὑμᾶς ἕνα λόγον, ὃν ἐὰν εἴπητέ μοι, κα- κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ · τὸ βάπτισμα τὸ Ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων”; ὅτε καὶ διαλογιζόμενοί φασιν · “ἐὰν εἴπωμεν · ἐξ οὐρανοῦ, ἐρεῖ · διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ”;
6.29.151λύεται δὲ τὸ ἀπορηθὲν οὕτως · φαρισαῖοι, ὡς προτετηρήκαμεν, οἱ ἀκούσαντες “γεννήματα ἐχιδνῶν”, οὐ πεπιστευκότες αὐτῷ παραγίνονται ἐπὶ τὸ βάπτισμα, εἰκὸς ὅτι τὸν ὄχλον φοβούμενοι καὶ κατὰ τὴν πρὸς ἐκείνους ὑπόκρισιν ἀξιοῦντες λούσασθαι, ἵνα μὴ δοκοῖεν ἐναντιοῦσθαι τοῖς τοιούτοις.
6.29.152φρονοῦντες γοῦν αὐτὸν ἀπ’ἀνθρώπων ἔχειν καὶ οὐκ ἀπ’οὐρανοῦ τὸ βαπτίζειν, διὰ τὸν ὄχλον, μήποτε λιθασθῶσιν, φοβοῦνται ὅπερ ὑπολαμβάνουσιν εἰπεῖν. ὥστε οὐκ ἐναντιοῦται τὰ ὑπὸ τοῦ σωτῆρος εἰρημένα πρὸς τοὺς φαρισαίους τοῖς ἀναγεγραμμένοις ἐν τοῖς εὐαγγελίοις περὶ τοῦ πλήθους τῶν παρὰ τῷ Ἰωάννῃ βαπτισαμένων. τοῦ θράσους δὲ τῶν φαρισαίων ἦν δαιμόνιον ἔχειν λέγειν τὸν Ἰωάννην, καὶ ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων τὰς δυνάμεις φάσκειν τὸν Ἰησοῦν πεποιηκέναι.
6.30.153ὁ μὲν Ἡρακλέων οἴεται ὅτι ἀποκρίνεται ὁ Ἰωάννης τοῖς ἐκ τῶν φαρισαίων πεμφθεῖσιν, οὐ πρὸς ὃ ἐκεῖνοι ἐπηρώτων, ἀλλ’ὃ αὐτὸς ἐβούλετο, ἑαυτὸν λανθάνων ὅτι κατηγορεῖ τοῦ προφήτου ἀμαθίας, εἴγε ἄλλο ἐρωτώμενος περὶ ἄλλου ἀποκρίνεται · χρὴ γὰρ καὶ τοῦτο φυλάττεσθαι ὡς ἐν κοινολογίᾳ ἁμάρτημα τυγχάνον.
6.30.154ἡμεῖς δέ φαμεν ὅτι μάλιστα πρὸς ἔπος ἐστὶν ἡ ἀπόκρισις. πρὸς γὰρ τὸ “τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστός”; τί ἄλλο ἐχρῆν εἰπεῖν ἢ τὸ ἴδιον παραστῆσαι βάπτισμα σωματικώτερον τυγχάνον; “ἐγώ, γάρ φησιν, βαπτίζω ἐν ὕδατι”. καὶ τοῦτο εἰπὼν πρὸς τὸ “τί οὖν βαπτίζεις”; πρὸς τὸ δεύτερον “εἰ σὺ οὐκ εἶ ὁ Χριστός” δοξολογίαν περὶ τῆς προηγουμένης οὐσίας Χριστοῦ διηγεῖται, ὅτι δύναμιν τοσαύτην ἔχει ὡς καὶ ἀόρατος εἶναι τῇ θειότητι αὐτοῦ, παρὼν παντὶ ἀνθρώπῳ παντὶ δὲ καὶ ὅλῳ τῷ κόσμῳ συμπαρεκτεινόμενος · ὅπερ δηλοῦται διὰ τοῦ “μέσος ὑμῶν ἕστηκεν”.
6.30.155καὶ ἐπεὶ οὐδὲν οἱ προσδοκῶντες Χριστοῦ ἐπιδημίαν φαρισαῖοι τηλικοῦτον περὶ αὐτοῦ ἑώρων, ἄνθρωπον τέλειον ἅγιον μόνον ὑπολαμβάνοντες αὐτὸν εἶναι, ἐμμελῶς ἐλέγχει τὴν περὶ τῆς ὑπεροχῆς αὐτοῦ φαρισαίων ἄγνοιαν, προστιθεὶς τῷ “μέσος ὑμῶν ἕστηκεν” τό “ὃν ὑμεῖς οὐκ οἴδατε”.
6.30.156καὶ ἵνα μή τις ὑπολάβῃ ἕτερον εἶναι τὸν ἀόρατον καὶ διήκοντα ἐπὶ πάντα ἄνθρωπον ἢ καὶ ἐπὶ ὅλον τὸν κόσμον, παρὰ τὸν ἐνανθρωπήσαντα καὶ ἐπὶ τῆς γῆς ὀφθέντα καὶ τοῖς ἀνθρώποις συναναστραφέντα, συνάπτει τῷ “μέσος ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε” τὸ “ὀπίσω μου ἐρχόμενος” · τοῦτ’ἔστιν “μετ’ἐμὲ φανερωθησόμενος”.
6.30.157οὗ καὶ τὴν ὑπερβάλλουσαν ὑπεροχὴν συνιεὶς παρὰ τὴν ἑαυτοῦ φύσιν, ἀμφιβαλλομένην ὑπό τινων μήποτ’ἄρ’αὐτὸς εἴη Χριστός, ὅσον ἀπολείπεται τῆς τοῦ Χριστοῦ μεγαλειότητος παραστῆσαι βουλόμενος, ἵνα μή τις εἰς αὐτὸν λογίσηται ὑπὲρ ὃ βλέπει ἢ ἀκούει ἐξ αὐτοῦ, λέγει καὶ τὸ “οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος”, αἰνιττόμενος τὸ οὐχ ἱκανὸς εἶναι τὸν περὶ τῆς ἐνσωματώσεως αὐτοῦ λόγον, οἱονεὶ δεδεμένον καὶ κεκρυμμένον τοῖς μὴ νοοῦσιν, λῦσαι καὶ σαφηνίσαι, ὥστε ἄξιόν τι τῆς τοσαύτης ἐπιδημίας εἰς οὕτω βραχύτατα συνεσταλμένης εἰπεῖν.
6.31.158οὐκ ἄκαιρον δὲ ἐξετάζουσιν ἡμῖν τὸ “ἐγὼ βαπτίζω ἐν ὕδατι” τὰς ὁμοίας τῶν εὐαγγελιστῶν παραθέσθαι περὶ τούτου λέξεις καὶ συγκρῖναι τῇ προκειμένῃ.
6.31.159φησὶ τοίνυν ὁ Ματθαῖος · “ἰδὼν πολλοὺς τῶν φαρισαίων καὶ σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα”, μετὰ τὰ ἐπιπληκτικὰ περὶ ὧν ἐξητάσαμεν · “ἐγὼ μὲν ὑμᾶς ἐν ὕδατι βαπτίζω εἰς μετάνοιαν · ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι · αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί”. σύμφωνον τῷ κατὰ Ἰωάννην λόγῳ τὴν ὁμολογίαν τοῦ ἐν ὕδατι βαπτίσματος πρὸς τοὺς πεμφθέντας ἐκ τῶν φαρισαίων λέγοντι.
6.31.160ὁ δὲ Μάρκος · “ἐκήρυσσεν, φησίν, Ἰωάννης λέγων · ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. ἐγὼ ἐβάπτισα ὑμᾶς ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ” · πρὸς πλείονας καὶ πάντας τοὺς ἀκούοντας διδάσκων ταῦτα κεκηρῦχθαι.
6.31.161ὁ δὲ Λουκᾶς φησιν ὅτι “προσδοκῶντος τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ Χριστός, ἀπεκρίνατο λέγων πᾶσιν ὁ Ἰωάννης · ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς · ἔρχεται δὲ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί”.
6.32.162ἔχοντες τοίνυν τὰς ὁμοίας λέξεις τῶν τεσσάρων, φέρε κατὰ τὸ δυνατὸν ἴδωμεν ἰδίᾳ τὸν νοῦν ἑκάστης καὶ τὰς διαφοράς, ἀρξάμενοι ἀπὸ τοῦ Ματθαίου, ὃς καὶ παραδέδοται πρῶτος τῶν λοιπῶν τοῖς Ἑβραίοις ἐκδεδωκέναι τὸ εὐαγγέλιον, τοῖς ἐκ περιτομῆς πιστεύουσιν. “ἐγὼ μέν, φησίν, ὑμᾶς ἐν ὕδατι βαπτίζω εἰς μετάνοιαν” · οἱονεὶ καθαίρων καὶ ἀποτρεπόμενος ἀπὸ τῶν χειρόνων καὶ ἐπὶ μετάνοιαν παρακαλῶν · “ἑτοιμάσαι γὰρ κυρίῳ λαὸν κατεσκευασμένον” ἐγὼ ἐλήλυθα, καὶ χώραν διὰ τοῦ βαπτίσματος τῆς μετανοίας εὐτρεπίσαι τῷ μετ’ἐμὲ ἥξοντι, καὶ διὰ τοῦτο ἰσχυρότερον πολλῷ τῆς ἐμῆς δυνάμεως καὶ κρεῖττον ὑμᾶς ὠφελήσοντι. οὐ σωματικὸν γὰρ τὸ ἐκείνου βάπτισμα, τὸν μετανοοῦντα πληροῦντος ἁγίου πνεύματος καὶ θειοτέρου πυρὸς πᾶν ὑλικὸν ἀφανίζοντος καὶ πᾶν γεῶδες ἐξαναλίσκοντος, οὐ μόνον ἀπὸ τοῦ χωρήσαντος αὐτὸ ἀλλὰ καὶ ἀπὸ τοῦ τῶν ἐχόντων ἀκούοντος.
6.32.163τοσοῦτον δέ ἐστιν ἐμοῦ ἰσχυρότερος ὁ μετ’ἐμὲ ἐρχόμενος, ὡς μη δὲ τὰ τῆς περιβολῆς τῶν περὶ αὐτὸν δυνάμεων ἐσχάτων, οὐχὶ γυμνῶν ἐκκειμένων, ὥστε καὶ τοὺς τυχόντας νοεῖν αὐτὰ δύνασθαι, ἱκανόν με τυγχάνειν βαστάσαι, μη δὲ ταῦτα ὑπομένοντα φέρειν.
6.32.164οὐκ οἶδα δὲ ὁπότερον εἴπω, πότερον τὴν πολλήν μου ἀσθένειαν, τὰ εὐτελῆ τοῦ Χριστοῦ συγκρίσει τῶν περὶ ἑαυτὸν μειζόνων φέρειν μὴ δυναμένην, ἢ δὴ τὴν ἐκείνου ὑπερβάλλουσαν καὶ μείζονα παντὸς τοῦ κόσμου θειότητα. εἴγε ἐγώ, ὁ τηλικαύτην χωρήσας χάριν ὡς καὶ προφητείας ἠξιῶσθαί με, προλεγούσης τὰ περὶ τῆς εἰς τὸν βίον τῶν ἀνθρώπων ἐπιδημίας μου ἐν τῷ “ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ” καὶ “ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου” · ἐγώ, οὗ τὴν γένεσιν “Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ” παραδόξως εὐηγγελίσατο ἐν γήρᾳ γεγενημένῳ τῷ πατρί μου, ἐγώ, ἐφ’οὗ τῷ ὀνόματι Ζαχαρίας ἅμα ἀπέλαβεν τὴν φωνὴν καὶ τὸ προφητεύειν δι’αὐτῆς, ἐγώ, ὁ ὑπὸ τοῦ κυρίου μου μαρτυρούμενος ὡς ἄρα μείζων ἐν γεννητοῖς γυναικῶν ἐμοῦ οὐδεὶς τυγχάνει, οὐ δὲ τὰ ὑποδήματα βαστάσαι ἱκανός · εἰ δὴ γὰρ μη δὲ τὰ ὑποδήματα, τί λεκτέον περὶ τῶν ἐνδυμάτων αὐτοῦ; τίς οὗτος, ὃς ὁλόκληρον αὐτοῦ τὸ ἱμάτιον τηρῆσαι δυνήσεται; τίς, ὃς νοήσει τὸν ἐκ τῶν ἄνωθεν χιτῶνα ἄραφον διὰ τὸ δι’ὅλου ὑφαντὸν τυγχάνειν καταλαβεῖν ὃν ἔχει λόγον;
6.33.165παρατηρητέον δὲ ὅτι τῶν τεσσάρων εἰρηκότων τὸ ἐν ὕδατι ὁμολογεῖν Ἰωάννην ἐληλυθέναι βαπτίζειν, μόνος Ματθαῖος τούτῳ προστέθεικεν τὸ “εἰς μετάνοιαν” διδάσκων τὴν ἀπὸ τοῦ βαπτίσματος ὠφέλειαν ἔχεσθαι τῆς προαιρέσεως τοῦ βαπτιζομένου, τῷ μετανοοῦντι μὲν ἐγγινομένην, μὴ οὕτω δὲ προσιόντι εἰς κρίμα χαλεπώτερον ἐσομένην.
6.33.166χρὴ δὲ εἰδέναι ὅτι ὥσπερ αἱ κατὰ τὰς γεγενημένας ὑπὸ τοῦ σωτῆρος θεραπείας τεράστιοι δυνάμεις, σύμβολα τυγχάνουσαι τῶν ἀεὶ λόγῳ τοῦ θεοῦ ἀπαλλαττομένων πάσης νόσου καὶ μαλακίας, οὐδὲν ἧττον καὶ σωματικῶς γενόμεναι ὤνησαν εἰς πίστιν προσκαλεσάμεναι τοὺς εὐεργετηθέντας, οὕτως καὶ τὸ διὰ τοῦ ὕδατος λουτρόν, σύμβολον τυγχάνον καθαρσίου ψυχῆς πάντα ῥύπον τὸν ἀπὸ κακίας ἀποπλυνομένης, οὐδὲν ἧττον καὶ καθ’αὑτὸ τῷ ἐμπαρέχοντι ἑαυτὸν τῇ θειότητι διὰ τῆς δυνάμεως τῶν τῆς προσκυνητῆς τριάδος ἐπικλήσεών ἐστιν ἡ χαρισμάτων θείων ἀρχὴ καὶ πηγή · “διαιρέσεις γὰρ χαρισμάτων εἰσίν”.
6.33.167μαρτυρεῖ δέ μου τῷ λόγῳ ἡ ἐν ταῖς τῶν ἀποστόλων Πράξεσιν ἀναγεγραμμένη ἱστορία περὶ τοῦ οὕτως ἐναργῶς τότε τὸ πνεῦμα τοῖς βαπτιζομένοις ἐπιδεδημηκέναι, προευτρεπίσαντος αὐτῷ τοῦ ὕδατος τοῖς γνησίως προσιοῦσιν ὁδόν, ὡς καὶ τὸν μάγον Σίμωνα καταπλαγέντα θέλειν μὲν τὴν χάριν ταύτην ἀπὸ τοῦ Πέτρου λαβεῖν, ἐθέλειν δὲ τὸ δικαιότατον διὰ τοῦ μαμωνᾶ τῆς ἀδικίας.
6.33.168καὶ τοῦτο δὲ παρασημειωτέον, ὅτι τὸ Ἰωάννου βάπτισμα ὑποδεέστερον ἐτύγχανεν τοῦ βαπτίσματος Ἰησοῦ, διδομένου διὰ τῶν μαθητῶν αὐτοῦ. οἱ γοῦν ἐν ταῖς Πράξεσιν βεβαπτισμένοι εἰς τὸ Ἰωάννου βάπτισμα, μη δὲ εἰ πνεῦμα ἅγιόν ἐστιν ἀκούσαντες, βαπτίζονται δεύτερον ὑπὸ τοῦ ἀποστόλου.
6.33.169τὸ γὰρ τῆς ἀναγεννήσεως οὐ παρὰ τῷ Ἰωάννῃ ἀλλὰ παρὰ τῷ Ἰησοῦ διὰ τῶν μαθητῶν αὐτοῦ ἐγίνετο, καὶ παλιγγενεσίας ὀνομαζόμενον λουτρὸν μετὰ ἀνακαινώσεως γινόμενον πνεύματος, τοῦ καὶ νῦν ἐπιφερομένου, ἐπειδὴ παρὰ θεοῦ ἐστιν, ἐπάνω τοῦ ὕδατος, ἀλλ’οὐ πᾶσιν μετὰ τὸ ὕδωρ ἐγγινομένου. καὶ ταῦτα μὲν εἰς τὴν ἐξέτασιν τῶν ἐν τῷ κατὰ Ματθαῖον.
6.34.170ἤδη δὲ καὶ τὰ Μάρκου κατανοήσωμεν, ὃς ἀνέγραψεν κηρύσσοντα τὸν Ἰωάννην τα- ταὐτὰ μὲν εἰρηκέναι κατὰ τὸ “ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου”. ἰσοδυναμεῖ γὰρ ταῦτα τῷ “ὁ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν”. οὐκέτι δὲ τὰ αὐτὰ ἐν τῷ “οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ”.
6.34.171ἕτερον μὲν γὰρ τὸ βαστάζειν τὰ ὑποδήματα, δηλονότι ἤδη λελυμένα ἀπὸ τῶν τοῦ ὑποδεδεμένου ποδῶν, ἕτερον δὲ τὸ κύψαντα λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων. καὶ ἀκόλουθόν γε μηδενὸς σφαλλομένου τῶν εὐαγγελιστῶν μη δὲ ψευδομένου, ὡς εἴποιεν ἂν οἱ πιστεύοντες, ἀμφότερα κατὰ διαφόρους καιροὺς εἰρηκέναι τὸν βαπτιστὴν καθ’ἕτερον καὶ ἕτερον νοῦν κινούμενον.
6.34.172οὐ γὰρ περὶ τῶν αὐτῶν, ὡς οἴονταί τινες, οἱ ἀπομνημονεύοντες διαφόρως ἠνέχθησαν μὴ ἀκριβοῦντες τῇ μνήμῃ ἕκαστον τῶν εἰρημένων ἢ γεγενημένων. μέγα μὲν οὖν τὸ βαστάσαι τοῦ Ἰησοῦ τὰ ὑποδήματα, μέγα δὲ καὶ τὸ ἐπὶ τὰ σωματικὰ αὐτοῦ κάτω που γεγενημένα κύψαντα, ὑπὲρ τοῦ τὴν εἰκόνα κάτω θεάσασθαι, λῦσαι ἕκαστον τῶν περὶ τοῦ μυστηρίου τῆς ἐνσωματώσεως ἀσαφῶν, οἱονεὶ τὸν ἱμάντα τῶν ὑποδημάτων τυγχάνοντα.
6.34.173εἷς γὰρ ὁ τῆς ἀσαφείας δεσμός, ὥσπερ καὶ μία ἡ τῆς γνώσεως κλείς, ἅτινα οὐ δὲ ὁ μείζων ἐν γεννητοῖς γυναικῶν καθ’αὑτὸν ἱκανὸς λῦσαι ἢ ἀνοῖξαι, τοῦ δήσαντος καὶ κλείσαντος μόνου δωρουμένου οἷς βούλεται τὸ λῦσαι καὶ ἀνοῖξαι τὸν ἱμάντα τῶν ὑποδημάτων καὶ τὰ κεκλεισμένα.
6.35.174εἰ δὲ μυστικὸς ὁ περὶ τῶν ὑποδημάτων τόπος, οὐ δὲ τοῦτον παρελθετέον. οἶμαι τοίνυν τὴν μὲν ἐνανθρώπησιν, ὅτε σάρκα καὶ ὀστέα ἀναλαμβάνει ὁ τοῦ θεοῦ υἱός, τὸ ἕτερον εἶναι τῶν ὑποδημάτων, τὴν δὲ εἰς Ἅδου κατάβασιν, ὅστις ποτέ ἐστιν ὁ Ἅδης, καὶ τὴν εἰς φυλακὴν μετὰ πνεύματος πορείαν τὸ λοιπόν.
6.35.175περὶ τῆς εἰς Ἅδου καταβάσεως τὸ “οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς τὸν Ἅδην” ἐν πεντεκαιδεκάτῳ ψαλμῷ εἴρηται · καὶ περὶ τῆς ἐν φυλακῇ πορείας μετὰ πνεύματος παρὰ τῷ Πέτρῳ ἐν τῇ καθολικῇ ἐπιστολῇ · “θανατωθείς, γάρ φησι, σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι · ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασίν ποτε ὅτε ἀπεξεδέχετο ἡ τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ”.
6.35.176ὁ τοίνυν κατ’ἀξίαν ἀμφοτέρων τῶν ἐπιδημιῶν τοὺς λόγους παραστῆσαι δυνάμενος, τὸν ἱμάντα λύειν τῶν Ἰησοῦ ἱκανός ἐστιν ὑποδημάτων, καὶ αὐτὸς τῷ νοῒ κύπτων καὶ συγκαταβαίνων τῷ καταβεβηκότι εἰς Ἅδου, καὶ ἀπὸ οὐρανοῦ καὶ τῶν περὶ τῆς θεότητος Χριστοῦ μυστηρίων καταβαίνων ἐπὶ τὴν ἀναγκαίως γεγενημένην παρ’ἡμῖν αὐτοῦ ἐπιδημίαν, ὅτε τὸν ἄνθρωπον ὑπεδήσατο.
6.35.177ὁ δὲ τὸν ἄνθρωπον ὑποδησάμενος καὶ τὸν νεκρὸν ὑπεδήσατο · “εἰς τοῦτο γὰρ Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ” · καὶ διὰ τοῦτο ζῶντα καὶ νεκρὸν ὑπεδήσατο, τοῦτ’ἔστι τὸν ἐν γῇ καὶ τὸν ἐν Ἅδου, “ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ”.
6.35.178τίς οὖν ἄρα ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν τοιούτων ὑποδημάτων, καὶ λύσας μὴ ἐᾶσαι ἀλλὰ κατὰ δευτέραν ἱκανότητα ἀναλαβεῖν αὐτὰ καὶ βαστάσαι διὰ τοῦ ἐν τῇ μνήμῃ περιφέρειν τὰ νενοημένα;
6.35.179μὴ ἀνεξέταστον δὲ ἐάσθω τὸ χωρὶς τοῦ “κύψας” ὁμοίως παρὰ τῷ Λουκᾷ καὶ Ἰωάννῃ εἰρημένον. καὶ τάχα ἐνδέχεται μὲν κύψαντα λῦσαι κατὰ τὸ προειρημένον · δυνατὸν δὲ καὶ τὸ ἀνάστημα τοῦ ἀπὸ τοῦ λόγου ἐπάρματος φυλάττοντα εὑρεῖν τὴν λύσιν τῶν ἐν τῷ ζητεῖσθαι δεδεμένων ὑποδημάτων, ἵνα ταῦτά τις λύσας τὸν χωρὶς τῶν ὑποδημάτων ἴδῃ λόγον γυμνὸν τῶν ὑποδεεστέρων καθ’αὑτόν, υἱὸν τοῦ θεοῦ.
6.36.180οὐ τα- ταὐτὸν δὲ τὸ μὴ εἶναι “ἱκανὸν” τῷ μὴ εἶναι “ἄξιον”, ὃ ἀναγράφει ὁ Ἰωάννης. δυνατὸν γὰρ μὴ ὄντα ἄξιον γενέσθαι ἱκανόν · δυνατὸν δὲ καὶ ἄξιον ὄντα μηδέπω εἶναι ἱκανόν.
6.36.181εἰ γὰρ καὶ πρὸς τὸ συμφέρον δίδοται τὰ χαρίσματα, καὶ οὐ μόνον “κατὰ τὴν ἀναλογίαν τῆς πίστεως”, φιλανθρώπου ἂν εἴη θεοῦ ἔργον, προορωμένου βλάβην ἀπὸ οἰήματος ἐπακολουθήσοντος ἢ φυσιώσεως, τὸ καὶ τῷ ἀξίῳ ποτὲ μὴ διδόναι τὴν ἱκανότητα. οἰκεῖον δὲ τῆς χρηστότητος τοῦ θεοῦ νικᾶν ἐν τῷ εὐεργετεῖν τὸν εὐεργετούμενον, προλαμβάνοντα τὸν ἐσόμενον ἄξιον, καὶ πρὶν γένηται ἄξιος κοσμοῦντα αὐτὸν τῇ ἱκανότητι, ἵνα μετὰ τὴν ἱκανότητα ἔλθῃ ἐπὶ τὸ γενέσθαι ἄξιος, καὶ μὴ πάντως ἀπὸ τοῦ εἶναι ἄξιος, φθάνων τὸν δωρούμενον καὶ προλαβὼν αὐτοῦ τὰς χάριτας, ἔλθῃ ἐπὶ τὸ γενέσθαι ἱκανός.
6.36.182ὁ τοίνυν Ἰωάννης φησὶ παρὰ μὲν τοῖς τρισὶν οὐκ εἶναι “ἱκανός”, παρὰ δὲ τῷ Ἰωάννῃ οὐκ εἶναι “ἄξιος”. οὐκ ἀποκλείεται δὲ ὅς γε ἔλεγεν οὐδέπω ὢν ἱκανὸς γεγονέναι ἱκανός, εἰ καὶ μὴ ἄξιός πω ἦν · καὶ πάλιν ὅς γε ἔλεγεν οὐκ εἶναι ἄξιος, οὐκ ὢν ἄξιος ἐφθακέναι ἐπὶ τὸ γεγονέναι ἄξιος.
6.36.183εἰ μὴ ἄρα τις ἐρεῖ, ἐπὶ τὸ κατ’ἀξίαν τῆς λύσεως καὶ βαστάξεως αὐτῶν μὴ χωροῦσαν τὴν θνητὴν φύσιν † ἥκειν ποτὲ ἀληθευόμενον ἔχειν τὸ μηδέποτε γενέσθαι ἱκανὸν λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων καὶ ἄξιον τοῦ αὐτοῦ. ὅσα δὲ ἐὰν χωρήσωμεν, ἔτι ὑπολείπεται τὰ μηδέπω νενοημένα, ἐπεὶ “ὅταν συντελέσῃ ἄνθρωπος τότε ἄρχεται, καὶ ὅταν παύσηται τότε ἀπορηθήσεται” κατὰ τὴν Ἰησοῦ υἱοῦ Σειρὰχ Σοφίαν.
6.37.184ἔτι περὶ τῶν ὑποδημάτων τῶν παρὰ τοῖς τρισὶν οὕτως ὀνομασθέντων εὐαγγελισταῖς διαλάβωμεν, συγκρίνοντες ἐκεῖνα τῷ παρὰ τῷ μαθητῇ Ἰωάννῃ ἑνικῶς ὀνομασθέντι · “οὐκ εἰμί, γάρ φησιν, ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος”.
6.37.185τάχα οὖν νικώμενος ὑπὸ τῆς τοῦ θεοῦ χάριτος δωρεὰν εἴληφεν, μηδέπω τὸ ὅσον ἐφ’ἑαυτῷ ἄξιος ὢν λῦσαι τὸν ἱμάντα τοῦ ἑτέρου τῶν ὑποδημάτων, νοήσας αὐτοῦ τὴν ἐν ἀνθρώποις ἐπιδημίαν, περὶ ἧς καὶ μαρτυρεῖ. ἐπεὶ δὲ ἔλειπεν αὐτῷ ἡ περὶ τῶν ἑξῆς κατάληψις, οὐκ εἰδότι πότερον Ἰησοῦς ἐστιν ὁ κα- κἀκεῖ ἐρχόμενος, ὅπου ἀπὸ τῆς φυλακῆς γίνεσθαι ἔμελλεν ἀποκεφαλισθείς, ἢ ἕτερον προσδοκᾶν ἐχρῆν, διὰ τοῦτο τὴν σαφέστερον ὕστερον ἐπαπόρησιν ἡμῖν δηλουμένην καὶ νῦν αἰνιττόμενος φησὶ τὸ “οὐκ εἰμὶ ἐγὼ ἄξιος, ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος”.
6.37.186ὁ δὲ οἰόμενος περιεργότερον τοῦτο εἰρῆσθαι εἰς τα- ταὐτὸν συνάξει τὸ τῶν ὑποδημάτων καὶ τοῦ ὑποδήματος, ἵνα οἱονεὶ λέγῃ · οὐδαμῶς ἄξιός εἰμι λῦσαι τὸν ἱμάντα οὐ δὲ κατὰ τὴν ἀρχήν, κα- κἂν τοῦ ἑνὸς ὑποδήματος · ἢ καὶ οὕτως δυνατὸν εἰς ἓν συνάγεσθαι τὰ παρὰ τοῖς τέσσαρσιν εἰρημένα ·
6.37.187εἰ γὰρ ὁ Ἰωάννης συνίει μὲν τὰ περὶ τῆς ἐνταῦθα αὐτοῦ ἐπιδημίας, ἐνηπόρει δὲ περὶ τῶν ἑξῆς, ἀληθεύει λέγων καὶ τὸ μὴ εἶναι ἱκανὸν λύειν τὸν ἱμάντα τῶν ὑποδημάτων, οὐ γὰρ λύει ἀμφοτέρων λύσας τοῦ ἑνός, ἀληθεύει δὲ λέγων καὶ τὸν ἱμάντα τοῦ ὑποδήματος, ἐπεί, ὡς προείρηται, ἔτι διαπορεῖ περὶ τοῦ πότερον αὐτός ἐστιν ἐρχόμενος ἢ ἕτερος, ὁ κα- κἀκεῖ προσδοκητέος.
6.38.188καὶ περὶ δὲ τοῦ “μέσος ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε” ταῦτα διαληπτέον περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, τοῦ λόγου, δι’οὗ τὰ πάντα γέγονεν, ὑφεστηκότος οὐσιωδῶς κατὰ τὸ ὑποκείμενον, τοῦ αὐτοῦ ὄντος τῇ σοφίᾳ. οὗτος γὰρ δι’ὅλης πεφοίτηκεν τῆς κτίσεως, ἵνα ἀεὶ τὰ γινόμενα δι’αὐτοῦ γίνηται, καὶ περὶ παντὸς οὑτινοσοῦν ἀεὶ ἀληθὲς ἦν τὸ “πάντα δι’αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐ δὲ ἕν”, καὶ τὸ “πάντα ἐν σοφίᾳ ἐποίησας”.
6.38.189εἰ δὲ δι’ὅλης τῆς κτίσεως πεφοίτηκεν, δῆλον ὅτι καὶ τῶν πυνθανομένων “τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὐ δὲ Ἠλίας οὐ δὲ ὁ προφήτης”; μέσος ἕστηκεν ὁ αὐτὸς καὶ βέβαιος ὢν λόγος, ὑπὸ τοῦ πατρὸς ἐστηριγμένος πανταχοῦ. ἢ τὸ “μέσος ὑμῶν ἕστηκεν” ἀκουέσθω ὅτι ὑμῶν τῶν ἀνθρώπων διὰ τὸ εἶναι ὑμᾶς λογικοὺς μέσος ὑμῶν ἑστώς, τῷ τοῦ παντὸς σώματος ἐν μέσῳ εἶναι τὸ ἡγεμονικὸν ἀποδείκνυσθαι, κατὰ τὰς γραφὰς ἐν τῇ καρδίᾳ τυγχάνον.
6.38.190οἱ τοίνυν ἔχοντες τὸν λόγον ἐν μέσῳ ἑαυτῶν, μὴ διαλαμβάνοντες δὲ περὶ τῆς φύσεως αὐτοῦ, μη δὲ ἀπὸ ποίας πηγῆς καὶ ἀρχῆς ἐλήλυθεν, μη δ’ὅπως ποτὲ συνέστη ἐν αὐτοῖς, οὗτοι μέσον αὐτὸν ἔχοντες οὐκ ἴσασιν. ὁ δὲ Ἰωάννης αὐτὸν οἶδεν. τὸ γὰρ “ὃν ὑμεῖς οὐκ οἴδατε” ὀνειδιστικῶς λεγόμενον πρὸς τοὺς φαρισαίους, ἐμφαίνει τὸν λόγον τῷ ἐπιμελῶς ἐγνωκέναι τὸ ὑπ’ἐκείνων ἀγνοούμενον.
6.38.191δι’ὃ καὶ γινώσκων αὐτὸν ὁ βαπτιστὴς οἶδεν ὀπίσω αὐτοῦ ἐρχόμενον τὸν ἐν μέσῳ τυγχάνοντα, τοῦτ’ἔστιν μετ’αὐτὸν καὶ τὴν ὑπ’αὐτοῦ ἐν τῷ βαπτίσματι διδασκαλίαν ἐπιδημοῦντα τοῖς κατὰ λόγον ἀπολουσαμένοις. οὐ τα- ταὐτὸν δὲ σημαίνεται ἐκ τῆς “ὀπίσω” φωνῆς ἐνθάδε, καὶ ὅταν ὁ Ἰησοῦς πέμπῃ ἡμᾶς ὀπίσω ἑαυτοῦ.
6.38.192ἐκεῖ μὲν γὰρ ἵνα κατ’ἴχνη βαίνοντες αὐτοῦ φθάσωμεν πρὸς τὸν πατέρα, ὀπίσω αὐτοῦ γίνεσθαι κελευόμεθα · ἐνθάδε δὲ ἵνα δηλωθῇ τὸ μετὰ τὰς Ἰωάννου διδασκαλίας ἐπεὶ ἐλήλυθεν οὗτος “ἵνα πάντες πιστεύσωσιν δι’αὐτοῦ” τοῖς προευτρεπισαμένοις ἐπιδημεῖν προκεκαθαρμένοις διὰ τῶν ἡττόνων καὶ τὸν τέλειον λόγον.
6.38.193προηγουμένως μὲν οὖν ἕστηκεν ὁ πατὴρ ἄτρεπτος καὶ ἀναλλοίωτος ὤν · ἕστηκεν δὲ καὶ ὁ λόγος αὐτοῦ ἀεὶ ἐν τῷ σῴζειν, κα- κἂν γένηται σάρξ, κα- κἂν μέσος ᾖ ἀνθρώπων, οὐ καταλαμβανόμενος ἀλλ’οὐ δὲ βλεπόμενος · ἕστηκεν δὲ καὶ διδάσκων, προκαλούμενος πάντας ἐπὶ τὸ πίνειν ἀπὸ τῆς ἀφθόνου πηγῆς αὐτοῦ · “εἱστήκει γὰρ ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων · ἐάν τις διψᾷ, ἐρχέσθω πρὸς ἐμὲ καὶ πινέτω”.
6.39.194ὁ δὲ Ἡρακλέων τὸ “μέσος ὑμῶν στήκει” φησὶν ἀντὶ τοῦ “ἤδη πάρεστιν καὶ ἔστιν ἐν τῷ κόσμῳ καὶ ἐν ἀνθρώποις, καὶ ἐμφανής ἐστιν ἤδη πᾶσιν ὑμῖν”. διὰ τούτων δὲ περιαιρεῖ τὸ παρασταθὲν περὶ τοῦ διαπεφοιτηκέναι αὐτὸν δι’ὅλου τοῦ κόσμου.
6.39.195λεκτέον γὰρ πρὸς αὐτόν · πότε γὰρ οὐ πάρεστιν; πότε δὲ οὐκ ἔστιν ἐν τῷ κόσμῳ; καὶ ταῦτα τοῦ εὐαγγελίου λέγοντος · “ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’αὐτοῦ ἐγένετο”. καὶ διὰ τοῦτο καὶ οὗτοι, πρὸς οὓς ὁ λόγος ὁ “ὃν ὑμεῖς οὐκ οἴδατε”, οὐκ οἴδασιν αὐτόν, ἐπεὶ οὐδέπω τοῦ κόσμου ἐξεληλύθασιν, “ὁ δὲ κόσμος αὐτὸν οὐκ ἔγνω”.
6.39.196ποῖον δὲ χρόνον διέλειπεν τοῦ ἐν ἀνθρώποις εἶναι; ἢ οὐκ ἐν Ἡσαΐᾳ ἦν λέγοντι · “πνεῦμα κυρίου ἐπ’ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με” καὶ “ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν”; λεγέτωσαν δὲ εἰ μὴ καὶ ἐν Δαβὶδ ἦν, οὐκ ἀφ’αὑτοῦ λέγοντι · “ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ”, καὶ ὅσα ἐκ προσώπου Χριστοῦ ἐν ψαλμοῖς ἀναγέγραπται.
6.39.197καὶ τί με δεῖ καθ’ἕκαστον ἀποδεικνύναι, δυσεξαριθμήτων ὄντων τῶν παραστῆσαι ἐναργῶς δυναμένων, ὅτι ἀεὶ ἐν ἀνθρώποις ἦν, πρὸς τὸ ἐλέγξαι οὐχ ὑγιῶς εἰρημένον τὸ “ἤδη πάρεστιν καὶ ἔστιν ἐν κόσμῳ καὶ ἐν ἀνθρώποις” εἰς διήγησιν παρὰ τῷ Ἡρακλέωνι τοῦ “μέσος ὑμῶν ἕστηκεν”; οὐκ ἀπιθάνως δὲ παρ’αὐτῷ λέγεται ὅτι τὸ “ὀπίσω μου ἐρχόμενος” τὸ πρόδρομον εἶναι τὸν Ἰωάννην τοῦ Χριστοῦ δηλοῖ. ἀληθῶς γὰρ ὡσπερεὶ οἰκέτης ἐστὶν προτρέχων τοῦ κυρίου.
6.39.198πολὺ δὲ ἁπλούστερον τὸ “οὐκ εἰμὶ ἄξιος, ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος” ἐξείληφεν ὅτι οὐ δὲ τῆς ἀτιμοτάτης ὑπηρεσίας τῆς πρὸς τὸν Χριστὸν ἄξιος εἶναι διὰ τούτων ὁ βαπτιστὴς ὁμολογεῖ. πλὴν μετὰ ταύτην τὴν ἐκδοχὴν οὐκ ἀπιθάνως ὑποβέβληκεν τό · οὔκ εἰμι ἐγὼ ἱκανός, ἵνα δι’ἐμὲ κατέλθῃ ἀπὸ μεγέθους καὶ σάρκα λάβῃ ὡς ὑπόδημα, περὶ ἧς ἐγὼ λόγον ἀποδοῦναι οὐ δύναμαι οὐ δὲ διηγήσασθαι ἢ ἐπιλῦσαι τὴν περὶ αὐτῆς οἰκονομίαν.
6.39.199ἁδρότερον δὲ καὶ μεγαλοφυέστερον ὁ αὐτὸς Ἡρακλέων κόσμον τὸ ὑπόδημα ἐκδεξάμενος μετέστη ἐπὶ τὸ ἀσεβέστερον ἀποφήνασθαι ταῦτα πάντα δεῖν ἀκούεσθαι καὶ περὶ τοῦ προσώπου τοῦ διὰ τοῦ Ἰωάννου νοουμένου.
6.39.200οἴεται γὰρ τὸν δημιουργὸν τοῦ κόσμου ἐλάττονα ὄντα τοῦ Χριστοῦ τοῦτο ὁμολογεῖν διὰ τούτων τῶν λέξεων, ὅπερ ἐστὶν πάντων ἀσεβέστατον. ὁ γὰρ πέμψας αὐτὸν πατήρ, ὁ τῶν ζώντων θεός, ὡς αὐτὸς Ἰησοῦς μαρτυρεῖ, τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακώβ, ὁ διὰ τοῦτο κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι πεποίηκεν αὐτά, οὗτος καὶ μόνος ἀγαθὸς καὶ μείζων τοῦ πεμφθέντος.
6.39.201εἰ δὲ καί, ὡς προειρήκαμεν, ἁδρότερον νενόηται καὶ πᾶς ὁ κόσμος ὑπόδημα εἶναι τοῦ Ἰησοῦ τῷ Ἡρακλέωνι, ἀλλ’οὐκ οἶμαι δεῖν συγκατατίθεσθαι. πῶς γὰρ μετὰ τῆς τοιαύτης ἐκδοχῆς σωθήσεται τὸ “οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου”, μαρτυρούμενον ὡς περὶ τοῦ πατρὸς εἰρημένον ὑπὸ τοῦ Ἰησοῦ; “μὴ γὰρ ὀμόσητε, φησί, τὸν οὐρανόν, ὅτι θρόνος ἐστὶν τοῦ θεοῦ, μη δὲ τὴν γῆν, ὅτι ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ”.
6.39.202πῶς δὲ μετὰ τοῦ τὸν ὅλον κόσμον ὑπόδημα νοεῖσθαι τοῦ Ἰησοῦ παραστῆσαι δυνήσεται τὸ “οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος”; πλὴν ἄξιον ἐπιστῆσαι πότερον τῷ τὸν λόγον καὶ τὴν σοφίαν διαπεφοιτηκέναι δι’ὅλου τοῦ κόσμου, τὸν δὲ πατέρα ἐν τῷ υἱῷ εἶναι, ὡς παρεθέμεθα, τὰ ῥητὰ δεῖ νοῆσαι, ἢ ὁ προηγουμένως περιζωσάμενος πᾶσαν τὴν κτίσιν παρὰ τὸ τὸν υἱὸν εἶναι ἐν αὐτῷ ἐχαρίσατο τῷ σωτῆρι, ὡς μετ’αὐτὸν δευτέρῳ καὶ θεῷ λόγῳ τυγχάνοντι, δι’ὅλης ἐφθακέναι τῆς κτίσεως.
6.39.203καὶ μάλιστα τοῖς δυναμένοις κατανοεῖν τὴν τοῦ τηλικούτου οὐρανοῦ ἀδιάλειπτον κίνησιν, ἀπὸ ἀνατολῶν ἐπὶ δυσμὰς συμπεριάγοντος ἑαυτῷ τὸ τοσοῦτο τῶν ἀστέρων πλῆθος, ἄξιον ἔσται ζητήσεως περὶ τοῦ τίς ἡ ἐνυπάρχουσα δύναμις τοσαύτη καὶ τηλικαύτη τῷ παντὶ κόσμῳ. ἕτερον γὰρ παρὰ τὸν πατέρα καὶ τὸν υἱὸν ταύτην τολμῆσαι εἰπεῖν μήποτε οὐκ ἔστιν εὐσεβές.
6.40.204ὅτι μὲν σχεδὸν ἐν πᾶσι τοῖς ἀντιγράφοις κεῖται · “ταῦτα ἐν Βηθανίᾳ ἐγένετο” οὐκ ἀγνοοῦμεν, καὶ ἔοικεν τοῦτο καὶ ἔτι πρότερον γεγονέναι · καὶ παρὰ Ἡρακλέωνι γοῦν “Βηθανίαν” ἀνέγνωμεν. ἐπείσθημεν δὲ μὴ δεῖν “Βηθανίᾳ” ἀναγινώσκειν, ἀλλὰ “Βηθαβαρᾷ”, γενόμενοι ἐν τοῖς τόποις ἐπὶ ἱστορίαν τῶν ἰχνῶν Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ τῶν προφητῶν.
6.40.205Βηθανία γάρ, ὡς ὁ αὐτὸς εὐαγγελιστής φησιν, ἡ πατρὶς Λαζάρου καὶ Μάρθας καὶ Μαρίας, ἀπέχει τῶν Ἱεροσολύμων σταδίους δέκα πέντε · ἧς πόρρω ἐστὶν ὁ Ἰορδάνης ποταμὸς ὡς ἀπὸ σταδίων πλατεῖ λόγῳ ἑκατὸν ὀγδοήκοντα. ἀλλ’οὐ δὲ ὁμώνυμος τῇ Βηθανίᾳ τόπος ἐστὶν περὶ τὸν Ἰορδάνην · δείκνυσθαι δὲ λέγουσι παρὰ τῇ ὄχθῃ τοῦ Ἰορδάνου τὰ Βηθαβαρᾶ, ἔνθα ἱστοροῦσιν τὸν Ἰωάννην βεβαπτικέναι.
6.40.206ἔστιντε ἡ ἑρμηνεία τοῦ ὀνόματος ἀκόλουθος τῷ βαπτίσματι τοῦ ἑτοιμάζοντος κυρίῳ λαὸν κατεσκευασμένον · μεταλαμβάνεται γὰρ εἰς “οἶκον κατασκευῆς”, ἡ δὲ Βηθανία εἰς “οἶκον ὑπακοῆς”. ποῦ γὰρ ἀλλαχόσε ἐχρῆν βαπτίζειν τὸν ἀποσταλέντα ἄγγελον πρὸ προσώπου τοῦ Χριστοῦ, κατασκευάσαι τὴν ὁδὸν αὐτοῦ ἔμπροσθεν αὐτοῦ, ἢ εἰς τὸν “τῆς κατασκευῆς οἶκον”;
6.40.207ποία δὲ οἰκειοτέρα πατρὶς τῇ τὴν ἀγαθὴν μερίδα ἐκλεξαμένῃ μὴ ἀφαιρουμένην αὐτῆς Μαριὰμ καὶ τῇ περισπωμένῃ διὰ τὴν Ἰησοῦ ὑποδοχὴν Μάρθᾳ καὶ τῷ τούτων ἀδελφῷ φίλῳ ὑπὸ τοῦ σωτῆρος εἰρημένῳ Λαζάρῳ, ἢ Βηθανία “ὁ τῆς ὑπακοῆς οἶκος”; οὐ καταφρονητέον οὖν τῆς περὶ τὰ ὀνόματα ἀκριβείας τῷ ἀπαραλείπτως βουλομένῳ συνεῖναι τὰ ἅγια γράμματα.
6.41.208τὸ μέντοι γε ἡμαρτῆσθαι ἐν τοῖς Ἑλληνικοῖς ἀντιγράφοις τὰ περὶ τῶν ὀνομάτων πολλαχοῦ καὶ ἀπὸ τούτων ἄν τις πεισθείη ἐν τοῖς εὐαγγελίοις. ἡ περὶ τοὺς ὑπὸ τῶν δαιμονίων κατακρημνιζομένους καὶ ἐν τῇ θαλάσσῃ συμπνιγομένους χοίρους οἰκονομία ἀναγέγραπται γεγονέναι ἐν τῇ χώρᾳ τῶν Γερασηνῶν.
6.41.209Γέρασα δὲ τῆς Ἀραβίας ἐστὶν πόλις, οὔτε θάλασσαν οὔτε λίμνην πλησίον ἔχουσα, καὶ οὐκ ἂν οὕτως προφανὲς ψεῦδος καὶ εὐέλεγκτον οἱ εὐαγγελισταὶ εἰρήκεισαν, ἄνδρες ἐπιμελῶς γινώσκοντες τὰ περὶ τὴν Ἰουδαίαν.
6.41.210ἐπεὶ δὲ ἐν ὀλίγοις εὕρομεν · “εἰς τὴν χώραν τῶν Γαδαρηνῶν” καὶ πρὸς τοῦτο λεκτέον. Γάδαρα γὰρ πόλις μέν ἐστιν τῆς Ἰουδαίας, περὶ ἣν τὰ διαβόητα θερμὰ τυγχάνει, λίμνη δὲ κρημνοῖς παρακειμένη οὐδαμῶς ἐστιν ἐν αὐτῇ ἢ θάλασσα.
6.41.211ἀλλὰ Γέργεσα, ἀφ’ἧς οἱ Γεργεσαῖοι, πόλις ἀρχαία περὶ τὴν νῦν καλουμένην Τιβερίαδα λίμνην, περὶ ἣν κρημνὸς παρακείμενος τῇ λίμνῃ, ἀφ’οὗ δείκνυται τοὺς χοίρους ὑπὸ τῶν δαιμόνων καταβεβλῆσθαι. ἑρμηνεύεται δὲ ἡ Γέργεσα “παροικία ἐκβεβληκότων”, ἐπώνυμος οὖσα τάχα προφητικῶς οὗ περὶ τὸν σωτῆρα πεποιήκασιν παρακαλέσαντες αὐτὸν μεταβῆναι ἐκ τῶν ὁρίων αὐτῶν οἱ τῶν χοίρων πολῖται.
6.41.212τὸ δ’ὅμοιον περὶ τὰ ὀνόματα σφάλμα πολλαχοῦ τοῦ νόμου καὶ τῶν προφητῶν ἔστιν ἰδεῖν, ὡς ἠκριβώσαμεν ἀπὸ Ἑβραίων μαθόντες, καὶ τοῖς ἀντιγράφοις αὐτῶν τὰ ἡμέτερα συγκρίναντες, μαρτυρηθεῖσιν ὑπὸ τῶν μηδέπω διαστραφεισῶν ἐκδόσεων Ἀκύλου καὶ Θεοδοτίωνος καὶ Συμμάχου.
6.41.213ὀλίγα τοίνυν παραθησόμεθα ὑπὲρ τοῦ τοὺς φιλομαθεῖς ἐπιστρεφεστέρους γενέσθαι περὶ ταῦτα · εἷς τῶν υἱῶν Λευῒ ὁ πρῶτος † Γεσὼν ἐν τοῖς πλείστοις τῶν ἀντιγράφων ὠνόμασται ἀντὶ τοῦ Γηρσών, ὁμώνυμος τυγχάνων τῷ πρωτοτόκῳ Μωσέως, ἑκατέρων διὰ τὴν παροικίαν ἐν γῇ ἀλλοτρίᾳ γεννηθέντων τοῦ ὀνόματος ἑτοίμως κειμένου.
6.41.214πάλιν τῷ Ἰούδᾳ παρ’ἡμῖν μὲν ὁ δεύτερος Αὐνὰν εἶναι λέγεται, παρὰ δὲ Ἑβραίοις Ὠνάν, ὅ ἐστι “πόνος αὐτῶν”. πρὸς τούτοις ἐν ταῖς ἀπάρσεσιν τῶν υἱῶν Ἰσραὴλ ἐν τοῖς Ἀριθμοῖς εὕρομεν ὅτι “ἀπῄραν ἐκ Σοχὼθ καὶ παρενέβαλον εἰς Βουθάν” · τὸ δὲ Ἑβραϊκὸν ἀντὶ Βουθὰν † “Αἰμὰν” λέγει.
6.41.215καὶ τί με δεῖ διατρίβοντα πλείονα παρατίθεσθαι, παρόντος τῷ βουλομένῳ τοῦ ἐξετάζειν καὶ γινώσκειν τὰ κατὰ τὰ ὀνόματα ἀληθῆ; μάλιστα δὲ ὑποπτευτέον τοὺς τόπους τῶν γραφῶν, ἔνθα κατάλογός ἐστιν ἅμα ὀνομάτων πλειόνων, ὡς ἐν τῷ Ἰησοῦ τὰ περὶ τῆς κληροδοσίας, καὶ ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων ἀρχῆθεν ἑξῆς μέχρι τῶν ἐγγύς που περὶ τὸν Ἀνάν · ὁμοίως δὲ καὶ ἐν τῷ Ἔσδρα.
6.41.216καὶ οὐ καταφρονητέον τῶν ὀνομάτων, πραγμάτων σημαινομένων ἀπ’αὐτῶν χρησίμων τῇ τῶν τόπων ἑρμηνείᾳ. οὐκ εὔκαιρον δὲ νῦν τὸν περὶ τῆς θεωρίας τῶν ὀνομάτων ἐξετάσαι λόγον, ἀφέμενον τῶν προκειμένων.
6.42.217ἴδωμεν τοίνυν τὰ τῆς εὐαγγελικῆς λέξεως. Ἰορδάνης μὲν ἑρμηνεύεται “κατάβασις αὐτῶν”. τούτῳ δέ, ἵν’οὕτως εἴπω, γειτνιᾷ τὸ ὄνομα τοῦ Ἰαρέδ, ὃ καὶ αὐτὸ ἑρμηνεύεται “καταβαίνων”, ἐπειδήπερ γεγένηται τῷ Μαλελεήλ, ὡς ἐν τῷ Ἑνὼχ γέγραπται, εἴ τῳ φίλον παραδέχεσθαι ὡς ἅγιον τὸ βιβλίον, ταῖς ἡμέραις τῆς τῶν υἱῶν τοῦ θεοῦ καταβάσεως ἐπὶ τὰς θυγατέρας τῶν ἀνθρώπων · ἥντινα κατάβασιν αἰνίσσεσθαί τινες ὑπειλήφασιν τὴν τῶν ψυχῶν κάθοδον ἐπὶ τὰ σώματα, “θυγατέρας ἀνθρώπων” τροπικώτερον τὸ γήϊνον σκῆνος λέγεσθαι ὑπειληφότες.
6.42.218εἰ δὲ τοῦθ’οὕτως ἔχει, τίς ἂν εἴη ποταμὸς “κατάβασις αὐτῶν”, ἐφ’ὃν ἐρχόμενον καθαίρεσθαι δεῖ οὐκ ἰδίαν κατάβασιν καταβεβηκότα, ἀλλὰ τὴν τῶν ἀνθρώπων, ἢ ὁ σωτὴρ ἡμῶν διορίζων τοὺς ὑπὸ Μωσέως κληροδοτουμένους ἀπὸ τῶν διὰ Ἰησοῦ τὰς οἰκείους ἀπολαμβανόντων μερίδας;
6.42.219τούτου δὴ τοῦ καταβεβηκότος ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν, ὡς ἐν ψαλμοῖς εὕρομεν, τὴν πόλιν τοῦ θεοῦ, οὐ τὴν αἰσθητὴν Ἱερουσαλήμ οὐ γὰρ ἔχει παρακείμενον ποταμόν, ἀλλὰ τὴν ἄμωμον τοῦ θεοῦ ἐκκλησίαν, οἰκοδομουμένην “ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ τῶν προφητῶν, ὄντος ἀκρογωνιαίου Χριστοῦ Ἰησοῦ” τοῦ κυρίου ἡμῶν.
6.42.220Ἰορδάνην μέντοι γε νοητέον τὸν τοῦ θεοῦ λόγον τὸν γενόμενον σάρκα καὶ σκηνώσαντα ἐν ἡμῖν, Ἰησοῦν δὲ τὸν κληροδοτήσαντα ὃ ἀνείληφεν ἀνθρώπινον, ὅπερ ἐστὶν καὶ ἀκρογωνιαῖος λίθος, ὃς καὶ αὐτὸς ἐν τῇ θεότητι τοῦ υἱοῦ τοῦ θεοῦ γενόμενος τῷ ἀνειλῆφθαι ὑπ’αὐτοῦ λούεται, καὶ τότε χωρεῖ τὴν ἀκέραιον καὶ ἄδολον περιστερὰν τοῦ πνεύματος, συνδεδεμένην αὐτῷ καὶ μηκέτι ἀποπτῆναι δυναμένην · “ἐφ’ὅν, γάρ φησιν, ἐὰν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ”, διὰ τοῦτο λαβὼν τὸ πνεῦμα μένον ἐπ’αὐτόν, ἵν’ἐν αὐτῷ μείναντι βαπτίζειν τοὺς ἐρχομένους αὐτῷ δυνηθῇ.
6.42.221πέραν δὲ τοῦ Ἰορδάνου, κατὰ τὰ ἔξω τῆς Ἰουδαίας νεύοντα κλίματα ἐν τῇ Βηθαβαρᾷ, βαπτίζει ὁ Ἰωάννης, πρόδρομος ὢν τοῦ ἐληλυθότος καλέσαι οὐ “δικαίους ἀλλὰ ἁμαρτωλούς”, διδάσκοντος μὴ χρείαν ἔχειν τοὺς ἰσχύοντας ἰατρῶν ἀλλὰ τοὺς κακῶς ἔχοντας · καὶ γὰρ “εἰς ἄφεσιν ἁμαρτιῶν” τὸ λουτρὸν δίδοται.
6.43.222εἰκὸς δέ τινα τὰς διαφόρους ἐπινοίας τοῦ σωτῆρος μὴ νενοηκότα προσκόψειν τῇ ἀποδοθείσῃ περὶ τοῦ Ἰορδάνου ἑρμηνείᾳ, διὰ τὸ λέγειν τὸν Ἰωάννην · “ἐγὼ βαπτίζω ἐν ὕδατι, ὁ δὲ ἐρχόμενος μετ’ἐμὲ ἰσχυρότερός μού ἐστιν, αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ”.
6.43.223πρὸς ὃν λεκτέον ὅτι ὥσπερ ποτὸν τυγχάνων ὁ τοῦ θεοῦ λόγος οἷς μέν ἐστιν ὕδωρ, ἑτέροις δὲ οἶνος εὐφραίνων καρδίαν ἀνθρώπου, ἄλλοις δὲ αἷμα διὰ τὸ “ἐὰν μὴ πίητέ μου τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς” · ἀλλὰ καὶ τροφὴ λεγόμενος οὐ κατὰ τὸ αὐτὸ νοεῖται ἄρτος ζῶν καὶ σάρξ · οὕτως ὁ αὐτός ἐστιν βάπτισμα ὕδατος καὶ πνεύματος καὶ πυρός, τισὶν δὲ καὶ αἵματος.
6.43.224περὶ δὲ τοῦ τελευταίου βαπτίσματος, ὥς τινές φασιν, φησὶν ἐν τῷ “βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ”. τούτῳτε συμφώνως ἐν τῇ ἐπιστολῇ ὁ μαθητὴς Ἰωάννης τὸ πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα ἀνέγραψεν τὰ τρία εἰς ἓν γινόμενα. καὶ ὁδὸς δέ που καὶ θύρα εἶναι ὁμολογῶν, σαφής ἐστιν μηδέπω τυγχάνων θύρα ᾧ ἔτι ὁδός ἐστιν, καὶ μηκέτι ὁδὸς ᾧ ἤδη θύρα.
6.43.225πάντες οὖν οἱ στοιχειούμενοι τῇ ἀρχῇ τῶν λογίων τοῦ θεοῦ, τῇ φωνῇ τοῦ ἐν τῇ ἐρήμῳ βοῶντος · “εὐθύνατε τὴν ὁδὸν κυρίου” προσιόντες, πέραν τοῦ Ἰορδάνου τυγχανούσῃ παρὰ τῷ “οἴκῳ τῆς κατασκευῆς”, εὐτρεπιζέσθωσαν πρὸς τὸ δυνηθῆναι διὰ τῆς προετοιμασίας χωρῆσαι τὸν πνευματικὸν λόγον ἐγγινόμενον διὰ τοῦ φωτισμοῦ τοῦ πνεύματος.
6.43.226ἐχομένως δὴ τοῦ προκειμένου τὰ περὶ τοῦ Ἰορδάνου συνάγοντες ἀκριβέστερον τὸν ποταμὸν νοήσομεν. ὁ θεὸς τοίνυν διὰ Μωσέως διαβιβάζει τὸν λαὸν τὴν ἐρυθρὰν θάλασσαν, αὐτὸ τὸ ὕδωρ αὐτοῖς ποιήσας τεῖχος ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, διὰ δὲ τοῦ Ἰησοῦ τὸν Ἰορδάνην.
6.44.227ἐντυχὼν δὲ τῇ γραφῇ ὁ Παῦλος, οὐκέτι κατὰ τὴν σάρκα στρατευόμενος αὐτῆς ᾔδει γὰρ ὅτι “ὁ νόμος πνευματικός ἐστιν”, πνευματικῶς διδάσκει ἡμᾶς ἐξειληφέναι τὰ τῆς κατὰ τὴν ἐρυθρὰν θάλασσαν διόδου λέγων ἐν τῇ πρὸς Κορινθίους προτέρᾳ · “οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα · ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας · ἡ πέτρα δὲ ἦν ὁ Χριστός”.
6.44.228οἷς ἀκολούθως καὶ ἡμεῖς αἰτήσωμεν λαβεῖν ἀπὸ τοῦ θεοῦ τὸ νοῆσαι πνευματικῶς τὴν διὰ Ἰησοῦ δίοδον τοῦ Ἰορδάνου, λέγοντες ὅτι εἶπεν ἂν καὶ περὶ ταύτης ὁ Παῦλος · “οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες διὰ τοῦ Ἰορδάνου διῆλθον, καὶ πάντες εἰς τὸν Ἰησοῦν ἐβαπτίσαντο ἐν τῷ πνεύματι καὶ τῷ ποταμῷ”.
6.44.229τύπος δὲ ὁ διαδεξάμενος ἦν Μωσῆν Ἰησοῦς τοῦ διαδεξαμένου τὴν διὰ τοῦ νόμου οἰκονομίαν τῷ εὐαγγελικῷ κηρύγματι Ἰησοῦ τοῦ Χριστοῦ. διόπερ εἰ καὶ πάντες ἐκεῖνοι εἰς Μωσῆν βαπτίζονται ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, πικρὸν μέν τι ἔχει καὶ ἁλμυρὸν τὸ ἐκείνων βάπτισμα, ἔτι φοβουμένων τοὺς ἐχθροὺς αὐτῶν, καὶ ἀναβοώντων πρὸς τὸν κύριον καὶ τῷ Μωσῇ λεγόντων · “παρὰ τὸ μὴ ὑπάρχειν μνήματα ἐν Αἰγύπτῳ ἐξήγαγες ἡμᾶς θανατῶσαι ἐν τῇ ἐρήμῳ · τί τοῦτο ἐποίησας ἡμῖν, ἐξαγαγὼν ἐξ Αἰγύπτου”;
6.44.230τὸ δὲ εἰς Ἰησοῦν βάπτισμα ἐν τῷ ἀληθῶς γλυκεῖ καὶ ποτίμῳ ποταμῷ πολλὰ ἔχει παρ’ἐκεῖνο ἐξαίρετα, ἤδη τρανουμένης καὶ πρέπουσαν τάξιν λαμβανούσης τῆς θεοσεβείας. κιβωτὸς γὰρ τῆς διαθήκης κυρίου τοῦ θεοῦ ἡμῶν καὶ ἱερεῖς καὶ λευῖται προπορεύονται, τοῦ λαοῦ ἑπομένου τοῖς θεραπευταῖς τοῦ θεοῦ, κα- κἀκείνου δὲ τοῖς χωροῦσιν τὴν περὶ ἁγνείας ἐντολήν. Ἰησοὺς δὲ λέγει τῷ λαῷ · “ἁγνίσασθε εἰς τὴν αὔριον, ποιήσει ἐν ἡμῖν κύριος θαυμάσια”.
6.44.231καὶ τοῖς ἱερεῦσι μετὰ τῆς κιβωτοῦ τῆς διαθήκης κελεύει προπορεύεσθαι ἔμπροσθεν τοῦ λαοῦ, ὅτε καὶ τὸ μυστήριον τῆς τοῦ πατρὸς πρὸς τὸν υἱὸν οἰκονομίας ἐμφαίνεται, ὑπερυψούμενον ὑπ’αὐτοῦ διδόντος χάρισμα “ἵν’ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός”.
6.44.232διὰ γὰρ τούτων δηλοῦται ἐν τῷ Ἰησοῦ ἀναγεγραμμένων ταῦτα · “καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν · ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρξομαι ὑψῶσαί σε κατενώπιον τῶν υἱῶν Ἰσραήλ”. καὶ ἀκουστέον τοῦ κυρίου ἡμῶν Ἰησοῦ λέγοντος τοῖς υἱοῖς Ἰσραήλ · “προσαγάγετε ὧδε καὶ ἀκούσετε τὸ ῥῆμα κυρίου τοῦ θεοῦ ἡμῶν · ἐν τούτῳ γνώσεσθε, ὅτι θεὸς ζῶν ἐν ὑμῖν ἐστιν”. ἐν γὰρ τῷ βαπτίσασθαι εἰς Ἰησοῦν γνωσόμεθα ὅτι θεὸς ζῶν ἐν ἡμῖν ἐστιν.
6.45.233κα- κἀκεῖ μὲν τὸ πάσχα ποιήσαντες ἐν Αἰγύπτῳ ἀρχὴν τῆς ἐξόδου ποιοῦνται · παρὰ δὲ τῷ Ἰησοῦ μετὰ τὴν δίοδον τοῦ Ἰορδάνου, τῇ δεκάτῃ τοῦ πρώτου μηνὸς κατεστρατοπέδευσαν ἐν Γαλγάλοις, ὅτε πρῶτον ἔδει † λαβόντα τὸ πρόβατον ἐπονομάσαι τοὺς εὐωχηθησομένους μετὰ τὸ Ἰησοῦ βάπτισμα. καὶ τῇ ἀκροτόμῳ πέτρᾳ ὑπὸ Ἰησοῦ οἱ υἱοὶ Ἰσραήλ, ὅσοι ποτὲ ἀπερίτμητοι ἦσαν τῶν ἐξεληλυθότων ἐξ Αἰγύπτου, περιτέμνονται · τὸν δὲ ὀνειδισμὸν τῆς Αἰγύπτου ἀφελεῖν κύριος ὁμολογεῖ τῇ ἡμέρᾳ τοῦ εἰς Ἰησοῦν βαπτίσματος, ὅτε Ἰησοῦς περιεκάθαιρεν τοὺς υἱοὺς Ἰσραήλ.
6.45.234γέγραπται γάρ · “καὶ εἶπεν κύριος τῷ Ἰησοῦ υἱῷ Ναυῆ · ἐν τῇ σήμερον ἡμέρᾳ ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ’ὑμῶν”. τότε ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνός, πολλῷ τοῦ ἐν Αἰγύπτῳ ἱλαρώτερον, ὅτε καὶ ἔφαγον ἀπὸ τοῦ σίτου τῆς ἁγίας γῆς ἄζυμα καὶ νέα, τροφὴν τοῦ μάννα κρείττονα.
6.45.235οὐ γὰρ ὅτε τὴν κατ’ἐπαγγελίαν γῆν ἀπειλήφασιν τοῖς ἐλάττοσιν αὐτοὺς ἑστιᾷ θεός, οὐ δὲ διὰ τοῦ τηλικούτου Ἰησοῦ ὑποδεεστέρου ἄρτου τυγχάνουσιν. τοῦτ’ἔσται σαφὲς τῷ τὴν ἀληθῆ ἁγίαν νοήσαντι γῆν καὶ τὴν ἄνω Ἱερουσαλήμ. διὰ τοῦτο καὶ ἐν τῷ αὐτῷ εὐαγγελίῳ κεῖται ·
6.45.236“οἱ πατέρες ἐν τῇ ἐρήμῳ ἔφαγον τὸ μάννα καὶ ἀπέθανον. ὁ φαγὼν τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα”. τὸ μὲν γὰρ μάννα, εἰ καὶ ἀπὸ τοῦ θεοῦ διδόμενος, ἄρτος ἦν προκοπῆς, ἄρτος τοῖς ἔτι παιδαγωγουμένοις χορηγούμενος, ἄρτος τοῖς ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους ἁρμονιώτατος. ὁ δὲ ἐν τῇ ἁγίᾳ γῇ νέος ἀπὸ τοῦ σίτου τῆς γῆς Ἰησοῦ προξενοῦντος θεριζόμενος, ἄλλων μὲν κεκμηκότων, τῶν δὲ μαθητῶν αὐτοῦ θεριζόντων, ἄρτος ἦν ἐκείνου ζωτικώτερος, τοῖς τὴν πατρῴαν κληρονομίαν διὰ τὴν τελειότητα ἤδη ἀπολαβεῖν δυναμένοις ἀποδιδόμενος.
6.45.237διόπερ ὁ μὲν ἐκείνῳ ἔτι παιδευόμενος τῷ ἄρτῳ † τὸ λόγῳ θάνατον δέξασθαι δύναται, ὁ δὲ φθάσας ἐπὶ τὸν μετ’ἐκεῖνον ἄρτον φαγὼν αὐτὸν ζήσεται εἰς τὸν αἰῶνα. ταῦτα δὲ πάντα οὐκ ἀκαίρως οἶμαι παρατεθεῖσθαι, τοῦ παρὰ τῷ Ἰορδάνῃ βαπτίσματος, ἐν Βηθαβαρᾷ ὑπὸ Ἰωάννου γινομένου, ἐξεταζομένου.
6.46.238ἔτι δὲ καὶ τοῦτο παρατηρητέον, ὅτι μέλλων ἀναλαμβάνεσθαι Ἠλίας ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν, λαβὼν τὴν μηλωτὴν αὐτοῦ καὶ εἰλήσας ἐπάταξεν τὸ ὕδωρ, ὅπερ διῃρέθη ἔνθα καὶ ἔνθα, καὶ διέβησαν ἀμφότεροι, δηλονότι αὐτὸς καὶ ὁ Ἐλισαῖος. ἐπιτηδειότερος γὰρ πρὸς τὸ ἀναληφθῆναι γεγένηται ἐν τῷ Ἰορδάνῃ βαπτισάμενος, ἐπεὶ τὴν δι’ὕδατος παραδοξοτέραν διάβασιν βάπτισμα, ὡς προπαρεθέμεθα, ὠνόμασεν ὁ Παῦλος.
6.46.239διὰ τὸν αὐτὸν δὴ τοῦτον Ἰορδάνην χωρεῖ ὃ βεβούληται χάρισμα διὰ Ἠλίου ὁ Ἐλισαῖος λαβεῖν, εἰπών · “γενηθήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπ’ἐμέ”. καὶ τάχα διὰ τοῦτο διπλοῦν ἔλαβεν τὸ χάρισμα ἐν πνεύματι Ἠλίου ἐφ’ἑαυτόν, ἐπεὶ δὶς διῆλθεν τὸν Ἰορδάνην, ἅπαξ μὲν μετὰ τοῦ Ἠλίου, δεύτερον δὲ ὅτε λαβὼν τὴν μηλωτὴν τοῦ Ἠλίου ἐπάταξεν τὸ ὕδωρ, καὶ εἶπεν “ποῦ ὁ Θεὸς Ἠλίου ἀφφώ; καὶ ἐπάταξεν τὰ ὕδατα καὶ διεῖλεν ἔνθα καὶ ἔνθα”.
6.46.240ἐὰν δέ τις προσκόπτῃ τῷ “ἐπάταξεν τὸ ὕδωρ” διὰ τὰ παραδεδομένα ἡμῖν περὶ τοῦ Ἰορδάνου, ὃς τύπος ἦν τοῦ τὴν κατάβασιν ἡμῶν καταβάντος λόγου, λεκτέον ὅτι παρὰ τῷ ἀποστόλῳ σαφῶς ἡ πέτρα Χριστὸς ἦν, ἥτις τῇ ῥάβδῳ δὶς πλήσσεται, ἵνα δυνηθῶσιν πιεῖν ἀπὸ τῆς “πνευματικῆς ἀκολουθούσης πέτρας”.
6.46.241ἔστιν οὖν τις καὶ ἀγαπώντων πληγὴ ἐν τῇ ἐπαπορήσει πρὶν μαθεῖν τὸ ζητούμενον τὰ ἐναντία προφερομένων τῷ τοῦ λόγου συμπεράσματι, ὧν ἀπαλλάττων ἡμᾶς ὁ θεὸς ὅπου μὲν διψῶσιν δίδωσιν ποτόν, ὅπου δὲ τὸ ἄβατον ἡμῖν καὶ ἀχώρητον διὰ τὸ βάθος διοδευτὸν τῇ διαιρέσει τοῦ λόγου παρασκευάζει, τῶν πλείστων τῷ διαιρετικῷ λόγῳ ἡμῖν σαφηνιζομένων.
6.47.242ἔτι δὲ εἰς τὸ παραδέξασθαι τὴν περὶ τοῦ ποτιμωτάτου καὶ χαριστικωτάτου Ἰορδάνου ἑρμηνείαν, χρήσιμον παραθέσθαι τόντε ἀπὸ τῆς λέπρας καθαριζόμενον Ναιμὰν τὸν Σύρον, καὶ τὰ λεγόμενα περὶ τῶν παρὰ τοῖς πολεμίοις τῆς θεοσεβείας ποταμῶν.
6.47.243περὶ μὲν οὖν Ναιμὰν γέγραπται ὅτι “ἦλθεν ἐν ἵππῳ καὶ ἅρματι, καὶ ἔστη ἐπὶ θύραις οἴκου Ἐλισαιέ. καὶ ἀπέστειλεν Ἐλισαιὲ ἄγγελον πρὸς αὐτὸν λέγων · πορευθεὶς λοῦσαι ἑπτάκις ἐν τῷ Ἰορδάνῃ, καὶ ἐπιστρέψει ἡ σάρξ σού σοι καὶ καθαρισθήσῃ”. ὅτε καὶ θυμοῦται Ναιμάν, οὐ νοῶν ὅτι ὁ Ἰορδάνης ἡμῶν ἐστιν ὁ ἀπολύων τοὺς διὰ τὴν λέπραν ἀκαθάρτους τῆς ἀκαθαρσίας καὶ ἰώμενος, οὐχὶ δὲ ὁ προφήτης · προφήτου γὰρ ἔργον πέμψαι ἐπὶ τὸ θεραπεῦον.
6.47.244μὴ συνιεὶς τοίνυν τὸ τοῦ Ἰορδάνου μέγα μυστήριον ὁ Ναιμάν φησιν · “ἰδοὺ δὴ ἔλεγον ὅτι πάντως ἐξελεύσεται πρὸς μὲ καὶ στήσεται καὶ ἐπικαλέσεται ἐν ὀνόματι κυρίου θεοῦ αὐτοῦ καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν τόπον καὶ ἀποσυνάξει τὸ λεπρόν”. τὸ γὰρ ἐπιθεῖναι τὴν χεῖρα λέπρᾳ καὶ καθαρίσαι μόνου τοῦ κυρίου μου Ἰησοῦ ἔργον ἦν, οὐ μόνον εἰπόντος τῷ μετὰ πίστεως ἀξιώσαντι “ἐὰν θέλῃς δύνασαί με καθαρίσαι” τὸ “θέλω, καθαρίσθητι” · πρὸς γὰρ τῷ λόγῳ καὶ ἥψατο αὐτοῦ, καὶ ἐκαθαρίσθη ἀπὸ τῆς λέπρας αὐτοῦ.
6.47.245ἔτι δὴ πλανώμενος ὁ Ναιμὰν καὶ οὐχ ὁρῶν ὅσον ἀπολείπονται οἱ ἕτεροι τοῦ Ἰορδάνου ποταμοὶ πρὸς θεραπείαν τῶν πεπονθότων, ἐπαινεῖ τοὺς τῆς Δαμασκοῦ ποταμούς, Ἀβανὰ καὶ Φαρφά, λέγων · “οὐχὶ ἀγαθὸς Ἀβανὰ καὶ Φαρφά, ποταμοὶ Δαμασκοῦ, ὑπὲρ πάντα τὰ ὕδατα Ἰσραήλ; οὐχὶ πορευθεὶς λούσομαι ἐν αὐτοῖς καὶ καθαρισθήσομαι”; ὥσπερ γὰρ οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεὸς ὁ πατήρ, οὕτως ἐν ποταμοῖς οὐδεὶς ἀγαθὸς εἰ μὴ ὁ Ἰορδάνης καὶ λέπρας ἀπαλλάξαι δυνάμενος τὸν μετὰ πίστεως τὴν ψυχὴν λουόμενον εἰς τὸν Ἰησοῦν.
6.47.246οἶμαι δὲ διὰ τοῦτον κλαίειν ἀναγεγράφθαι παρὰ τοῖς Βαβυλῶνος ποταμοῖς καθεζομένους τοὺς μνησθέντας τῆς Σιών · ἄλλων γὰρ ὑδάτων γευσάμενοι μετὰ τὸν ἅγιον Ἰορδάνην οἱ διὰ τὴν κακίαν αἰχμαλωτευθέντες εἰς ὑπόμνησιν καὶ πόθον ἔρχονται τοῦ οἰκείου καὶ σωτηρίου ποταμοῦ. διόπερ ἐπὶ τῶν ποταμῶν Βαβυλῶνός φασιν · “ἐκεῖ ἐκαθίσαμεν”, δηλονότι διὰ τὸ μὴ δύνασθαι στῆναι, “καὶ ἐκλαύσαμεν”.
6.47.247καὶ ὁ Ἱερεμίας δὲ ἐπιπλήσσει τοῖς θέλουσιν Αἰγύπτιον ὕδωρ πιεῖν καὶ καταλείπουσιν τὸ ἐξ οὐρανοῦ καταβαῖνον καὶ ἐπώνυμον τῆς καταβάσεως τυγχάνον, τὸν Ἰορδάνην, λέγων · “τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γηῶν, καὶ τοῦ πιεῖν ὕδωρ ποταμῶν”; ἢ ὡς τὸ Ἑβραϊκὸν ἔχει “τοῦ πιεῖν ὕδωρ Σιώρ” · περὶ οὗ οὐ νῦν πρόκειται λέγειν.
6.48.248ὅτι δὲ οὐ περὶ αἰσθητῶν ποταμῶν ὁ προηγούμενος λόγος ἐστὶν τῷ ἐν ταῖς θεοπνεύστοις γραφαῖς λαλοῦντι πνεύματι καὶ ἀπὸ τῶν ἐν τῷ Ἐζεκιὴλ ἐπὶ Φαραώ, βασιλέα Αἰγύπτου, προφητευομένων ἔστιν ἰδεῖν οὕτως ἐχόντων · “ἰδού, ἐγὼ ἐπὶ σέ, Φαραώ, βασιλεῦ Αἰγύπτου, τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαθήμενον ἐν μέσῳ ποταμῶν αὐτοῦ, λέγοντα · ἐμοί εἰσιν οἱ ποταμοί, καὶ ἐγὼ ἐποίησα αὐτούς. καὶ ἐγὼ δώσω παγίδας εἰς τὰς σιαγόνας σου, καὶ προσκολλήσω τοὺς ἰχθύας τοῦ ποταμοῦ πρὸς τὰς πτέρυγάς σου, καὶ ἀνάξω σε ἐκ μέσου τοῦ ποταμοῦ σου καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ, καὶ καταβαλῶ σε ἐν τάχει καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ. ἐπὶ πρόσωπον τοῦ πεδίου σου πέσῃ καὶ οὐ μὴ συναχθῇς καὶ οὐ μὴ περισταλῇς”.
6.48.249ποῖος γὰρ σωματικὸς δράκων ἐν τῷ σωματικῷ τῆς Αἰγύπτου ποταμῷ ὀφθεὶς ἱστόρηταί ποτε; ἀλλὰ μήποτε χωρίον ἐστὶν τοῦ ἐχθροῦ ἡμῶν δράκοντος ὁ τῆς Αἰγύπτου ποταμὸς μη δὲ παιδίον ἀποκτεῖναι Μωσέα δυνηθείς. ὥσπερ δὲ δράκων ἐν τῷ Αἰγυπτίῳ ἐστὶν ποταμῷ, οὕτως ὁ θεὸς ἐν τῷ εὐφραίνοντι τὴν πόλιν τοῦ θεοῦ ποταμῷ · ὁ πατὴρ γὰρ ἐν τῷ υἱῷ.
6.48.250διὰ τοῦτο οἱ γινόμενοι ἐν αὐτῷ ἐπὶ τῷ λούσασθαι, τὸν ὀνειδισμὸν ἀποτίθενται τῆς Αἰγύπτου, καὶ ἐπιτηδειότεροι πρὸς τὸ ἀναλαμβάνεσθαι γίνονται, καὶ ἀπὸ τῆς μιαρωτάτης λέπρας καθαρίζονται, καὶ διπλασιασμὸν χωροῦσιν χαρισμάτων, καὶ ἕτοιμοι πρὸς πνεύματος ἁγίου παραδοχὴν γίνονται, ἄλλῳ ποταμῷ οὐκ ἐφιπταμένης τῆς πνευματικῆς περιστερᾶς.
6.48.251διόπερ θεοπρεπέστερον νοήσαντες τὸν Ἰορδάνην καὶ τὸ ἐν αὐτῷ λουτρὸν καὶ τὸν Ἰησοῦν ἐν αὐτῷ λουόμενον καὶ τὸν “τῆς κατασκευῆς οἶκον”, ὅσον δεόμεθα τῆς τοιαύτης ὠφελείας ἀπὸ τοῦ ποταμοῦ ἀρυσώμεθα.
6.49.252πρότερον ἡ μήτηρ τοῦ Ἰησοῦ ἅμα τῷ συλλαβεῖν αὐτὸν τῇ μητρὶ τοῦ Ἰωάννου καὶ αὐτῇ ἐγκύμονι τυγχανούσῃ ἐπεδήμει, ὅτε ὁ μορφούμενος τῷ μορφουμένῳ ἀκριβέστερον τὴν μόρφωσιν χαρίζεται, σύμμορφον ἐνεργῶν αὐτὸν γενέσθαι τῇ δόξῃ αὐτοῦ, ὥστε διὰ τὸ κοινὸν τῆς μορφῆς Ἰωάννηντε Χριστὸν ὑπονοεῖσθαι τυγχάνειν, καὶ Ἰησοῦν Ἰωάννην ἀναστάντα ἐκ νεκρῶν νομίζεσθαι παρὰ τοῖς μὴ διακρίνουσι τὴν εἰκόνα ἀπὸ τοῦ “κατὰ τὴν εἰκόνα”. νῦν δὲ ὁ Ἰησοῦς μετὰ τὰ προεξετασθέντα μαρτύρια Ἰωάννου περὶ αὐτοῦ αὐτὸς βλέπεται ὑπὸ τοῦ βαπτιστοῦ ἐρχόμενος πρὸς αὐτόν.
6.49.253παρατηρητέον δὲ ὅτι ἐκεῖ μὲν διὰ τὴν τοῦ Μαρίας ἀσπασμοῦ φωνὴν ἐληλυθυῖαν εἰς τὰ ὦτα τῆς Ἐλισάβετ, σκιρτᾷ τὸ βρέφος Ἰωάννης ἐν τῇ κοιλίᾳ τῆς μητρός, τότε, ὡς ἀπὸ τῆς φωνῆς, λαμβανούσης πνεῦμα ἅγιον · “ἐγένετο γάρ, φησίν, ὡς ἤκουσεν τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησεν κραυγῇ μεγάλῃ καὶ εἶπεν”. ἐνθάδε δέ · “βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει · ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου”. ἀκοῇ δὲ τῇ περὶ τῶν κρειττόνων πρότερόν τις παιδεύεται καὶ μετὰ ταῦτα αὐτόπτης αὐτῶν γίνεται.
6.49.254ὅτι μέντοι γε εἰς τὴν μόρφωσιν ὠφέληται ὁ Ἰωάννης ἀπὸ τοῦ ἔτι μορφουμένου, τοῦ κυρίου, γενομένου ἐν τῇ μητρὶ πρὸς τὴν Ἐλισάβετ, τῷ κεκρατηκότι τῶν εἰρημένων περὶ τοῦ φωνὴν μὲν εἶναι τὸν Ἰωάννην, λόγον δὲ τὸν Ἰησοῦν δῆλον ἔσται. μεγάλη γὰρ φωνὴ γίνεται ἐν τῇ Ἐλισάβετ πληρωθείσῃ πνεύματος ἁγίου διὰ τὸν ἀσπασμὸν τῆς Μαρίας, ὡς αὐτὴ ἡ λέξις παρίστησιν οὕτως ἔχουσα · “καὶ ἀνεφώνησεν κραυγῇ μεγάλῃ” δηλονότι ἡ Ἐλισάβετ “καὶ εἶπεν”.
6.49.255ἡ γὰρ φωνὴ τοῦ ἀσπασμοῦ τῆς Μαρίας γενομένη ἐν τοῖς ὠσὶν τῆς Ἐλισάβετ ἐπλήρωσεν τὸν Ἰωάννην ἑαυτῆς · διόπερ σκιρτᾷ ὁ Ἰωάννης καὶ οἱονεὶ στόμα τοῦ υἱοῦ καὶ προφῆτις ἡ μήτηρ γίνεται ἀναφωνοῦσα κραυγῇ μεγάλῃ καὶ λέγουσα · “εὐλογημένη σὺ ἐν γυναιξὶν καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου”.
6.49.256ἤδη οὖν δύναται δῆλος ἡμῖν γίνεσθαι καὶ ἡ μετὰ σπουδῆς πορεία τῆς Μαρίας εἰς τὴν ὀρεινὴν καὶ ἡ εἴσοδος εἰς τὸν οἶκον Ζαχαρίου καὶ ὁ ἀσπασμός, ὃν ἀσπάζεται τὴν Ἐλισάβετ · ἵνα γὰρ μεταδῷ ἀφ’ἧς ἔχει ἐξ οὗ συνείληφεν δυνάμεως τῷ Ἰωάννῃ ἔτι ἐν τῇ μήτρᾳ τυγχάνοντι τῆς μητρὸς ἡ Μαριὰμ καὶ αὐτῷ μεταδώσοντι τῇ μητρί, ἀφ’ἧς ἔλαβεν χάριτος προφητικῆς, ταῦτα πάντα γίνεται.
6.49.257καὶ εὐλογώτατά γε ἐν τῇ ὀρεινῇ αἱ τοιαῦται οἰκονομίαι ἐπιτελοῦνται, οὐδενὸς μεγάλου χωρουμένου ὑπὸ τῶν διὰ τὴν ταπεινότητα “κοιλάδων” κληθησομένων. καὶ ἐνθάδε οὖν μετὰ τὰς Ἰωάννου μαρτυρίας, πρώτην μὲν τὴν ὑπὸ κεκραγότος λεγομένην καὶ θεολογοῦντος, δευτέραν δὲ πρὸς τοὺς ἱερεῖς καὶ λευΐτας τοὺς ἀπὸ Ἱεροσολύμων ὑπὸ Ἰουδαίων ἀπεσταλμένους, καὶ τρίτην τὴν πρὸς τοὺς ἐκ τῶν φαρισαίων πικρότερον ἐρωτήσαντας, Ἰησοῦς ἤδη βλέπεται ὑπὸ τοῦ μαρτυρήσαντος, ἐρχόμενος πρὸς αὐτὸν ἔτι προκόπτοντα καὶ βελτίονα γινόμενον · ἧς προκοπῆς καὶ βελτιώσεως σύμβολον ἡ ὠνομασμένη αὔριον · οἱονεὶ γὰρ ἐν ἑξῆς φωτισμῷ καὶ δευτέρᾳ ἡμέρᾳ παρὰ τὰ πρότερον ὁ Ἰησοῦς ἔρχεται, οὐ μόνον γινωσκόμενος ὡς μέσος ἑστηκὼς καὶ τῶν οὐκ εἰδότων, ἀλλ’ἤδη καὶ ὁρώμενος ἥκων τῷ ταῦτα πρότερον ἀποφηναμένῳ.
6.49.258πρώτῃ οὖν ἡμέρᾳ αἱ μαρτυρίαι γίνονται, καὶ δευτέρᾳ Ἰησοῦς πρὸς Ἰωάννην ἔρχεται · τρίτῃ δὲ ἑστὼς ὁ Ἰωάννης μετὰ δύο μαθητῶν, ἐνιδὼν Ἰησοῦ περιπατοῦντι εἰπὼν τὸ “ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ” προτρέπει τοὺς παρόντας ἀκολουθῆσαι τῷ υἱῷ τοῦ θεοῦ. καὶ τετάρτῃ θελήσας ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν ὁ ἐξελθὼν ζητῆσαι τὸ ἀπολωλὸς “εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ · ἀκολούθει μοι”.
6.49.259τρίτῃ δὲ ἀπὸ τῆς τετάρτης, ἥτις ἐστὶν ἕκτη τῶν ἀρχῆθεν ἡμῖν κατειλεγμένων, ὁ γάμος γίνεται ἐν Κανᾷ τῆς Γαλιλαίας, περὶ οὗ εἰσόμεθα γενόμενοι κατὰ τὸν τόπον. παρατηρητέον δὲ καὶ τοῦτο, ὅτι ἡ διαφέρουσα Μαρία πρὸς τὴν ὑποδεεστέραν Ἐλισάβετ ἔρχεται καὶ ὁ υἱὸς τοῦ θεοῦ πρὸς τὸν βαπτιστήν, δι’ὧν εἰς τὸ ἄοκνον πρὸς τὸ ὠφελεῖν τοὺς ἥττονας καὶ μετριότητα ὠφελούμεθα.
6.50.260ἐπεὶ δὲ παρὰ τῷ μαθητῇ Ἰωάννῃ πόθεν πρὸς τὸν βαπτιστὴν ὁ σωτὴρ ἔρχεται οὐ λέγεται, τοῦτο μανθάνομεν ἀπὸ τῶν Ματθαίου γράψαντος · “τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ’αὐτοῦ”.
6.50.261ὁ δὲ Μάρκος καὶ τὸν τόπον τῆς Γαλιλαίας προσέθηκεν εἰπών · “καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου”.
6.50.262Λουκᾶς δὲ τὸν μὲν τόπον ἀπεσιώπησεν, ὅθεν Ἰησοῦς ἔρχεται, παραχωρήσας τοῖς εἰρηκόσιν τὸν λόγον, ὅπερ δὲ ἀπ’ἐκείνων οὐ μεμαθήκαμεν αὐτὸς ἡμᾶς διδάσκει, ὡς ἄρα μετὰ τὸ βάπτισμα αὐτῷ προσευχομένῳ ἀνεῴχθη ὁ οὐρανός, καὶ κατέβη τὸ ἅγιον πνεῦμα σωματικῷ εἴδει ὡς περιστερά.
6.50.263πάλιν τὸ Ἰωάννην διακεκωλυκέναι τὸν κύριον λέγοντα τῷ σωτῆρι · “ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με”; τῷ Ματθαίῳ εἰρηκότι οὐδεὶς προσέθηκεν, ἵνα μὴ ταυτολογῶσιν. καὶ τὸ ὑπὸ τοῦ κυρίου δὲ πρὸς αὐτὸν εἰρημένον · “ἄφες ἄρτι, οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην” μόνος ἀνέγραψεν ὁ Ματθαῖος. ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
6.51.264πέντε ζῴων προσφερομένων ἐπὶ τὸ θυσιαστήριον, τριῶν μὲν χερσαίων πτηνῶν δὲ δύο, ἄξιόν μοι ζητεῖν φαίνεται τί δήποτε ὑπὸ τοῦ Ἰωάννου ὁ σωτὴρ “ἀμνὸς” λέγεται καὶ οὐδὲν τῶν λοιπῶν, ἀλλὰ καὶ ἐπὶ τῶν χερσαίων καθ’ἕκαστον τριῶν ἡλικιῶν προσαγομένων, ἀπὸ τοῦ γένους τῶν προβάτων τὸν ἀμνὸν ὠνόμασεν · πέντε δὲ ζῷα ταῦτά ἐστιν · μόσχος, πρόβατον, αἴξ, τρυγών, περιστερά.
6.51.265καὶ τρεῖς ἡλικίαι ἑκάστου τῶν χερσαίων αὗται · μόσχος, βοῦς, μοσχάριον · κριός, ἀμνός, ἀρνίον · τράγος, αἴξ, ἔριφος · πτηνῶν δέ, περιστερῶν μὲν ζεῦγος νεοσσῶν μόνων, τρυγόνων δὲ ζεῦγος τέλειον. ζητητέον οὖν τῷ βουλομένῳ ἀκριβῶς τὸν περὶ τῶν θυσιῶν πνευματικὸν καταλαβεῖν λόγον τίνων ἐπουρανίων ὑποδείγματι καὶ σκιᾷ ταῦτ’ἐγίνετο, καὶ ἕκαστον τῶν ζῴων ἐπὶ τίνι νομοθετεῖ ὁ λόγος θύεσθαι · καὶ ἰδίᾳ συνακτέον τὰ περὶ τοῦ ἀμνοῦ.
6.51.266ὅτι δὲ ὁ περὶ τῶν θυσιῶν λόγος περί τινων οὐρανίων μυστηρίων νοεῖσθαι ὀφείλει φησί που ὁ ἀπόστολος · “οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων” · καὶ πάλιν · “ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας”.
6.51.267τὸ δὲ καθ’ἓν δυνηθῆναι τούτων εὑρόντα ἐκλαβεῖν τὴν διὰ Ἰησοῦ Χριστοῦ γεγενημένην τοῦ πνευματικοῦ νόμου ἀλήθειαν, σφόδρα μεῖζον τυγχάνον τῆς ἀνθρωπίνης φύσεως, οὐδενὸς ἄλλου ἔργον ἢ τοῦ τελείου ἐστίν, τοῦ “διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἔχοντος πρὸς διάκρισιν καλοῦτε καὶ κακοῦ”, δυναμένου ἀπὸ διαθέσεως ἀληθευούσης εἰπεῖν · “σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις”. καὶ ἀληθῶς ἐπὶ τούτων ἔστιν εἰπεῖν καὶ τῶν τούτοις παραπλησίων · “ἣν οὐδεὶς τῶν ἀρχόντων τούτου τοῦ αἰῶνος ἔγνωκεν”.
6.52.268πλὴν τὸν ἀμνὸν ἐν ταῖς θυσίαις τοῦ ἐνδελεχισμοῦ εὑρίσκομεν προσφερόμενον. οὕτω δὲ γέγραπται · “καὶ ταῦτά ἐστιν ἃ ποιήσεις ἐπὶ τοῦ θυσιαστηρίου · ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν ἐπὶ τὸ θυσιαστήριον ἐνδελεχῶς, κάρπωμα ἐνδελεχισμοῦ. τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωΐ, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν. καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίῳ κεκομμένῳ τῷ τετάρτῳ τοῦ εἴν · καὶ σπονδὴν τὸ τέταρτον τοῦ εἲν οἴνου τῷ ἀμνῷ τῷ ἑνί.
6.52.269καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινὸν κατὰ τὴν θυσίαν τὴν πρώτην καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ, ποιήσεις ὀσμὴν εὐωδίας κάρπωμα κυρίῳ, θυσίαν ἐνδελεχισμοῦ εἰς τὰς γενεὰς ὑμῶν ἐπὶ θύραις τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι κυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ ὥστε λαλῆσαί σοι. καὶ τάξομαι ἐκεῖ τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἁγιασθήσομαι ἐν δόξῃ μου καὶ ἁγιάσω τὴν σκηνὴν τοῦ μαρτυρίου”.
6.52.270ποία δὲ ἑτέρα θυσία δύναται ἐνδελεχισμοῦ εἶναι τῷ λογικῷ νοητὴ ἢ λόγος ἀκμάζων, λόγος “ἀμνὸς” συμβολικῶς καλούμενος ἅμα τῷ φωτίζεσθαι τὴν ψυχὴν καταπεμπόμενος αὕτη γὰρ ἂν εἴη ἡ ἑωθινὴ τοῦ ἐνδελεχισμοῦ θυσία καὶ πάλιν ἐπὶ τέλει τῆς τοῦ νοῦ ἐν τοῖς θειοτέροις διατριβῆς ἀναφερόμενος; οὐ γὰρ ἀεὶ δύναται διαρκεῖν τὸ εἶναι ἐν τοῖς κρείττοσιν, ὅσον κεκλήρωται ἡ ψυχὴ συνεζεῦχθαι τῷ γηίνῳ καὶ βαροῦντι σώματι.
6.52.271ἐὰν δέ τις ζητῇ τί ἐν τοῖς μεταξὺ τῆς ἕω καὶ ἑσπέρας ποιήσει ὁ ἅγιος, μεταφερέτω ἀπὸ τῶν κατὰ τὴν λατρείαν τὸν λόγον, ἔπειτα καὶ ἐν τούτοις ἀκολουθείτω. καὶ γὰρ ἐκεῖ οἱ ἱερεῖς ἀρχὴν μὲν τῶν θυσιῶν προσφέρουσιν τὴν τοῦ ἐνδελεχισμοῦ, ἑξῆς δὲ πρὸ τῆς ἑσπερινῆς τοῦ ἐνδελεχισμοῦ τὰς κατὰ τὸν νόμον λοιπάς, οἷον περὶ πλημμελείας ἢ ἀκουσίων ἢ σωτηρίου ἢ εὐχῆς ἢ ζηλοτυπίας ἢ σαββάτου ἢ νουμηνίας καὶ τῶν λοιπῶν, ἃ μακρὸν ἂν εἴη ἐπὶ τοῦ παρόντος λέγειν.
6.52.272οὕτω τοίνυν καὶ ἡμεῖς ἀπὸ τοῦ περὶ τῆς εἰκόνος λόγου πεποιημένοι τὴν ἀρχὴν τῆς ἀναφορᾶς, ὅς ἐστιν ὁ Χριστός, διαλαμβάνειν περὶ πολλῶν καὶ ὠφελιμωτάτων δυνησόμεθα. καὶ πάλιν ἐν τοῖς περὶ Χριστοῦ καταλήξαντες ἐπὶ τὴν οἱονεὶ ἑσπέραν φθάσομεν καὶ νύκτα, ἐρχόμενοι καὶ ἐπὶ τὰ σωματικά.
6.53.273ἐὰν δὲ τὸν λόγον ἐξετάζωμεν τὸν περὶ τοῦ δεικνυμένου Ἰησοῦ ὑπὸ τοῦ Ἰωάννου κατὰ τὸ “οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου”, ἱστάμενοι ἐπ’αὐτὴν τὴν οἰκονομίαν τῆς σωματικῆς τοῦ υἱοῦ τοῦ θεοῦ εἰς τὸν τῶν ἀνθρώπων βίον ἐπιδημίας, τὸν ἀμνὸν οὐκ ἄλλον τοῦ ἀνθρώπου ὑποληψόμεθα. οὗτος γὰρ “ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐνώπιον τοῦ κείραντος αὐτὸν ἄφωνος”, λέγων · “ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι”.
6.53.274διόπερ καὶ ἐν τῇ Ἀποκαλύψει ἀρνίον ὁρᾶται “ἑστηκὸς ὡς ἐσφαγμένον”. οὗτος δὴ ὁ ἀμνὸς σφαγεὶς καθάρσιον γεγένηται κατά τινας ἀπορρήτους λόγους τοῦ ὅλου κόσμου, ὑπὲρ οὗ κατὰ τὴν τοῦ πατρὸς φιλανθρωπίαν καὶ τὴν σφαγὴν ἀνεδέξατο, ὠνούμενος τῷ ἑαυτοῦ αἵματι ἀπὸ τοῦ ταῖς ἁμαρτίαις ἡμᾶς πιπρασκομένους ἀγοράσαντος.
6.53.275ὁ δὲ προσαγαγὼν τοῦτον τὸν ἀμνὸν ἐπὶ τὴν θυσίαν ὁ ἐν τῷ ἀνθρώπῳ ἦν θεός, μέγας ἀρχιερεύς, ὅστις τοῦτο δηλοῖ διὰ τοῦ “οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ἐμοῦ, ἀλλ’ἐγὼ τίθημι αὐτὴν ἀπ’ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν”.
6.54.276καὶ ταύτῃ τῇ θυσίᾳ συγγενεῖς εἰσιν αἱ λοιπαί, ὧν σύμβολόν εἰσιν αἱ νομικαί. λοιπαὶ δὲ καὶ συγγενεῖς ταύτῃ τῇ θυσίᾳ θυσίαι αἱ ἐκχύσεις εἶναί μοι φαίνονται τοῦ τῶν γενναίων μαρτύρων αἵματος, οὐ μάτην ὁρωμένων ἑστάναι ὑπὸ τοῦ μαθητοῦ Ἰωάννου παρὰ τῷ οὐρανίῳ θυσιαστηρίῳ · “τίς δὲ σοφὸς καὶ συνήσει ταῦτα; ἢ συνετὸς καὶ ἐπιγνώσεται αὐτά”;
6.54.277πρὸς δὲ τὸ θεωρητικώτερον κα- κἂν ἐπὶ ποσὸν παραδέξασθαι τὸν περὶ τῶν τοιούτων θυσιῶν λόγον, καθαιρουσῶν τοὺς ὑπὲρ ὧν προσάγονται, κατανοητέον τὸν λόγον τῆς ὁλοκαυτουμένης θυγατρὸς Ἰεφθάε, διὰ ταύτην τὴν εὐχὴν νικήσαντος τοὺς υἱοὺς Ἀμμών, ᾗ συνηυδόκησεν καὶ ἡ ὁλοκαυτουμένη, λέγουσα πρὸς τὸν πατέρα εἰπόντα “ἀνέῳξα τὸ στόμα μου κατὰ σοῦ πρὸς κύριον” · “καὶ εἰ ἀνέῳξας τὸ στόμα σου κατ’ἐμοῦ πρὸς κύριον, ποίει τὴν εὐχήν σου”.
6.54.278ἔμφασις μὲν οὖν πολλῆς ὠμότητος διὰ τούτων παρεισφέρεται θεῷ, ᾧ τοιαῦται ὑπὲρ σωτηρίας ἀνθρώπων ἐπιτελοῦνται θυσίαι. μεγαλοφυεστέρου δὲ νοῦ καὶ βλέποντος πρὸς τὸ τὰ λεγόμενα κατὰ τῆς προνοίας λύειν χρῄζομεν, ἵν’ἅμα περὶ πάντων ὡς ἀπορρητοτέρων ὄντων καὶ ὑπὲρ ἀνθρωπίνην φύσιν ἀπολογώμεθα · “μεγάλαι γὰρ αἱ κρίσεις τοῦ θεοῦ καὶ δυσδιήγητοι · διὰ τοῦτο ἀπαίδευτοι ψυχαὶ ἐπλανήθησαν”.
6.54.279μεμαρτύρηται δὲ καὶ παρὰ τοῖς ἔθνεσιν ὅτι πολλοί τινες, λοιμικῶν ἐνσκηψάντων νοσημάτων, ἑαυτοὺς σφάγια ὑπὲρ τοῦ κοινοῦ παραδεδώκασιν. καὶ παραδέχεται ταῦθ’οὕτως γεγονέναι οὐκ ἀλόγως πιστεύσας ταῖς ἱστορίαις ὁ πιστὸς Κλήμης, ὑπὸ Παύλου μαρτυρούμενος λέγοντος · “μετὰ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς”.
6.54.280τὴν ὁμοίαν δὲ ἔχει ἀπέμφασιν παρὰ τῷ θέλοντι τῶν τοὺς πολλοὺς λανθανόντων μυστηρίων κατηγορεῖν καὶ τὰ περὶ τῶν μαρτύρων προστεταγμένα · εὐδοκοῦντος τοῦ θεοῦ μᾶλλον ἡμᾶς ἀναδέξασθαι πάσας χαλεπωτάτας αἰκίας ἐν τῷ ὁμολογεῖν αὐτοῦ τὴν θειότητα, ἤπερ ἀπαλλαγῆναι τῶν τοσούτων νομιζομένων κακῶν πρὸς βραχὺν χρόνον, λόγῳ συμπεριενεχθέντας τῷ θελήματι τῶν ἐχθρῶν τῆς ἀληθείας.
6.54.281κατάλυσιν οὖν νομιστέον γίνεσθαι δυνάμεων κακοποιῶν διὰ τοῦ θανάτου τῶν ἁγίων μαρτύρων, οἷον τῆς ὑπομονῆς αὐτῶν καὶ τῆς ὁμολογίας τῆς μέχρι θανάτου καὶ τῆς εἰς τὸ εὐσεβὲς προθυμίας ἀμβλυνούσης τὸ ὀξὺ τῆς ἐκείνων κατὰ τοῦ πάσχοντος ἐπιβουλῆς, ὥστε ἀμβλυνομένης καὶ ἀτονησάσης τῆς δυνάμεως αὐτῶν καὶ ἑτέρους πλείονας τῶν νενικημένων ἀνίεσθαι ἐλευθερουμένους τοῦ βάρους, οὗ αἱ πονηραὶ δυνάμεις ἐπικείμεναι ἐφόρτιζον καὶ ἔβλαπτον.
6.54.282ἀλλὰ καὶ οἱ παθόντες ἄν, μὴ ἀτονησάντων τῶν ἐνεργησάντων εἰς ἑτέρους τὰ χείρονα, οὐκέτι περιπίπτουσιν τῷ πάθει, νικήσαντος τοῦ τὴν τοιαύτην θυσίαν προσαγαγόντος τήνδε τὴν ἀντικειμένην δύναμιν, ὡς εἰ ἀπὸ μέρους ἐχρησάμην εἰκόνι χρησίμῳ πρὸς τὰ προκείμενα τοιαύτῃ · ὅτι ὁ ἀναιρῶν τὸ ἰοβόλον ἢ κατακοιμίζων ἐπῳδῇ ἢ δυνάμει τινὶ κενῶν αὐτὸ τοῦ ἰοῦ πολλοὺς εὐεργετεῖ τῶν ὕστερον πεισομένων τι ἀπ’αὐτοῦ, εἰ μὴ ἀνῄρητο ἢ κατακεκοίμιστο ἢ τοῦ ἰοῦ κεκένωτο.
6.54.283εἰ δὲ καὶ τῶν δηχθέντων τινὶ φανερὸν γένοιτο περὶ τῆς ἐπὶ τῷ δήγματι βλάβης ἀπαλλαγῆς, εἰ ἐνατενίσαι ἀποθανόντι τῷ βλάψαντι, ἢ ἐπιβαίῃ νεκροῦ, ἢ ἐφάψαιτο τεθνηκότος, ἢ γεύσαιτο μέρους τοῦδε, γένοιτ’ἂν καὶ τῷ προπεπονθότι ἴασις καὶ εὐεργεσία ἀπὸ τοῦ τὸ βλάψαν ἀνῃρηκότος. τοιοῦτόν τι δὴ νοητέον τῷ θανάτῳ τῶν εὐσεβεστάτων μαρτύρων γίνεσθαι, πολλῶν ἀφάτῳ τινὶ δυνάμει ὠφελουμένων ἀπὸ τοῦ θανάτου αὐτῶν.
6.55.284προσδιετρίψαμεν δὲ ὑπὲρ τοῦ τὸ ἐξαίρετον ἰδεῖν τοῦ ὡς προβάτου ἐπὶ σφαγὴν ἀχθέντος καὶ ὡς ἀμνοῦ ἐνώπιον τοῦ κείραντος ἀφώνου, τῷ περὶ τῶν μαρτύρων λόγῳ καὶ τῷ ὑπὲρ τῶν τεθνηκότων διὰ λοιμικὰ καταστήματα διηγήματι. εἰ γὰρ τάδε μὲν ὑπὸ Ἑλλήνων οὐ μάτην ἱστόρηται, τάδε δὲ καλῶς περὶ τῶν μαρτύρων εἴρηται περικαθαρμάτων τοῦ κόσμου γινομένων, καὶ “πάντων περίψημα” λεγομένων διὰ ταῦτα τῶν ἀποστόλων, τί ὑποληπτέον καὶ πηλίκον περὶ τοῦ ἀμνοῦ τοῦ θεοῦ διὰ τοῦτο θυομένου, ἵνα ἄρῃ ἁμαρτίαν οὐκ ὀλίγων, ἀλλ’ὅλου τοῦ κόσμου, ὑπὲρ οὗ καὶ πέπονθεν;
6.55.285κα- κἂν γάρ “τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐκ † ἐπὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου” · ἐπεὶ “σωτήρ ἐστιν πάντων ἀνθρώπων, μάλιστα πιστῶν” ὁ “ἐξαλείψας τὸ καθ’ἡμῶν χειρόγραφον” τῷ ἑαυτοῦ αἵματι καὶ ἄρας αὐτὸ ἐκ τοῦ μέσου, ἵνα μη δὲ ἴχνη κα- κἂν ἀπαληλιμμένων τῶν ἁμαρτημάτων εὑρίσκηται, καὶ “προσηλώσας τῷ σταυρῷ” · ὃς “ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ θριαμβεύσας” ἐν τῷ ξύλῳ.
6.55.286καὶ θαρρεῖν γοῦν θλιβόμενοι ἐν τῷ κόσμῳ διδασκόμεθα, τὴν αἰτίαν τοῦ θαρρεῖν μανθάνοντες ταύτην εἶναι, τὸ νενικῆσθαι τὸν κόσμον καὶ δηλονότι ὑποτετάχθαι τῷ νικήσαντι αὐτόν. διὰ τοῦτο πάντα τὰ ἔθνη ἀνεθέντα ἀπὸ τῶν πρότερον ἐπικρατούντων δουλεύουσιν αὐτῷ, ὅτι “ἐρρύσατο πτωχὸν ἐκ δυνάστου” διὰ τοῦ ἰδίου πάθους “καὶ πένητα, ᾧ οὐχ ὑπῆρχεν βοηθός”.
6.55.287οὗτος δὴ ὁ σωτὴρ ταπεινώσας συκοφάντην διὰ τοῦ ἑαυτὸν τεταπεινωκέναι, συμπαραμένει τῷ νοητῷ ἡλίῳ πρὸ τῆς λαμπροτάτης ἐκκλησίας, τροπικώτερον σελήνης λεγομένης, τυγχάνων γενεῶν γενεαῖς. ἀνελὼν δὲ διὰ τοῦ πάθους τοὺς πολεμίους ὁ ἐν πολέμῳ δυνατὸς καὶ κραταιὸς κύριος καθαρσίου δεόμενος τοῦ ἀπὸ μόνου τοῦ πατρὸς αὐτῷ δοθῆναι ἐπὶ τοῖς ἀνδραγαθήμασιν δυναμένου, κωλύει αὐτοῦ ἅψασθαι τὴν Μαρίαν λέγων · “μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα · ἀλλὰ πορεύου καὶ εἰπὲ τοῖς ἀδελφοῖς μου · πορεύομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν”.
6.56.288ὅτε δὲ πορεύεται νικηφόρος καὶ τροπαιοφόρος μετὰ τοῦ ἐκ νεκρῶν ἀναστάντος σώματος πῶς γὰρ ἄλλως δεῖ νοεῖν τὸ “οὔπω ἀναβέβηκα πρὸς τὸν πατέρα μου” καὶ τὸ “πορεύομαι δὲ πρὸς τὸν πατέρα μου”; τότε αἱ μέν τινες λέγουσιν δυνάμεις · “τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων ἐκ Βοσόρ, οὕτως ὡραῖος”; οἱ δὲ προπέμποντες αὐτὸν τοῖς ἐπὶ τῶν οὐρανίων πυλῶν τεταγμένοις φασὶν τὸ “ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης”.
6.56.289ἔτι δὲ πυνθάνονται οἱονεί, εἰ δεῖ οὕτως εἰπεῖν, ᾑμαγμένην αὐτοῦ βλέποντες τὴν δεξιὰν καὶ ὅλον πεπληρωμένον τῶν ἀπὸ τῆς ἀριστείας ἔργων · “διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀποπάτημα ληνοῦ πλήρους καταπεπατημένης”; ὅτε καὶ ἀποκρίνεται · “κατέθλασα αὐτούς”.
6.56.290ἀληθῶς γὰρ ἐπὶ τούτοις δεδέηται τοῦ πλῦναι “ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ”. τὰς γὰρ ἀσθενείας ἡμῶν λαβὼν καὶ τὰς νόσους βαστάξας, παντόςτε τοῦ κόσμου ἄρας τὴν ἁμαρτίαν καὶ τοὺς τοσούτους εὐεργετήσας, τάχα τότε βάπτισμα εἴληφεν τὸ παντὸς τοῦ ὑπονοηθέντος ἂν παρὰ τοῖς ἀνθρώποις μεῖζον, περὶ οὗ οἶμαι αὐτὸν εἰρηκέναι · “βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ”.
6.56.291ἵνα γὰρ τολμηρότερον βασανίζων τὸν λόγον στῶ πρὸς τὰ ὑπὸ τῶν πλείστων ὑπονοούμενα, λεγέτωσαν ἡμῖν οἱ τὸ βάπτισμα τὸ μέγιστον, ὑπὲρ ὃ ἄλλο οὐκ ἔστι νοῆσαι βάπτισμα, νομίσαντες αὐτοῦ εἶναι τὸ μαρτύριον, τί δήποτε μετὰ τοῦτο λέγει τῇ Μαριάμ · “μή μου ἅπτου”; ἐχρῆν γὰρ μᾶλλον ἑαυτὸν ἐμπαρέχειν τῇ ἁφῇ, ἅτε τὸ τέλειον βάπτισμα διὰ τοῦ μυστηρίου τοῦ πάθους εἰληφότα.
6.57.292ἀλλ’ἐπεί, ὡς προείπομεν, τὰ κατὰ τῶν ἀντικειμένων ἀνδραγαθήματα πεποιηκὼς ἐδεῖτο τοῦ πλῦναι “ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ”, ἀνῄει πρὸς τὸν γεωργὸν τῆς ἀληθινῆς ἀμπέλου πατέρα, ἵν’ἐκεῖ ἀποπλυνάμενος μετὰ τὸ ἀναβῆναι εἰς ὕψος, αἰχμαλωτεύσας τὴν αἰχμαλωσίαν, καταβῇ φέρων τὰ ποικίλα χαρίσματα, τὰς διαμεμερισμένας τοῖς ἀποστόλοις γλώσσας ὡσεὶ πυρὸς καὶ τοὺς παρεσομένους ἐν πάσῃ πράξει ἁγίους ἀγγέλους καὶ ῥυσομένους αὐτούς.
6.57.293πρὸ γὰρ τούτων τῶν οἰκονομιῶν ἅτε μηδέπω κεκαθαρμένοι οὐκ ἐχώρουν ἀγγέλων παρ’αὐτοῖς ἐπιδημίαν, τάχα οὐ δ’αὐτῶν βουλομένων πω τοῖς μὴ εὐτρεπισμένοις καὶ κεκαθαρμένοις ὑπὸ τοῦ Ἰησοῦ παρεῖναι.
6.57.294τῆς γὰρ Ἰησοῦ μόνου φιλανθρωπίας ἦν μετὰ ἁμαρτωλῶν καὶ τελωνῶν ἐσθίειν καὶ πίνειν, καὶ παρέχειν ἑαυτοῦ τοὺς πόδας τοῖς δακρύοις τῆς μετανοούσης ἁμαρτωλοῦ, καὶ μέχρι θανάτου καταβαίνειν ὑπὲρ ἀσεβῶν, οὐχ ἁρπαγμὸν ἡγουμένου τὸ εἶναι ἴσα θεῷ, καὶ κενοῦν ἑαυτὸν τὴν τοῦ δούλου λαμβάνοντος μορφήν.
6.57.295ταῦτα δὲ πάντα ἐπιτελῶν μᾶλλον τὸ θέλημα τοῦ πατρὸς τοῦ παραδόντος αὐτὸν ὑπὲρ ἀσεβῶν ἐπετέλει ἤπερ τὸ ἑαυτοῦ · ὁ μὲν γὰρ πατὴρ ἀγαθός, ὁ δὲ σωτὴρ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. πάντα δὲ τὸν κόσμον εὐεργετῶν, ἐπεὶ θεὸς ἐν Χριστῷ κόσμον καταλλάσσει ἑαυτῷ, πρότερον διὰ τὴν κακίαν ἐχθρὸν γεγενημένον, ὁδῷ καὶ τάξει τὰ εὐεργετούμενα εὐεργετεῖ, οὐκ ἀθρόως λαμβάνων ὑποπόδιον τῶν ποδῶν πάντας τοὺς ἐχθρούς. λέγει γὰρ αὐτῷ ὁ πατὴρ τῷ κυρίῳ ἑκάστου ἡμῶν · “κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου”.
6.57.296καὶ ταῦτα γίνεται ἕως ὁ ἔσχατος ἐχθρός, ὁ θάνατος, ὑπ’αὐτοῦ καταργηθῇ. ἐὰν δὲ τὸ ὑποτάσσεσθαι τῷ Χριστῷ νοήσωμεν ὅ τί ποτ’ἔστιν μάλιστ’ἐκ τοῦ “ὅταν δὲ αὐτῷ τὰ πάντα ὑποταγῇ, τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα”, ἀξίως τῆς ἀγαθότητος τοῦ τῶν ὅλων θεοῦ νοήσωμεν τὸν ἀμνὸν τοῦ θεοῦ αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου.
6.58.297οὐ πάντων δὲ ἡ ἁμαρτία ὑπὸ τοῦ ἀμνοῦ αἴρεται, μὴ ἀλγούντων μη δὲ βασανιζομένων ἕως ἀρθῇ. ἄκανθαι γὰρ οὐ μόνον ἐνσπαρεῖσαι ἀλλὰ καὶ ἐπιπολὺ ῥιζωθεῖσαι ἐν ταῖς χερσὶν παντὸς τοῦ διὰ τὴν κακίαν μεθυσθέντος καὶ τὸ νήφειν ἀπολωλεκότος κατὰ τὸ ἐν Παροιμίαις εἰρημένον · “ἄκανθαι φύονται ἐν χειρὶ τοῦ μεθύσου”, ὅσον πόνον ἐνεργάσονται τῷ τὰ τοιαῦτα φυτὰ εἰς τὸ ἑαυτοῦ σῶμα τῆς ψυχῆς παραδεξαμένῳ τί δεῖ καὶ λέγειν; κατατμηθῆναι γὰρ ὑπὸ τοῦ τομωτέρου πάσης μαχαίρας διστόμου λόγου ζῶντος θεοῦ καὶ ἐνεργοῦς καὶ καυστικωτέρου παντὸς πυρὸς ἀνάγκη τὸν ἐπὶ τοσοῦτον εἰς βάθος τῆς ἑαυτοῦ ψυχῆς τὴν κακίαν χωρήσαντα, ὡς γενέσθαι αὐτὸν γῆν ἀκανθοφόρον.
6.58.298καὶ δεήσει ἐπὶ τὴν τοιαύτην ψυχὴν πεμφθῆναι τὸ εὑρίσκον τὰς ἀκάνθας πῦρ, καὶ μέχρι αὐτῶν στησόμενον διὰ τὴν ἑαυτοῦ θειότητα καὶ οὐ προσεμπρῆσον ἅλωνας ἢ στάχυας πεδίων. τοῦ αἴροντος δὲ τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ διὰ τῆς ἰδίας σφαγῆς ἀρχομένου ὁδοὶ τυγχάνουσιν πλείονες, ὧν αἱ μὲν σαφεῖς εἶναι τοῖς πολλοῖς δύνανται, αἱ δὲ τοὺς τοσούτους λανθάνουσαι τοῖς τῆς θείας σοφίας ἀξιουμένοις, οἷς μόνοις εἰσὶν γνώριμοι.
6.58.299τί γὰρ δεῖ λέγειν, δι’ὅσων ὁδῶν τις ἐπὶ τὸ πιστεύειν ἔρχεται ἐν ἀνθρώποις, ἔτι ἐν τῷ τοιούτῳ σώματι παρὸν ἑκάστῳ καθ’αὑτὸν ἐπισκοπεῖν; πλὴν μία τῶν ὁδῶν ἐστιν τοῦ πιστεύειν καὶ αἴρεσθαι τὴν ἁμαρτίαν διὰ μαστίγων καὶ πνευμάτων πονηρῶν καὶ νόσων χαλεπωτάτων καὶ μαλακιῶν ἐπιπονωτάτων.
6.58.300τίς οὖν οἶδεν καὶ τὰ μετὰ ταῦτα; ἀναγκαῖον δὲ ἦν ὑπὲρ τοῦ μὴ ἀναιρεθῆναι τὸν δοκοῦντα τῇ ἐξετάσει τοῦ λόγου παρακολουθεῖν τοῦ λέγοντος · “ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου”, ἐπιπλεῖον περὶ τούτων διαλαβεῖν, ἵν’εἰδότες ὅτι καὶ θυμῷ θεοῦ ἔστιν ἐλεγχθῆναι καὶ ὀργῇ θεοῦ παιδευθῆναι, διὰ τὸ εἰς ὑπερβολὴν φιλάνθρωπον οὐδένα πάντη ἀνέλεγκτον καὶ ἀπαίδευτον ἐῶντος, πάντα ποιήσωμεν εἰς τὸ μὴ δεηθῆναι τοιούτων ἐλέγχων καὶ τῆς διὰ τῶν ἐπιπονωτάτων παιδείας.
6.59.301ἐπισκεπτέον δὲ τῷ ἐντυγχάνοντι τὰ ἐν τοῖς προτέροις ἡμῖν εἰρημένα μετὰ παραθέσεως πλειόνων παραδειγμάτων περὶ τοῦ τί σημαίνεται κατὰ τὴν γραφὴν ἐκ τῆς “κόσμος” φωνῆς. οὐ γὰρ εὔλογον ἡγησάμην παλιλλογεῖν. οὐκ ἀγνοοῦμεν δέ τινα κόσμον ἐξειληφέναι τὴν ἐκκλησίαν μόνην, κόσμον οὖσαν τοῦ κόσμου, ἐπεὶ καὶ φῶς λέγεται τοῦ κόσμου · “ὑμεῖς γάρ ἐστε, φησί, τὸ φῶς τοῦ κόσμου” · κόσμος δὲ τοῦ κόσμου ἡ ἐκκλησία, κόσμου αὐτῆς γινομένου Χριστοῦ, τοῦ πρώτου φωτὸς τοῦ κόσμου.
6.59.302κατανοητέον δὲ εἰ μὴ τοῦ αὐτοῦ κόσμου φῶς εἶναι λέγεται ὁ Χριστὸς καὶ οἱ μαθηταὶ αὐτοῦ · ἀλλ’ὅτε μὲν Χριστὸς φῶς τοῦ κόσμου ἐστίν, τάχα τῆς ἐκκλησίας ἐστὶ φῶς · ὅτε δὲ οἱ μαθηταὶ αὐτοῦ φῶς τοῦ κόσμου, μήποτε τῶν παρακαλουμένων εἰσὶ φῶς, ἑτέρων ὄντων παρὰ τὴν ἐκκλησίαν, ὥσπερ τῷ Παύλῳ περὶ τούτων εἴρηται ἐν τῷ προοιμίῳ τῆς προτέρας πρὸς Κορινθίους ἐπιστολῆς γράφοντι · “τῇ ἐκκλησίᾳ τοῦ θεοῦ σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ Χριστοῦ”. ἐὰν οὖν τις ὑπονοῇ τοῦ κόσμου φῶς λέγεσθαι τὴν ἐκκλησίαν, οἱονεὶ τοῦ λοιποῦ γένους τῶν ἀνθρώπων καὶ τῶν ἀπίστων, εἰ μὲν προφητικῶς τοῦτο διὰ τὸν περὶ τέλους λόγον ἐκλήψεται, τάχα ἔχει χώραν τὸ λεγόμενον. εἰ δὲ ὡς ἤδη γινόμενον, ἐπεὶ τὸ φῶς τινος φωτίζει ἐκεῖνο, οὗ ἐστι φῶς, δεικνύτωσαν πῶς τὸ λοιπὸν γένος φωτίζεται ὑπὸ τῆς παρεπιδημούσης τῷ κόσμῳ ἐκκλησίας.
6.59.303εἰ δὲ τοῦτο δεικνύναι οὐ δύνανται, ἐπιστησάτωσαν μήποτε ὑγιῶς ἐξειλήφαμεν φῶς μὲν εἶναι τὴν ἐκκλησίαν, κόσμον δὲ τοὺς ἐπικαλουμένους. ἡ δὲ ἑξῆς φωνή, κειμένη ἐν τῷ κατὰ Ματθαῖον, τῷ ἐπιμελέστατα ἐρευνῶντι τὰς γραφὰς παραστήσει τὴν διήγησιν · “ὑμεῖς, γάρ φησιν, ἐστὲ τὸ ἅλα τῆς γῆς”. τάχα τῆς “γῆς” τῶν λοιπῶν ἀνθρώπων νοουμένων, ὧν ἅλα εἰσὶν οἱ πεπιστευκότες, αἴτιοι τοῦ τηρεῖσθαι τὸν κόσμον διὰ τοῦ πιστεύειν τυγχάνοντες. τότε γὰρ ἡ συντέλεια ἔσται ἐὰν τὸ ἅλα μωρανθῇ καὶ μηκέτι ᾖ τὸ ἁλίζον καὶ συντηροῦν τὴν γῆν, ἐπεὶ σαφὲς ὅτι ἐὰν πληθυνθῇ ἡ ἀνομία, καὶ ψυγῇ ἡ ἀγάπη ἐπὶ τῆς γῆς ὡς καὶ αὐτὸν τὸν σωτῆρα διστακτικὴν προενέγκασθαι περὶ τῶν ἐν τῇ ἐπιδημίᾳ ἑαυτοῦ φωνὴν λέγοντα · “πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς”; τότε συντέλεια ἔσται τοῦ πρὸ αἰῶνος.
6.59.304λεγέσθω τοίνυν ἡ ἐκκλησία κόσμος ὅτε ὑπὸ τοῦ σωτῆρος φωτίζεται. ἡμεῖς δὲ ζητοῦμεν εἰ κατὰ τὸ “ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου” κόσμον νοητέον ὑγιῶς τὴν ἐκκλησίαν, περικλειομένου τοῦ αἴρεσθαι τὴν ἁμαρτίαν εἰς μόνην τὴν ἐκκλησίαν.
6.59.305πῶς γὰρ τὸ ἐν τῇ ἐπιστολῇ ὑπὸ τοῦ αὐτοῦ μαθητοῦ εἰρημένον περὶ τοῦ σωτῆρος ἱλασμοῦ περὶ τῶν ἁμαρτιῶν τυγχάνοντος διηγησόμεθα οὕτως ἔχον · “καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν Χριστὸν δίκαιον · καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου”; καὶ τὸ παρὰ τῷ Παύλῳ δὲ τούτῳ νομίζω εἶναι παραπλήσιον οὕτως ἔχον · “ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν”.
6.60.306πάλιν ἐν τῷ τόπῳ ὁ Ἡρακλέων γενόμενος χωρὶς πάσης κατασκευῆς καὶ παραθέσεως μαρτυριῶν ἀποφαίνεται ὅτι τὸ μὲν “ἀμνὸς τοῦ θεοῦ” ὡς προφήτης φησὶν ὁ Ἰωάννης, τὸ δὲ “ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου” ὡς περισσότερον προφήτου. καὶ οἴεται τὸ μὲν πρότερον περὶ τοῦ σώματος αὐτοῦ λέγεσθαι, τὸ δὲ δεύτερον περὶ τοῦ ἐν τῷ σώματι, τῷ τὸν ἀμνὸν ἀτελῆ εἶναι ἐν τῷ τῶν προβάτων γένει, οὕτω δὲ καὶ τὸ σῶμα παραθέσει τοῦ ἐνοικοῦντος αὐτῷ.
6.60.307τὸ δὲ τέλειον εἰ ἐβούλετο, φησί, τῷ σώματι μαρτυρῆσαι, κριὸν εἶπεν ἂν τὸ μέλλον θύεσθαι. οὐχ ἡγοῦμαι δὲ εἶναι ἀναγκαῖον μετὰ τηλικαύτας γεγενημένας ἐξετάσεις τευτάζειν περὶ τὸν τόπον, ἀγωνιζομένους πρὸς τὰ εὐτελῶς ὑπὸ τοῦ Ἡρακλέωνος εἰρημένα. μόνον δὲ τοῦτο ἐπισημειωτέον, ὅτι ὥσπερ μόγις ἐχώρησεν ὁ κόσμος τὸν κενώσαντα ἑαυτόν, οὕτως ἀμνοῦ καὶ οὐ κριοῦ ἐδεήθη, ἵνα ἀρθῇ αὐτοῦ ἡ ἁμαρτία.