Commentary on John, 20
20.1.1εἰκοστὸν ὑπαγορεύοντες εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον τόμον, φιλοθεώτατε καὶ φιλομαθέστατε ἐν κυρίῳ Ἀμβρόσιε, εὐχόμεθα ἐκ τοῦ πληρώματος τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ὃν εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι, λαβεῖν νοήματα πλήρη καί, ἵν’οὕτως εἴπω, ναστὰ καὶ μηδὲν ἔχοντα διάκενον, ἵνα τὸ εὐαγγέλιον κατὰ τὰ ἐξεταζόμενα ἡμῖν ἀποκαλυφθῇ, μήτε παραλειπόντων τι ἡμῶν τῶν δεόντων ἐξετάζεσθαι καὶ ὑπομνηματικοῖς γράμμασιν πιστεύεσθαι, μήτε ὡς οὐ χρὴ πλεοναζόντων, μήτε παρεκδεχομένων τὸν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ νοῦν. θεὸς οὖν ἡμῖν πέμψαι αὐτὸν τὸν λόγον, ἑαυτὸν ἐμφανίζοντα, ἵνα τοῦ βάθους αὐτοῦ, δωρουμένου τοῦ πατρός, θεαταὶ γενώμεθα.
20.2.2δόξει μάχην περιέχειν τοῖς μὴ κατανοοῦσιν τὰ σημαινόμενα ἀπὸ τῆς “σπέρμα” φωνῆς καὶ τῆς “τέκνον” τὸ “οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε” πρὸς τὸ εὐθέως ἐπενεχθησόμενον καὶ πρὸς τοὺς αὐτοὺς λεγόμενον · “εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε”.
20.2.3ἵν’οὖν ταῦτα θεωρηθῇ, ἴδωμεν πρῶτον σωματικῶς “σπέρματος” καὶ “τέκνου” διαφοράν. καὶ σαφές γε ὅτι τὸ μὲν σπέρμα τινὸς ἔχει τοὺς λόγους τοῦ σπείραντος ἐν ἑαυτῷ ἔτι ἡσυχάζοντας καὶ ἀποκειμένους · τὸ δὲ τέκνον, μεταβαλόντος τοῦ σπέρματος καὶ ἐργασαμένου τὴν περικειμένην αὐτῷ ὕλην ἀπὸ τῆς γυναικὸς καὶ τῶν ἐπισυναγομένων τροφῶν, μορφωθὲν καὶ εἰς γένεσιν εὐτρεπισθὲν ὑφίσταται · καὶ εἴ τι μέρος ἐστὶν κυρίως τέκνον τινός, ὡς πρὸς τὰ σωματικά, ἐκ σπέρματος ὑπέστη, εἰ δέ τί ἐστιν σπέρμα, οὐ πάντως τέκνον γίνεται.
20.2.4τούτων δὲ ἡμῖν προδιαληφθέντων, εἰ μὲν σωματικῶς ἐχρῆν νοεῖν τὸ “οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε”, ἔδοξεν ἂν πάντως ἀκολουθεῖν τὸ καὶ τέκνα εἶναι τοῦ Ἀβραὰμ πρὸς οὓς ὁ λόγος, συγχωρουμένου ὅτι ἔτι σπέρμα ἐστὶν τὸ τέκνον, καὶ οὐ κατὰ τὸ ἀκριβὲς διδομένου.
20.2.5ἐπεὶ δὲ ἀπὸ ἤθους κρίνεται καὶ ἔργων τὰ τέκνα τοῦ Ἀβραάμ, μήποτε ἀπό τινων σπερματικῶν λόγων, συγκαταβαλλομένων τισὶν ὡς οἶμαι ψυχαῖς, δεῖ χαρακτηρίζειν τοὺς ὄντας σπέρμα τοῦ Ἀβραάμ. καὶ εἴπερ, ὡς κατὰ τὸ σωματικὸν οὐ πάντες ἄνθρωποι σπέρμα εἰσὶν τοῦ Ἀβραάμ, οὕτω καὶ κατὰ τὰ νῦν ἀποδιδόμενα περὶ τοῦ τίνες εἰσὶν σπέρμα τοῦ Ἀβραάμ, δῆλον ὅτι οὐ πάντες ἄνθρωποι μετὰ πάντη σπερματικῶν λόγων τῶν ἐγκατασπαρέντων αὐτῶν ταῖς ψυχαῖς τῷ βίῳ τῶν ἀνθρώπων ἐπιδεδημήκασιν.
20.2.6τὴν δὲ τούτων αἰτίαν κατὰ μεγάλας κρίσεις καὶ δυσδιηγήτους, θεωρουμένας ὑπὸ τῶν εἰληφότων τὸν Χριστοῦ νοῦν, ἵνα ἴδωσιν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα αὐτοῖς, ὀλίγοις ἐστὶν δυνατὸν καταλαβεῖν τοῖς ἐπιμελέστερον τὰ πρὸ γενέσεως καὶ τὰ ἐν γενέσει περὶ ἑκάστου διειληφόσιν · καὶ ἐπεὶ ταράξαι ἄν τινα τὰ τοιαῦτα, συνέντα μὲν ταῦτα, μὴ ἀκριβοῦντα δέ, κινδύνῳ παραβαλοῦμεν ἑαυτοὺς τῷ περὶ τῶν τοιούτων, ἔνθα τὸ λέγειν καὶ ἀναπτύσσειν τὰ τοιαῦτά ἐστιν ἐπισφαλές, κα- κἂν ἀληθεύηται.
20.2.7καὶ ἐπισφαλὲς δὲ διὰ τὸ δεῖν τὸν οἰκονόμον τῶν τοῦ θεοῦ μυστηρίων καὶ τὸν καιρὸν ζητεῖν τῆς προσαγωγῆς τῶν τοιούτων δογμάτων, μὴ βλάπτοντα τὸν ἀκούοντα, καὶ τὸ μέτρον περιαθρεῖν τοῦ ἐλλείποντος ἢ πλεονάζοντος, κα- κἂν ὁ καιρὸς τηρῆται, παρὰ τὸν ὀρθὸν λόγον γινομένου, καὶ ἐπιμελέστερον ἐξετάζειν πότερον σύνδουλοί εἰσιν οἷς παραδίδοται τὰ τοιαῦτα, ἢ δοῦλοι ἄλλου τινὸς παρὰ τὸν κύριον τῶν κυριευόντων.
20.2.8ὅτι δὲ δεῖ πάντα ταῦτα ἐξετάζειν τὸν οἰκονόμον τῶν μυστηρίων τοῦ θεοῦ παρίστησιν ἡ φάσκουσα λέξις · “τίς ἄρα ἐστὶν ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς οἰκετίας αὐτοῦ, τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον τοῖς συνδούλοις ἑαυτοῦ”; οὐ πάντες οὖν εἰσιν ἄνθρωποι σπέρμα τοῦ Ἀβραάμ · οὐ δὲ γὰρ ἔχουσιν τοὺς λόγους ἐγκατεσπαρμένους αὐτῶν ταῖς ψυχαῖς, δυναμένους, εἰ γεωργηθεῖεν, ποιῆσαι τέκνα τοῦ Ἀβραάμ.
20.3.9καὶ ζητήσαι τις ἂν πρὸς ταῦτα φάσκων ὅτι δύναται μὲν ψεκτὸς εἶναι ὁ γενόμενος σπέρμα τοῦ Ἀβραάμ, εἰ μὴ καὶ τέκνον αὐτοῦ γένοιτο · πῶς δ’ἂν εὐλόγως μεμφθείη μὴ ποιῶν τὰ ἔργα τοῦ Ἀβραὰμ ὁ μη δὲ τὴν ἀρχὴν ἔχων τὸ εἶναι σπέρμα τοῦ Ἀβραάμ, ἀφ’οὗ ἔρχεται τὸ γενέσθαι τέκνα τῷ Ἀβραάμ;
20.3.10ἐροῦμεν δὲ πρὸς ταῦτα ὡσπερεὶ ἐπιβάθρᾳ χρησάμενοι τῇ ἱστορίᾳ καὶ τὰ ἴχνη τῆς κατὰ τὸν τόπον ἀληθείας ζητοῦντες ἐν τοῖς γράμμασιν, ὅτι εἰ μὲν μὴ ὤν τις τέκνον τοῦ Ἀβραὰμ οὐδενὸς δικαίου σπέρμα ἦν, καὶ ἀνέγκλητος ἐτύγχανεν ἂν τῶν ἁμαρτωλῶν τις, μηδεμίαν ἔχων ἀπὸ σπερμάτων ἀφορμὴν τοῦ καλοῦ · νυνὶ δὲ ὥσπερ ἐπὶ τῶν σωμάτων ὁ μέν τίς ἐστιν πλειόνων δικαίων σπέρμα, ἕτερος δὲ ὀλιγωτέρων, ὡς δῆλον ἔσται ἐκ τῆς παραθέσεως τῶν λεχθησομένων, οὕτως καὶ ἐπὶ τῶν τῆς ἀναγωγῆς τὸ ἀνάλογον ἔσται λέγειν.
20.3.11Ἀβραὰμ εἰκοστὸς γεγέννηται ἀπὸ τοῦ πρωτοπλάστου · δέκα γὰρ γενεαὶ ἀπὸ Ἀδὰμ ἐπὶ Νῶε, καὶ δέκα ἀπὸ Νῶε ἐπὶ Ἀβραάμ · καὶ τοῦ Ἀβραὰμ γεγόνασιν ἀδελφοὶ Ναχὼρ καὶ Ἀρράμ · οἱ γὰρ τρεῖς ἦσαν υἱοὶ Θάρα. Ναχὼρ μὲν οὖν καὶ Ἀρρὰμ οὐκ ἦσαν σπέρμα τοῦ Ἀβραάμ · ἀλλ’οὐ δ’αὐτὸς Ἀβραὰμ σπέρμα ἦν τοῦ Ἀβραάμ.
20.3.12ἦσαν δὲ σπέρμα οἱ τρεῖς δικαίων μέν, ὡς ζητουμένων ἔτι τῶν κατὰ τὸν Ἀδὰμ ἐν τίσιν ἀριθμητέον αὐτόν, τοῦ Σήθ, ὃν ἐξανέστησεν ὁ θεὸς ἀντὶ τοῦ Ἄβελ · καὶ τοῦ Ἐνώς, ὃς “ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ” · καὶ τοῦ Ἐνώχ, “ὃς εὐηρέστησεν τῷ θεῷ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα, ἔτη διακόσια” · καὶ τοῦ Νῶε, περὶ οὗ εἴρηται ὅτι “ἄνθρωπος δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ · τῷ θεῷ εὐηρέστησεν Νῶε” · καὶ τοῦ Σήμ, οὗ “κύριος ὁ θεὸς” πρώτου φαίνεται ἐν τῇ Γενέσει κεχρηματικέναι θεός, ὅπερ σαφές ἐστιν ἐκ τοῦ “εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Σήμ” ·
20.3.13τῶν δὲ λοιπῶν ἀδίκων παρὰ τούτους οὗτοι ἦσαν οἱ τρεῖς τοῦ Θάρα υἱοὶ σπέρμα. ὅπερ οὖν εἴπομεν περὶ τοῦ σπέρματος τοῦ Ἀβραάμ, τοῦτο νοητέον περὶ τοῦ σπέρματος τοῦ Σὴμ καὶ Νῶε καὶ τῶν ἀνωτέρω δικαίων, ὧν τὰς ἰδιότητας σπερματικῶς δοκοῦσιν κοινῇ ἀνειληφέναι εἰς γένεσιν ἐρχόμενοι Ἀβραὰμ καὶ Ναχὼρ καὶ Ἀρράμ · ἀλλ’ὁ μὲν Ἀβραὰμ γεγεωργηκέναι οὓς εἶχεν ἐν ἑαυτῷ σπερματικοὺς λόγους πάντων τῶν πρὸ αὐτοῦ δικαίων, καὶ τούτοις προστεθεικέναι ἁγίαν ἰδίαν ποιότητα, τὴν κατὰ τὸ ἴδιον αὐτοῦ σπέρμα, οὗ ἐδύναντο μετέχειν οἱ μετ’αὐτὸν καλούμενοι “σπέρμα Ἀβραάμ” · ὁ δὲ Ἀρρὰμ ἐπὶ ἐλάχιστον ἑαυτοῦ ἐπιμέλειαν πεποιῆσθαι καὶ τῶν πατρικῶν ἐν ἑαυτῷ σπερμάτων, ὅθεν δεδύνηται προβαλεῖν πνέοντα κα- κἂν ἐπὶ ποσὸν τῆς σωτηρίας τὸν Λώτ · ὁ δὲ Ναχὼρ ἀμφοτέρων τῶν ἀδελφῶν ἐλάττων γεγονέναι.
20.3.14ἔξεστιν τοίνυν μὴ ὄντα σπέρμα τοῦ Ἀβραάμ, τῷ πάντως διὰ τὴν κατὰ τὸν κατακλυσμὸν ἱστορίαν ἀπὸ Νῶε τοὺς ἑξῆς γεγονέναι, εἶναι σπέρμα Νῶε · εἰ δὲ τοῦτο, καὶ σπέρμα Ἐνώχ, πάντως δὲ καὶ σπέρμα Ἐνὼς καὶ Σήθ · ἄδηλον δ’ἡμῖν ἐπὶ τῶν πολλῶν κατωτέρω τοῦ Νῶε, τίς σπέρμα τοῦ Σὴμ καὶ τίς τοῦ Χὰμ καὶ τίς τοῦ Ἰάφεθ καὶ τῶν ἔτι κατωτέρω · πλὴν οὐκ ἔστιν τις μηδαμῶς μετέχων σπέρματος δικαίων.
20.3.15ἐφίστημι δὲ μήποτε δυνατὸν ἔχοντα τὰς ἀφορμὰς ἃς εἶχεν ὁ Ἀβραὰμ ἐκ τῶν προτέρων σπερμάτων γενέσθαι τὸν μὴ ὄντα σπέρμα τοῦ Ἀβραὰμ τοιοῦτον, ὥστε αὐτὸν οὐκ ὄντα ἀπὸ τοῦ Ἀβραὰμ ἐξομοιωθῆναι τῷ Ἀβραάμ.
20.3.16ὡς γὰρ Ἀβραάμ, οὐκ ἐκ σπέρματος Ἀβραὰμ τυγχάνων ἀλλὰ τῶν προειρημένων, γέγονεν Ἀβραάμ, οὕτω δυνατόν τινα τὰ κρείττονα τῶν ἐν αὐτῷ ἐγκατασπαρέντων γεωργήσαντα γενέσθαι ἄλλον Ἀβραάμ, οὐ πάντως ἐκ σπέρματος Ἀβραὰμ ἀλλὰ καὶ αὐτὸν ἱκανὸν σπείρειν ὡς Ἀβραάμ.
20.4.17ὅλων δὲ τούτων ἀκούωμεν ἀναφέροντες τὰ λεγόμενα οὐκ ἐπὶ σώματα καὶ ἀνθρώπους, ἀλλ’ἐπί τινα νοητὰ καὶ λόγους πλείονας ἢ ἐλάττονας, ὧν μετέχουσι διαφόρως οἱ κατιόντες εἰς γένεσιν ἢ εἰσιόντες, καὶ τάχα δέ πως καὶ ἀνιόντες.
20.4.18ἐπιστήσεις δὲ εἰ δύναται ἐπὶ τὰ τοιαῦτα σπέρματα, ἤδη καὶ τῶν εἰς ἑαυτοὺς λαμβανόντων αὐτὰ ἴδια ὀνομαζόμενα, ἀναφέρεσθαι τὸ “πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον, αἴροντες τὰ σπέρματα αὐτῶν” · εἴ τις γὰρ δύναται, τὴν μετὰ κλαυθμοῦ πορείαν τινῶν ψυχῶν εἰς γένεσιν ἐρχομένων κατανοησάτω, φερουσῶν τὰ σπέρματα ἤτοι πλειόνων δικαίων ἢ ὀλιγωτέρων καὶ ἀδίκων ὁμοίως.
20.4.19καὶ ἐννοείτω θεωρῶν ὡσπερεὶ γεωργοὺς ἀγωνιῶντας περὶ ὧν ἔχουσιν σπερμάτων, πῶς τάδε μὲν γεωργήσωσιν (λέγω δὲ τὰ διαφέροντα), τάδε δὲ μὴ σπείρωσιν, εἴγε ἔρχονται καὶ μετὰ χειρόνων σπερμάτων.
20.4.20ποῖον γὰρ εἰκὸς κλαυθμὸν κλαίειν τούτους περὶ ὧν φησιν ὁ λόγος · “πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον, αἴροντες τὰ σπέρματα αὐτῶν”;
20.4.21καὶ ἐλπίς γε ἀγαθή ἐστιν ἐν τοῖς πορευομένοις καὶ κλαίουσιν, αἴρουσιν τὰ σπέρματα ἑαυτῶν · οὗτοι γὰρ ὡς ἐπίπαν “ἐρχόμενοι ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν”.
20.4.22τάχα δὲ ἕτεροι ἦλθον, περὶ ὧν εἴποις ἄν · “πορευόμενοι ἐπορεύοντο καὶ ἐγέλων, αἴροντες τὰ σπέρματα ἑαυτῶν” · οἷς ἀκολουθήσει τὸ “ἐρχόμενοι δὲ ἥξουσιν ἐν κλαυθμῷ, αἴροντες τὰ δράγματα ἑαυτῶν” · περὶ ὧν εἴποις ἄν · “ἐγεννήθησαν ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη · οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ ὁ θερίζων, καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων.
20.4.23καὶ οὐκ εἶπαν οἱ παράγοντες · εὐλογία κυρίου ἐφ’ὑμᾶς”. καὶ ὅρα εἰ δύναται κατὰ τοῦτο βαθύτερον καὶ μυστικώτερον λέγεσθαι ὑπὸ τοῦ σωτῆρος ἡμῶν τὸ “μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσονται” ·
20.4.24καὶ τὸ “οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε”. ὅσῳ μέντοι γε μεταγενεστέρων τίς ἐστιν δικαίων σπέρμα, τοσούτῳ πλείονας φέρει δικαιοσύνης λόγους, ὡς διὰ τοῦτο μὲν γεγράφθαι τὸ “σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ”, διὰ τοῦτο δέ πως εἶναι καὶ τὸ περὶ τοῦ Ἰωάννου εἰρημένον · “μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν”.
20.4.25ἐν τούτοις δὲ γενόμενος τοῖς τόποις πρόσχες εἰ μὴ λόγον ἔχει τὸ ἀφανίζεσθαί τινα τῶν σπερμάτων ὑπὸ θεοῦ, ἵνα μὴ πλείονα τὰ κακὰ ᾖ ἐπὶ τῆς γῆς, σπειρομένων τῶν μὴ ἐχόντων ἀφορμὰς ἀπὸ κρειττόνων πρὸς τὸ γεωργῆσαι τὰ ἀπὸ διαφερόντων σπερμάτων · διὰ τοῦτο γὰρ κατακλυσμὸς γίνεται, ἵνα ἐξαφανισθῇ τὸ τοῦ Κάϊν σπέρμα, οὐκ ἂν δυνηθέντων τῶν ἀπ’αὐτοῦ γενομένων ἔχειν τί γεωργήσωσιν, εἰ μὴ τὰ ἀπὸ τοῦ Ἀδὰμ μόνα.
20.4.26ὅτι δὲ ὁ κατακλυσμὸς ὑπὲρ τοῦ ἐξαφανισθῆναι τὸ σπέρμα τοῦ Κάϊν γεγένηται, παρίστησιν ἡ ἐπιγεγραμμένη τοῦ Σολομῶντος Σοφία διὰ τούτων · “ἀποστὰς δὲ ἀπ’αὐτῆς ἄδικος ἐν ὀργῇ αὐτοῦ” (δῆλον δ’ὅτι τῆς σοφίας) “ἀδελφοκτόνοις συναπώλετο θυμοῖς δι’ὃν κατακλυζομένην γῆν πάλιν ἔσωσεν σοφία, δι’εὐτελοῦς ξύλου τὸν δίκαιον κυβερνήσασα”.
20.4.27τὸ αὐτὸ δέ μοι δοκεῖ παριστάνειν καὶ ὁ Σοδόμων ἐξαφανισμὸς καὶ τῆς γῆς αὐτῶν, ὧν “ἔτι μαρτύριον τῆς πονηρίας καπνιζομένη καθέστηκε χέρσος, καὶ ἀτελέσιν ὥραις καρποφοροῦντα φυτά”.
20.4.28καὶ ἀγαθοῦ γε θεοῦ ἔργον ἦν Σοδόμων ἐξαφανίσαι τὴν γῆν καὶ πᾶν ὅπερ ὑπελείπετο νοτίδος ξηρᾶναι ἀπ’αὐτῆς, ἵνα μηκέτι γίνηται ἄμπελος Σοδόμων, μη δὲ κληματὶς Γομόρρας, μη δὲ σταφυλὴ χολῆς, μη δὲ βότρυς πικρίας, μη δὲ οἶνος, θυμὸς δρακόντων καὶ θυμὸς ἀσπίδων ἀνίατος.
20.4.29τὸ δ’ὅμοιον ἐρεῖς καὶ περὶ τῶν Αἰγυπτίων, περὶ ὧν εἴρηται · “ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν, καὶ τὰς συκαμίνους αὐτῶν ἐν τῇ πάχνῃ” · ἀγαθοῦ γὰρ θεοῦ ἀποκτείνειν ἀμπέλους Αἰγυπτίων καὶ συκαμίνους τῶν ἀσεβῶν.
20.4.30ταῦτα προκείμενα τῇ ἐξετάσει τοῦ περὶ σπερμάτων λόγου Ἀβραὰμ ἤ τινος τῶν δικαίων ἡμῖν εἴρηται, ὑπὲρ τοῦ φανῆναι πῶς καὶ τίνα τρόπον εἴρηται τοῖς αὐτοῖς ὑπὸ τοῦ σωτῆρος τὸ “οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε” καὶ τὸ “εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε”.
20.4.31περὶ μέντοι γε τέκνων Ἀβραὰμ τὰ ἔργα τοῦ Ἀβραὰμ ποιούντων, θεοῦ διδόντος, εὐκαιρότερον ἐροῦμεν, φθάσαντες ἐπὶ τὴν βάσανον ἐκείνης τῆς λέξεως.
20.5.32ἔξεστι τοίνυν σπέρμα τοῦ Ἀβραὰμ τυγχάνοντα γενέσθαι αὐτοῦ δι’ἐπιμελείας καὶ τέκνον, δυνατὸν δὲ καὶ ἐξ ἀμελείας καὶ ἀγεωργησίας ἀπολέσαι καὶ τὸ εἶναι αὐτοῦ σπέρμα. οὗτοι μέντοι γε ἔτι ἐλπίδων ἦσαν πρὸς οὓς ὁ λόγος, εἰδότος τοῦ Ἰησοῦ ὅτι σπέρμα ἔτι ἦσαν τοῦ Ἀβραὰμ καὶ θεωροῦντος ὅτι οὐδέπω ἀπολωλέκεισαν τὸ δύνασθαι γενέσθαι τέκνα τοῦ Ἀβραάμ · ὡς γὰρ δυνατοῦ ὄντος τοῦ αὐτοὺς γενέσθαι τέκνα τοῦ Ἀβραὰμ πρὸς τῷ εἶναι · αὐτοὺς σπέρμα, φησὶν αὐτοῖς · “εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε”.
20.5.33ὡς δέ εἰσίν τινες σπέρμα τοῦ Ἀβραάμ, οὕτως ἄλλοι, ὡς ὁ Δανιήλ φησι, “σπέρμα Χαναὰν καὶ οὐκ Ἰούδα”, καὶ ἄλλοι, ὡς ἡ Σοφία φησίν ·
20.5.34“σπέρμα κατηραμένον ἀπ’ἀρχῆς”. καὶ εἰς ταῦτα δὲ φήσομεν ὅτι ὥσπερ κατὰ τὰ σωματικὰ ἀπὸ πολλῶν σπερμάτων προκύπτει μᾶλλον ἐνεργῆσαι δυνηθὲν ἔσθ’ὅτε ἓν τῶν σπερμάτων, οὕτως ἔστιν ἰδεῖν καὶ ἐπὶ τῶν πνευματικῶν σπερμάτων.
20.5.35ὃ δὲ λέγω ἔσται σαφὲς ἐκ τῶν λεχθησομένων · ἐπεὶ γὰρ ἔχει ἐν ἑαυτῷ προγονικούςτε καὶ συγγενικοὺς λόγους ὁ σπείρων, ὁτὲ μὲν κρατεῖ ὁ αὐτοῦ λόγος, καὶ ἀποτίκτεται τὸ γεννώμενον τῷ σπείραντι ὅμοιον, ὁτὲ δὲ ὁ λόγος τοῦ ἀδελφοῦ τοῦ σπείραντος, ἢ τοῦ πατρὸς τοῦ σπείραντος, ἢ τοῦ θείου τοῦ σπείραντος, ἐνίοτε καὶ πάππου τοῦ σπείραντος · παρ’ὃ γίνονται οἱ ἀποτικτόμενοι ὅμοιοι τοῖσδε ἢ τοῖσδε.
20.5.36ἔστιν δὲ ἰδεῖν ἐπικρατοῦντα καὶ τὸν λόγον τῆς γυναικὸς ἢ τοῦ πατρὸς τῆς γυναικὸς ἢ τοῦ ἀδελφοῦ αὐτῆς ἢ τοῦ πάππου αὐτῆς, κατὰ τοὺς ἐν ταῖς μίξεσι βρασμοὺς ἅμα πάντων σειομένων, ἕως ἂν ἐπικρατήσῃ τις τῶν σπερματικῶν λόγων.
20.5.37ταῦτα δὴ μεταγέσθω ἐπὶ τὴν πεπληρωμένην ψυχὴν νοητῶν σπερμάτων, ἐληλυθότων ἀπό τινων ὀνομαζομένων πατέρων αὐτῆς, καὶ παρὰ τὸ πολυκίνητον ἢ εὐκίνητον τοῦ ἡγεμονικοῦ καὶ τὴν ἐπὶ τοιάσδε φαντασίας ἐπίστασιν προκυπτέτωσαν οἱονεὶ σπερματικοί τινες τῶν πατέρων λόγοι · ὧν γεωργουμένων ἔσται τις τέκνον ὅδε μὲν τοῦ Ἀβραάμ, δῆλον δ’ὅτι ὁ αὐτὸς ὢν καὶ τοῦ Νῶε, ἄλλος δὲ τοῦ Νῶε, οὐχ ὥστε δὲ εἶναι καὶ τοῦ Ἀβραάμ, καὶ ἄλλος τοῦ Χαναάν, καὶ ἄλλος τινὸς τῶν δικαίων ἢ τῶν ἀδίκων.
20.5.38πλὴν οὐ μετὰ ὁμοίων καὶ τῶν αὐτῶν ἐληλύθαμεν πάντες σπερμάτων, ἀλλ’οὐ δὲ ἐλήλυθέν τις κενὸς σωτηρίων καὶ ἁγίων σπερμάτων · εἰ μὴ ἄρα δυσωπήσαι τις ἡμᾶς, καὶ εἰς τοῦτο ἅμα παρατιθέμενος τὴν ἀπὸ τοῦ θεοῦ βοήθειαν οὐκ ἀπογινώσκουσαν καὶ τοὺς κακίστους καὶ χωρὶς ἀρίστων σπερμάτων εἰσεληλυθότας εἰς τὸν βίον, καὶ δυσωπήσαι ἀπὸ τοῦ “δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ”.
20.5.39τὰ δὲ εἰρημένα πάντα περὶ σπέρματος Ἀβραὰμ καὶ τῶν ἀνάλογον τούτῳ ἐχόντων εὐλόγως ἂν παραδεξαίμεθα, εἴπερ παρεδεξάμεθα οὐ κατὰ τὸ σωματικὸν εἰρῆσθαι τὸ “οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ” καὶ τὸ “οὐ δὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον”, καὶ ὅσα τούτοις εἴρηται παραπλησίως.
20.6.40ἐοίκασιν δὲ οὗτοι, πρὸς οὓς ὁ λόγος, μὴ χωρεῖν τὸν λόγον, οὐ δυνάμενον εἰς αὐτοὺς δι’ὑπερβολὴν μεγέθους ἰδίου τοῦ ὑπὲρ αὐτοὺς χωρεῖν, ἐπείπερ ἔτι ἦσαν σπέρμα τοῦ Ἀβραὰμ μόνον.
20.6.41εἰ δὲ πρὸς τῷ εἶναι σπέρμα τοῦ Ἀβραὰμ ἐγεώργησαν καὶ εἰς μέγεθος καὶ αὔξην τὸ σπέρμα τοῦ Ἀβραὰμ ἐπεδεδώκει, ἐν τῷ μεγέθει καὶ τῇ αὔξῃ τοῦ σπέρματος τοῦ Ἀβραὰμ κεχωρήκει ἂν ὁ τοῦ Ἰησοῦ λόγος.
20.6.42καὶ μέχρι γε τοῦ δεῦρο φήσεις ὅτι ὁ λόγος οὐ χωρεῖ ἐν τοῖς μὴ προκόψασιν ἀπὸ τοῦ εἶναι σπέρμα τοῦ Ἀβραὰμ μη δὲ ἐληλυθόσιν εἰς τὸ γενέσθαι αὐτοῦ τέκνα.
20.6.43οὗτοι δὲ καὶ ἀποκτεῖναι θέλουσιν τὸν λόγον καὶ ὡσπερεὶ συντρῖψαι αὐτόν, τὸ μέγεθος μὴ χωροῦντες αὐτοῦ.
20.6.44καὶ ἀεί γε ἔστιν θεωρεῖν τοὺς μὴ χωροῦντας τὸν λόγον, διὰ τὸ βραχύτερα αὐτοὺς εἶναι σκεύη, θέλοντας ἀποκτεῖναι τὴν ἑνότητα τοῦ μεγέθους τοῦ λόγου, ὡς δυναμένους χωρῆσαι μετὰ τὴν ἀναίρεσιν αὐτοῦ καὶ τὴν συντριβὴν αὐτοῦ μέλη αὐτοῦ.
20.6.45οἷς ἐὰν ἐγγένηται οὕτως ὁ λόγος ὡσπερεὶ ἀνελοῦσιν αὐτὸν φήσει τὸ † “διεσκορπίσθησαν πάντα τὰ ὀστᾶ μου”. εἴπερ οὖν τις ἡμῶν ἐστιν σπέρμα τοῦ Ἀβραάμ, καὶ ἔτι ὁ λόγος τοῦ θεοῦ οὐ χωρεῖ ἐν αὐτῷ, μὴ ζητείτω ἀποκτεῖναι τὸν λόγον, ἀλλὰ μεταβαλὼν ἀπὸ τοῦ εἶναι σπέρμα τοῦ Ἀβραὰμ ἐπὶ τὸ γενέσθαι τέκνον τοῦ Ἀβραάμ, δυνήσεται χωρῆσαι ὃν τέως οὐκ ἐχώρει λόγον θεοῦ.
20.7.46ὥσπερ ἀνθρώπους ἄν τινας εἴποιμεν ἀπ’ἀρχῆς αὐτόπτας γεγονέναι τοῦ λόγου, περὶ ὧν ὁ Λουκᾶς φησι · “καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ’ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου”, οὕτω τὸν σωτῆρα αὐτόπτην λέξομεν εἶναι τῶν παρὰ τῷ πατρί, καὶ κατὰ τοῦτο εἰρῆσθαι τὸ “οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός”, οὐκέτι αὐτοπτῶν ὄντων οἷς ἂν ὁ υἱὸς ἀποκαλύψῃ.
20.7.47δηλοῖ δὲ τὸ αὐτόπτην τῶν ἐν τῷ πατρὶ τυγχάνειν τὸν σωτῆρα σαφῶς ἡ προκειμένη λέξις ἐν τῷ “ἃ ἐγὼ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ”. ζητήσαις δ’ἂν εἰ ἔσται ποτὲ ὅτε οἱ ἄγγελοι αὐτοὶ ὄψονται τὰ παρὰ τῷ πατρί, οὐκέτι διὰ μεσίτου καὶ ὑπηρέτου βλέποντες αὐτά · ὅτε μὲν οὖν ὁ ἑωρακὼς τὸν υἱὸν ἑώρακε τὸν πατέρα τὸν πέμψαντα αὐτόν, ἐν υἱῷ τις ὁρᾷ τὸν πατέρα · ὅτε δὲ ὡς ὁ υἱὸς ὁρᾷ τὸν πατέρα καὶ τὰ παρὰ τῷ πατρὶ ὄψεταί τις, οἱονεὶ ὁμοίως τῷ υἱῷ αὐτόπτης ἔσται τοῦ πατρὸς καὶ τῶν τοῦ πατρός, οὐκέτι ἀπὸ τῆς εἰκόνος ἐννοῶν τὰ περὶ τούτου οὗ ἡ εἰκών ἐστιν.
20.7.48καὶ νομίζω γε τοῦτο εἶναι τὸ τέλος, ὅταν παραδίδωσιν τὴν βασιλείαν ὁ υἱὸς τῷ θεῷ καὶ πατρί, καὶ ὅτε γίνεται ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν.
20.7.49ὁ μὲν οὖν σωτὴρ ἑωρακὼς τὰ παρὰ τῷ πατρὶ λαλεῖ, οἱ δὲ πεπιστευκότες αὐτῷ Ἰουδαῖοι οὐχ ἑωράκασιν μὲν τὰ παρὰ τῷ πατρί, ἤκουσαν δὲ παρὰ τοῦ πατρός, ἵνα ποιῶσιν ἃ ἤκουσαν · διόπερ φησὶν αὐτοῖς ὁ κύριος · “καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε”.
20.7.50ζητήσαι δ’ἄν τις πότε ἤκουσαν παρὰ τοῦ πατρὸς οἱ πεπιστευκότες τῷ κυρίῳ Ἰουδαῖοι · καὶ πρὸς τοῦτο ὁ μέν τις φήσει, ἁπλούστερον ἀκούσας τοῦ “ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε”, ὅτι ἤκουσαν παρὰ τοῦ πατρὸς τῷ τὸν πατέρα κεχρηματικέναι διὰ Μωσέως καὶ τῶν προφητῶν τὰ ἐν νόμῳ καὶ προφήταις ἀναγεγραμμένα ποιητέα · ὅστις τῷ ῥητῷ πρὸς τοὺς ἑτεροδόξους χρώμενος, σαφῶς παρίστησιν ὅτι οὐκ ἄλλος ἐστὶν τοῦ τὸν νόμον καὶ τοὺς προφήτας δεδωκότος θεοῦ ὁ Χριστοῦ πατήρ.
20.7.51ἕτερος δὲ συγχρώμενος καὶ τῷ “πᾶς ὁ ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρός με · οὐχ ὅτι τὸν πατέρα ἑώρακέν τις εἰ μὴ ὁ ὢν παρὰ τῷ πατρί, οὗτος ἑώρακε τὸν πατέρα” ἐρεῖ ὅτι εἰσίν τινες τῶν ἐνσωματουμένων ψυχῶν πρὶν εἰς γένεσιν ἐλθεῖν μεμαθητευμέναι παρὰ τῷ πατρὶ καὶ ἀκούσασαι αὐτοῦ, αἵτινες καὶ ἔρχονται πρὸς τὸν σωτῆρα, ἐξ ὧν ἦσαν καὶ οἱ νῦν ἐξεταζόμενοι πεπιστευκότες αὐτῷ Ἰουδαῖοι, πρὸς οὓς ἔλεγεν ·
20.7.52“ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε” · καὶ ἐρεῖ ὅτι οὗτοί εἰσιν οἱ καὶ καλούμενοι σπέρμα Ἀβραάμ.
20.7.53καὶ τούτῳ δ’ἄν τις ἀντιλέγοι φάσκων ὅτι τὸ μὲν “πᾶς ὁ ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς ἐμὲ” ἐμφαίνει πάντως ἔρχεσθαι πρὸς τὸν σωτῆρα τὸν ἀκούσαντα παρὰ τοῦ πατρὸς καὶ μεμαθηκότα παρ’αὐτοῦ · τὸ δὲ “καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε” ἀπαγγελλόμενον πρὸς τοὺς ζητοῦντας ἀποκτεῖναι τὸν υἱὸν τοῦ θεοῦ Ἰουδαίους, οἷς καὶ ὡς μηδέπω οὖσιν τέκνοις τοῦ Ἀβραὰμ λέγεται τὸ “εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε”, παρίστησιν τὸ μηδέπω τούτους καρποὺς ἔχειν τοῦ ἐληλυθέναι πρὸς τὸν σωτῆρα · πρὸς δὲ τὸν οὕτως ἀντιλέγοντα ἀπαντήσεταί τις, μὴ τα- ταὐτὸν εἶναι φάσκων τὸ “πᾶς ὁ ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθών” τῷ “καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρός” · ὁ μὲν γὰρ πρὸς τῷ ἀκοῦσαι παρὰ τοῦ πατρὸς μαθὼν πάντως ἔρχεται πρὸς τὸν σωτῆρα · οἱ δὲ ἀκούσαντες μὲν μὴ πάντως δὲ καὶ μεμαθηκότες οὐδέπω τέκνα εἰσὶν τοῦ Ἀβραάμ.
20.8.54πυνθανοίμεθα δ’ἂν τῶν τὰς φύσεις εἰσαγόντων καὶ εἰς τὸ “ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν” ἀποδιδόντων κατὰ Ἡρακλέωνα ὅτι “διὰ τοῦτο οὐ χωρεῖ ὅτι ἀνεπιτήδειοι ἤτοι κατ’οὐσίαν ἢ κατὰ γνώμην”, πῶς οἱ ἀνεπιτήδειοι κατ’οὐσίαν ἤκουσαν παρὰ τοῦ πατρός;
20.8.55ἀλλὰ καὶ πότερόν ποτε πρόβατα οὗτοι ἦσαν τοῦ χριστοῦ, ἢ ἀλλότριοι ὑπῆρχον αὐτοῦ; εἰ δὲ ἦσαν ἀλλότριοι, πῶς ἤκουσαν παρὰ τοῦ πατρός, σαφῶς, ὡς οἴονται, λεγομένου πρὸς τοὺς ἀλλοτρίους ὅτι “διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν”;
20.8.56εἰ μὴ ἄρα θλιβόμενοι ἑτέρῳ ἀτόπῳ ἑαυτοὺς περιβάλλουσιν λέγοντες παρὰ μὲν τοῦ πατρὸς ἀκηκοέναι τοὺς ἀλλοτρίους, μὴ ἀκούειν δὲ τοὺς αὐτοὺς τούτους παρὰ τοῦ σωτῆρος. εἰ δ’οἰκεῖοι τοῦ σωτῆρος ἦσαν καὶ τῆς μακαρίας φύσεως, πῶς ἐζήτουν αὐτὸν ἀποκτεῖναι; καὶ πῶς ὁ τοῦ σωτῆρος λόγος οὐκ ἐχώρει ἐν αὐτοῖς;
20.9.57δόξαιεν ἂν τὴν ἀπόκρισιν οὗτοι πεποιῆσθαι πολὺ ταπεινότερον ἐκδεξάμενοι περὶ τοῦ τίς αὐτῶν ἦν ὁ πατὴρ ἢ ὡς ὁ κύριος ἔλεγεν.
20.9.58ὁ μὲν γὰρ Ἰησοῦς ἀναφέρων ἐπὶ τὸν θεὸν ἔφασκεν τὸ “καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε” · οἱ δὲ ταπεινότερον τὸν τοῦ ἔθνους παρομολογοῦσιν ἑαυτῶν πατέρα λέγοντες · “ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν”.
20.9.59βοηθῶν δ’ἄν τις αὐτοῖς ὡς καλῶς ἀποκριναμένοις φήσειε ὅτι ὡς μέτριοι καὶ μὴ διδόντες ἑαυτοῖς τὸ εἶναι υἱοῖς θεοῦ, τοῦ Ἰησοῦ λέγοντος · “ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε” καὶ ἀναφέροντος ἐπὶ τὸν θεόν, φασίν · “ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν”.
20.9.60δῆλον δὲ ὅτι καὶ τοῦτο εὐθύνει ὁ σωτὴρ ὡς ψευδῶς εἰρημένον διὰ τοῦ “εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε”.
20.9.61οὐκ ἀτόπως δὲ καὶ πρὸς ταῦτα ζητήσαι τις ἄν, ὅτι “πῶς κατὰ τὸν σωτῆρά ἐστιν, μὴ συγκατατιθέμενον εἶναι αὐτοὺς τέκνα τοῦ Ἀβραάμ, τὸ λέγειν αὐτοῖς” · “καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε” ἀναφερομένου τοῦ “παρὰ τοῦ πατρὸς” ἐπὶ τὸν θεόν.
20.9.62ὁ γὰρ μὴ ὢν τέκνον τοῦ Ἀβραὰμ G?αν οὖν τῶν μετὰ τὸν Ἀβραὰμ ψεκτὸς ὡς οὗτοι πρὸς οὓς ὁ λόγος, πολλῷ μᾶλλον οὐκ ἔσται τέκνον τοῦ θεοῦ.
20.9.63ὅρα δὲ εἰ καὶ πρὸς τοῦτο δυνάμεθα λέγειν ὅτι οὐκ εἴρηται · ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ὑμῶν ἢ παρὰ τοῦ πατρὸς ἡμῶν, ἀλλὰ “παρὰ τοῦ πατρός”, ὅστις κα- κἂν ᾖ πατήρ, οὐ πάντως καὶ τῶν μὴ τέκνων τοῦ Ἀβραάμ ἐστιν πατὴρ καὶ μὴ μεμορφωμένων ἀπὸ σπέρματος Ἀβραὰμ ἐπὶ τὰ τέκνα τοῦ Ἀβραάμ · ἢ ἀδιορίστως εἰρημένον τὸ “ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς” δύναται λαμβάνεσθαι ἀντὶ τοῦ “ἀπὸ τοῦ πατρός μου”, καὶ τοῦτο ἔσται σαφὲς ἐκ τοῦ “ἃ ἐγὼ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ” ἴσον δυναμένου τῷ “παρὰ τῷ πατρί μου”.
20.9.64καὶ ἐν τοῖς ἑξῆς δὲ διδασκόμεθα τίνων ἐστὶν ὁ θεὸς πατήρ, δι’ὧν καὶ ταῦτα λέγει ὁ σωτήρ · “εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ”.
20.9.65σαφὲς δὲ ὅτι οἱ ζητοῦντες ἀποκτεῖναι τὸν υἱὸν οὐκ ἠγάπων αὐτόν · μὴ ἀγαπῶντες δὲ αὐτὸν οὐκ ἂν ἐχρημάτιζον υἱοὶ τοῦ θεοῦ. ὥστε δῆλον ὅτι τὸ “καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε” οὐκ ἴσον δύναται τῷ “παρὰ τοῦ πατρὸς ὑμῶν”.
20.10.66οἱ ἕν τι ἐπιλεξάμενοι τῶν τοῦ Ἀβραὰμ ἔργων, τὸ “ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην”, καὶ τοῦτο νομίζοντες εἶναι ἐφ’ὃ ἀναφέρεται τὸ “τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε” ἵνα καὶ συγχωρηθῇ αὐτοῖς ὅτι ἔργον ἐστὶν ἡ πίστις, οὐ συγχωρηθὲν ἂν ὑπὸ τῶν παραδεχομένων τὸ “πίστις χωρὶς ἔργων νεκρά ἐστιν” οὐ δ’ὑπὸ τῶν ἀκουόντων ὅτι διαφέρει τὸ δικαιοῦσθαι “ἐκ πίστεως” ἤπερ “ἐξ ἔργων νόμου”, ἀπολεγέτωσαν διὰ τί οὐκ εἴρηται · “εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὸ ἔργον τοῦ Ἀβραὰμ ποιεῖτε” ἑνικῶς, ἀλλὰ πληθυντικῶς · “τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε”, ἴσον, ὡς οἶμαι, τυγχάνον τῷ “πάντα τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε”.
20.10.67εἰ δὲ ἴσον ἐστὶν τῷ “πάντα τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε” καὶ μήτε σωματικῶς παιδίσκῃ δεῖ προσελθεῖν τὸν ἔχοντα γαμετὴν μήτε μετὰ τὴν τελευτὴν τῆς γεγαμημένης ἐν γήρᾳ ἄλλην γυναῖκα λαβεῖν τὸν κατὰ τὴν τοῦ σωτῆρος ὑφήγησιν θέλοντα τέκνον ἀποδειχθῆναι τοῦ Ἀβραὰμ ἐκ τοῦ ποιεῖν τὰ ἔργα τοῦ Ἀβραάμ, σαφῶς καὶ ἐντεῦθεν μανθάνομεν ὅτι δεῖ πᾶσαν τὴν κατὰ τὸν Ἀβραὰμ ἀλληγοροῦντα ἱστορίαν ἕκαστον πνευματικῶς ποιῆσαι τῶν πεπραγμένων ὑπ’αὐτοῦ, ἀρξάμενον ἀπὸ τοῦ “ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, εἰς τὴν γῆν ἣν ἄν σοι δείξω”, εἰρημένου οὐ μόνῳ τῷ Ἀβραὰμ ἀλλὰ καὶ παντὶ τῷ ἐσομένῳ τέκνῳ αὐτοῦ.
20.10.68ἔστιν γάρ τις καὶ ἑκάστου ἡμῶν γῆ, καὶ ἡ πρὸ τοῦ θείου χρηματισμοῦ οὐκ ἀγαθὴ συγγένεια, καὶ ὁ πρὸ τοῦ φθάσαντος εἰς ἡμᾶς λόγου θεοῦ οἶκος τοῦ πατρὸς ἡμῶν, † δι’ἅτινα ἅπαντα κατὰ λόγον θεοῦ δεήσει ἡμᾶς ἐπεξελθεῖν, εἴπερ ἀκούομεν τοῦ σωτῆρος λέγοντος · “εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε” · οὕτω γὰρ φθάσομεν, ὡς καταλιπόντες τὴν ἡμετέραν γῆν, ἐφ’ἣν δείξει ἡμῖν γῆν ὁ θεός, τὴν ἀληθῶς ἀγαθὴν καὶ ὄντως πολλήν, ἣν ἀπὸ κυρίου τοῦ θεοῦ πρέπει δίδοσθαι τοῖς ποιήσασι τὸ προστεταγμένον ἐν τῷ “ἔξελθε ἐκ τῆς γῆς σου”.
20.10.69καὶ ὡς καταλιπόντες συγγένειαν οὐ καλὴν εἰς ἔθνος ἐσόμεθα μέγα καὶ μεῖζον ἢ κατὰ ἀνθρώπους · καὶ ὡς καταφρονήσαντες οἴκου πατρὸς οὐκ ἐπαινετοῦ, εὐλογηθησόμεθα μεγαλυνομένου τοῦ ὀνόματος ἡμῶν, γινόμενοι εὐλογητοὶ ἐπὶ τοσοῦτον, ὡς τοὺς μὲν εὐλογοῦντας ἡμᾶς εὐλογεῖσθαι ὑπὸ τοῦ θεοῦ, τοὺς δὲ καταρωμένους ὑπὸ κατάραν ἔσεσθαι, πᾶσάντε γῆς φυλὴν ἐν ἡμῖν εὐλογεῖσθαι (ὅτε καὶ περὶ ἡμῶν εἴποι ἂν ὁ λόγος · “ἐπορεύθη”, ὡς εἴρηται περὶ Ἀβραάμ · “καὶ ἐπορεύθη Ἀβραάμ, καθάπερ ἐλάλησεν αὐτῷ κύριος” · οἶμαι δὲ ὅτι ἐν ταῖς ἀρχαῖς καὶ ἐπὶ ποσὸν ὁ Λὼτ ἕψεται ἡμῖν, οὗ σύμβολον ἦν τὸ “καὶ ᾤχετο μετ’αὐτοῦ Λώτ”), καὶ ἐπανελθόντες εἰς γῆν Χαναὰν διοδεύσομεν τὴν γῆν ἕως τοῦ τόπου Συχέμ, οὕτω τῇ ἀναβάσει τῆς διανοίας προκόπτοντες ἕως ἔλθωμεν ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν.
20.10.70καὶ ὀφθήσεται ἡμῖν κύριος ὁ θεός, ὁ ὀφθεὶς τῷ Ἀβραάμ, καὶ ἐπαγγελεῖται τὴν περὶ τὴν ὑψηλὴν δρῦν γῆν δοῦναι τῷ νοητῷ τῆς ψυχῆς ἡμῶν σπέρματι.
20.10.71τοῦ δὲ νοήσαντός ἐστιν τὸ “τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε” καὶ τὸ οἰκοδομῆσαι θυσιαστήριον κυρίῳ τῷ ὅπου ἡ ὑψηλὴ δρῦς ἐπιφαινομένῳ καὶ ἡμῖν, καὶ μετὰ ταῦτα ἀποστῆναι ἀπὸ τοῦ τόπου τῆς ὑψηλῆς δρυὸς ὡς ἐπὶ τὸ ὄρος, καὶ τοῦ ὄρους κατὰ τὰς ἀνατολὰς τῆς Βαιθήλ, ὃ ἑρμηνεύεται “οἶκος θεοῦ”, ἔνθα στήσει ἑαυτοῦ τὴν σκηνήν, τῆς μὲν Βαιθὴλ ὡς ἐπὶ κατὰ θάλασσαν, τῆς δὲ Ἀγγαὶ ὡς ἐπὶ κατ’ἀνατολάς · ἑρμηνεύεται δὲ Ἀγγαὶ “ἑορταί”.
20.10.72καὶ ὡς προκόπτων γε ὁ τοιοῦτος μετὰ ταῦτα δεύτερον οἰκοδομήσει τῷ κυρίῳ θυσιαστήριον, ἤδη καὶ ἐπικαλεῖσθαι δυνάμενος ἐπὶ τῷ ὀνόματι τοῦ κυρίου. καὶ ἑξῆς ἀπαίρων κα- κἀκεῖθεν ὁ ἐσόμενος τέκνον τοῦ Ἀβραάμ, γενόμενός πως στρατηγικώτερος καὶ συνιεὶς πρὸς ὅσους πολεμίους αὑτὸν παρασκευάσασθαι δεῖ, στρατοπεδεύσει ἐν τῇ ἐρήμῳ.
20.10.73μετὰ ταῦτα πεῖραν λιμοῦ λήψεται τοῦ ἐπὶ τῆς γῆς καὶ εἰς τὴν Αἴγυπτον καταβήσεται παροικῆσαι ἐκεῖ, ἵνα μὴ καὶ αὐτοῦ κατισχύσῃ ὁ λιμὸς ὁ ἐνισχύσας ἐπὶ τῆς γῆς. καὶ καταβήσεται εἰς Αἴγυπτον μετὰ τῆς εὐπροσώπου ἑαυτοῦ γυναικός, συνθήκας τινὰς τιθέμενος πρὸς αὐτήν, ἵν’εὖ ἑαυτῷ δι’αὐτὴν οἱ Αἰγύπτιοι χρήσωνται καὶ γένωνται ἐν Αἰγύπτῳ “αὐτῷ πρόβατα καὶ μόσχοι καὶ ὄνοι καὶ παῖδες καὶ παιδίσκαι καὶ ἡμίονοι καὶ κάμηλοι”.
20.10.74περὶ ὧν ἑκάστου σοφοῦ τινος καὶ ἐπὶ τὰ βάθη τῆς γραφῆς ἐπισταμένως φθάνειν δυναμένου ἔργον ἂν εἴη λέγειν καὶ ἁπαξαπλῶς γε πᾶσαν τὴν κατὰ τὸν Ἀβραὰμ ἱστορίαν βασανίζοντος καὶ ὅλα τὰ περὶ αὐτοῦ γεγραμμένα, ἅτινά ἐστιν ἀλληγορούμενα · ἃ ὡς πνευματικοὶ πνευματικῶς ποιεῖν πειρασόμεθα.
20.10.75ὅρα δὲ εἰ μὴ σαφῶς ἀπὸ τῆς ἐξετάσεως τῶν κατὰ τὸν τόπον παρίσταται ἡμῖν, ὅτι σοφοῦ τινός ἐστιν καὶ πάσῃ ἀρετῇ κεκοσμημένου τὸ γενέσθαι τοῦ Ἀβραὰμ τέκνον.
20.10.76τί γὰρ δεῖ λέγειν ὅσης σοφίας χρῄζομεν εἰς τὸ νοῆσαι τὰ ἔργα τοῦ Ἀβραάμ; καὶ ὅσης δυνάμεως εἰς τὸ ποιῆσαι αὐτά; ποίας δὲ σοφίας ἢ ποίας δυνάμεως δεόμεθα, ἢ Χριστοῦ, ὅς ἐστιν “θεοῦ δύναμις καὶ θεοῦ σοφία”;
20.10.77τὸ μὲν οὖν γεγραμμένον ἐστίν · “εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε” · ἀκολούθως δ’ἂν παρὰ τοῦτο εἴποις · εἰ τέκνα τοῦ Ἰσαάκ ἐστε, τὰ ἔργα τοῦ Ἰσαὰκ ποιεῖτε · τὰ δὲ ὅμοια καὶ περὶ τοῦ Ἰακὼβ καὶ ἑνὸς ἑκάστου τῶν ἁγίων πατέρων.
20.10.78καὶ ἐκ τῶν ἐναντίων δὲ ἕκαστος τῶν ἁμαρτανόντων γενικῶς μὲν τέκνον ἐστὶν τοῦ διαβόλου, ἐπεὶ πᾶς “ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγένηται”, ἤδη δὲ καὶ ἰδικώτερον ἤτοι τοῦ Κάϊν, ἢ τοῦ Χάμ, ἢ τοῦ Χαναάν, ἢ τοῦ Φαραώ, ἢ τοῦ Ναβουχοδονόσορ, ἤ τινος τῶν ἀσεβῶν.
20.10.79τούτοις δὲ ἀκολούθως ἐρεῖς ὅτι ἕκαστος ἀπαλλαττόμενος τοῦ βίου τούτου ἀπελεύσεται πρὸς τοὺς ἰδίους πατέρας · νομιστέον γὰρ οὐ μόνῳ τῷ Ἀβραάμ, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις λέγεσθαι πρὸς τῇ ἐξόδῳ τὸ “σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου” · οὐκέτι δὲ πᾶσιν ἀνθρώποις, ἀλλὰ μόνοις τοῖς ἁγίοις τὸ “μετὰ εἰρήνης” · τοῖς δὲ τετελειωμένοις καὶ πνευματικῶς μακροημέροις γενομένοις καὶ τὸ “τραφεὶς ἐν γήρᾳ καλῷ”, ἐπείπερ “πολιά ἐστιν φρόνησις ἀνθρώποις” καὶ “στέφανος καυχήσεως γῆρας” καὶ δόξα τοῖς ἀληθινοῖς καὶ θείοις πρεσβυτέροις αἱ κοσμοῦσαι αὐτοὺς νοηταὶ πολιαί.
20.11.80οἱ ζητοῦντες ἀποκτεῖναι, ἐπεὶ θεὸς οὐκ ἀποκτίννυται, κα- κἂν ἀποκτιννύωσιν, ἄνθρωπον ἀποκτιννύουσιν. κα- κἂν ζητῶσιν ἀποκτεῖναι, μήπω ἀποκτιννύντες, οὐχὶ θεὸν νομίζοντες εἶναι, ᾧ ἐπιβουλεύουσιν, ὡς ἀνθρώπῳ ἐπιβουλεύουσιν · οὐδεὶς γὰρ πειθόμενος εἶναι θεὸν τοῦτον ᾧ ἐπιβουλεύει, ἐπιβουλεύσαι ἂν αὐτῷ ἔτι.
20.11.81ἔστι δέ πως ἀεὶ θεωρῆσαι τοὺς τῷ λόγῳ τοῦ θεοῦ ἐπιβουλεύοντας, ὅτι ἀποκτεῖναι ζητοῦσιν καὶ ἐξαφανίσαι αὐτόν, ἄνθρωπον αὐτόν, τουτέστιν ἀνθρώπινον καὶ θνητόν, εἶναι ὑπολαμβάνοντες, ἢ καὶ τῷ ἀνθρωπινωτέρῳ αὐτοῦ καὶ βλεπομένῳ ἐπιτίθενται · ἵνα δὲ καὶ ἀποκτείνωσιν τὸ σῶμα τοῦ λόγου, σαφὲς ὅτι μετὰ ταῦτα οὐδὲν δύνανται ποιῆσαι περισσότερον.
20.11.82διόπερ οὐ φοβητέον ἡμῖν ἀπὸ τῶν ἀποκτιννύντων τὸ σῶμα, μετὰ δὲ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι, οὐ δὲ φοβητέον ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν τοῦ λόγου ἀποκτεῖναι μὴ δυναμένων.
20.11.83ἀλλ’εἰ τοιοῦτός τίς ἐστιν ὁ λόγος ὥστε καὶ τὸ σῶμα αὐτοῦ καὶ τὴν ψυχήν, τῷ ἄξια εἶναι ἀπωλείας, ἀπόλλυσθαι δύνασθαι, φοβητέον τὸν δυνάμενον θεὸν λόγον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι καὶ ἐξαφανίσαι, εἴτε ἐν γεέννῃ εἴτε ὅπως βούλεται · ὁ κύριος γὰρ Ἰησοῦς ἀναλοῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργεῖ τῇ ἐπιφανείᾳ τῆς παρουσίας ἑαυτοῦ τὸν ἀντικείμενον λόγον καὶ ἐπαιρόμενον ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα.
20.11.84καὶ ζητοῦσί γε οὗτοι πρὸς οὓς ὁ λόγος ἀποκτεῖναι ἄνθρωπον ὃς τὴν ἀλήθειαν λελάληκεν, ἣν ἤκουσεν παρὰ τοῦ θεοῦ καὶ εἴληφεν.
20.11.85κα- κἂν ἁπλούστερον μέντοι γε κατὰ τὸν τόπον ἐκλαμβάνωμεν, σαφῶς ἐδίδαξεν ὁ σωτὴρ ὅτι τὸ ζητούμενον ὑπὸ Ἰουδαίων ἐπὶ τῷ ἀναιρεθῆναι αὐτὸ θεὸς οὐκ ἦν ἀλλὰ ἄνθρωπος, ὃς καὶ ἀνῃρέθη · θεὸν γὰρ οὐ θεμιτὸν ἀποθνήσκειν λέγειν · διόπερ ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγος, ὅστις καὶ θεὸς λόγος ἦν, οὐκ ἀπέθανεν. ζητήσεις δέ, ἐπεὶ γέγραπται ὅτι “ὁ λόγος σὰρξ ἐγένετο”, πότερόν ποτε ὁ γενόμενος σὰρξ λόγος τῷ γεγονέναι σὰρξ γέγονεν καὶ ἄνθρωπος ἢ οὐ γέγονεν ἄνθρωπος.
20.11.86εἰ μὲν γὰρ γέγονεν ἄνθρωπος, δύναται αὐτὸς ἐζητῆσθαι ἀναιρεθῆναι · εἰ δὲ μὴ γέγονεν ἄνθρωπος, καὶ ὁ γενόμενος σὰρξ λόγος οὐκ ἀναιρεθεὶς ἀποκατέστη, καὶ ἀποκαθίσταται ἕκαστος ἐπὶ τοῦτο ὅπερ ἦν πρὶν γένηται σάρξ.
20.12.87τὸ μηδαμῶς δυνατὸν πραχθῆναι τῷ Ἀβραάμ, εἰ μὴ πεποίηκεν Ἀβραάμ, ὡς ἔτυχεν ἀνειρῆσθαι δόξει τὸ “τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν”. εἴποιεν γὰρ ἂν πρὸς τοῦτό τινες ὅτι μάτην λέγεται τὸ “τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν”, εἴπερ οὐκ ἐποίησεν τὸ μηδαμῶς γενόμενον κατὰ τὸν χρόνον αὐτοῦ · οὐ γὰρ γεγόνει κατὰ τὸν χρόνον αὐτοῦ ὁ Ἰησοῦς.
20.12.88ἀλλ’ἐπεὶ τὸ “τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν” οἱονεὶ ἐν ἐπαίνῳ ὑπολαμβάνω εἰρῆσθαι τῷ περὶ τοῦ Ἀβραάμ, εἴποιμ’ἂν ὅτι κατὰ τὸν διδάξαντα λόγον τὸ “Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη” ἔστιν τὸ γεγονέναι μὲν καὶ ἐπὶ τοῦ Ἀβραὰμ ἄνθρωπον λαλοῦντα ἣν ἤκουσεν παρὰ τοῦ θεοῦ ἀλήθειαν, οὐ μὴν ἐζητῆσθαι αὐτὸν ἀνῃρῆσθαι ὑπὸ τοῦ Ἀβραάμ.
20.12.89καὶ ἐπίστησον ὅτι οὐκ ἔστιν ὅτε ὁ κατὰ τὸν Ἰησοῦν τροπικῶς νοούμενος ἄνθρωπος οὐκ ἐπεδήμει τῷ βίῳ, καὶ μετὰ τοὺς τῆς περὶ αὐτοῦ ἱστορίας χρόνους καὶ πρότερον. κατὰ τοῦτο δὲ οἴομαι πάντα τὸν ἅπαξ φωτισθέντα καὶ γευσάμενον δωρεᾶς ἐπουρανίου μέτοχόντε γενηθέντα πνεύματος ἁγίου, καὶ καλὸν γευσάμενον θεοῦ ῥῆμα δυνάμειςτε μέλλοντος αἰῶνος καὶ παραπεσόντα πάλιν, ἀνακαινίζειν ἑαυτὸν εἰς μετάνοιαν, ἤτοι προσταυροῦντα ἢ ἀνασταυροῦντα τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντα, εἴτε πρὸ τῆς ἱστορουμένης σωματικῆς τοῦ σωτῆρος ἡμῶν ἐπιδημίας εἴτε καὶ ὕστερον.
20.12.90οὐ γὰρ ὁ μὲν νῦν μετὰ τὸν φωτισμὸν καὶ τὰς λοιπὰς εἰς αὐτὸν τοῦ θεοῦ εὐεργεσίας ἁμαρτάνων ἀνασταυροῖ τὸν υἱὸν τοῦ θεοῦ διὰ τῶν ἰδίων ἁμαρτημάτων ἐφ’ἃ ἐπαλινδρόμησεν, οὐδὲν τῆς κοινότερον λεγομένης σωματικῆς πρὸς τὸ σταυρῶσαι τὸν υἱὸν τοῦ θεοῦ ἐνεργείας ἐπιτελῶν, οὐχὶ δὲ καὶ πρότερον τοῦτο ἐγίνετο καὶ ὁ ἁμαρτάνων μετὰ τὸ ἀκοῦσαι θείων λόγων προεσταύρου τὸν υἱὸν τοῦ θεοῦ.
20.12.91εἴ τῳ δὲ φίλον παραδέξασθαι τὸ ἐν ταῖς Παύλου Πράξεσιν ἀναγεγραμμένον ὡς ὑπὸ τοῦ σωτῆρος εἰρημένον · “ἄνωθεν μέλλω σταυροῦσθαι”, οὗτος, ὡς μετὰ τὴν ἐπιδημίαν παραδέχεται τὸ “ἄνωθεν μέλλω σταυροῦσθαι” γινόμενον, οὕτω καὶ πρὸ τῆς ἐπιδημίας, ὅταν τὰ αὐτὰ αἴτια γίνηται τὸ λέγεσθαι ἄν · “ἤδη μέλλω σταυροῦσθαι”.
20.12.92διὰ τί γὰρ οὐχὶ ὡς “ἄνωθεν” μέλλει σταυροῦσθαι, καὶ πρότερον ἐσταύρωτο; ὅρα δὲ εἰ μὴ μόνων τῶν μετὰ τὴν παρουσίαν ἐστὶν ἁγίων φωνὴ τὸ “Χριστῷ συνεσταύρωμαι”, ἀλλὰ καὶ τῶν προτέρων, ἵνα μὴ διαφέρειν λέγωμεν τοὺς μετὰ τὴν παρουσίαν ἁγίους Μωσέως καὶ τῶν πατριαρχῶν.
20.12.93καὶ τὸ “ζῶ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός” λεγέσθω μὴ μόνον ὑπὸ τῶν μετὰ τὴν παρουσίαν ἀλλὰ καὶ ὑπὸ τῶν προτέρων. ἐφίστημι δὲ καὶ τῷ “θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ · θεὸς δὲ οὐκ ἔστι νεκρῶν ἀλλὰ ζώντων” εἰρημένῳ ὑπὸ τοῦ σωτῆρος, μήποτε διὰ τοῦτο ζῶντές εἰσιν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἐπεὶ καὶ αὐτοὶ συνταφέντες τῷ χριστῷ συνανέστησαν αὐτῷ, οὐ πάντως κατὰ τὴν σωματικὴν τοῦ Ἰησοῦ ταφὴν ἢ σωματικὴν ἀνάστασιν αὐτοῦ. ταῦτα πρὸς τὸ “τοῦτο Ἀβραὰμ οὐκ ἐποίησε”.
20.12.94τί δὲ “τοῦτο” ἢ τὸ ζητεῖν ἀποκτεῖναι ἄνθρωπον ὃς τὴν ἀλήθειαν λελάληκεν ἣν ἤκουσε παρὰ τοῦ θεοῦ; ἀποδίδομεν γὰρ ὡς ἄρα ἡ κατὰ τὸν Ἰησοῦν πνευματικὴ οἰκονομία οὐκ ἔστιν ὅτε τοῖς ἁγίοις οὐκ ἦν.
20.12.95ἐὰν δὲ ἀναγάγῃς ταῦτα, ὥσπερ ὑπονενοήκαμεν ἐν ἄλλοις, ἑτέρως παρὰ τὸ κοινότερον ἐπὶ μυστικώτερον Ἀβραάμ, ὁμοίως πάντα τὰ κατὰ τὸν τόπον ἐξομαλίσαι πειράσει, ζητῶν τὴν ἑκάστου τούτων ἀκολουθίαν.
20.13.96ὅσον ἐπὶ τῷ ῥητῷ τούτῳ οὐκ ἔστι σαφὲς τίνα θέλει εἰπεῖν πατέρα τῶν πεπιστευκότων αὐτῷ Ἰουδαίων καὶ μηδέπω ἐγνωκότων τὴν ἀλήθειαν ·
20.13.97πρὸς αὐτοὺς γὰρ ταῦτα πάντα φησί. καὶ εἰ μὴ ἐπεφέρετο μετ’ὀλίγα τὸ “ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν”, κα- κἂν σαφῶς οὐκ ἐγνώκειμεν τὸ βούλημα τοῦ εἰρημένου.
20.13.98οὐ θαυμαστὸν δὲ εἰ τοῖς πεπιστευκόσιν αὐτῷ Ἰουδαίοις, μηδέπω μείνασιν αὐτοῦ ἐν τῷ λόγῳ, ἵνα ἀληθῶς αὐτοῦ γένωνται μαθηταὶ καὶ γνῶσιν τὴν ἀλήθειαν ἐπὶ τῷ ἐλευθερωθῆναι ὑπ’αὐτῆς, ἔλεγεν τὸ “ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν” καί, ὡς ἐν τοῖς ἑξῆς ἐπιφέρεται, τὸ “ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ”.
20.13.99κα- κἂν γὰρ ἀπηνὲς εἶναι δοκῇ τὸ τοιοῦτο λεγόμενον περὶ πεπιστευκότων μὲν αὐτῷ καὶ μαθητευθέντων πως, οὐ μὴν ἤδη ἀληθῶς χρηματισάντων μαθητῶν τοῦ Ἰησοῦ, ὅμως κατανοητέον καὶ τὸ ἐν τῇ καθολικῇ ἐπιστολῇ ὑπὸ Ἰωάννου εἰρημένον περὶ υἱῶν θεοῦ καὶ υἱῶν διαβόλου · “ὁ ποιῶν, γάρ φησι, τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπ’ἀρχῆς ὁ διάβολος ἁμαρτάνει.
20.13.100εἰς τοῦτο ἐνεφανερώθη ὁ υἱὸς τοῦ θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου. πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται.
20.13.101ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου · πᾶς ὁ μὴ ὢν δίκαιος οὐκ ἔστιν ἐκ τοῦ θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ”.
20.13.102τῶν ῥητῶν τοίνυν τούτων οὕτως ἐχόντων κατανόησον εἰ μὴ σαφῶς εἴρηται ὅτι πᾶς “ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν”.
20.13.103ὅσον ποιοῦμεν ἁμαρτίας, οὐδέπω τὴν ἐκ τοῦ διαβόλου γένεσιν ἀπεδυσάμεθα, κα- κἂν πιστεύειν εἰς τὸν Ἰησοῦν νομιζώμεθα · καὶ τούτῳ ἀκόλουθόν ἐστιν τὸ λέγεσθαι τοῖς πεπιστευκόσιν Ἰουδαίοις ὑπὸ τοῦ Ἰησοῦ · “ὑμεῖς” ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν “ἀναφερομένου” τοῦ πατρὸς “ἐπὶ τὸν διάβολον διὰ τὸ” ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ “.
20.13.104εἰ δὲ πᾶς” ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν “, πᾶς ὁ μὴ ὢν ἐκ τοῦ διαβόλου οὐ ποιεῖ τὴν ἁμαρτίαν.
20.13.105ἀλλὰ καὶ εἴπερ” εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου “, ὅσον οὐδέπω τὰ ἐν ἡμῖν ἔλυσεν ἔργα τοῦ διαβόλου, τῷ μὴ παρεστακέναι ἡμᾶς ἑαυτοὺς τῷ λύοντι τὰ ἔργα τοῦ διαβόλου, οὐδέπω ἀπεθέμεθα τὸ εἶναι τέκνα τοῦ διαβόλου, ἀπὸ τῶν καρπῶν ἐπιγινωσκόμενοι τίνος ἐσμὲν υἱοί.
20.13.106καὶ ἐκ τούτων μέντοι γε δῆλόν ἐστιν ὅτι οὐ διὰ κατασκευὴν υἱός τίς ἐστιν διαβόλου, οὐ δὲ διὰ τὸ οὕτως δεδημιουργῆσθαι υἱός τις ἐν ἀνθρώποις λέγεται τοῦ θεοῦ · καὶ δῆλον ὅτι δύναται ὁ ποτὲ υἱὸς τοῦ διαβόλου γενέσθαι υἱὸς τοῦ θεοῦ, ὅπερ σαφὲς καὶ ὁ Ματθαῖος ποιεῖ ἀναγράφων τὸν σωτῆρα οὕτως εἰρηκέναι · ” ἠκούσατε ὅτι ἐρρέθη · ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου · ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπήσατε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς ·
20.13.107ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς “. προσέχετε γὰρ ὅτι ἐκ τοῦ” ἀγαπᾶτε τοὺς ἐχθροὺς “καὶ” προσεύχεσθε ὑπὲρ τῶν διωκόντων “ὁ μὴ πρότερον τοῦ ἐν οὐρανοῖς πατρός, ὕστερον αὐτοῦ γίνεται υἱός · ἔτι δὲ διὰ τὸ” ἐν τούτῳ φανερά ἐστιν τὰ † ἔργα τοῦ θεοῦ καὶ τὰ † ἔργα τοῦ διαβόλου “προειρημένων περὶ μὲν τοῦ διαβόλου τέκνων ὅτι” ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν “· περὶ δὲ τῶν τοῦ θεοῦ ὅτι” πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται “, σαφὲς ὅτι πᾶς ἄνθρωπος συμπεπληρωκὼς τὸν λόγον ἤτοι τέκνον τοῦ θεοῦ ἐστιν ἢ τέκνον τοῦ διαβόλου · ἤτοι γὰρ ποιεῖ ἁμαρτίαν ἢ ἁμαρτίαν οὐ ποιεῖ, οὐδενὸς ὄντος μεταξὺ τοῦ ποιεῖν ἁμαρτίαν καὶ τοῦ ἁμαρτίαν μὴ ποιεῖν · καὶ εἰ μὲν ποιεῖ ἁμαρτίαν, ἐκ τοῦ διαβόλου ἐστίν · εἰ δὲ ἁμαρτίαν οὐ ποιεῖ, ἐκ τοῦ θεοῦ γεγέννηται.
20.14.108ἔχεται δὲ τῆς ἐν τούτοις περὶ τέκνων θεοῦ καὶ τέκνων διαβόλου ἀποφάσεως τὰ ἐν τῇ αὐτῇ ἐπιστολῇ λεγόμενα περὶ τῶν ὄντων ἐν τῷ υἱῷ τοῦ θεοῦ καὶ τῶν μὴ ἑωρακότων αὐτόν · ” πᾶς, γάρ φησιν, ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει · πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτόν “.
20.14.109οὐκοῦν εἰ πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει, ὁ ἁμαρτάνων οὐ μένει ἐν τῷ υἱῷ · καὶ εἰ πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτόν, ὁ ἑωρακὼς αὐτὸν οὐχ ἁμαρτάνει.
20.14.110ἅμα δὲ καὶ σημείωσαι, τί νοῶν ὁ Ἰωάννης εἶπεν τὸ” πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτόν “δηλῶν διὰ τοῦ” ἑώρακεν αὐτὸν “ὡς ἀεὶ δυναμένων εἶναι τῶν ὁρώντων τὸν υἱὸν τοῦ θεοῦ καὶ ἐκ τοῦ ἑωρακέναι αὐτὸν μεταλαμβανόντων δυνάμεως πρὸς τὸ μηδαμῶς ἁμαρτάνειν.
20.14.111ἔτι φήσεις ὅτι τὸ” ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν “ὁτὲ μὲν λέγοιτ’ἂν πρὸς τοὺς υἱοὺς τοῦ διαβόλου, ὁτὲ δὲ πρὸς τοὺς υἱοὺς τοῦ θεοῦ. οἱ μὲν γὰρ ἁμαρτάνοντες ποιοῦσι τὰ ἔργα τοῦ πατρὸς αὐτῶν διαβόλου, οἱ δὲ κατορθοῦντες ποιοῦσι τὰ ἔργα τοῦ πατρὸς αὐτῶν θεοῦ.
20.14.112εἰκὸς δὲ ἐκ τούτων τινὰ κινηθήσεσθαι μὴ ἄρα δύνηται ὁ αὐτός, τῷ ποιεῖν ἀγαθὰ καὶ πονηρὰ ἔργα ἀνὰ μέρος, διὰ μὲν τὰ ἀγαθὰ τέκνον εἶναι θεοῦ, διὰ δὲ τὰ ἐναντία τέκνον τοῦ διαβόλου. ἀλλὰ τοῦτο πρὸς τῷ ἀλογώτατον εἶναι οὐ δηλοῦται ἀπὸ τῶν ῥητῶν.
20.14.113ἀποφαίνεται γὰρ ὁ Ἰωάννης ὅτι” πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται “.
20.14.114πᾶς τοίνυν ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ · οὐ μὴν γέγραπται ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ διαβόλου δικαιοσύνην οὐ ποιεῖ, ἀλλ’” ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν “.
20.14.115πάλιν οὐχὶ ὥσπερ εἴρηται · ” ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν “, οὕτως ἀναγέγραπται · ” ὁ ποιῶν τὴν δικαιοσύνην ἐκ τοῦ θεοῦ ἐστιν “. καὶ πρόσχες ταῖς διαφοραῖς τῶν προτάσεων, τίνα τρόπον μετὰ πάσης ἀκριβείας τῷ Ἰωάννῃ εἴρηνται, ὥστ’ἂν θαυμάσαι τινὰ πῶς ἀλήπτως καί, ὡς ἂν εἴποιέν τινες, διαλεκτικῶς ἐξήνεγκεν αὐτάς, μὴ τὰ ὅμοια προενεγκάμενος περὶ τῶν ἐκ τοῦ διαβόλου καὶ τῶν ἐκ τοῦ θεοῦ · ὁμοίως δ’ἂν ἐξήνεγκεν εἰ πεποιήκει, ὥσπερ τὸ” ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν “, οὕτως” ὁ ποιῶν τὴν δικαιοσύνην ἐκ τοῦ θεοῦ ἐστιν “ἢ ὥσπερ ἀνέγραψεν ὅτι” πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ “πεποιήκει τὸ” πᾶς ὁ γεγεννημένος ἐκ τοῦ διαβόλου δικαιοσύνην οὐ ποιεῖ “.
20.15.116μήποτε δὲ καὶ τῷ” ἐστίν “, εἰρημένῳ ἐπὶ τοῦ ἐκ τοῦ διαβόλου, μὴ χρησάμενος ἐπὶ τῶν ἐκ τοῦ θεοῦ, ἢ τῷ” γεγεννημένος “, ἀναγεγραμμένῳ ἐπὶ τῶν ἐκ τοῦ θεοῦ, μὴ συγχρησάμενος ἐπὶ τῶν ἐκ τοῦ διαβόλου, πάνυ σοφώτατα ἐξέδωκεν.
20.15.117ἐπῆρεν γὰρ τὸν ἐκ τοῦ θεοῦ, τὸ” γεγεννημένον “τάξας ἐπ’αὐτοῦ · ὅπερ εἰ καὶ ἐπὶ τοῦ ἐκ τοῦ διαβόλου εἴρητο, χεῖρον ἄν τι ἐνέφαινεν παρὰ τὸ” ἐκ τοῦ διαβόλου ἐστίν “.
20.15.118ἀλλὰ καὶ εἴπερ, ὡς ἐπὶ τοῦ ἐκ τοῦ διαβόλου ἔταξεν τὸ” ἐστίν “, πεποιήκει ἐπὶ τοῦ ἐκ τοῦ θεοῦ, ἔλαττον ἂν περὶ τὸν ἐκ τοῦ θεοῦ παρίστη, πολλῷ κρείττονος τυγχάνοντος τοῦ γεγεννῆσθαι ἐκ τοῦ θεοῦ παρὰ τὸ εἶναι ἐκ τοῦ θεοῦ. φήσει δέ τις ὅτι τινὰ τῶν κτισμάτων ἐστὶν μὲν ἐκ τοῦ θεοῦ, οὐ μὴν γεγέννηται ἐκ τοῦ θεοῦ, καὶ πάντως ταῦτα ἐλάττονα ἔχει τάξιν ἐν τῷ παντὶ τῶν γεγεννῆσθαι λεγομένων ἐκ τοῦ θεοῦ.
20.15.119καὶ γενόμενός γε κατὰ τὴν διαφορὰν τοῦτε” ἐστὶν ἐκ τοῦ διαβόλου “καὶ τοῦ” γεγέννηται ἐκ τοῦ θεοῦ “, ζητήσεις μήποτ’ἐστίν τις ὁ καὶ γεγεννημένος ἐκ τοῦ διαβόλου, ὅστις πάντως καὶ ἔστιν ἐκ τοῦ διαβόλου, οὐ παντὸς τοῦ ὄντος ἐκ τοῦ διαβόλου γεγεννημένου · καὶ πάλιν ἔστιν τις ἐκ τοῦ θεοῦ οὐ πάντως καὶ γεγεννημένος ἐκ τοῦ θεοῦ, οὐκέτι δὴ παντὸς τοῦ ὄντος ἐκ τοῦ θεοῦ γεγεννημένου ἐκ τοῦ θεοῦ.
20.15.120χαρακτηρίζεται μέντοι ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ τῷ ἁμαρτίαν μὴ ποιεῖν, διὰ τὸ σπέρμα τοῦ θεοῦ ἐν αὐτῷ μένειν, καὶ ἀπὸ τῆς ἐκείνου δυνάμεως ἐνυπαρχούσης αὐτῷ ἐγγινομένου τοῦ μηκέτι δύνασθαι ἁμαρτάνειν.
20.15.121καὶ ἐν τοῖς τελευταίοις δὲ λέγεται τῆς ἐπιστολῆς · ” ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ οὐχ ἁμαρτάνει, ἀλλὰ ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ τηρεῖ ἑαυτὸν καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ “.
20.15.122εἰ δὲ ὁ γεννηθεὶς” ἐκ τοῦ θεοῦ τηρεῖ ἑαυτὸν καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ “, ὁ μὴ τηρῶν ἑαυτόν, ἵν’ὁ πονηρὸς αὐτοῦ μὴ ἅπτηται, οὐ γεγέννηται ἐκ τοῦ θεοῦ, καὶ πᾶς οὗ ἅπτεται ὁ πονηρός, οὗτος οὐ γεγέννηται ἐκ τοῦ θεοῦ · ἅπτεται δὲ ὁ πονηρὸς τῶν μὴ τηρούντων ἑαυτούς.
20.15.123ἐπεὶ δὲ τοῖς περὶ τοῦ Ἀβραὰμ οὐδενὸς γενομένου μεταξὺ διαλείμματος ἐπιφέρεται τὸ” ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν “, ζητοῦμεν μήποτε διὰ τὴν τῷ Ἀβραὰμ πρώτην δεδομένην ἐντολὴν τοῦτο ἀναγέγραπται.
20.15.124ὁ πρῶτος δὲ χρηματισμὸς πρὸς αὐτὸν οὕτως ἔχει · ” ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἄπελθε εἰς τὴν γῆν ἥν σοι δείξω “.
20.15.125ἐξῆλθεν οὖν Ἀβραὰμ ἐκ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ, ὅπερ οὐ πεποιήκασιν οἱ ἐλεγχόμενοι ἐπὶ τῷ μὴ ὑγιῶς εἰρηκέναι ·
20.15.126” ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν “. εἰ γὰρ τὰ τέκνα τοῦ Ἀβραὰμ ποιεῖ τὰ ἔργα τοῦ Ἀβραάμ, πρῶτον δὲ τῶν ἔργων ἐστὶν τὸ ἐξελθεῖν ἐκ τῆς γῆς ἑαυτοῦ καὶ ἐκ τῆς συγγενείας ἑαυτοῦ καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς ἑαυτοῦ καὶ ἀπελθεῖν εἰς τὴν γῆν ἣν δείκνυσιν αὐτῷ ὁ θεός, καὶ διὰ τοῦτο οὗτοι, πρὸς οὓς ὁ λόγος, ἐλέγχονται ὡς οὐκ ὄντες τέκνα τοῦ Ἀβραάμ, δῆλον ὅτι οὐκ ἐξεληλυθότες ἐκ τοῦ οἴκου τοῦ πατρὸς ἑαυτῶν ὀνειδίζονται ὡς ἔτι τοῦ πονηροῦ πατρὸς ὄντες καὶ ἔτι ποιοῦντες τὰ ἐκείνου τοῦ πατρὸς ἔργα.
20.15.127τούτων ἡμῖν εἰς τὸ ῥητὸν εἰρημένων σαφῶς οἶμαι ἐλέγχεσθαι τοὺς νομίζοντας ἐντεῦθεν παρίστασθαι ὅτι εἰσίν τινες ἐκ κατασκευῆς υἱοὶ τοῦ διαβόλου.
20.16.128ζητῶ μήποτε ἐλεγχθέντες ὡς οὐ τέκνα τοῦ Ἀβραὰμ πικρότερον ἀποκρίνονται οἱ λεγόμενοι πεπιστευκέναι αὐτῷ Ἰουδαῖοι, παρακεκαλυμμένως αἰνισσόμενοι ἐκ πορνείας γεγεννῆσθαι τὸν σωτῆρα, ὡς εἰκὸς τοῦτο ὑπονοοῦντες τῷ μὴ παραδέχεσθαι τὴν διαβόητον καὶ τεθρυλλημένην αὐτοῦ γένεσιν ἐκ τῆς παρθένου.
20.16.129καὶ γὰρ πάνυ μοι φαίνεται ἄλογον ταῦτα αὐτοὺς ἀπορρῖψαι τὰ ῥήματα πρὸς ἔπος · οὔτε γὰρ πρὸς τὰ πρότερα οὔτε ἀκολούθως τοῖς ἑξῆς εἰρῆσθαι δύναται, εἰ ἁπλούστερον νοηθείη τὸ” ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα “τὸ εἰρημένον ὑπ’αὐτῶν.
20.16.130ἀλλὰ καὶ ἐπεὶ πατέρα ἴδιον ἔλεγεν τὸν θεὸν ὁ σωτήρ, οὐδένα ἄνθρωπον πατέρα εἶναι ἑαυτοῦ ὁμολογῶν, διὰ τὸ” ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα “εἰκὸς αὐτοὺς ἐπιφέρειν πάλιν προσκρούοντας τὸ” ἕνα πατέρα ἔχομεν, τὸν θεόν “· ὡσεὶ ἔλεγον · ” ἡμεῖς μᾶλλον ἕνα πατέρα ἔχομεν τὸν θεόν, ἤπερ σύ, ὁ φάσκων μὲν ἐκ παρθένου γεγεννῆσθαι, ἐκ πορνείας δὲ γεγεννημένος, καὶ διὰ τὸ αὐχεῖν τὸ ἐκ παρθένου γεγεννῆσθαι λέγων ἕνα πατέρα ἔχειν μόνον τὸν θεόν “, τῶν ὁμολογούντων τὸν πατέρα θεὸν οὐκ ἀρνουμένων καὶ ἄνθρωπον πατέρα.
20.16.131ἀλλ’ἐρεῖ τις ὅτι ταῦτα οὕτω νοούμενα οὐ δύναται εἶναι ῥήματα τῶν πεπιστευκότων αὐτῷ Ἰουδαίων. καὶ πρὸς τοῦτο δὲ λεκτέον ὅτι εἰρημένου ἐν τῇ ἀρχῇ τοῦ πρὸς αὐτοὺς λόγου τοῦ · ” ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστὲ καὶ γνώσεσθε τὴν ἀλήθειαν “, ὡς καὶ δυναμένων αὐτῶν μένειν ἐν τῷ Ἰησοῦ λόγῳ καὶ μὴ μένειν, οὐκ ἀδύνατον ἦν τινὰς ἐκ τῶν ἐλεγχθέντων μὴ μεμενηκέναι αὐτοῦ ἐν τῷ λόγῳ, καὶ μὴ μείναντας πικρότερον καὶ προσκρουστικῶς εἰρηκέναι τὸ” ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα ·
20.16.132ἕνα πατέρα ἔχομεν τὸν θεόν “. δοκεῖ δέ μοι ὅτι καὶ φιλονεικότερον ἀπεκρίναντο · εἰπόντες γὰρ πρότερον τὸ” σπέρμα Ἀβραάμ ἐσμεν “, καὶ οἷον τοῦτο τρανότερον ὁμολογήσαντες διὰ τοῦ. ” ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν “, ἀκούσαντες πρὸς τοῦτο τὸ” εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε “, μείζονα τοῦ Ἀβραὰμ ὁμολογοῦσιν ἑαυτῶν εἶναι τὸν πατέρα λέγοντες · ” ἕνα πατέρα ἔχομεν τὸν θεόν “.
20.16.133τάχα δὲ διὰ τὸ τῶν ἀνθρώπων τινὰς μὲν εἶναι ἐκ τοῦ διαβόλου, ἑτέρους δὲ γεγεννῆσθαι ἐκ τοῦ θεοῦ, πάντας ἂν ὑγιῶς λέγοιμεν τοὺς μὴ γεγεννημένους ἐκ τοῦ θεοῦ ἐκ πορνείας γεγεννῆσθαι.
20.16.134οὐ γὰρ ἐκ νύμφης, ἀλλ’ἐκ πόρνης, τῆς ὕλης, οὓς γεννᾷ ὁ διάβολος ἢ ποιεῖ τοὺς ἐξ αὐτοῦ, οἵτινες καὶ τοῖς σωματικοῖς προσπεπονθότες καὶ προσηλωμένοι κολλῶνται τῇ πόρνῃ ὕλῃ, γινόμενοι πρὸς αὐτὴν ἓν σῶμα, τῶν ἐκ τοῦ θεοῦ γεγεννημένων ἀφισταμένων τῆς πόρνης ὕλης, καὶ κολλωμένων τῷ κυρίῳ καὶ ἑνουμένων τῷ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγῳ, καὶ τῇ σοφίᾳ αὐτοῦ, ἣν” ἔκτισεν ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ “, ἵνα γένωνται πρὸς αὐτὴν ἓν πνεῦμα · ὁ μὲν γὰρ” κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν · ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν “.
20.17.135ἐπείπερ οἱ τὰς φύσεις εἰσάγοντες χρῶνται τῷ ῥήματι τούτῳ, διηγούμενοι αὐτό, ὅτι ὡς οἰκεῖον ἂν ὑμῶν καὶ ἀδελφὸν ἐπέγνωτέ με, ἀλλὰ καὶ ὡς ἴδιον ἠγαπήσατε ἂν ἐμέ, εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν, ἐπαπορητέον οὕτως πρὸς αὐτούς ·
20.17.136ἦν ὅτε Παῦλος ἐμίσει τὸν Ἰησοῦν, ἐμίσει δὲ αὐτὸν ὅτε ἐπόρθει καὶ ἐδίωκε τὴν ἐκκλησίαν τοῦ θεοῦ, καὶ ἀληθεύων γε ἔλεγεν αὐτῷ ὁ πρῶτος χρηματισμός ·
20.17.137” Σαούλ, Σαούλ, τί με διώκεις “; εἰ μὲν οὖν ἀληθὲς τὸ” εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ “, δῆλον ὅτι καὶ τὸ τούτῳ ἀντίστρεφον ἐστὶν ὑγιές · ” εἰ μὴ ἠγαπᾶτέ με, οὐχὶ ὁ θεὸς πατὴρ ὑμῶν ἦν “. οὐκοῦν τῶν μὴ ἀγαπώντων τὸν Ἰησοῦν οὐκ ἔστιν ὁ θεὸς πατήρ · Παῦλος δὲ ἦν ὅτε οὐκ ἠγάπα τὸν Ἰησοῦν, ἦν ἄρα καιρὸς ὅτε ὁ θεὸς Παύλου πατὴρ οὐκ ἦν.
20.17.138οὐ φύσει ἄρα Παῦλος θεοῦ υἱὸς ἦν, ἀλλ’ὕστερον γέγονεν θεοῦ υἱός, ὅτε καὶ ὑγιῶς ἂν προσελάβομεν τὸ ἀκόλουθον τῷ ἡγουμένῳ τοῦ συνημμένου λέγοντος ὅτι” ἀλλὰ μὴν ὁ θεός, ὦ Παῦλε, πατήρ σού ἐστιν, ἀγαπᾷς ἄρα τὸν Ἰησοῦν “.
20.17.139ἀλλὰ καὶ πρὸ τῶν χρόνων τῆς πίστεως Παύλου ἀληθοῦς ὄντος τοῦ” εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ “ὑγιῶς ἦν προσλαβεῖν οἱονεὶ λέγοντα τὸν Ἰησοῦν · ” ἀλλὰ μὴν ἐμὲ οὐκ ἀγαπᾷς, οὐκ ἄρα ὁ θεὸς πατήρ σού ἐστιν, ὦ Παῦλε “.
20.17.140πότε δὲ ὁ θεὸς πατὴρ γίνεταί τινος ἢ ὅταν τηρήσῃ τις τὰς ἐντολάς, δι’ἃς οὐ πρότερον ὤν τις υἱὸς τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς γίνεται αὐτοῦ υἱός, ὅτε καὶ ὁ πατὴρ εἰς ἀναγέννησιν ἄγων τοῦτον, ὃς υἱὸς αὐτοῦ γίνεται, χρηματίζει τοιούτου πατήρ.
20.17.141ἔστιν δὲ προσαχθῆναι εἰς ταῦτα ἀπὸ τῶν οὕτως ἐν τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ γεγραμμένων · ” ἠκούσατε ὅτι ἐρρέθη · ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου.
20.17.142ἐγὼ δὲ λέγω ὑμῖν · ἀγαπήσατε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς “.
20.17.143πρόσχες γὰρ τῷ” ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς “ἐμφαίνοντι ὅτι οὐ πρότερόν τις ὢν υἱὸς τοῦ ἐν οὐρανοῖς πατρὸς γίνεται αὐτοῦ υἱός.
20.17.144ἐπιμελῶς δὲ τηρήσας καὶ περὶ τοῦ προσκειμένου τῷ” τοῦ πατρός “, ὅπερ ἐστίν,” ὑμῶν “(γέγραπται γάρ · ” ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν “), ζητήσεις πότερον ἁπλούστερον εἴρηται, ἢ τῶν ἀντιγράφων ἡμαρτημένων πρόσκειται τὸ” ὑμῶν “(οὐδὲν γὰρ ἂν ἐζητήσαμεν, εἰ ἐγέγραπτο · ” ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς “), καὶ μάλιστα ἐπεὶ δοκεῖ μάχην περιέχειν τὸ γίνεσθαι υἱόν τινα, οὐχ ἁπλῶς τοῦ ἐν οὐρανοῖς πατρός, ἀλλὰ τοῦ ἰδίου πατρός.
20.17.145εἰ μὲν γὰρ αὐτοῦ πατήρ ἐστιν, οὐχ ὕστερον γίνεται αὐτοῦ υἱός · εἰ δὲ γίνεται αὐτοῦ υἱός, οὐκ ἦν αὐτοῦ πατήρ.
20.17.146ἅμα δὲ ἐπιστήσεις διὰ τὸ τινὰς μὲν τῶν πεπιστευκέναι νομιζομένων λέγεσθαι δούλους τοῦ θεοῦ, ἑτέρους δὲ χρηματίζειν αὐτοῦ υἱούς, μήποτε οὐχ ἡ τυχοῦσα ἐντολή, ἀλλά τινα κατ’ἐξαίρετον κατορθούμενα ποιοῦσιν γενέσθαι υἱὸν θεοῦ τὸν κατορθώσαντα.
20.17.147πολλῶν γοῦν ἐν τῷ κατὰ Ματθαῖον εἰρημένων παρατήρει ὅτι τὸ” ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς “, ἐπιφέρεται τῷ” ἐγὼ δὲ λέγω ὑμῖν · ἀγαπήσατε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς “.
20.17.148καὶ γὰρ ἐμφαίνεται ἡ πρὸς θεὸν ὁμοιότης καὶ μίμησις αὐτοῦ ἀγαπῶντος τὰ ὄντα πάντα καὶ μηδὲν βδελυσσομένου ὧν ἐποίησεν καὶ φειδομένου πάντων (ἐπείπερ αὐτοῦ τοῦ φιλοψύχου δεσπότου ἐστὶν τὰ πάντα) ἐν τῷ ἀγαπῶντι τοὺς ἐχθροὺς ἑαυτοῦ καὶ προσευχομένῳ ὑπὲρ τῶν διωκόντων αὐτόν.
20.17.149πῶς δ’ἂν ἁρμοστὸν ἦν ἐπιφερόμενον τὸ” ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς “τῷ” ἐρρέθη · οὐ μοιχεύσεις · ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ “, καὶ τοῖς περὶ τῆς ἀπωλείας ἑνὸς τῶν μελῶν ὑπὲρ τοῦ μὴ ὅλον εἰς γέενναν ἀπελθεῖν τὸ σῶμα;
20.17.150ἀλλὰ καὶ εἰ […] ἐπεφέρετο τῷ” ἐρρέθη τοῖς ἀρχαίοις · οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ κυρίῳ τοὺς ὅρκους σου · ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως “· τὸ” ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς “πολλὴν ἂν αὐτόθεν ἐνεποίησεν προσκοπήν.
20.17.151νυνὶ δὲ ὥσπερ ὁ ἐν τοῖς οὐρανοῖς πατὴρ ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθούς, οὕτως ἕκαστος τῶν υἱῶν τοῦ θεοῦ, οἱονεὶ ἥλιον ἐν ἑαυτῷ τὴν ἀγάπην ἔχων, ταύτην ἀνατέλλει καὶ ἐπὶ πονηρούς, ἐπὰν ἀγαπήσῃ τοὺς ἑαυτοῦ ἐχθρούς · καὶ πάλιν ὥσπερ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, οὕτως οἱονεὶ ὑετόν τινα τὴν προσευχὴν ὁ ἅγιος καταπέμπει ἐπὶ τοὺς κάτω που τυγχάνοντας, διὰ τὸ διώκειν αὐτόν, καὶ περὶ τῶν τοιούτων προσευχόμενος. ταῦτα μὲν εἰς τὸ ὑποπεσὸν ἡμῖν τρανωθῆναι τὸ” εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ “.
20.18.152ἴδωμεν δὲ καὶ τὸ” ἐγὼ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω “, εἰς ὃ χρήσιμόν μοι φαίνεται παραθέσθαι τὸ ἐκ Μιχαίου οὕτως ἔχον · ” ἀκούσατε, λαοί, λόγους, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ · καὶ ἔσται κύριος ἐν ὑμῖν εἰς μαρτύριον, κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ. διότι ἰδού, κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου ἑαυτοῦ καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει “.
20.18.153καὶ ὅρα μήποτε ἰσοδυναμεῖ τὸ” ἐξῆλθον παρὰ τοῦ θεοῦ “τῷ” κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ “, ἐπεὶ ὅτε ὁ υἱὸς ἐν τῷ πατρί ἐστιν, ἐν μορφῇ θεοῦ ὑπάρχων πρὶν ἑαυτὸν κενῶσαι, οἱονεὶ τόπος αὐτοῦ ἐστιν ὁ θεός.
20.18.154καὶ εἴ τίς γε νοήσαι τὸν πρὸ τοῦ κενῶσαι ἑαυτὸν ἐν τῇ προηγουμένῃ ὑπάρχοντα θεοῦ μορφῇ, ὄψεται τὸν μηδέπω ἐξεληλυθότα ἀπὸ τοῦ θεοῦ υἱὸν αὐτοῦ καὶ κύριον τὸν μηδέπω ἐκπορευόμενον ἐκ τοῦ τόπου ἑαυτοῦ.
20.18.155ἐπὰν δὲ ἐκείνῃ τῇ καταστάσει τοῦ υἱοῦ συγκρίνῃ τὴν ἐκ τοῦ ἀνειληφέναι τὴν τοῦ δούλου μορφήν, ἑαυτὸν κενώσαντα, συνήσει πῶς ὁ υἱὸς τοῦ θεοῦ ἐξῆλθεν καὶ ἧκεν πρὸς ἡμᾶς, καὶ οἱονεὶ ἔξω γεγένηται τοῦ πέμψαντος αὐτόν, εἰ καὶ κατ’ἄλλον τρόπον οὐκ ἀφῆκεν αὐτὸν μόνον ὁ πατήρ, ἀλλὰ μετ’αὐτοῦ ἐστιν, καὶ ἔστιν ἐν τῷ υἱῷ ὥσπερ καὶ αὐτὸς ἐν τῷ πατρί.
20.18.156καὶ εἰ μὴ κατ’ἄλλον γε τρόπον νοήσαις εἶναι τὸν υἱὸν ἐν τῷ πατρί, ὡς ἦν πρὶν ἐξέλθῃ ἀπὸ τοῦ θεοῦ, δόξει περιέχειν μάχην τὸ καὶ ἐξεληλυθέναι ἀπὸ τοῦ θεοῦ καὶ εἶναι τὸν ἐξεληλυθότα ἀπὸ τοῦ θεοῦ ἔτι ἐν τῷ θεῷ.
20.18.157ἄλλοι δὲ τὸ” ἐξῆλθον ἀπὸ τοῦ θεοῦ “διηγήσαντο ἀντὶ τοῦ” γεγέννημαι ἀπὸ τοῦ θεοῦ “, οἷς ἀκολουθεῖ ἐκ τῆς οὐσίας φάσκειν τοῦ πατρὸς γεγεννῆσθαι τὸν υἱόν, οἱονεὶ μειουμένου καὶ λείποντος τῇ οὐσίᾳ ᾗ πρότερον εἶχεν τοῦ θεοῦ, ἐπὰν γεννήσῃ τὸν υἱόν, ὡσεὶ νοήσαι τις τοῦτο καὶ ἐπὶ τῶν ἐγκυμόνων.
20.18.158ἀκολουθεῖ δὲ αὐτοῖς καὶ σῶμα λέγειν τὸν πατέρα καὶ τὸν υἱὸν καὶ διῃρῆσθαι τὸν πατέρα, ἅπερ ἐστὶν δόγματα ἀνθρώπων μη δ’ὄναρ φύσιν ἀόρατον καὶ ἀσώματον πεφαντασμένων, οὖσαν κυρίως οὐσίαν.
20.18.159οὗτοι δὲ δῆλον ὅτι ἐν σωματικῷ τόπῳ δώσουσιν τὸν πατέρα, καὶ τὸν υἱὸν τόπον ἐκ τό που ἀμείψαντα σωματικῶς ἐπιδεδημηκέναι τῷ βίῳ, καὶ οὐχὶ κατάστασιν ἐκ καταστάσεως, ὥσπερ ἡμεῖς ἐξειλήφαμεν.
20.19.160ταῦτα νομίζω λέγεσθαι ὥς τινων ἀφ’ἑαυτῶν ἐρχομένων καὶ μὴ ἀπεσταλμένων ἀπὸ τοῦ πατρός. περὶ μὲν οὖν ἀνθρώπων τοιούτων, διδασκαλίαν ἢ προφητείαν ὑπισχνουμένων, διδασκόμεθα καὶ ἀπὸ τοῦ Ἱερεμίου, ἔνθα γέγραπται · ” οὐκ ἀπέστελλον τοὺς προφήτας, καὶ αὐτοὶ ἔτρεχον “.
20.19.161εἰ δὲ καὶ δυνάμεις τινὲς μὴ ἀποστελλόμεναι ἀπὸ τοῦ πατρὸς ἔρχονται πρὸς ἀνθρώπους, ἐπιστήσεις καὶ εἴ τινες ἐν αὐταῖς εἰσιν ἐκ τοῦ θεοῦ ἐξεληλυθυῖαι καὶ τούτῳ ἡμαρτηκυῖαι τῷ μὴ ἀπεστάλθαι ἀπ’αὐτοῦ.
20.19.162οὐκ ἀζήτητον δὲ ἐατέον τὸν τόπον καὶ εἰς τὸν περὶ ψυχῆς λόγον · τάχα γὰρ ἡ μὲν τοῦ Ἰησοῦ ψυχὴ ἐν τῇ ἑαυτῆς τυγχάνουσα τελειότητι ἐν θεῷ καὶ τῷ πληρώματι ἦν, καὶ ἐκεῖθεν ἐξεληλυθυῖα, τῷ ἀπεστάλθαι ἀπὸ τοῦ πατρός, ἀνέλαβεν τὸ ἐκ τῆς Μαρίας σῶμα. ἄλλαι δὲ οὐχ οὕτως ἐξῆλθον ἀπὸ τοῦ θεοῦ, τουτέστιν οὐκ ἀπεσταλμέναι οὐ δὲ ὑπὸ τοῦ θείου βουλήματος προπεμφθεῖσαι.
20.20.163αἴτιον, φησίν, ἐστὶ τοῦ ὑμῖν μὴ γινώσκεσθαι τὴν ἐμὴν λαλιὰν τὸ μὴ δύνασθαι ὑμᾶς ἀκούειν τοῦ λόγου μου. πρότερον οὖν δύναμιν περιποιητέον ἀκουστικὴν τοῦ θείου λόγου, ἵνα μετὰ τοῦτο οἷοίτε γενώμεθα καὶ γινώσκειν πᾶσαν τὴν Ἰησοῦ λαλιάν ·
20.20.164ἔξεστιν γὰρ πρότερον οὐ δυνάμενον ἀκούειν τὸν λόγον Ἰησοῦ ὕστερον φθάνειν ἐπὶ τὸ ἀκούειν δύνασθαι αὐτόν, ἐπεὶ καὶ ὅσον μὲν οὐδέπω ἰάθη τις τὰς ἀκοὰς ἀπὸ τοῦ λόγου τοῦ λέγοντος τῷ κωφῷ · ” διανοίχθητι “, οὐ δύναται ἀκούειν.
20.20.165ἐπὰν δὲ λυθῇ ὁ αἴτιος τῆς κωφότητος σύνδεσμος, τότε ἀκούειν τις οἷόςτε ἔσται τοῦ Ἰησοῦ, ὅτε καὶ γινώσκειν δύναται αὐτοῦ τὴν λαλιάν · ἢ λεγέτωσαν ἡμῖν οἱ νομίζοντες καὶ διὰ τούτων συνίστασθαι τὸν περὶ φύσεως λόγον, πότερον ἐδύναντο ἔτι κωφοὶ ὄντες ἀκούειν οὓς ὕστερον ἰάσατο, ἢ οὐκ ἐδύναντο;
20.20.166σαφοῦς δὲ ὄντος τοῦ” οὐκ ἐδύναντο “, δῆλον ὅτι ἔξεστιν μεταβαλεῖν ἀπὸ τοῦ μὴ δύνασθαι ἀκούειν τῶν Ἰησοῦ λόγων ἐπὶ τὸ ἀκούειν αὐτῶν, καὶ οὐ διὰ φύσιν ἀνιάτως ἔχουσαν, ὅτε οὐ δύναταί τις ἀκούειν · καὶ μάλιστα ταῦτα προσακτέον τοῖς ἑτεροδόξοις, χαίρουσι ταῖς ἀλληγορίαις καὶ ἀνάγουσιν τὴν περὶ τῶν ἰάσεων ἱστορίαν ἐπὶ τὰς τῆς ψυχῆς θεραπείας, ἀπολυομένης ὑπὸ τοῦ Ἰησοῦ πάσης νόσου καὶ πάσης μαλακίας.
20.20.167νομίζω δὲ τὸ μὲν ἀκούειν νῦν ἐπὶ τοῦ συνιέναι τάσσεσθαι τῶν λεγομένων, τὸ δὲ γινώσκειν ἐπὶ τοῦ καταλαμβάνοντα συγκατατίθεσθαι, τῷ φωτὶ τῆς περὶ τῶν λεγομένων γνώσεως πεφωτισμένον.
20.20.168ὁ μέντοι γε Ἡρακλέων ὑπολαμβάνει αἰτίαν ἀποδίδοσθαι τοῦ μὴ δύνασθαι αὐτοὺς ἀκούειν τὸν Ἰησοῦ λόγον μη δὲ γινώσκειν αὐτοῦ τὴν λαλιὰν ἐν τῷ” ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ “. αὐταῖς γοῦν λέξεσίν φησι · ” διατί δὲ οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν, ἢ ὅτι ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ “; ἀντὶ τοῦ” ἐκ τῆς οὐσίας τοῦ διαβόλου “, φανερῶν αὐτοῖς λοιπὸν τὴν φύσιν αὐτῶν, καὶ προσελέγξας αὐτοὺς ὅτι οὔτε τοῦ Ἀβραάμ εἰσιν τέκνα (οὐ γὰρ ἂν ἐμίσουν αὐτόν), οὔτε τοῦ θεοῦ, διὸ οὐκ ἠγάπων αὐτόν.
20.20.169καὶ εἰ μὲν τὸ” ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ “ἐξεδέχετο ὡς ἐν τοῖς ἀνωτέρω διηγησάμεθα, καὶ ἔλεγεν · διὰ τὸ ἔτι ὑμᾶς εἶναι ἐκ τοῦ διαβόλου, οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν, κα- κἂν παρεδεξάμεθα αὐτοῦ τὴν διήγησιν.
20.20.170νυνὶ δὲ δῆλός ἐστιν ὁμοουσίους τινὰς τῷ διαβόλῳ λέγων ἀνθρώπους, ἑτέρας, ὡς οἴονται οἱ ἀπ’αὐτοῦ, οὐσίας τυγχάνοντας παρ’οὓς καλοῦσι ψυχικοὺς ἢ πνευματικούς.
20.21.171ἀμφίβολος ἡ λέξις ἐστίν · δηλοῦται γὰρ ἀπ’αὐτῆς ἓν μὲν ὡς ἄρα ἔχει ὁ διάβολος πατέρα, ἐξ οὗ πατρός, ὅσον ἐπὶ τῷ ῥητῷ, ἐμφαίνονται εἶναι οὗτοι πρὸς οὓς ὁ λόγος · ἕτερον δέ, ὃ βέλτιόν ἐστιν, ὅτι ὑμεῖς ἐκ τοῦδε τοῦ πατρός ἐστε, καθ’οὗ κατηγορεῖται τὸ” διάβολος “.
20.21.172ἀμφίβολον μὲν οὖν ἦν ἂν τὸ λεγόμενον καὶ εἰ περιῄρητο τὸ πρότερον ἄρθρον τὸ” τοῦ “, πλὴν μᾶλλον ἂν ἐφαίνετο σαφέστερον τὸ βούλημα τοῦ ῥητοῦ. οὐ μέντοι γε ὁ συναγορεύων τῷ εἶναί τινα τοῦ διαβόλου πατέρα, οὗ υἱοὺς δόξει λέγειν τοὺς πρὸς οὓς ὁ λόγος ἐστίν, χρήσεται τῷ ἐπιφερομένῳ οὕτως ἔχοντι · ” ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ “, καὶ φήσει ψεῦδος μὲν εἶναι τὸν διάβολον, ἄλλον δὲ παρὰ τοῦτον εἶναι τὸν τοῦ ψεύδους πατέρα.
20.21.173ἀλλ’οὐχ ὑγιῶς τοῦτο λεχθήσεται · μᾶλλον γὰρ τὸ ψεῦδος ἐφαρμόσει τῷ ἐναντίῳ τοῦ εἰπόντος · ” ἐγώ εἰμι ἡ ἀλήθεια “· λέγω δὲ τῷ ἀντιχρίστῳ, οὗ ψεύστης ἐστὶν ὁ πατήρ, ὁ διάβολος ὤν.
20.21.174ἀλλ’εἰκός τινα προσκόψειν τῷ ψεῦδος εἶναι τὸν ἀντίχριστον, οὐκέτι ψεκτὸν ἐσόμενον, ἐὰν τῇ ὑποστάσει ἕτερον μηδὲν ψεύδους ᾖ. πρὸς ὃν παραθέμενος τὸ” ἀπώλεια ἐγένου, καὶ οὐχ ὑπάρξεις εἰς τὸν αἰῶνα “εἰρημένον ἐν τῷ Ἰεζεκιὴλ περί τινος διὰ τὴν κακίαν μεταβεβληκότος εἰς τὸ γενέσθαι αὐτὸν ἀπώλειαν, καθ’ὁμοιότητα παραμυθήσει καὶ τὸ περὶ τοῦ ψεῦδος εἶναί τινα οὐ τῇ ὑποστάσει ἐκ κατασκευῆς, ἀλλὰ ἐκ μεταβολῆς καὶ ἰδίας προαιρέσεως τοιοῦτον γεγενημένον, καὶ οὕτως, ἵνα καινῶς ὀνομάσω, πεφυσιωμένον.
20.21.175φεύγων γοῦν τις ὡς ἄτοπον τὸ φάσκειν εἶναι ψεῦδος τὸν ἀντίχριστον, ἐρεῖ καὶ πᾶσιν ἐφαρμόζειν τοῖς ψευδομένοις τὸ” ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ “· τὸ γὰρ ἐν ἑκάστῳ τῶν ψευδομένων ψεῦδος ἐπὰν λαλῇ,” ἐκ τῶν ἰδίων “τοῦ ψεύδους” λαλεῖ “· ἀλλὰ καὶ τὸ” ψεύστης ἐστὶν ὁ πατὴρ αὐτοῦ “† ἀνενέγκει ἐπὶ τὸ ἕκαστον τὸν προφερόμενον ψεῦδος ἐκ στόματος ἑαυτοῦ πατέρα εἶναι οὗ λαλεῖ ψεύδους · καὶ οὐκ ἀπίθανός γε ἔσται ἡ τοιαύτη ἀπόδοσις. καὶ ταῦτα μὲν ὡς παρακείμενα τῇ ἀμφιβολίᾳ τοῦ ἐκκειμένου ἡμῖν ῥητοῦ εἰρήσθω.
20.22.176ἐπεὶ δὲ διηγούμενοι τὸ” ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν “προλαβόντες καὶ εἰς τοῦτο εἰρήκαμεν, πολλαχόθεν τὰ φανέντα ἡμῖν εἰς τὴν διήγησιν χρήσιμα συναγαγόντες, οὐκ εὐλόγως νῦν προσδιατρίψομεν τῷ τόπῳ. πλὴν εἴ τις τῷ ποιεῖν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται καὶ μὴ κατήργησεν τὴν ἀπ’ἐκείνου γένεσιν ἐξ ἑαυτοῦ, οὗτος οὐ μίαν ἀλλὰ πλείονας ἐπιθυμίας τοῦ τοιούτου πατρὸς ποιεῖν ἐθέλει · καὶ τῶν ἐν παντὶ υἱῷ διαβόλου ἐπιθυμιῶν ἀπὸ τῶν ἐν τῷ διαβόλῳ ἐπιθυμιῶν γεννωμένων, σαφὲς ὅτι αἱ ἐκείνου ἐπιθυμίαι φρόνημα ὕλης εἰσὶν καὶ φθορᾶς, ἃς κυρίως ἔχθρας εἴποι τις ἂν εἶναι πρὸς θεόν.
20.22.177φόνους μὲν οὖν καὶ ἀδικίας καὶ πλεονεξίας φάσκειν εἶναι τὰς ἐκείνου ἐπιθυμίας, γεννώσας ἐν υἱοῖς αὐτοῦ παραπλησίως ταύταις ἐπιθυμίας, οὐκ ἀπεμφαίνει · ἀλλὰ καὶ γενικῶς ἀκαθαρσίας τῇ φύσει ἐναντίας τυγχανούσας τῇ καθαρότητι λέγειν εἶναι τὰς ἐκείνου ἐπιθυμίας, ἀφ’ὧν αἱ πρὸς τὰ ἀκάθαρτα ἐπιθυμίαι ἐγγίνονται τέκνοις τοῦ διαβόλου, οὐ δυσπαράδεκτόν ἐστιν.
20.22.178τὸ δὲ καὶ πορνείαν λέγειν εἶναι τὴν ἐκείνου ἐπιθυμίαν ἢ μοιχείαν ἢ παιδοφθορίαν ἢ μαλακότητα οὐκ εὐχερῶς ἄν τις παραδέξοιτο, κα- κἂν ἀπορῇ πῶς αἱ ἐπιθυμίαι αὗται ἐν ἀνθρώποις ἀπὸ τῶν ἐν ἐκείνῳ γίνονται ἐπιθυμιῶν, ὅσον ἐπὶ τῇ λέξει, οἱονεὶ καθολικοῦ τινος παρισταμένου περὶ τῶν ἐν ἀνθρώποις ἐπιθυμιῶν, ὡς ἄρα θέλουσιν οἱ ἄνθρωποι τὰς ἐπιθυμίας τοῦ πατρὸς αὐτῶν ποιεῖν, ὥστε πάντα, ἃ ἐπιθυμοῦσιν παρανόμως, πρότερον ἐπιθυμίας εἶναι τοῦ πατρὸς αὐτῶν.
20.22.179τοιοῦτον γάρ ἐστιν τὸ” καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν “. λεκτέον δὲ πρὸς ταῦτα ὅτι ὁ διάβολος ἐπιθυμεῖ φθαρῆναι τόνδε, φέρε εἰπεῖν, τὸν παῖδα, καὶ μοιχευθῆναι τήνδε, καὶ πορνεῦσαι τούσδε, καὶ τούτων ἐπιθυμῶν ἐμποιεῖ τοῖς δυναμένοις αὐτῷ ὑπηρετήσασθαι ἐπιθυμίαν τοῦ ποιῆσαι, ἅπερ ἐκεῖνος ἐνεργῆσαι βούλεται, ὥστ’ἂν κατὰ τοῦτο τὸν ἐνεργοῦντα τὴν πορνείαν ἢ τὴν μοιχείαν πρότερον λέγειν τοῦ ἀνθρώπου πορνεύειν καὶ μοιχεύειν.
20.22.180τὸ δ’αὐτὸ καὶ περὶ πάσης ἁμαρτίας ἐρεῖς · οἷον ὁ διάβολος ἀργυρίων μὲν οὐκ ἐπιθυμεῖ, ἐπιθυμεῖ δὲ φιλαργύρους ποιῆσαι καὶ προσπαθεῖς τοῖς ὑλικοῖς πράγμασιν · ταύτην δὲ τὴν ἐπιθυμίαν αὐτοῦ θέλουσι ποιεῖν οἱ οὐκ ἄλλως ἢ τῷ θέλειν φιλοῦντες τὸ ἀργύριον.
20.22.181διόπερ ἀναγκαῖόν ἐστιν ἐφιστάνειν ἡμᾶς πᾶσιν οἷς θέλομεν ποιεῖν καὶ ἐξετάζειν μήποτε ὃ θέλομεν ποιεῖν ἐκ τῶν τοῦ διαβόλου ἐπιθυμιῶν ἐστιν · ἵνα ἐκ τοῦ τεθεωρηκέναι τὰ ἐκ τῶν τοῦ διαβόλου ἐπιθυμιῶν παυσώμεθα θέλειν ποιεῖν ἐκεῖνα, εἰδότες πάντα τὸν θέλοντα ποιεῖν τὰς τοῦ διαβόλου ἐπιθυμίας ἐκ πατρὸς μὲν οὐδαμῶς εἶναι θεοῦ, διαβόλου δὲ γεγονέναι τέκνον, καὶ ἀπὸ τοῦ ἐθέλειν ποιεῖν τὰς ἐπιθυμίας τοῦ χείρονος μορφούμενον καὶ κατ’εἰκόνα γινόμενον τοῦ πονηροῦ πατρός, ἀφ’οὗ ἔρχονται καὶ τυποῦνται αἱ ἐκείνου τοῦ χοϊκοῦ εἰκόνες.
20.22.182πρῶτος γὰρ χοϊκὸς ἐκεῖνος, τῷ πρῶτος ἀποπεπτωκὼς τῶν κρειττόνων καὶ ἐπιτεθυμηκὼς ἑτέρας παρὰ τὴν κρείττονα ζωῆς ζωὴν ἄξιος γεγονέναι τοῦ ἀρχὴν αὐτὸν εἶναι οὔτε κτίσματος οὔτε ποιήματος ἀλλὰ” πλάσματος κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ “. καὶ ἡμῶν δὲ ἡ προηγουμένη ὑπόστασίς ἐστιν ἐν τῷ κατ’εἰκόνα τοῦ κτίσαντος · ἡ δὲ ἐξ αἰτίας ἐν τῷ ληφθέντι ἀπὸ τοῦ χοῦ τῆς γῆς πλάσματι.
20.22.183καὶ εἰ μὲν ὡσπερεὶ ἐπιλαθόμενοι τῆς ἐν ἡμῖν κρείττονος οὐσίας ὑποτάξομεν ἑαυτοὺς τῷ ἀπὸ τοῦ χοῦ πλάσματι, καὶ τὸ κρεῖττον τὴν εἰκόνα τοῦ χοϊκοῦ λήψεται · εἰ δὲ συνέντες τὸ ποιηθὲν κατ’εἰκόνα καὶ τὸ ληφθὲν ἀπὸ τοῦ χοῦ τῆς γῆς, ὅλοι προσνεύοιμεν ἐπὶ τοῦτον, οὗ κατ’εἰκόνα γεγόναμεν, ἐσόμεθα καὶ καθ’ὁμοίωσιν θεοῦ, πᾶσαν τὴν πρὸς ὕλην καὶ σώματα προσπάθειαν καὶ τὴν πρός τινα τῶν καθ’ὁμοίωσιν ἀπολείψαντες.
20.22.184ἐπεὶ δὲ κατὰ τὰς θείας γραφὰς ἡ ἐπιθυμία τῶν μέσων ἐστίν, οὐκ εἰδυίας τὴν ἑλληνικὴν τῶν σημαινομένων παρὰ τοῖς τὰ τοιαῦτα διαρθροῦσιν ἀκρίβειαν, ὥστ’ἂν τὸ μὲν ἀστεῖον βούλησιν ὀνομάσαι, ἣν ὁρίζονται εὔλογον ὄρεξιν, τὸ δὲ φαῦλον ἐπιθυμίαν, ἥν φασιν εἶναι ἄλογον ὄρεξιν ἢ σφοδρὰν ὄρεξιν, λεκτέον ὅτι πᾶσα γενητὴ φύσις τὰς ἐπιθυμίας τοῦ ἰδίου πατρὸς θέλει ποιεῖν, ὥσπερ καὶ πᾶσα ποιεῖ τὰ ἔργα τοῦ ἰδίου πατρός, τοῦ μὲν πρώτως ἁγίου πατρὸς ἀγενήτου τυγχάνοντος (οὗτος δέ ἐστιν ὁ θεός), τοῦ δὲ πρώτως πονηροῦ πατρὸς ἐξ οὐδενὸς ὄντος πατρός · οὐ δὲ γὰρ ὑπέστησέν τις ἐν αὐτῷ πατὴρ τὴν πονηρίαν, ἀλλ’ἡ ἀπὸ θεοῦ ἐκτροπὴ γεγέννηκεν αὐτήν.
20.23.185τὸ μὲν οὖν νῦν ἐξεταζόμενον κατὰ τὸ” καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν “σαφὲς ὅτι ἀναφέρεται πρὸς τὸν διάβολον, προειρημένου τοῦ” ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ “καὶ ἐπιφερομένου τοῦ” ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ἀρχῆς “.
20.23.186καὶ πρὸς ἕκαστον δ’ἂν οὐ μόνον τῶν ἐκ τοῦ διαβόλου, ἀλλὰ καὶ τῶν ἐκ τοῦ θεοῦ ὑγιῶς λεχθείη τὸ” τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν “. λέγονται γάρ τινες εἶναι καὶ θεοῦ ἐπιθυμίαι, ὀνομαζομένων οὕτως αὐτοῦ τῶν βουλήσεων.
20.23.187ἐν γοῦν ὀκτωκαιδεκάτῳ ψαλμῷ εἴρηται · ” τὰ κρίματα κυρίου ἀληθινά, δεδικαιωμένα ἐπὶ τὸ αὐτό · ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν “. κα- κἄν, ὥς τινα δὴ τῶν ἀντιγράφων ἔχει, ᾖ” τὰ ἐπιθυμήματα ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν “, φήσεις ὅτι τὰ ἐπιθυμήματα τοῦ ἐπιθυμῆσαί τινα αὐτῶν ἄξιά ἐστιν, ὡς τὰ εὐλογητὰ τοῦ εὐλογεῖσθαι, καὶ τὰ ἀγαπητὰ τοῦ ἀγαπᾶσθαι.
20.23.188ὥσπερ οὖν τὰ εὐλογήματα μᾶλλον ὑπὸ θεοῦ εὐλογεῖται καὶ τὰ ἀγαπητὰ μᾶλλον ὑπὸ θεοῦ ἀγαπᾶται, οὕτω καὶ τὰ ἐπιθυμήματα μᾶλλον ἂν ὑπὸ θεοῦ εὐλογώτερον ἐπιθυμηθείη, εὐγνωμονέστερον ἡμῶν ἀκουόντων, ὡς προειρήκαμεν, τῆς ἐπιθυμίας. καὶ ὁ σωτὴρ δέ φησιν · ” ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ὑμῶν πρὸ τοῦ με παθεῖν “.
20.23.189περὶ δὲ τοῦ καὶ φαύλην εἶναι ἐπιθυμίαν ἤρκει μὲν καὶ τὸ ἐν χερσὶν ῥητόν · οὐδὲν δὲ ἧττον παραθετέον καὶ τὸ” ὃς ἂν ἐμβλέψῃ γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτήν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ “. οὐ πάντως δὲ ὁ ἐπιθυμῶν ἀπόντος ἐπιθυμεῖ, ὡς οὐ δὲ ὁ βουλόμενος πάντως τὰ ἀπόντα βούλεται.
20.23.190τοῦτο δὲ προεθεραπεύσαμεν διὰ τὰ ἐπιθυμήματα τοῦ θεοῦ καὶ τὰς τῶν τελείων ἐπιθυμίας.
20.23.191πᾶς οὖν υἱός τινος τὰς ἐπιθυμίας τοῦ πατρὸς ἑαυτοῦ θέλει ποιεῖν, καὶ πᾶς υἱός τινος ποιεῖ τὰ ἔργα τοῦ πατρὸς αὐτοῦ. οὕτω γὰρ καὶ ὁ σωτὴρ τὰς ἐπιθυμίας τοῦ πατρὸς ἑαυτοῦ θέλει ποιεῖν, καὶ ποιεῖ τὰ ἔργα τοῦ πατρὸς ἑαυτοῦ.
20.23.192καὶ” ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας “τὰς ἐπιθυμίας τοῦ πατρὸς ἑαυτοῦ θέλει ποιεῖν, καὶ ποιεῖ τὰ ἔργα τοῦ πατρὸς ἑαυτοῦ. καὶ ἐφ’ἡμῶν δὲ τῶν ἀνθρώπων πάντως τὰ ἔργα ἤτοι θεοῦ ἐστιν ἢ διαβόλου, καὶ ἃ θέλομεν ποιεῖν ἤτοι ἐπιθυμία ἐστὶν τοῦ ἀγαθοῦ ἐν οὐρανοῖς πατρὸς ἡμῶν ἢ τοῦ ἐχθροῦ αὐτῷ διαβόλου.
20.23.193καὶ εἰ μὲν ποιοῦμεν τὰ ἔργα τοῦ θεοῦ καὶ θέλομεν τὰς ἐπιθυμίας αὐτοῦ ποιεῖν, υἱοί ἐσμεν τοῦ θεοῦ · εἰ δὲ τὰ τοῦ διαβόλου πράττομεν, θέλοντες ἃ ἐκεῖνος ἐπιθυμεῖ ποιεῖν, ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐσμέν.
20.23.194ἐπιστήσωμεν οὖν μὴ μόνον οἷς ποιοῦμεν, ἀλλὰ καὶ οἷς θέλομεν. αὔταρκες γὰρ εἰς τὸ εἶναι τοῦ διαβόλου υἱὸν τὸ κα- κἂν θέλειν αὐτοῦ ποιεῖν τὰς ἐπιθυμίας · καὶ τάχα διὰ τοῦτο μετὰ τὸ” ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν “εἴρηται τὸ” τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν “, ἵνα μάθωμεν ὅτι εἰ καὶ μόνον θέλομεν ποιεῖν ἅπερ ἐπιθυμεῖ ὁ διάβολος, χρηματιοῦμεν διαβόλου υἱοί.
20.23.195πιθανώτατα δ’ἄν τις πρὸς ταῦτα λέγοι ὡς ἄρα ἀρκεῖ πρὸς τὸ εἶναι υἱὸν θεοῦ τὸ θέλειν αὐτοῦ ποιεῖν τὰς ἐπιθυμίας, κα- κἂν μὴ προσῇ τούτῳ τὸ ποιεῖν τὰ ἔργα τοῦ θεοῦ.
20.23.196ἀλλὰ λεκτέον ὅτι ἀνάγκη τὸν θέλοντα ποιεῖν τὰς ἐπιθυμίας τοῦ θεοῦ καὶ ποιεῖν τὰ ἔργα τοῦ θεοῦ · οὐ γὰρ μόνον τὸ θέλειν ἀλλὰ καὶ τὸ ἐνεργεῖν, ὥς φησιν ὁ Παῦλος, ἐκ τοῦ θεοῦ ἐστιν, ἑπομένου πάντως τῷ καλῷ θέλειν τοῦ συζύγου αὐτῷ τοῦ ἐνεργεῖν (καὶ γὰρ” τοῖς ἀγαπῶσιν τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν “), καὶ οὐκ ἂν καλὸν θέλειν ἀτελὲς ἐάσαι ὁ ποιῶν πάντα καλὰ λίαν · ἀλλ’οὐ δὲ ἐπινοηθῆναι δύναται καλὸν θέλειν μὴ συνεζευγμένης τῆς κατὰ τὸ οὕτω θέλειν ἐνεργείας καλῆς τῷ καλῷ θέλειν.
20.23.197ἡ μέντοι γε πρὸς τῷ θέλειν ἐνέργεια κα- κἂν ἐμποδίζοιτο ὑπὸ τῆς προνοίας εὐλόγως πολλάκις, ὅτε ὑπέρ τινος καθολικῶς χρησίμου ἢ ὅπως ποτὲ χρησίμου χρεία ἀνακόπτεσθαι τὸ κατὰ τὸ θέλειν τὸ χεῖρον ἔργον.
20.23.198εἰς ταῦτα δὲ ὁ Ἡρακλέων φησί · ” πρὸς οὓς ὁ λόγος, ἐκ τῆς οὐσίας τοῦ διαβόλου ἦσαν “· ὡς ἑτέρας οὔσης τῆς τοῦ διαβόλου οὐσίας παρὰ τὴν τῶν ἄλλων λογικῶν οὐσίαν.
20.23.199ὅμοιον δὲ ἐν τούτῳ μοι πεπονθέναι φαίνεται τῷ ἑτέραν οὐσίαν φάσκοντι ὀφθαλμοῦ παρορῶντος καὶ ἑτέραν ὁρῶντος, καὶ ἑτέραν οὐσίαν ἀκοῆς παρακουούσης καὶ ὑγιῶς ἀκουούσης.
20.23.200ὡς γὰρ ἐν τούτοις οὐχ ἡ οὐσία διάφορος, ἀλλά τι αἴτιον ἐπισυμβέβηκεν τοῦ παρακούειν καὶ τοῦ παρορᾶν, οὕτως παντὸς τοῦ πεφυκότος λόγῳ παρακολουθεῖν ἡ παρακολουθητικὴ οὐσία ἡ αὐτή ἐστιν, εἴτε παραδέχεται τὸν λόγον εἴτε ἀνανεύει πρὸς αὐτόν.
20.23.201τί γὰρ διαφέρει ἐφ’ἡμῶν τῶν ἀνθρώπων τὸ παρακολουθῆσαν τοῦ μὴ παρακολουθοῦντος οὐκ ἂν ἔχοιμεν εἰπεῖν, εἰ καὶ μετὰ τὸ συνιέναι τῶν εἰρημένων ὁ μέν τις ἐπικρίνας συγκατέθετο τῷ λεγομένῳ, ὁ δὲ ἀνένευσεν πρὸς αὐτό.
20.24.202πολλάκις δὲ εἴπομεν, ὅτι ἐὰν συγχωρηθῇ τοῦτο τὸ ἀδύνατον (λέγω δὲ τὸ εἶναι οὐσίας ἑτέρας καὶ ἀνεπίδεκτον τῶν κρειττόνων τὸν διάβολον), περὶ μὲν ἐκείνου ἀπολογησόμεθα ὡς οὐδαμοῦ αἰτίου τῆς πονηρίας, τὸ δὲ ἔγκλημα τῷ αὐτὸν οὐσιώσαντι καὶ δημιουργήσαντι προσάψομεν, ὅπερ ἐστὶ πάντων ἀτοπώτατον.
20.24.203πρόδηλον δὲ τὸ παράλογον ἔσται τῷ κατανοήσαντι ψυχῶν ἀνθρωπίνων οὐσίαν καὶ ἐνιδόντι ὅτι ἀμήχανόν ἐστιν, ὥσπερ σώματα παρὰ σώματα εἶναι ἀνθρώπινα ἑτέρας καὶ ἑτέρας οὐσίας, οὕτω καὶ ψυχὰς παρὰ ψυχάς, καὶ νοητικὸν παρὰ τὸ νοητικόν, καὶ τὸ διανοητικὸν παρὰ τὸ διανοητικόν.
20.24.204τὸ δὲ ὅμοιον ἐρεῖς καὶ ἐπὶ τοῦ λογικοῦ καὶ ἐπὶ τῶν ἐν τῇ ψυχῇ δυνάμεων, τῆςτε μνημονικῆς καὶ τῆς οὕτως φανταστικῆς · ἀνάγκη γάρ, εἰ ἑτεροούσιός ἐστιν ἄνθρωπός τις παρ’ἕτερον, καὶ ἑτερογενεῖς εἶναι τὰς τῆς ψυχῆς δυνάμεις, καὶ ἑτερογενῆ εἶναι, φέρε εἰπεῖν, τὴν μνημονικὴν παρὰ τὴν μνημονικὴν καὶ τὴν διανοητικὴν παρὰ τὴν διανοητικήν.
20.24.205ἐξεταζέσθω δὲ ὁ λόγος περὶ τούτων, ἃ ὁμοίως ἂν νοήσαι καὶ διανοηθείη, ὥστε καὶ παραπλησίως συγκαταθέσθαι ἢ ἐπισχεῖν ἢ ἀνανεῦσαι ὅν φασιν ἐκεῖνοι πνευματικὸν καὶ ὃν λέγουσιν εἶναι χοϊκόν. ἆρα γὰρ τὸ παραπλήσιον ἐν διαφόροις γέγονεν οὐσίαις, ἢ διὰ τοῦτο παραπλήσιον γέγονεν τὸ πάθος, ἐπεὶ ὁμοούσιον ἦν τοῦτο ᾧ συμβέβηκε τὸ πάθος;
20.24.206τὸ μὲν οὖν φάναι τοὺς αὐτοὺς τύπους φαντασιῶν καὶ συγκαταθέσεων καὶ διανοήσεων καὶ μνημονεύσεων γεγονέναι ἐν τοῖς ἑτεροουσίοις ἄλογον · τὸ δὲ ἐν τοῖς ὁμοουσίοις ἐκ μέρους ὡς παρὰ ταύτην εἶναί τινα καὶ ἄλλην οὐσίαν ἐν αὐτοῖς ἠλίθιον.
20.24.207παραστησάτωσαν γὰρ παρὰ τὰς δυνάμεις ταύτας ἑτέραν τινὰ οὐσίαν μὴ νοοῦσαν μη δὲ διανοουμένην μη δὲ μεμνημένην μη δὲ φαντασιουμένην ἐν οἷς φασὶν εἶναι πνευματικοῖς κρείττονα τῆς νοούσης καὶ διανοουμένης, ἢ ἐν τοῖς χοϊκοῖς ἤτοι ὁμοίαν ἢ χείρονα ·
20.24.208οὐ δὲ γὰρ φήσουσιν κρείττονα. ἀλλ’εἰκὸς αὐτοὺς ἐρεῖν ὅτι ὥσπερ ἐνδέχεται ἀπὸ τῆς αὐτῆς σφραγῖδος ὁμοίως τυπωθῆναι τὴν ἀνόμοιον οὐσίαν χρυσοῦ καὶ ἀργύρου καὶ κασσιτέρου καὶ μολίβου καὶ κηροῦ, οὕτω δυνατὸν ἀπὸ τῶν αὐτῶν φαντασιῶν τοὺς παραπλησίους ἐγγενέσθαι τύπους τοῖς ἐν διαφόροις οὐσίαις τυγχάνουσιν καὶ φαντασιουμένοις · τὸ δ’ὅμοιον καὶ ἐπὶ διανοίας καὶ νοήσεως καὶ μνημονεύσεως φήσουσιν.
20.24.209ἀλλ’ὅρα μήποτε κα- κἂν πάνυ πιθανὸς εἶναι ὁ λόγος οὗτος δοκῇ, συναρπάζειν μᾶλλον καὶ σοφίζεσθαι δύναται ἀνομοίως παραβεβλημένος ἤπερ πείθειν τὸν ἀκριβῶς τῷ παραδείγματι ἐπιστήσαντα · ἐπὶ μὲν γὰρ τῆς εἰκόνος ἔχω δεῖξαι, ἤτοι ἐν χρυσῷ ὁ τύπος ἢ ἐν ἀργύρῳ, ᾗ μὲν ὁ τύπος παραπλήσιος δείκνυται, τὴν ἰδιότητα τοῦ ἐν χρυσῷ γεγονέναι παρὰ τὸ ἐν ἀργύρῳ τετυπῶσθαι ἢ ταῖς λοιπαῖς ὕλαις.
20.24.210οὕτω τοίνυν ἡμῖν παραστησάτωσαν ἰδίωμα τοῦ δεξαμένου τύπον κρείττονα ἢ ἐλάττονα ἢ ὑποδεέστερον, καὶ πειραθήτωσαν κα- κἂν περιλαλῆσαι τὴν τῶν δεξαμένων τὴν ἀνάμαξιν τῶν τύπων παραπλησίως διάφορον οὐσίαν · μὴ γὰρ παριστάντες ἀποφανοῦνται μέν, οὐκ ἀποδείξουσιν δέ.
20.24.211τοσαῦτα καὶ πρὸς τὸν Ἡρακλέωνος λόγον εἰπόντος · ” τὸ “ἐκ τοῦ πατρὸς τοῦ διαβόλου” ἀντὶ τοῦ “ἐκ τῆς οὐσίας τοῦ πατρός” εἰρήσθω “. πάλιν εἰς τὸ” τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν “διαστέλλεται λέγων τὸν διάβολον μὴ ἔχειν θέλημα ἀλλ’ἐπιθυμίας.
20.24.212καὶ ἐμφαίνεται αὐτόθεν τὸ ἀδιανόητον τοῦ λόγου · θέλειν γὰρ τὰ πονηρὰ πᾶς ἄν τις ὁμολογήσαι ἐκεῖνον. συνάξεις δὲ καὶ αὐτός, εἰ καὶ ἐπὶ τοῦ παρόντος ἐν προχείρῳ οὐκ ἔχομεν παραθέσθαι, εἴ που ἐν τῇ γραφῇ τὸ θέλειν ἐπὶ τοῦ διαβόλου τέτακται.
20.24.213μετὰ ταῦτά φησιν ὁ Ἡρακλέων ὡς ἄρα ταῦτα εἴρηται οὐ πρὸς τοὺς φύσει τοῦ διαβόλου υἱούς, τοὺς χοϊκούς, ἀλλὰ πρὸς τοὺς ψυχικούς, θέσει υἱοὺς διαβόλου γινομένους · ἀφ’ὧν τῇ φύσει δύνανταί τινες καὶ θέσει υἱοὶ θεοῦ χρηματίσαι.
20.24.214καί φησί γε ὅτι παρὰ τὸ ἠγαπηκέναι τὰς ἐπιθυμίας τοῦ διαβόλου καὶ ποιεῖν τέκνα οὗτοι τοῦ διαβόλου γίνονται, οὐ φύσει τοιοῦτοι ὄντες.
20.24.215καὶ διαστέλλεται ὡς ἄρα τριχῶς δεῖ ἀκούειν τῆς κατὰ τέκνα ὀνομασίας, πρῶτον φύσει, δεύτερον γνώμῃ, τρίτον ἀξίᾳ · ” καὶ φύσει μέν “, φησίν,” ἐστὶν τὸ γεννηθὲν ὑπό τινος γεννητοῦ, ὃ καὶ κυρίως τέκνον καλεῖται · γνώμῃ δέ, ὅτε τὸ θέλημά τις ποιῶν τινος διὰ τὴν ἑαυτοῦ γνώμην τέκνον ἐκείνου οὗ ποιεῖ τὸ θέλημα καλεῖται · ἀξίᾳ δέ, καθ’ὃ λέγονταί τινες γεέννης τέκνα καὶ σκότους καὶ ἀνομίας, καὶ ὄφεων καὶ ἐχιδνῶν γεννήματα “.
20.24.216” οὐ γὰρ γεννᾷ “, φησί,” ταῦτά τινα τῇ ἑαυτῶν φύσει · φθοροποιὰ γὰρ καὶ ἀναλίσκοντα τοὺς ἐμβληθέντας εἰς αὐτά · ἀλλ’ἐπεὶ ἔπραξαν τὰ ἐκείνων ἔργα, τέκνα αὐτῶν εἴρηται “. τοιαύτην δὲ διαστολὴν δεδωκὼς οὐ δὲ κα- κἂν ἐπὶ ποσὸν ἀπὸ τῶν γραφῶν παρεμυθήσατο τὴν ἰδίαν διήγησιν.
20.24.217εἴποιμεν δ’ἂν πρὸς αὐτὸν ὅτι εἰ μὴ φύσει, ἀλλὰ ἀξίᾳ γεέννης τέκνα ὀνομάζεται καὶ σκότους καὶ ἀνομίας (φθοροποιὰ γὰρ ταῦτα καὶ ἀναλίσκοντα μᾶλλον ἤπερ συνιστάντα), πῶς ὁ Παῦλός φησί που τὸ” ἤμεθα † φύσει τέκνα ὀργῆς ὡς καὶ οἱ λοιποί “; ἢ λεγέτωσαν ἡμῖν ὡς οὐκ ἔστιν ἀναλωτικὸν καὶ μάλιστα κατ’αὐτὸν φθοροποιὸν ἡ ὀργή, ἧς τέκνα ἤμεθα.
20.24.218πάλιν φησὶν ὅτι τέκνα τοῦ διαβόλου νῦν λέγει τούτους, οὐχ ὅτι γεννᾷ τινας ὁ διάβολος, ἀλλ’ὅτι τὰ ἔργα τοῦ διαβόλου ποιοῦντες ὡμοιώθησαν αὐτῷ.
20.24.219πόσῳ δὲ βέλτιον περὶ πάντων τῶν τοῦ διαβόλου τέκνων τοῦτο ἀποφαίνεσθαι, ὡς ὁμοιουμένων αὐτῷ τῷ ποιεῖν τὰ ἔργα αὐτοῦ καὶ οὐ διὰ τὴν οὐσίαν καὶ τὴν κατασκευὴν τὴν χωρὶς ἔργων τέκνων διαβόλου χρηματιζόντων;
20.25.220ἐπεί ἐστίν τις κοινότερον ἀνθρωποκτόνος ὁ ὁπωσποτὲ ἀπεκτονὼς ἄνθρωπον, ὅστις ἐστὶν καὶ μέσος, καθ’ὃ καὶ ζήλῳ θεοῦ πεποίηκεν ὁ Φινεὲς ἀποκτείνας τὸν Ἰσραηλίτην πορνεύοντα καὶ τὴν Μαδιανίτιν καὶ ἀνθρωποκτόνος οὐ ψεκτῶς ῥηθήσεται καὶ ὁ Δαβὶδ” ἐν ὀνόματι κυρίου τῶν δυνάμεων, θεοῦ παρατάξεως Ἰσραήλ “πατάξας τὸν Γολιάθ, ζητητέον τὴν ἀληθινὴν ἀνθρώπου ζωὴν καὶ τὸν ἐναντίον ταύτῃ θάνατον αὐτοῦ, ἵνα νοηθῇ ὁ ψεκτῶς ἀνθρωποκτόνος.
20.25.221καὶ ὅσον μὲν ἐπὶ τῇ ἱστορίᾳ φήσεις τὸν Ἀδὰμ καὶ τὴν Εὔαν, ὅσον οὐχ ἡμαρτήκεισαν, μὴ ἀνῃρῆσθαι · ᾗ δὲ ἡμέρᾳ ἔφαγον ἀπὸ τοῦ ἀπηγορευμένου ξύλου εὐθέως καὶ τεθνηκέναι, οὐκ ἄλλου τινὸς ἀποκτείναντος αὐτοὺς ἢ τοῦ ἀνθρωποκτόνου διαβόλου, ὅτε τὴν Εὔαν διὰ τοῦ ὄφεως ἠπάτησεν καὶ ἡ Εὔα δέδωκεν τῷ ἀνδρὶ ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγεν ὁ ἀνήρ.
20.25.222κατὰ μέντοι γε τὰ βαθύτερα τῶν δογμάτων νοήσας τὸ” οὐκ ἀποθανοῦμαι ἀλλὰ ζήσομαι, καὶ διηγήσομαι τὰ ἔργα κυρίου “, καὶ τὸ ὑπὸ τοῦ σωτῆρος πρὸς τοὺς Σαδδουκαίους ἀπορρητότατα τοῖς συνιέναι τοῦ λεγομένου δυναμένοις εἰρημένον ἐν τῷ κατὰ Ματθαῖον · ” περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος · ἐγώ εἰμι θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ; οὐκ ἔστι ὁ θεὸς θεὸς νεκρῶν, ἀλλὰ ζώντων “, καὶ ἐν τῷ κατὰ Λουκᾶν · ” ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωσῆς ἐμήνυσεν, ὡς λέγει ἐπὶ τῆς βάτου κύριον τὸν θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακώβ · οὐκ ἔστιν ὁ θεὸς νεκρῶν, ἀλλὰ ζώντων · πάντες γὰρ αὐτῷ ζῶσιν “·
20.25.223ἔτι δὲ καὶ ἐν τῷ κατὰ Μάρκον · ” περὶ τῶν νεκρῶν, † οὐκ ἀνέγνωτε ὅτι ἐγείρονται ἐν τῇ βίβλῳ Μωσέως ἐπὶ τῆς βάτου ὡς εἶπεν αὐτῷ ὁ θεὸς λέγων · ἐγώ εἰμι θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ θεὸς νεκρῶν, ἀλλὰ ζώντων “, ὄψει ὅτι εἰ νῦν ζῇ ἐκ νεκρῶν ἀναστάς, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ νεκροὶ ἦσαν, πρὶν ζήσωσιν · νεκρὸς δὲ κυρίως οὐδεὶς λέγεται μὴ πρότερον ζήσας.
20.25.224ἐπίστησον δὲ καὶ τῷ” ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, καὶ ἐν τῷ χριστῷ πάντες ζωοποιηθήσονται “, ἐν οἷς οὔτε ὁ μέσος θάνατος σημαίνεται κατὰ τὸ” ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν “, οὔτε ἡ ἀδιάφορος ζωὴ καὶ μήτε ἀγαθὸν οὖσα καθ’αὑτὴν μήτε κακὸν κατὰ τὸ” ἐν τῷ χριστῷ πάντες ζωοποιηθήσονται “, καὶ ὄψει τὴν ζωὴν τοῦ κατ’εἰκόνα ἀνθρώπου. νοήσας δὲ αὐτοῦ τὴν ζωὴν συνήσεις τίνα τρόπον ὁ ἀνθρωποκτόνος ἀπέκτεινε τὸν ζῶντα ἄνθρωπον, οὐ διά τινα ἕνα ἰδίως ποιόν, ἀλλὰ δι’ὅλον τὸ γένος, ὃ ἀπέκτεινεν, καθ’ὃ” ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν “, ὑγιῶς λεχθησόμενος ἀνθρωποκτόνος.
20.25.225ταύτην δὲ τὴν ἀνθρωποκτονίαν εἰργάσατο ἀρξάμενος ἀπ’ἀρχῆς, δι’ἣν ἀνθρωποκτονίαν αὐτοῦ ἕκαστος τῶν νοούντων αὐτὸ καὶ τὸ ἑαυτοῦ σῶμα, καὶ τίνι οἰκεῖόν ἐστιν, τοῦτο ἐρεῖ, ταλανίζων ἑαυτὸν ἐπὶ τῷ ἐν τῷ Ἀδὰμ ἀποτεθνηκέναι, τὸ” ταλαίπωρος ἐγὼ ἄνθρωπος · τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου “; βλέπων καὶ τίνα τρόπον εἴρηται τὸ” εἰς χοῦν θανάτου κατήγαγές με “· καὶ τὸ” ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως “·
20.25.226καὶ τὸ” σῶμα τῆς ταπεινώσεως ἡμῶν “. ἔστιν δὲ καὶ ἀπορρητότερόν τι δι’ὃ ὁ ἀπ’ἀρχῆς ἀνθρωποκτόνος ἄρχων ἐστὶν τοῦ κόσμου τούτου, λέγω δὲ τοῦ περιγείου τόπου, ὅπου εἰσὶν οὓς ἀπέκτεινεν ἄνθρωποι. ὁ μὲν οὖν ἀνθρωποκτόνος ἀπέκτεινεν ἡμᾶς · ἡμεῖς δὲ χάριτι θεοῦ συνετάφημεν Χριστῷ καὶ συνανέστημεν αὐτῷ, εἴγε σύμμορφοι γεγόναμεν τῇ ἀναστάσει αὐτοῦ καὶ ἐν καινότητι ζωῆς περιπατοῦμεν.
20.25.227ὁ δὲ ἀνθρωποκτόνος ἄρχει τῶν ἀνῃρημένων καὶ ἄρχει τῶν νεκρῶν, ζῶντος δὲ οὐδενὸς ἡγεῖσθαι δύναται.
20.25.228ἐὰν δὲ ἐπιπλεῖον ἐπιστήσῃς καὶ τοῖς περὶ τῶν νεκρῶν γεγραμμένοις, οἷον τούτῳ” εἰς τοῦτο Χριστὸς ἀπέθανεν καὶ ἀνέστη, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ “, ὄψει τίνα τρόπον διὰ τὸν θάνατον τοῦ Ἰησοῦ οὐ δὲ τῶν νεκρῶν κυριεύει ἔτι · ἀπέθανεν γὰρ Ἰησοῦς ἵνα καὶ νεκρῶν κυριεύσῃ.
20.25.229ὅσον μὲν οὖν ζῇ ὁ ἄνθρωπος, οὐ φορεῖ τὴν τοῦ χοϊκοῦ εἰκόνα · ἀποθνήσκων δὲ καὶ ἀναιρούμενος ὑπὸ τοῦ ἀνθρωποκτόνου, ἅματε οὐ συνέχει τὴν τοῦ θεοῦ εἰκόνα, καὶ ἀναλαμβάνει τὴν τοῦ χοϊκοῦ καὶ νεκροῦ · νεκρὸς γὰρ ὁ χοϊκός, ὥσπερ ζῶν ὁ ἐπουράνιος · καὶ ὁ θεὸς οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων θεός.
20.25.230διόπερ εἰ μὲν συνανέστημεν ἐν καινότητι ζωῆς περιπατοῦντες, ὁ θεός ἐστιν ἡμῶν · εἰ δὲ ἔτι ἐσμὲν ἐν νεκροῖς, ὁ θεὸς οὐ νεκρῶν καὶ ἡμῶν οὐκ ἔσται θεός.
20.26.231παράκειται δὲ τῷ ἐξετάζειν τὰ περὶ τοῦ ἀπ’ἀρχῆς ἀνθρωποκτόνου καὶ τὸ ἰδεῖν τινὰς νεκροὺς μέν, οὐκ ἐν ἄλλῳ δὲ ἢ ἐν Χριστῷ νεκρούς, οἳ καὶ πρῶτον ἀναστήσονται · περὶ ὧν ἐν μὲν τῇ πρὸς Κορινθίους οὕτω λέγεται · ” σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἀναστήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα “· ἐν δὲ τῇ πρὸς Θεσσαλονικεῖς · ” τοῦτο γὰρ ὑμῖν λέγομεν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἱ “ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας · ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ καταβήσεται ἀπ’οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον · ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν κυρίῳ ἐσόμεθα”.
20.26.232καὶ ἡγοῦμαι ζῶντας μὲν εἶναι ἐν Χριστῷ τοὺς τετελειωμένους καὶ μηδαμῶς ἔτι ἁμαρτίαν ἐργαζομένους, νεκροὺς δὲ ἐν Χριστῷ τοὺς διακειμένους μὲν κατὰ τὴν ἐν Χριστῷ πίστιν καὶ προαιρουμένους βιοῦν καλῶς, οὐ μὴν ἤδη κατωρθωκότας ἀλλ’ἔτι ἁμαρτάνοντας, ἤτοι κατ’ἄγνοιαν τοῦ ἀκριβοῦς περὶ δικαιοσύνης ἀληθοῦς λόγου, ἢ κατὰ ἀσθένειαν νικωμένων τῶν κριμάτων ἀπὸ τῆς ἐπιθυμούσης κατὰ τοῦ πνεύματος σαρκός.
20.26.233καὶ τούτοις γε ἀκόλουθόν ἐστιν τὸν Παῦλον αἰσθανόμενον ἑαυτοῦ λέγειν διὰ τὸ ἤδη κατωρθωκέναι τὸ “ἡμεῖς οἱ ζῶντες”. οὓς δὲ εἰρήκαμεν νεκρούς, οὗτοι μάλιστα δέονται τῆς ἀναστάσεως, οὐ δὲ τῶν ζώντων δυναμένων ἁρπαγῆναι ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, πρὶν πρῶτον τοὺς ἐν Χριστῷ νεκροὺς ἀναστῆναι · διὸ γέγραπται · “οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες” καὶ τὰ ἑξῆς.
20.26.234ἐπιστήσεις δὲ εἰ καὶ διὰ τὴν ἀνθρωποκτονίαν αὐτοῦ οὐκ ἂν συστάντα τὰ ἐπὶ τῆς ἐπικαταράτου γῆς ἐν τοῖς ἔργοις τοῦ ἐκβληθέντος ἀπὸ “τοῦ παραδείσου τῆς τρυφῆς” Ἀδὰμ συνέστη.
20.26.235πλὴν ἀνθρωποκτόνος οὗτος ἀπὸ τῆς τῶν ἐνεστηκότων γέγονεν ἀρχῆς, ὅστις, οἶμαι, γενόμενος “ἀρχὴ πλάσματος κυρίου” ἐφθόνησεν τοῖς κτισθεῖσιν “εἰς τὸ εἶναι”.
20.26.236οὕτω “φθόνῳ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον”, ἀεὶ ἐν οἷς ἂν εὕρῃ ζῶσιν ἀνθρωποκτονοῦντος ἕως ἂν πάντων τῶν ἐχθρῶν ὑποτεθέντων τοῖς ποσὶν τοῦ υἱοῦ τοῦ θεοῦ ἔσχατος ἐχθρὸς αὐτοῦ θάνατος καταργηθῇ.
20.27.237ἴδωμεν δὲ καὶ περὶ τοῦ “καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν”. πᾶς μὲν καὶ μόνος ὁ ὑγιῆ βεβαίως ἔχων δόγματα καὶ διὰ τὴν βεβαιότητα τῶν δογμάτων ἄσειστος τοῖς κρίμασιν τυγχάνων ἐν παντὶ καιρῷ, καὶ ὑπὸ μηδεμιᾶς περιστάσεως ἤ τινος σωματικῆς προφάσεως, οἷον δυσυπομενήτων πόνων ἢ σφοδροτέρας ὀρέξεως ἀφροδισίων ἢ ὁποιασδήποτε αἰτίας σαλευόμενος, ὥστ’ἂν καὶ ἐπὶ ποσὸν μετακινηθῆναι ἀπὸ τοῦ καλοῦ, εὐλόγως ἂν ἑστηκέναι ἐν τῇ ἀληθείᾳ νομίζοιτο ·
20.27.238οὗτος δὲ ὁ λόγος φθανέτω καὶ ἐπὶ τὰς ἔξω σαρκὸς καὶ αἵματος φύσεις · ἔστιν γὰρ καὶ ἐν τῇ ἐκείνων ζωῇ τὰ κατορθοῦντα ἑστηκέναι ἐν τῇ ἀληθείᾳ δεόντως λέγειν · εἰ δέ τις μὴ οὕτως βιοῖ, “οὐχ ἕστηκεν ἐν τῇ ἀληθείᾳ”.
20.27.239ἀλλ’ἐφίστημι μήποτε ἓν μέν τι καὶ μονοειδές ἐστιν τὸ ἑστηκέναι ἐν τῇ ἀληθείᾳ, ποικίλον δέ τι καὶ πολύτροπον τὸ μὴ ἑστηκέναι ἐν αὐτῇ · τινῶν μὲν τρεμούσαις, ἵν’οὕτως ὀνομάσω, ταῖς βάσεσιν καὶ σειομέναις βιαζομένων ἑστάναι ἐν αὐτῇ καὶ μηδέπω τοῦτο ἐχόντων · ἑτέρων δὲ τοῦτο μὲν οὐ πεπονθότων, ἐν κινδύνῳ δὲ τοῦ ἐν τούτῳ γενέσθαι καθεστηκότων, ὁποῖός ἐστιν ὁ λέγων · “ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες”, καὶ ἄλλων καὶ πεπτωκότων ἐν αὐτῇ, περὶ ὧν οἶμαι λέγεσθαι τὸ “πᾶς ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται”.
20.27.240ἐπὶ τοῦτο τὸ ἑστάναι ἐν τῇ ἀληθείᾳ προτρέπων ὁ κύριος Μωσέα εἶπεν πρὸς αὐτόν · “ἰδοὺ τόπος παρ’ἐμοί, καὶ στήσῃ ἐπὶ τῆς πέτρας” · εἰ γὰρ ἡ πέτρα Χριστὸς ἦν, Χριστὸς δέ φησιν · “ἐγώ εἰμι ἡ ἀλήθεια”, μήποτε τὸ “στήσῃ ἐπὶ τῆς πέτρας” ἴσον δύναται τῷ “στήσῃ ἐπὶ τῆς ἀληθείας”.
20.27.241μόγις δέ ποτε τοῦτο καὶ μετὰ πολλὰ ἐγγίγνεταί τινι. μέχρι γοῦν τοῦ “ἰδού, τόπος παρ’ἐμοί, καὶ στήσῃ ἐπὶ τῆς πέτρας” Μωσῆς οὐδέπω εἱστήκει ἐπὶ τῆς πέτρας. καὶ εἴ τίς γε ἐπιμελέστερον ἐνίδοι τῇ ἀνθρωπίνῃ φύσει, οὐκ εὐχερῶς δυναμένῃ καθαρεύειν ἀπὸ ψευδῶν δογμάτων, ὄψεται ὅτι ὥσπερ “πᾶς ἄνθρωπος ψεύστης”, οὕτως πᾶς ἄνθρωπος οὐχ ἕστηκεν ἐν τῇ ἀληθείᾳ.
20.27.242εἰ γάρ τίς ἐστιν οὐ ψεύστης ἔτι ἢ ἕστηκεν ἐν τῇ ἀληθείᾳ, ὁ τοιοῦτος οὐκ ἔστιν ἄνθρωπος, ὥστ’ἂν εἰπεῖν αὐτῷ καὶ τοῖς ὁμοίοις αὐτῷ τὸν θεόν · “ἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες”, οὐκ ἐπενεχθησομένου αὐτῷ τοῦ “ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε” εἴ τις οὖν καὶ ἄλλος οὐχ ἕστηκεν ἐν τῇ ἀληθείᾳ, δῆλον ὅτι καὶ ὁ διάβολος ὁ ἀπ’ἀρχῆς ἀνθρωποκτόνος, καὶ ἡ αἰτία γε τοῦ μὴ ἑστηκέναι αὐτὸν ἐν ἀληθείᾳ τοῦτον εἴρηται τὸν τρόπον ·
20.27.244“ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ”. διὰ τοῦτο δ’οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ, ἐπείπερ ἠπάτηται καὶ ψευδῆ ὑπολαμβάνει καὶ ἠπάτηται αὐτὸς ὑφ’ἑαυτοῦ, τούτων χείρων εἶναι λογισθεὶς τῶν λοιπῶν ἀπατωμένων, ὅτι ἐκεῖνοι μὲν ὑπὸ τούτου ἀπατῶνται, αὐτὸς δὲ ἑαυτῷ δημιουργός ἐστιν τῆς ἀπάτης.
20.28.245ἄξιον δὲ ζητῆσαι πῶς λέγεται τὸ “ἀλήθεια οὐκ ἔστιν ἐν αὐτῷ”, οἷον πότερόν ποτε οὐδὲν ἀληθὲς ἔχει δόγμα, ἀλλὰ πάντα ὅσα ποτὲ δοξάζει ψευδῆ ἐστιν · ἢ ὅτι οὐ μετέχει Χριστοῦ, ὡς οἱ Χριστοῦ μέτοχοι μετέχουσιν τοῦ εἰπόντος ·
20.28.246“ἐγώ εἰμι ἡ ἀλήθεια”. οἱ γὰρ μετέχοντες αὐτοῦ μετέχουσιν αὐτοῦ καὶ καθ’ὅ ἐστιν ἀλήθεια, καὶ διὰ τοῦτο ἀλήθειά ἐστιν ἐν αὐτοῖς. καὶ τρίτον δ’ἂν ἐν τῷ τόπῳ τοιοῦτον προσαπορηθείη, ἐπιστησόντων τινῶν εἰ χρὴ λέγειν μὴ εἶναι ἀλήθειαν ἐν τῷ ὁτιποτοῦν ψεῦδος ὑπολαμβάνοντι, κα- κἂν μετὰ πολλῶν ἀληθῶν τοῦτο νομίζῃ.
20.28.247ὡς γὰρ ψεῦδος τὸ ἐκ μυρίων ὅσων ἀληθῶν καὶ ἑνὸς ψεύδους συμπεπλεγμένου, οὕτως ἐν τῷ δοξάζοντι μετὰ πολλῶν ἀληθῶν ἓν ψεῦδος οἱονεὶ τὸ τοιοῦτόν ἐστιν συμπεπλεγμένον, ὥστ’ἂν εἰπεῖν ὅτι ἐν τῷδε οὐκ ἔστιν ἀλήθεια. δείκνυμι δὲ τὸν μετὰ πολλῶν ἀληθῶν ἓν ψεῦδος ὑπολαμβάνοντα.
20.28.248καὶ τὰ τρία γε δόξει ἔχειν λόγον, τινὸς μὲν φήσοντος κατὰ τοῦτο εἰρῆσθαι τὸ “οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ”, ἐπεὶ οὐ μετέχει Χριστοῦ, ᾧ γε καὶ προσπολεμεῖ · ἑτέρου δέ, ἐπείπερ οὐδὲν ἀληθὲς φρονεῖ ἀλλ’ἐν πᾶσιν διέψευσται, καὶ διὰ τοῦτό ἐστιν διάβολος καὶ πονηρὸς καὶ χείρων παντὸς οὑτινοσοῦν πταίοντος, ὅτι τάχα ἐν μὲν τοῖς πολλοῖς ἐστίν τι καὶ ἀληθὲς μετὰ πολλῶν ὧν σφάλλονται, ἐν δὲ τούτῳ οὐδὲν ἀληθές.
20.28.249καὶ τρίτος δέ τις συναγορεύσει τῷ λοιπῷ λέγων ἀμήχανον εἶναι λογικόν τι τυγχάνον ζῷον περὶ πάντων ψευδοδοξεῖν καὶ περὶ μηδενὸς κα- κἂν ἀσθενῶς τὸ ἀληθὲς ὑπολαμβάνειν.
20.28.250πάντως γοῦν κα- κἂν τοῦτο ἔχῃ ὁ διάβολος δόγμα ἀληθὲς περὶ αὑτοῦ ἐννοῶν ὅτι λογικός ἐστιν, καὶ ὅτι τὸ τοιόνδε μὲν ἄνθρωπός ἐστιν, τὸ τοιόνδε δὲ ἄγγελος, καὶ τὸ τοιὸν μὲν σῶμα, καὶ ποιὸν σῶμα, ἄλλο δέ τι ἕτερον σώματος.
20.28.251ἀλλ’ἵνα καὶ τὸ τελευταῖον μὴ λέγῃ καὶ μὴ ἐννοῇ, ἀλλά γε αὐτάρκη τὰ πρῶτα πρὸς τὸ μὴ ἂν δύνασθαι εἶναι ἀληθὲς περὶ αὐτοῦ τὸ ὅτι οὐδὲν ἀληθὲς φρονεῖ.
20.28.252ἡμεῖς μὲν οὖν τοῦ “ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν” ἀκούομεν οὐχ ὡς φύσιν τοιαύτην ἐμφαίνοντος, οὐ δὲ τὸ ἀδύνατον περὶ τοῦ ἑστηκέναι αὐτὸν ἐν ἀληθείᾳ παριστάντος · ὁ δὲ Ἡρακλέων εἰς ταῦτά φησι τὸ “οὐ γὰρ ἐκ τῆς ἀληθείας ἡ φύσις ἐστὶν αὐτοῦ, ἀλλ’ἐκ τοῦ ἐναντίου τῇ ἀληθείᾳ, ἐκ πλάνης καὶ ἀγνοίας”.
20.28.253“διό”, φησίν, “οὔτε στῆναι ἐν ἀληθείᾳ οὔτε σχεῖν ἐν αὑτῷ ἀλήθειαν δύναται, ἐκ τῆς αὑτοῦ φύσεως ἴδιον ἔχων τὸ ψεῦδος, φυσικῶς μὴ δυνάμενός ποτε ἀλήθειαν εἰπεῖν · λέγει δ’ὅτι οὐ μόνος αὐτὸς ψεύστης ἐστίν, ἀλλὰ καὶ ὁ πατὴρ αὐτοῦ, ἰδίως πατὴρ αὐτοῦ ἐκλαμβάνων τὴν φύσιν αὐτοῦ, ἐπείπερ ἐκ πλάνης καὶ ψεύσματος συνέστη”.
20.28.254ταῦτα δὲ ὅλα ῥύεται τὸν διάβολον παντὸς ψόγου καὶ ἐγκλήματος καὶ μέμψεως · οὐδεὶς γὰρ εὐλόγως ἂν ψέξαι ἢ ἐγκαλέσαι ἢ μέμψαιτο τῷ μὴ πεφυκότι πρὸς τὰ κρείττονα. ἀτυχὴς οὖν μᾶλλον ἢ ψεκτὸς ὁ διάβολος κατὰ τὸν Ἡρακλέωνά ἐστιν. ἰστέον μέντοι γε ὅτι ὥσπερ ὁ διάβολος ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ, οὕτως καὶ οἱ ἐκ πατρὸς τοῦ διαβόλου ὄντες ἐν τῇ ἀληθείᾳ οὐχ ἑστήκασιν, ὅτι ἀλήθεια οὐκ ἔστιν ἐν αὐτοῖς.
20.28.255πάντες δὲ τοιοῦτοι οἱ ἔτι ποιοῦντες ἁμαρτίας, κα- κἂν λέγωσιν εἶναι Χριστοῦ · “πᾶς γὰρ ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται”.
20.29.256προλαβόντες μὲν εἰς τὸ “ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ” ἐμνημονεύσαμεν τοῦ ῥητοῦ καὶ τὰ ὑποπεσόντα ἡμῖν εἰς αὐτὸ εἰρήκαμεν, ζητοῦντες τί τὸ ψεῦδος καὶ τὸν πατέρα αὐτοῦ ·
20.29.257συνεξεταζέσθω δὲ καὶ τὰ λεχθησόμενα νῦν ἐκείνοις. πᾶν πνεῦμα πονηρὸν καὶ ἀπατηλὸν νομίζω εἶναι ψεῦδος, καὶ ἕκαστον τούτων ὅταν λαλῇ, ἐκ τῶν ἰδίων καὶ μηδαμῶς ἐκ τῶν τοῦ θεοῦ λαλεῖν ·
20.29.258τούτων δὲ ὁ ψεύστης πατήρ, ὁ διάβολος, ἐστίν · πόθεν δὲ ἐκινήθημεν εἰς τὸ πᾶν χεῖρον πνεῦμα ψευδὲς εἰπεῖν νῦν παραθησόμεθα · γέγραπται ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν ὡς ἄρα εἶπεν Μιχαίας κληθεὶς ὑπὸ τοῦ Ἀχαὰβ εἰς τὸ προφητεῦσαι περὶ τοῦ πότερον αὐτῷ καθήκει πορευθῆναι εἰς Ῥαμμὼθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπισχεῖν, τὸ “εἶδον θεὸν Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατεία τοῦ οὐρανοῦ ἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων αὐτοῦ.
20.29.259καὶ εἶπεν · τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα Ἰσραήλ, καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ῥαμμὼθ Γαλαάδ; καὶ εἶπεν οὗτος οὕτως καὶ ἐξῆλθεν πνεῦμα καὶ ἔστη ἐνώπιον κυρίου καὶ εἶπεν · ἐγὼ ἀπατήσω αὐτόν.
20.29.260καὶ εἶπεν πρὸς αὐτὸν κύριος · ἐν τίνι; καὶ εἶπεν · ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς εἰς τὸ στόμα πάντων τῶν προφητῶν σου τούτων”.
20.29.261καὶ ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων ὁ αὐτὸς Μιχαίας πρὸς τὸν Ἀχαάβ φησι καὶ τὸν Ἰωσαφάτ · “ἀκούσατε λόγον κυρίου. εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ ἱστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ. καὶ εἶπεν κύριος · τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα Ἰσραήλ, καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ῥαμμὼθ Γαλαάδ; καὶ εἶπεν οὗτος οὕτως. καὶ ἐξῆλθεν πνεῦμα καὶ ἔστη ἐνώπιον κυρίου καὶ εἶπεν · ἐγὼ ἀπατήσω αὐτόν. καὶ εἶπεν κύριος · ἐν τίνι; καὶ εἶπεν · ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν αὐτοῦ”.
20.29.262σαφῶς οὖν διὰ τούτων δηλοῦται ὅτι εἰ πνεῦμά τί ἐστιν τὸ ψευδὲς πνεῦμα, πάντα ὅμοια εἴη ἂν ψευδῆ πνεύματα τὰ ἀπὸ τοῦ ψεύστου πατρὸς εἰληφότα τὸ εἶναι ψευδῆ πνεύματα, κατὰ τὸ ψεῦδος καὶ τὴν κακίαν, καὶ οὐχ ὅτι τὸ κατ’οὐσίαν.
20.29.263τὸ μὲν οὖν ἅγιον πνεῦμα ἢ ἀγγελικὸν πνεῦμα, ὅταν λαλῇ, οὐκ ἐκ τῶν ἰδίων λαλεῖ, ἀλλὰ ἀπὸ τοῦ λόγου τῆς ἀληθείας καὶ τῆς σοφίας · ὅπερ δηλοῦται καὶ ἐν τῷ κατὰ Ἰωάννην, ἔνθα περὶ τοῦ παρακλήτου διδάσκει καί φησιν ·
20.29.264“ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν”. τὸ μέντοι ψεῦδος ὅταν λαλῇ, ἐκ τῶν ἰδίων λαλεῖ · ἐκ τῶν ἰδίων ἐλάλησεν καὶ τὸ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν ψευδὲς πνεῦμα ἀπατῶν τὸν Ἀχαάβ.
20.29.265πλὴν παρατήρει ὅτι τὸ ψεύστης ὄνομα ὁμοίως τέτακται ἐπίτε τοῦ γεννήσαντος τὸ ψεῦδος διαβόλου καὶ ἐπὶ τοῦ ἀνθρώπου · ἐνθάδε μὲν γὰρ οὐ περὶ τοῦ ἀνθρώπου λέγεται τὸ “ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ”, ἐν δὲ Ψαλμοῖς τὸ “ἐγὼ δὲ εἶπον ἐν τῇ ἐκστάσει μου · πᾶς ἄνθρωπος ψεύστης”.
20.29.266ταῦτα δὲ παρεθέμεθα ἵνα πάσῃ δυνάμει φεύγωμεν τὸ εἶναι ἄνθρωποι καὶ σπεύδωμεν γενέσθαι θεοί, ἐπείπερ ὅσον ἐσμὲν ἄνθρωποι, ψεῦσται ἐσμέν, ὡς καὶ ὁ πατὴρ τοῦ ψεύδους ψεύστης ἐστίν.
20.29.267ὅμοιον δέ ἐστιν τὸ μετέχειν ἡμᾶς ἑνὸς καὶ τοῦ αὐτοῦ ὀνόματος καὶ τοῦ σημαινομένου ὑπὸ τοῦ ὀνόματος πράγματος · ἡμᾶς λέγω, ἐὰν ἔτι μένωμεν ἄνθρωποι, καὶ τὸν διάβολον, ὃς ψεύστης εἴρηται.
20.30.268εἰ μεμνήμεθα πρὸς τίνας ἐστὶν ὁ λόγος, ὅτι πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους, ἐπαγγελίαν λαμβάνοντας ὅτι ἐὰν μένωσιν ἐν τῷ λόγῳ τοῦ Ἰησοῦ τότε ἀληθῶς αὐτοῦ εἰσι μαθηταὶ καὶ γνώσονται τὴν ἀλήθειαν ἐλευθεροῦσαν αὐτούς, ἐπαπορήσομεν πῶς τοῖς τοιούτοις φησίν · “ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι”.
20.30.269καὶ ἐπίστησον εἰ δύναταί τις τῷ αὐτῷ κατά τινα μὲν ἐπίνοιαν πιστεύειν, κατὰ δὲ ἑτέραν μὴ πιστεύειν · οἷον παραδείγματος ἕνεκεν, οἱ πιστεύοντες μὲν εἰς τὸν ἐπὶ Ποντίου Πιλάτου Ἰησοῦν ἐσταυρωμένον ἐν τῇ Ἰουδαίᾳ, μὴ πιστεύοντες δὲ εἰς τὸν γεγεννημένον ἐκ Μαρίας τῆς παρθένου, οὗτοι εἰς τὸν αὐτὸν πιστεύουσι καὶ οὐ πιστεύουσι.
20.30.270καὶ πάλιν οἱ πιστεύοντες μὲν εἰς τὸν ποιήσαντα ἐν τῇ Ἰουδαίᾳ τὰ ἀναγεγραμμένα τέρατα καὶ σημεῖα Ἰησοῦν, μὴ πιστεύοντες δὲ εἰς τὸν υἱὸν τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰς τὸν αὐτὸν πιστεύουσι καὶ οὐ πιστεύουσι.
20.30.271πάλιντε αὖ οἱ πιστεύοντες μὲν εἰς τὸν πατέρα Ἰησοῦ Χριστοῦ, μὴ πιστεύοντες δὲ εἰς τὸν δημιουργὸν καὶ ποιητὴν τοῦδε τοῦ παντός, οὗτοι εἰς τὸν αὐτὸν πιστεύουσι καὶ οὐ πιστεύουσιν.
20.30.272ἀλλὰ καὶ οἱ πιστεύοντες μὲν εἰς τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς, μὴ πιστεύοντες δὲ εἰς τὸν πατέρα Ἰησοῦ τοῦ ἐσταυρωμένου ἐπὶ Ποντίου Πιλάτου, εἰς τὸν θεὸν πιστεύουσιν καὶ οὐ πιστεύουσιν.
20.30.273ἵν’οὖν μὴ παρὰ πόδας ἐναντίωμα ᾖ ὡς μὴ συνεωρακότος τοῦ γράφοντος τὸ εὐαγγέλιον τὸ τοιοῦτον, φήσεις ὅτι ὁ λέγων πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους τὸ “ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι”, πιστεύουσιν κατά τινα ἐπίνοιαν καὶ καθ’ἑτέραν μὴ πιστεύουσιν ταῦτα ἔφασκεν.
20.30.274καὶ εἰκὸς ὅτι ἐπίστευον μὲν αὐτῷ κατὰ τὸ ὁρατὸν διὰ τὰ τεράστια, οὐκ ἐπίστευον δὲ τοῖς βαθύτερον ὑπ’αὐτοῦ λεγομένοις · καὶ ἁρμόζει γε τῷ “γνώσεσθε τὴν ἀλήθειαν” λεγομένῳ μὴ ἐγνωκόσι τὴν ἀλήθειαν τὸ “ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι”, ὡς εἰ ἔλεγεν · καθ’ὃ μὲν τεράστια ποιῶ πιστεύετέ μοι, καθ’ὃ δὲ τὴν ἀλήθειαν λέγω οὐ πιστεύετέ μοι.
20.30.275τοῦτο δ’ἂν καὶ νῦν ἐπὶ πολλῶν ἴδοις, θαυμαζόντων μὲν τὸν Ἰησοῦν ἐπὰν ἐνορῶσιν τῇ περὶ αὐτοῦ ἱστορίᾳ, μηκέτι δὲ πιστευόντων ἐπὰν βαθύτερος καὶ μείζων τῆς ἕξεως αὐτῶν αὐτοῖς ἀναπτύσσηται λόγος, ἀλλ’ὑποπτευόντων αὐτὸν εἶναι ψευδῆ. διόπερ προσέχωμεν μήποτε καὶ ἡμῖν εἴπῃ ὁ λόγος · “ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι”.
20.31.276ὁ λόγος, ἐπὰν τρανῶς αὑτοῦ παριστάνῃ τὸ βούλημα ὡς μηδαμῶς ἀντιλέγειν δύνασθαί τινα τῶν ἀκουόντων, καὶ ταῦτα ἂν λέγοι δυσωπῶν τοὺς μὴ συγκατατιθεμένους · ὅτι εἰ μὴ ἐλέγχετε τὰ λεγόμενα ἡμαρτημένα, ἀπαιτοῖσθε ἂν εὐλόγως ἤδη τὴν συγκατάθεσιν.
20.31.277ἔχει δὲ καὶ κατὰ τὸ ῥητὸν παρρησίαν τοῦ σωτῆρος ἡ λέξις, μηδενὸς μὲν ἀνθρώπου δυνηθέντος εἰπεῖν μετὰ πεποιθήσεως τῆς ἐπὶ τῷ μὴ ἡμαρτηκέναι τὸ “τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας”; μόνου δὲ τοῦ κυρίου ἡμῶν, ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, πεπειρασμένος “κατὰ πάντα καθ’ὁμοιότητα χωρὶς ἁμαρτίας”, ταῦτα πρὸς πάντας τοὺς πώποτε ἐγνωκότας αὐτὸν εἰπεῖν δυναμένου.
20.31.278ἀκούω δὲ τοῦ “τίς ἐξ ὑμῶν” λεγομένου οὐ πρὸς τοὺς παρόντας μόνον ἀλλὰ καὶ πρὸς ὅλον τὸ τῶν ἀνθρώπων γένος, ὡς εἰ οὕτως ἐσαφηνίζετο · τίς ἐκ τοῦ γένους ὑμῶν; ἢ τίς ὁποιοσδήποτε ἄνθρωπος ἐλέγξαι μὲ δυνήσεται περὶ ἁμαρτίας;
20.31.279ἀλλ’εὖ οἶδ’ὅτι οὐδείς. κατὰ τὸ δυνατὸν δὲ ἀνθρωπίνῃ φύσει διὰ τὸ “μιμηταί μου γίνεσθε, καθὼς κα- κἀγὼ Χριστοῦ” παντὶ τρόπῳ φιλοτιμητέον τοιαύτην ἀναλαβεῖν καθαροῦ συνειδότος παρρησίαν πρὸς πάντας ἀνθρώπους, ὥστ’ἂν εἰπεῖν ἡμᾶς περὶ τῶν ἑξῆς καὶ μετὰ τὴν ἀρχὴν τῆς πίστεως χρόνων πρὸς ἕκαστον τῶν ἡμᾶς γινωσκόντων τὸ “τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας”; εἰ καὶ μὴ δυνατὸν τοῦτο ἐξ οὗ τὸν λόγον συμπεπληρώκαμεν εἰπεῖν.
20.31.280τοῦτο δὲ οὐ πρὸς ἀνθρώπους μόνον ἂν εἶπεν ὁ σωτὴρ ἀλλὰ καὶ πρὸς τὸν διάβολον καὶ τὰς ὑπ’αὐτὸν δυνάμεις, μηδὲν ἐχούσας εἰπεῖν εἰς ἔλεγχον τὸν περὶ ἁμαρτίας αὐτοῦ.
20.31.281καὶ τοῦτό γε ἀκόλουθόν ἐστιν τῷ “ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν”.
20.31.282δυνατὸν δὲ καὶ ἡμῖν ἐκ πολλῆς ἐπιμελείας τὴν ἀπό τινος ἀναλαβεῖν χρόνου παρρησίαν πρὸς τὸ εἰπεῖν ἡμᾶς τῷ ζητοῦντι καθ’ἡμῶν ἀφορμὴν διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ παρὰ τὸν τῆς ἐξόδου καιρόν · “τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας”;
20.32.283ἄξιον ἰδεῖν τί ὑποφαίνεται ἐκ τοῦ πύσματος. τοῦτο δὲ ὀψόμεθα εἰ καὶ ἐκεῖνοι πρὸς οὓς ὁ λόγος οὐκ ἀπεκρίναντο τὴν δέουσαν ἀπόκρισιν ἐξενεγκόντες.
20.32.284εἴποι γὰρ ἄν τις · διὰ τοῦτο οὐ πιστεύομεν, ἐπεὶ οὐ θεωροῦμεν τίνα τρόπον ὃ λέγει ἐστὶν ἀλήθεια · οὐ θεωροῦμεν δὲ τῷ μηδέπω κεκαθάρθαι ἡμῶν τὰς τῇ φύσει διορατικὰς τῆς ἀληθείας ὄψεις · καὶ ἐπεὶ τοιοῦτοί ἐσμεν, οὔκ ἐσμεν ἐκ τοῦ θεοῦ · εἰ οὐδέπω ἐσμὲν ἐκ τοῦ θεοῦ, ἀλλὰ καὶ αἱ τῆς ἀληθείας ὄψεις θεωρητικαὶ οὐκ εἰσὶν κεκαθαρμέναι, τῷ ἐπικεκαλύφθαι ἢ πεπαχύνθαι ἢ τεθολῶσθαι αὐτὰς ὑπὸ τῆς κακίας.
20.32.285κατανοοῦντες δὲ τί τὸ κυρίως πιστεύειν καθ’ὃ “πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ὁ χριστός ἐστιν, ἐκ τοῦ θεοῦ γεγέννηται”, καὶ αἰσθανόμενοι ὅσῳ τοῦ οὕτως πιστεύειν ἀπολειπόμεθα, ταῦτα ἀποκρινώμεθα, παρακαλοῦντες τὸν τῶν τῆς ψυχῆς ὄψεων ἰατρὸν τῇ ἑαυτοῦ σοφίᾳ καὶ φιλανθρωπίᾳ πάντα ποιῆσαι τὰ ὑπὲρ τοῦ ἀποκαλυφθῆναι τοὺς ὀφθαλμοὺς ἡμῶν, ἔτι κεκαλυμμένους ὑπὸ τῆς διὰ τὴν κακίαν ἀτιμίας ἡμῶν, κατὰ τὸ εἰρημένον που · “ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν” · ἐπακούσεται γὰρ ἡμῶν ὁμολογούντων τὰ αἴτια τοῦ μηδέπω ἡμᾶς πιστεύειν, καὶ ὡς κακῶς ἔχουσιν καὶ χρῄζουσιν ἰατροῦ βοηθῶν συνεργήσει πρὸς τὸ χωρῆσαι ἡμᾶς τὸ εἰς τὸ πιστεύειν χάρισμα, τρίτον παρὰ τῷ Παύλῳ ἐν τῷ καταλόγῳ τῶν χαρισμάτων τεταγμένον μετὰ τὸν τῆς σοφίας λόγον καὶ τὸν τῆς συνέσεως λόγον, οἷς ἐπιφέρει · “ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι” · περὶ οὗ χαρίσματος καὶ ἐν ἄλλοις φησίν · “ὅτι ἀπὸ θεοῦ ὑμῖν ἐχαρίσθη οὐ μόνον τὸ εἰς Χριστὸν πιστεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν”.
20.32.286καὶ ἀπὸ τῆς ἐνεργείας δὲ ἐπιστήσαντι σαφὲς ἔσται ὅτι οὐχ ἡ τυχοῦσα δωρεά ἐστιν τοῦ θεοῦ, πλειόνων δογμάτων διαφόρων ὑπὸ πολλῶν κηρυσσομένων τῶν διδάσκειν τὰ ἀληθῆ ἐπαγγελλομένων, τὸ μηδενὶ ἢ μόνῳ τῷ ἀληθεῖ πιστεῦσαι · τοῦτο γὰρ ἤδη καὶ δοκίμου τραπεζίτου ἔργον τυγχάνει, ὃν τέλειον ὀνομάζων οὐκ ἂν ἁμάρτοις, ἅτε καὶ ἐν τῇ πρὸς Ἑβραίους γεγραμμένου τοῦ “τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦτε καὶ κακοῦ”.
20.33.287δοκοῦσιν οἱ τὴν περὶ διαφόρων φύσεων εἰσάγοντες μυθοποιΐαν καὶ λέγοντες εἶναι φύσει καὶ ἐκ πρώτης κατασκευῆς υἱοὺς θεοῦ, μόνον διὰ τὸ πρὸς θεὸν συγγενὲς δεκτικοὺς τῶν τοῦ θεοῦ ῥημάτων, καὶ ἐντεῦθεν ἀποδεικνύναι τὸ προκείμενον αὐτοῖς.
20.33.288συναρπάζουσίν γέ τοι καὶ ἀπὸ τούτου τοῦ ῥητοῦ, προσδιατρίβοντες αὐτῷ, τοὺς ἀκρίτους καὶ μὴ δυναμένους πρὸς τὴν πιθανότητα τῆς χρήσεως τοῦ ῥητοῦ ἀπαντᾶν, μη δὲ βλέποντας αὐτοῦ τὴν λύσιν οὕτως ἔχουσαν · εἴπερ ὅσοι ἔλαβον “τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον”, οὐ τῷ εἶναι ἐκ τοῦ θεοῦ εἰλήφασιν αὐτό (εἰ γὰρ τῷ εἶναι ἐκ τοῦ θεοῦ εἰλήφεισαν αὐτό, οὐκ ἂν περὶ αὐτῶν ἀναγέγραπτο · “ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ”), δῆλον ὅτι οἱ μὴ ὄντες ἐκ τοῦ θεοῦ, πρὶν μὲν λαβεῖν τὸ φῶς τὸ ἀληθινόν, οὐ δὲ ἐξουσίαν πως ἔχουσιν τοῦ τέκνα θεοῦ γενέσθαι · ἐπὰν δὲ λάβωσιν αὐτό, τέκνα μὲν οὐδέπω γίνονται θεοῦ, ἀλλ’ἐξουσίαν λαμβάνουσιν διὰ τοῦ εἰληφέναι τὸ φῶς γενέσθαι τέκνα θεοῦ. τότε γενόμενοι ἐκ τοῦ θεοῦ καὶ τὰ ῥήματα ἀκούουσιν αὐτοῦ, οὐκέτι ἁπλούστερον πιστεύοντες μόνον ἀλλ’ἤδη καὶ διορατικώτερον κατανοοῦντες τὰ τῆς θεοσεβείας πράγματα.
20.33.289οἱ δὲ μὴ τοιοῦτοι φιλοτιμησάμενοι εἶναι τέκνα μὲν οὐ γίνονται θεοῦ, οὐ δὲ ἐκ τοῦ θεοῦ, καὶ διὰ τοῦτο οὐκ ἀκούουσιν τὰ ῥήματα αὐτοῦ οὐ δὲ συνιᾶσιν τοῦ βουλήματος αὐτῶν · μένουσιν δὲ ἐν τῇ πρὸ τῶν τέκνων τοῦ θεοῦ καταστάσει τῶν πεπιστευκότων μόνον, δοῦλοι θεοῦ τῷ εἰληφέναι τὸ τῆς δουλείας εἰς φόβον πνεῦμα καὶ μὴ ἐσπουδακέναι προβῆναι καὶ προκόψαι ὥστε καὶ τὸ τῆς υἱοθεσίας χωρῆσαι, ἐν ᾧ κράζουσιν οἱ ἔχοντες αὐτό ·
20.33.290“ἀββᾶ, ὁ πατήρ”. ὅτι γὰρ καθόλου οὐδεὶς ἀνθρώπων ἀρχῆθεν υἱός ἐστιν θεοῦ, δῆλον μὲν καὶ ἐκ τοῦ “ἤμεθα τέκνα φύσει ὀργῆς” Παύλου καὶ περὶ ἑαυτοῦ τοῦτο εἰρηκότος · σαφὲς δὲ καὶ ἐκ τοῦ “ἐγὼ δὲ λέγω ὑμῖν · ἀγαπήσατε” τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων “ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς”.
20.33.291εἰ γὰρ Παῦλος “φύσει ὀργῆς υἱός”, τίς ὑπὲρ Παῦλον, ὅσον ἐπὶ τῇ κατασκευῇ, οὐκ ὀργῆς υἱὸς πρὸ τοῦ λαβεῖν ἐξουσίαν τέκνον θεοῦ γενέσθαι καὶ πρὸ τοῦ τέκνον γενέσθαι θεοῦ;
20.33.292καὶ εἰ οὐκ ἄλλως γίνεταί τις υἱὸς τοῦ ἐν οὐρανοῖς πατρὸς ἢ ἐκ τοῦ ἀγαπᾶν τοὺς ἐχθροὺς ἑαυτοῦ καὶ προσεύχεσθαι ὑπὲρ τῶν διωκόντων αὐτόν, δῆλον ὅτι οὐδεὶς τῷ φύσει εἶναι ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει, ἀλλὰ τῷ λαβεῖν ἐξουσίαν τέκνον θεοῦ γενέσθαι καὶ κεχρῆσθαι εἰς δέον τῇ ἐξουσίᾳ, καὶ τῷ ἠγαπηκέναι τοὺς ἐχθροὺς καὶ προσεύχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων γενόμενος υἱὸς τοῦ ἐν οὐρανοῖς πατρός.
20.33.293τότε ἐστὶ καὶ ἐκ τοῦ θεοῦ, καὶ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει, συνιεὶς αὐτῶν καὶ ἐπιστήμην αὐτῶν ἀναλαμβάνων · ὅπερ ἴδιον οὐ δούλων ἀλλὰ τέκνων ἐστὶν θεοῦ, τῶν πᾶσαν μὲν καταργησάντων […] γένεσιν, τὴν δὲ ἀπὸ θεοῦ ἀνειληφότων διὰ “τοῦ τῆς υἱοθεσίας πνεύματος”.
20.33.294ἅμα δὲ ἐπιμελέστερον κατανοητέον πῶς δεῖ δέχεσθαι τὸ “τὰ ῥήματα τοῦ θεοῦ ἀκούει”, ᾧ ὅμοιόν ἐστιν καὶ τὸ “τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούουσι”.
20.33.295εἰ γὰρ ἐπὶ ψιλῆς συγκαταθέσεως τὸ ἀκούειν λάβοιμεν, καὶ οἱ ψυχικοὶ πρὸς χρόνον πιστεύοντες ἔσονται ἐκ τοῦ θεοῦ, μεμαρτυρημένοι ὑπὸ τοῦ λόγου ὅτι πρὸς καιρόν τινες πιστεύουσιν.
20.33.296εἰ δὲ καὶ τὸ “ἀκούει” ἐκλάβοιμεν ἐπὶ τοῦ τηρεῖν τὰς ἐντολάς, δῆλον ὅτι κα- κἂν ἐν ἑνὶ ἁμαρτάνων οὐκ ἔσται υἱὸς θεοῦ · ὅπερ ἡμᾶς μὲν οὐ θλίψει τοὺς λέγοντας ἐκ μεταβολῆς γίνεσθαί τινα υἱὸν θεοῦ, ἐκείνους δέ, μὴ πάνυ δεῖξαι δυναμένους ἀναμαρτήτους ἑαυτοὺς καὶ τοὺς ἐν τοῖς αὐτοῖς μαθήμασι.
20.33.297εἰ δὲ τὸ “ἀκούει” λαμβάνοιμεν ἐπὶ τοῦ συνιέναι καὶ νοεῖν, δεικνύτωσάν τινα πάντων ἀκούοντα οὕτως τῶν τῆς καινῆς διαθήκης λόγων, ἵνα ἐκεῖνον εἴπωμεν υἱὸν θεοῦ, εἰ μὴ ἐπιδέχοιτο ἀνατροπὴν εἰς τὰ ἅγια γράμματα ἡ ἐκδοχὴ αὐτοῦ · ἡμεῖς γὰρ καὶ κατὰ ταῦτα μέγαν τινὰ καὶ θαυμαστὸν εἶναι φανταζόμενοι τὸν ἤδη υἱὸν θεοῦ, οὐκ ἐλεγχθησόμεθα ἀναξίως τῶν ἐκ τοῦ θεοῦ ἐξειληφότες τὸ “ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει”.
20.34.298ἤδη δὲ καὶ ἐκ τῶν ἐναντίων παράδοξον ἄν τι φανὲν ἀποδειχθῆναι δυνατὸν ἔσται. τί δὲ τὸ παράδοξον ἢ τὸ εἶναί τινα ἑτέρου υἱοῦ θεοῦ μᾶλλον υἱὸν θεοῦ, καὶ διπλασιόνως ἕτερον ἑτέρου εἶναι υἱὸν θεοῦ;
20.34.299πῶς δὲ τοῦτο ἀπὸ τοῦ ἐναντίου δείκνυται οὕτω παραστήσομεν · ἐν τῷ κατὰ Ματθαῖον ὁ πρὸς τοὺς γραμματεῖς καὶ Φαρισαίους δεύτερος ταλανισμὸς οὕτως ἔχει · “οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν”.
20.34.300οὐκοῦν κατὰ τοῦτο οὔτε φύσει υἱοὶ γεέννης εἰσίν τινες, οὔτε ἐπ’ἴσης οἱ τῆς γεέννης υἱοὶ υἱοί εἰσιν αὐτῆς, εἴγε ἕτερος ἑτέρου διπλότερος υἱός ἐστιν αὐτῆς.
20.34.301εἰ δὲ ἕτερος ἑτέρου διπλότερός ἐστιν υἱὸς τῆς γεέννης, διὰ τί οὐχὶ καὶ τῆς ἀπωλείας καὶ τοῦ θανάτου καὶ τοῦ σκότου καὶ τῶν λοιπῶν, ὧν οἱ διαφόρως ἁμαρτάνοντές εἰσιν υἱοί;
20.34.302εἰ δὲ ἐπὶ τούτων, διὰ τί καὶ οὐχὶ υἱοὶ φωτὸς διπλότεροι ἕτεροι ἑτέρων ἔσονται καὶ υἱοὶ ζωῆς καὶ υἱοὶ σοφίας, οὕτω δὲ υἱοὶ θεοῦ;
20.34.303εἰ δὲ διπλασιόνως ἕτερος παρ’ἕτερον υἱὸς γίνεται θεοῦ, διὰ τί οὐχὶ καὶ πολλαπλασιόνως καὶ τοσαυταπλασιόνως ὁποσαπλασιόνως ἄξιον νοεῖν εἶναι τὸν πρωτότοκον πάσης κτίσεως υἱὸν τοῦ θεοῦ παρὰ τοὺς λοιποὺς υἱοὺς τοῦ θεοῦ καὶ τοὺς μηκέτι πνεῦμα δουλείας ἔχοντας εἰς φόβον, ἀλλ’εἰληφότας πνεῦμα υἱοθεσίας;
20.34.304τάχα οὖν οὕτως πλειόνων ὄντων τῶν ῥημάτων τοῦ θεοῦ, οὐ μόνον τῶν ἀναγεγραμμένων ἀλλὰ καὶ τῶν ἀρρήτων, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, καὶ τούτων περὶ ὧν φησὶν ὁ Ἰωάννης · “οὐ δ’αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία” · πᾶς μὲν οἱωντινωνοῦν ῥημάτων ἀκούων τοῦ θεοῦ ἤδη ἐστὶν ἐκ τοῦ θεοῦ · ὅσῳ δὲ πλειόνων ἀκούει ῥημάτων τοῦ θεοῦ, τοσαυταπλειόνως γενήσεται ἐκ τοῦ θεοῦ · ὡς, εἰ δεῖ οὕτως ὀνομάσαι, πάντων ἀκούσας τις τῶν ῥημάτων τοῦ θεοῦ, ἐάν γε τοῦτο φθάνῃ ἐπί τινα τῶν λαμβανόντων τὸ τῆς υἱοθεσίας πνεῦμα, τελείως καὶ ἀνυπερβλήτως γίνεται υἱὸς θεοῦ, καὶ πάντη καὶ ἐξ ὅλων καὶ ὅλος ἐκ τοῦ θεοῦ.
20.34.305εὐγνωμονέστερον δὲ ἀκουστέον τοῦ “ἐξ ὅλων καὶ ὅλος”, ἀνάλογον ὅλοις τοῖς δόγμασι καὶ πάσῃ τῇ γνώσει καὶ πᾶσι τοῖς μυστηρίοις, ὥστ’ἂν εἰπεῖν ὅλον καὶ ἐξ ὅλων γεγονέναι ἐκ τοῦ θεοῦ τὸν εἰδότα πάντα τὰ μυστήρια καὶ πᾶσαν τὴν γνῶσιν, καὶ μετὰ τούτων τὰ τῆς τελείας ἀγάπης κατορθωκότα.
20.34.306ὅρα δὲ εἰ δυνατὸν ἀκολούθως τῷ “ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν” εἰπεῖν ἂν τὸν τοιοῦτον · καὶ ἐκ μέρους ἐσμὲν υἱοὶ τοῦ θεοῦ καὶ πάλιν · “ὅταν ἔλθῃ τὸ τέλειον, καὶ τὸ ἐκ μέρους καταργηθῇ”, τὸ τέλειον τοῦ γενέσθαι υἱὸς θεοῦ ἐλεύσεται, καταργοῦν τὸ ἐκ μέρους γεγονέναι υἱόν τινα τοῦ θεοῦ ·
20.34.307μὴ ἀζήτητον δὲ ἐάσθω καὶ τὸ περὶ τοῦ πότερόν ποτε δυνατὸν ἐκ μέρους μὲν εἶναι υἱὸν τῆς διαφερούσης μερίδος τῆς περὶ τὰ θεῖα, ἐκ μέρους δὲ τῆς ἐναντίας, ἢ τοῦτο ἀμήχανον οὕτως ἔχειν · ᾧ συνεξετάσεις πῶς λέγονται υἱοὶ πολλοὶ ἑνὸς πατρός, πότερον διὰ τοὺς προγόνους καὶ τοὺς ἐξ ἐκείνων, ἢ κατὰ ταύτην τὴν ὑπόνοιαν.
20.34.308λαβόντες οὖν ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, πάντα πράττωμεν ἵνα γενώμεθα ἐκ τοῦ θεοῦ καὶ τὰ ῥήματα αὐτοῦ ἀκούσωμεν, καὶ προκόπτωμεν κα- κἂν τῷ εἶναι ἐκ τοῦ θεοῦ, ἵνα προκόπτωμεν καὶ ἐν τῷ ἀκούειν ῥημάτων τοῦ θεοῦ, πλείονα ἐκ τούτων ἀεὶ τρανοῦντες, ἕως πάντα χωρήσωμεν τὰ ῥήματα τοῦ θεοῦ, ἢ ὅσα γε ἐνδέχεται χωρῆσαι καὶ νῦν καὶ μετὰ ταῦτα τοὺς ἀξιουμένους τοῦ τῆς υἱοθεσίας πνεύματος.
20.34.309ὁσάκις δὲ ῥημάτων λεγομένων τοῦ θεοῦ οὐκ ἀκούομεν, τοῦτ’ἔστιν οὐ συνίεμεν αὐτῶν, τοσαυτάκις νομιστέον ἐλέγχεσθαι ὡς οὐκ ὄντας ἐκ τοῦ θεοῦ. διὰ τοῦτο γὰρ οὐκ ἀκούει ὁ μὴ ἀκούων ῥημάτων θεοῦ, ἐπείπερ ἐκ τοῦ θεοῦ οὐκ ἔστιν, καὶ ἐκ τοῦ θεοῦ οὐκ ἔστιν παρ’ἑαυτόν · καίτοι γε ἔσθ’ὅτε λαβὼν ἤδη ἐξουσίαν τέκνον θεοῦ γενέσθαι, καὶ δυνάμενος ἐκ τοῦ ἀγαπᾶν τοὺς ἐχθροὺς καὶ προσεύχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων γενέσθαι υἱὸς τοῦ ἐν οὐρανοῖς πατρός.
20.35.310εἰκὸς ὅτι ταῦτα πολλάκις κατὰ τὸ σιωπώμενον πρὸς ἀλλήλους ἔλεγον περὶ τοῦ σωτῆρός τινες, Σαμαρείτην μὲν αὐτὸν ὀνομάζοντες ὡς παραχαράσσοντα τὰ Ἰουδαϊκὰ παραπλησίως τοῖς Σαμαρείταις · “οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις”, ἐν πολλοῖς διαφωνοῦντες δόγμασιν παρ’ἐκείνους.
20.35.311ἄξιον δὲ ἔστιν ζητῆσαι πῶς Σαμαρειτῶν τὸν μέλλοντα αἰῶνα ἀρνουμένων καὶ μη δὲ τὴν τῆς ψυχῆς ἐπιδιαμονὴν προσιεμένων, τὸν σωτῆρα Σαμαρείτην ἐτόλμησαν εἰπεῖν, περὶ ἀναστάσεως καὶ κρίσεως πλεῖστα ὅσα διδάξαντα.
20.35.312ἀλλὰ μήποτε ὡς λοιδοροῦντες αὐτὸν τοῦτο λέγουσιν καὶ οὐ πάντως τὰ αὐτὰ ἐκείνοις δογματίζοντα. εἰκὸς δὲ ὅτι τινὲς καὶ ᾤοντο αὐτὸν μὴ ἀπὸ διαθέσεως τὰ περὶ μέλλοντος αἰῶνος καὶ τὰ περὶ κρίσεως καὶ ἀναστάσεως διδάσκειν, διακείμενον μὲν Σαμαρειτικῶς, ὡς μηδενὸς μετὰ τὸν βίον ἀποκειμένου τοῖς ἀνθρώποις, προσποιήσεως δὲ ἕνεκεν κατὰ τὸ ἔνδοξον καὶ ἀρέσκον τοῖς Ἰουδαίοις τὰ περὶ ἀναστάσεως καὶ τῆς αἰωνίου ζωῆς προφερόμενον ·
20.35.313καὶ δαιμόνιον δὲ ἔχειν ἔλεγον αὐτὸν διὰ τοὺς ὑπὲρ ἄνθρωπον αὐτοῦ λόγους, δι’ὧν πατέρα ἴδιον ἔλεγεν τὸν θεόν, καὶ ἐκ τοῦ οὐρανοῦ καταβεβηκέναι, καὶ αὐτὸς εἶναι ὁ τῆς ζωῆς ἄρτος πολλῷ κρείττων τοῦ μάννα, ὡς τὸν φαγόντα τοῦτον τὸν ἄρτον ζήσεσθαι εἰς τὸν αἰῶνα, καὶ ἄλλα μυρία ὧν πεπλήρωται τὰ εὐαγγέλια.
20.35.314δύναται δὲ καὶ διὰ τὴν περὶ τὸν Βεελζεβοὺλ ὑπόνοιαν αὐτῶν εἰρῆσθαι · “σὺ δαιμόνιον ἔχεις”, ἐπείπερ τινὲς “ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων” ἐνόμιζον αὐτὸν “ἐκβάλλειν τὰ δαιμόνια”, οἱονεὶ ἔχοντα ἐν ἑαυτῷ τὸν Βεελζεβούλ.
20.35.315οἱ μὲν οὖν ἐχθροὶ εἴσονταί τι λέγοντες αὐτὸν δαιμόνιον ἔχειν · ἡμεῖς δὲ αὐτῷ πειθόμεθα φάσκοντι · “ἐγὼ δαιμόνιον οὐκ ἔχω” · οὐ δὲ γὰρ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοῖξαι ἢ ταῦτα τὰ σημεῖα ποιεῖν ἃ καὶ ἀναγέγραπται, ὧν καὶ ἴχνη καὶ λείμματα ἐν ταῖς ἐκκλησίαις ὀνόματι Ἰησοῦ μέχρι νῦν γίνεται.
20.35.316μετὰ ταῦτα ζητήσαι τις ἂν τί δήποτε δύο δυσφημίας αὐτῷ προσαψάντων, τήντε “Σαμαρείτης εἶ σύ” καὶ τὴν “δαιμόνιον ἔχεις” τῶν ἀποκριθέντων αὐτῷ Ἰουδαίων, οὐκ ἐκείνων τῶν πεπιστευκότων αὐτῷ, οὐχὶ πρὸς τὰς δύο ἀποκρίνεται, ἀλλὰ πρὸς μόνην τὴν “δαιμόνιον ἔχεις” εἰπών · “ἐγὼ δαιμόνιον οὐκ ἔχω”.
20.35.317καὶ ὅρα εἰ δύναται πρὸς τοῦτο γενέσθαι τὸ τῆς ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ παραβολῆς περὶ τοῦ ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ καταβαίνοντος καὶ ἐμπεσόντος εἰς τοὺς λῃστάς, ὅντινα ὁ μὲν ἱερεὺς ἀντιπαρῆλθεν καὶ ὁ Λευίτης, ὁ δὲ ὁδεύων Σαμαρείτης ἐλθὼν κατ’αὐτὸν καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον.
20.35.318ἐὰν γὰρ δυνηθῇ τις διαλαμβάνων περὶ τῆς παραβολῆς δεῖξαι ἐπὶ μηδένα ἢ ἐπὶ τὸν σωτῆρα ἀναφέρεσθαι τὰ περὶ τοῦ Σαμαρείτου, ὃς τὸν ἡμιθανῆ καὶ ἐμπεσόντα εἰς τοὺς λῃστὰς ἰάσατο, παραστήσει καὶ διὰ τί οὐκ ἠρνήσατο εἶναι Σαμαρείτης.
20.35.319ἄλλος δὲ δὴ τὴν παρὰ Παύλῳ διαφορὰν Ἰουδαίων καὶ τῶν ὑπὸ νόμον θεωρήσας, καὶ ἀναγαγὼν τοὺς ὑπὸ νόμον εἰς τοὺς Σαμαρείτας, καὶ μᾶλλον Παύλου καταλαβὼν τὸν σωτῆρα τοῖς πᾶσιν πάντα γενόμενον ἵνα τοὺς πάντας κερδήσῃ, ἐρεῖ διὰ τὸ τοῖς ὑπὸ νόμον αὐτὸν γεγονέναι ὡς ὑπὸ νόμον, οἱονεὶ καὶ Σαμαρείτην γεγονέναι, καὶ κατὰ τοῦτο μὴ ἠρνῆσθαι τὸ εἶναι Σαμαρείτης.
20.35.320καὶ τρίτος δέ τις τὴν ἑρμηνείαν τοῦ Σαμαρείτου ἐκλαβών, σημαίνοντος “τὸν φύλακα”, φήσει ὅτι εἰ καὶ κατ’ἄλλο ἔλεγον Σαμαρείτην αὐτὸν οἱ Ἰουδαῖοι, αὐτὸς τὸ σημαινόμενον ἀπὸ τοῦ ὀνόματος ἐκλαβὼν οὐκ ἠρνήσατο αὐτό, εἰδὼς ὅτι φύλαξ ἐστὶν τῶν ἀνθρωπίνων ψυχῶν καὶ περὶ οὗ εἴρηται τὸ “ἰδοὺ οὐ νυστάξει οὐ δὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ” · καὶ τὸ “φυλάσσων τὰ νήπια ὁ κύριος”.
20.35.321σωμὴρ μέντοι γε Ἑβραῖοι λέγουσι τὸν φύλακα, οὕτω δὲ καὶ τοὺς Σαμαρεῖς πρῶτον ὠνομάσθαι παραδιδόασι διὰ τὸ ὑπὸ τοῦ τῶν Ἀσσυρίων βασιλέως φύλακας αὐτοὺς πεπέμφθαι τῆς γῆς τοῦ Ἰσραὴλ μετὰ τὴν αἰχμαλωσίαν, τοῦ ἑτέρου παρὰ τὸν Ἰούδαν Ἰσραὴλ διὰ τὰς πολλὰς ἁμαρτίας αἰχμαλωτευθέντος εἰς τοὺς Ἀσσυρίους.
20.36.322εἰ τὸ πεφυτευμένον ξύλον “παρὰ τὰς διεξόδους τῶν ὑδάτων” τοιοῦτόν ἐστιν, ὡς τὸν καρπὸν αὐτοῦ διδόναι “ἐν καιρῷ αὐτοῦ” καὶ μη δὲ φύλλον αὐτοῦ ἀπορρεῖν ἀλλὰ πάντα ὅσα ἂν ποιῇ κατευοδοῦσθαι, τί νομιστέον περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ ἢ ὅτι αὐτὸς ὢν τὸ ξύλον τῆς ζωῆς κατὰ τὸ εἶναι σοφία καὶ τὴν σοφίαν εἶναι “ξύλον ζωῆς πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς”, καὶ καρποφορεῖ καὶ τὰ ἕτερα παρὰ τοὺς καρποὺς φύλλα τοιαῦτα ἔχει ὡς μη δὲ ἓν αὐτῶν ἀπορρεῖν;
20.36.323διὰ τοῦτο οὐδένα τοῦ Ἰησοῦ λόγον, καὶ ταῦτα ἀναγραφῆς ἀξιωθέντα ὑπὸ τῶν ἁγίων μαθητῶν αὐτοῦ, ὡς ἔτυχεν ἐκδεκτέον · ἀλλὰ πᾶσαν βάσανον καὶ τοῖς νομιζομένοις εἶναι σαφέσιν προσακτέον, οὐκ ἀπογινώσκοντα ὅτι καὶ περὶ τὸν ἀνυπονόητον καὶ ἁπλοῦν εἶναι νομισθέντα λόγον αὐτοῦ εὑρεθήσεται τοῖς ὀρθῶς ζητοῦσιν ἄξιόν τι τοῦ ἱεροῦ στόματος ἐκείνου.
20.36.324εἰ δέ που μὴ εὑρίσκομεν, ἡμᾶς καὶ οὐ τὸν λόγον τοῦ Ἰησοῦ αἰτιατέον ὡς οὐ πνέοντα τῶν ἐκ πληρώματος μεστῶν ἀληθείας καὶ σοφίας δογμάτων.
20.36.325ταῦτα δέ μοι εἴρηται βουλομένῳ ἐξετάσαι τὸ “ἐγὼ δαιμόνιον οὐκ ἔχω”, δι’οὗ διδασκόμεθα πάντες οἱ τῷ εὐαγγελίῳ ἐντυγχάνοντες πρᾶγμα ὃ οὐχὶ ᾔδειμεν καὶ πρὶν ἐντυχεῖν τῷ εὐαγγελίῳ. τί δὲ τοῦτό ἐστιν ἤδη κατανοητέον.
20.36.326ἀρέσκει κατὰ τὰς γραφὰς τοὺς ἁμαρτάνοντας τὰ πολλὰ ποιεῖν παρὰ τὸν λόγον οὐ δι’ἄλλο ἢ τῷ δεκτικοὺς αὐτοὺς γεγονέναι ἐνεργείας πονηροῦ πνεύματος ἢ θελήματος ἀκαθάρτου δαιμονίου.
20.36.327οὐκ ὤκνησαν οὖν καὶ τὰ νομισθέντα ἂν ἐλάχιστα εἶναι τῶν ἁμαρτημάτων δαιμονίοις προσάψαι οἱ φήσαντες τὴν ὀξυχολίαν δαιμόνιον εἶναι, ὁμοίως δὲ καὶ τὴν καταλαλιάν.
20.36.328εἰκὸς δὲ καὶ ἄλλα μυρία δαιμονίων φαντασιούντων ἡμᾶς καὶ ἐνεργούντων κατὰ τὸ ἐκείνων θέλημα ποιεῖν · καὶ ἔστιν ἐν ἀνθρώποις ὥσπερ οὐδεὶς “καθαρὸς ἀπὸ ῥύπου”, καὶ οὐδεὶς “δίκαιος ἐπὶ τῆς γῆς ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσεται”, οὕτω καὶ οὐδεὶς ἀεὶ ἀπὸ δαιμονίων καθαρεύσας καὶ μηδέποτε γενόμενος τῆς ἀπὸ τούτων ἐνεργείας ἀνεπίδεκτος.
20.36.329διόπερ ἀλληγοροῦντες τὰς ἐν τῷ εὐαγγελίῳ θεραπείας, ἐν αἷς εἰσιν καὶ τῶν δαιμονίων ἀπελάσεις, ἐροῦμεν πάντων ἀεὶ ἀπελαύνεσθαι τοὺς δαίμονας ὑπὸ Ἰησοῦ τῶν παρὰ τὸ τεθεραπεῦσθαι ὑπὸ τοῦ λόγου μηκέτι παραδεχομένων τὰς τῶν δαιμόνων ἐνεργείας.
20.36.330μόνου τοίνυν νομίζω εἶναι Ἰησοῦ φωνήν, τοῦ μόνου ἀπεκδυσαμένου τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ δειγματίσαντος ἐν παρρησίᾳ καὶ θριαμβεύσαντος ἐν ξύλῳ, τρόπαιον κατὰ πάσης ἀντικειμένης δυνάμεως τὸν σταυρὸν στήσαντος, ὥσπερ τὸ “ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν”, οὕτως καὶ τὸ “ἐγὼ δαιμόνιον οὔτε ἔσχον οὔτε ἔχω οὔτε ἕξω”.
20.36.331τὴν δὲ φωνὴν δυνάμεθα μὲν καὶ ἡμεῖς προενέγκασθαι καὶ λέγειν · “δαιμόνιον οὐκ ἔχω”, ἀλλ’ἐλεγχθησόμεθα ὁμοίως τοῖς ἀρνησαμένοις περὶ τοῦ δαιμονᾶν καὶ ἐν αὐτοῖς τοῖς πράγμασιν ἀποδειχθεῖσιν ὅτι ἐψεύσαντο.
20.36.332ἢ οὐκ ἔλεγχος τοῦ δαιμονᾶν ἡμᾶς ὅταν μεμηνότων κατάστασιν ἔχοντες βοῶμεν, ἀπὸ θυμοῦ καὶ ὀργῆς φλεγόμενοι, ἢ λελυττηκότες, καὶ ὡσπερεὶ χρεμετίζοντες κα- κἀν ταῖς ἰδίαις γαμεταῖς δίκην ἵππων θηλυμανῶν ἐπιβαίνωμεν, ἐκβάλλοντες τοὺς περὶ ἀπαθείας λόγους θεοῦ εἰς τὰ ὀπίσω;
20.36.333ἀλλὰ κα- κἂν ταπεινοὶ καὶ συννεφεῖς ὑπὸ τῆς λύπης καθελκόμενοι καὶ τὸ ἴδιον τῶν λογικῶν γαῦρον ἀπολέσαντες ἐπιλανθανώμεθα τοῦ ἄνευ θεοῦ στρούθιον μὴ πίπτειν εἰς παγίδα καὶ τοῦ δίκαια εἶναι τὰ περὶ ἑνὸς ἑκάστου τῶν συμβαινόντων ἀνθρώποις κρίματα, τί φήσομεν ἢ ὅτι καὶ τοῦ δαιμονίου ἡμᾶς νικήσαντος καὶ τὸ ἡγεμονικὸν ἡμῶν θολώσαντος ταῦτα πάσχομεν;
20.36.334ἀλλὰ καὶ φόβοι τῶν οὐ φοβερῶν καὶ περιχάρειαι ἐπὶ τοῖς μηδενὸς ἀξίοις τίνων ἂν εἴη ἐνεργήματα ἢ δαιμόνων πληρωσάντων τοὺς μὴ δυναμένους μετὰ ἀληθείας λέγειν ·
20.36.335“ἐγὼ δαιμόνιον οὐκ ἔχω”; ἀλλ’εἰκός τινα τοὺς ἁγίους πατριάρχας, ἢ τὸν ἱερὸν θεράποντα ἢ τοὺς θαυμασίους προφήτας ἢ τοὺς δυνατωτάτους τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ ἀποστόλους φέροντα εἰς τὴν ἐξέτασιν δυσωπήσειν ἡμᾶς, ὡς ἄρα καὶ οὗτοι εἴποιεν ἂν ὁμοίως τῷ Ἰησοῦ τὸ “ἐγὼ δαιμόνιον οὐκ ἔχω”. πρὸς οὓς ἔστιν εἰπεῖν · ἆρα καὶ οὗτοί ποτε ἥμαρτον, ἢ ψεῦδος τὸ “πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ”, καὶ οὐκ ἀληθὲς τὸ “οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου” οὐ δὲ τεθεωρημένως εἴρηται τὸ “οὐκ ἔστιν δίκαιος ἐπὶ γῆς ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσεται”; ἀλλὰ σαφὲς ὅτι ἀληθεῖς αἱ πᾶσαι γραφαὶ καὶ οὐκ ἀεὶ οὐ δὲ ἐξ ἀρχῆς ἐδύναντο λέγειν οὐ δ’οἱ μεταβάλλοντες ἐπὶ τὸν κατὰ ἀρετὴν βίον τὸ “ἐγὼ δαιμόνιον οὐκ ἔχω”, ἀλλ’ἡ μόνου τοῦ κατὰ τὸν σωτῆρα νοουμένου ἀνθρώπου ἀρχῆθεν ἦν φωνή, διὰ τοῦτο κυριώτατα καὶ ἀληθέστατα μόνου τὸν πατέρα τιμήσαντος · οὐδεὶς γὰρ τιμῶν τι τῶν μὴ τιμωμένων ὑπὸ θεοῦ, τιμᾷ τὸν ἀτιμάζοντα τὰ ὑπ’αὐτοῦ τιμώμενα.
20.36.336πῶς γὰρ λεκτέον ὅτι τιμᾷ τὸν πατέρα ὁ μη δὲ τὴν ἀρχὴν τὸ πνεῦμα τῆς υἱοθεσίας λαβών;
20.36.337οὐδεὶς δὲ ἔχει τὸ πνεῦμα τῆς υἱοθεσίας ἁμαρτάνων · ὁ γὰρ ἐκ τοῦ θεοῦ γεγεννημένος οὐχ ἁμαρτάνει. καὶ πῶς τιμᾷ τὸν πατέρα ὁ τιμῶν δόξαν τὴν παρὰ ἀνθρώπων ἢ ἀργύριον ἢ τὸν χοϊκὸν πλοῦτον ἢ τὸ ἐκ σαρκῶν καὶ αἱμάτων κάλλος ἢ ἁπαξαπλῶς τι τῶν οἰκείων τῇ ὕλῃ καὶ τῇ φθορᾷ;
20.37.338δῆλον οὖν πῶς τοῦ σωτῆρός ἐστιν φωνὴ τὸ “τιμῶ τὸν πατέρα”, ἥντινα, ὅση δύναμις, φιλοτιμητέον συμμαρτυρούσης ἡμῖν τῆς συνειδήσεως ἐν πνεύματι ἁγίῳ εἰπεῖν, ἀποδιδοῦσι “τῷ τὴν τιμὴν τὴν τιμήν”, καὶ μὴ ἑτέρῳ ἀπονέμουσιν αὐτήν.
20.37.339καὶ καλῶς γε ὁ ἐλθόντος τοῦ πληρώματος τοῦ χρόνου ἀπεσταλμένος ὑπὸ τοῦ θεοῦ γενέσθαι ἐκ γυναικὸς καὶ γενέσθαι ὑπὸ τὸν νόμον, ὡς ὑπὸ τὸν λέγοντα νόμον τυγχάνων τὸ “τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται”, οὐδένα ἄλλον ἔχων πατέρα ἢ τὸν ἐν τοῖς οὐρανοῖς θεόν φησιν ·
20.37.340“ἀλλὰ τιμῶ τὸν πατέρα μου”. ἐροῦμεν δὲ καὶ ἡμεῖς ταύτην τὴν φωνήν, νοήσαντες τὸ τῆς παλιγγενεσίας λουτρὸν καὶ λουσάμενοι κατ’αὐτὸ ἐπὶ τῷ γενέσθαι υἱοὶ θεοῦ καὶ μηκέτι καλοῦντες πατέρα ἐπὶ τῆς γῆς τῷ υἱοὶ γεγονέναι τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς καὶ ἀδελφοὶ τοῦ εἰπόντος · “πορεύομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ θεόν μου καὶ θεὸν ὑμῶν”.
20.37.341δῆλον οὖν ὅτι κυριώτατα καὶ τελειότατα εἰπόντος τοῦ Ἰησοῦ · “ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου” οἱ μιμηταὶ αὐτοῦ, ἕκαστος κατὰ δύναμιν, πάντα ἰσχύσας ἐν τῷ ἐνδυναμοῦντι αὐτὸν Χριστῷ Ἰησοῦ, καὶ αὐτὸς ἐρεῖ τὸ “ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου”. τίς δὲ νεκροῖς συνὼν καὶ ἐν τάφοις οἰκῶν δυνηθείη ἂν εἰπεῖν τὸ “ἐγὼ δαιμόνιον οὐκ ἔχω”;
20.37.342ἢ τίς ἄλλο τι παρὰ τὸν θεὸν καὶ τὸν λόγον αὐτοῦ καὶ τὰ ὑπὸ τοῦ λόγου προστασσόμενα τιμῶν, ἑτέρῳ τὴν τιμὴν διδούς, δέον “τῷ τὴν τιμὴν” ἀποδιδόναι αὐτήν, εἴποι ἂν ὡς Ἰησοῦ μαθητής · “ἀλλὰ τιμῶ τὸν πατέρα μου”;
20.37.343ἑξῆς ἐστιν τούτοις τὸ “καὶ ὑμεῖς ἀτιμάζετέ με” εἰρημένον πρὸς τοὺς ἀτιμάσαντας αὐτὸν καὶ εἰπόντας αὐτῷ τὸ “οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις”; οἰηθέντας τὸ κακῶς εἰρημένον καλῶς λελαληκέναι · κακῶς γὰρ νοοῦντες Σαμαρείτην καὶ δαιμόνιον ἔχοντα τὸν σωτῆρα ἀπεφήναντο.
20.37.344νομιστέον δὲ τὸ “καὶ ὑμεῖς ἀτιμάζετέ με” οὐχὶ καὶ ἐκείνοις μόνοις εἰρῆσθαι τότε ἀλλὰ καὶ τοῖς ἀεὶ ἀτιμάζουσι, δι’ὧν πράττουσι παρὰ τὸν ὀρθὸν λόγον τὸν τοῦ θεοῦ, καὶ ἀτιμάζουσιν δι’ὧν ἀδικοῦσιν τὸν χριστόν, ὅς ἐστιν δικαιοσύνη, καὶ ἀτιμάζουσιν δι’ὧν κατὰ ἀδυναμίαν καὶ ἀσθένειαν ἐπιτελοῦσιν τὴν τοῦ θεοῦ δύναμιν, ἥτις ἐστὶν ὁ σωτήρ ·
20.37.345“Χριστὸς γὰρ θεοῦ δύναμις”. καὶ παντὶ δὲ τῷ ἐξουδενοῦντι σοφίαν λεχθείη ἂν τὸ “ὑμεῖς ἀτιμάζετέ με”, ἐπείπερ Χριστὸς καὶ σοφία ἐστίν.
20.37.346ἀλλὰ καὶ εἰ δέον τὸ ἐξ αὐτοῦ τινα μετὰ πάντων ἀνθρώπων εἰρηνεύειν, ὥστ’ἂν εἰπεῖν τὸ προφητικὸν ἐκεῖνο · “μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός”, καὶ δέον ἀναλαβεῖν τὴν ὑπερέχουσαν θεοῦ πάντα νοῦν εἰρήνην, φρουροῦσαν τὴν καρδίαν καὶ τὰ νοήματα τοῦ ἀνειληφότος αὐτήν.
20.37.347εἰ δὲ πολεμικός τις εἴη καὶ δάκνων καὶ καταιτιώμενος καὶ κατεσθίων τὸν πλησίον καὶ πεπληρωμένος τῆς ἐν τῷ ἡγεμονικῷ ἑαυτοῦ στάσεως τῶν παθῶν, καὶ τούτῳ ἂν λεχθείη τὸ “ὑμεῖς ἀτιμάζετέ με”. Χριστὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν.
20.37.348ἔτι δὲ ἐπείπερ “πᾶς ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς”, φῶς δέ ἐστιν ὁ εἰπών · “ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου”, δῆλον ὅτι ὁ φαῦλα πράσσων, ἀτιμάζων τὸ φῶς ἀτιμάζει Χριστόν, καὶ αὐτὸς ἀκουσόμενος τὸ “καὶ ὑμεῖς ἀτιμάζετέ με”.
20.37.349καὶ τί με δεῖ ἐπὶ πλέον μηκύνειν τὸν λόγον, ἀναπτύσσοντα καὶ δεικνύντα τίνες εἰσὶν οἱ ἐλεγχόμενοι ὑπὸ τοῦ Ἰησοῦ καὶ ἀκούοντες ὑπ’αὐτοῦ τὸ “ὑμεῖς ἀτιμάζετέ με”, σαφῶν ὄντων ἐκ τῶν ἀποδεδομένων καὶ τῶν δυναμένων τούτοις ἀκολούθως αὐτοῖς συνάπτεσθαι;
20.38.350μετὰ ταῦτα ἴδωμεν, τί ἐστιν τὸ “ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου · ἔστιν ὁ ζητῶν καὶ κρίνων”. ζητεῖ ὁ θεός, δοὺς ἡμῖν τὸν υἱὸν ἑαυτοῦ, ἐν ἑκάστῳ τῶν εἰληφότων αὐτὸν τὴν δόξαν τοῦ χριστοῦ · ἥντινα εὑρήσει μὲν ἐν τοῖς ἐπιμελουμένοις ἑαυτῶν, καὶ ἐξεργαζομένοις τὰς ἐγκαταφυτευθείσας ἐπ’ἀρετῇ ἀφορμάς · οὐχ εὑρήσει δὲ ἐν τοῖς μὴ τοιούτοις, καὶ μὴ εὑρίσκων κρινεῖ ἐκείνους ἐν οἷς οὐχ εὑρίσκει τὴν δόξαν τοῦ υἱοῦ ἑαυτοῦ, πρὸς οὓς ἐρεῖ · “διὰ ὑμᾶς διαπαντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν”.
20.38.351ἐπαπορήσαι δ’ἄν τις διὰ τὸ “ἔστιν ὁ ζητῶν καὶ κρίνων”, εἰ χρὴ τοῦτο ἀναφέρειν ἐπὶ τὸν θεόν, σαφῶς τοῦ σωτῆρος εἰρηκότος · “οὐ δὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ, ἵνα πάντες τιμῶσιν τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα”.
20.38.352ἀλλ’ὅρα εἰ δύνασαι πρὸς τοῦτο χρήσασθαι τῷ “οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ἐμαυτοῦ οὐδέν · καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με”.
20.38.353εἰ γὰρ καθὼς ἀκούει ὁ σωτὴρ ἡμῶν ἀπὸ τοῦ πατρὸς οὕτως κρίνει, ζητῶν οὐ τὸ ἴδιον θέλημα ἀλλὰ τοῦ πέμψαντος αὐτὸν πατρός, καὶ διὰ τοῦτο δικαία ἐστὶν ἡ κρίσις αὐτοῦ, μήποτε κυριώτερον ἡ κρίσις ἣν κρίνει ὁ ἀκούων οὐκ ἔστιν τοῦ ἀκούοντος ἀλλὰ τοῦ λέγοντος ἀκούοντι.
20.38.354κα- κἂν λέγῃ δὲ ὅτι “ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν”, ἄκουε ἐν τῷ αὐτῷ εὐαγγελίῳ λεγομένου τοῦ “πάντα τὰ ἐμὰ σά ἐστιν”. εἰ γὰρ ἀληθὲς ὑπὸ τοῦ σωτῆρος εἰρημένον τὸ “πάντα τὰ ἐμὰ σά ἐστι”, δῆλον ὅτι καὶ αὐτὴ ἡ κρίσις περὶ ἧς φησιν · “ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν” τοῦ πατρός ἐστιν κρίσις.
20.38.355εἰ δὲ τοῦ πατρός ἐστιν κρίσις, δύναται λελύσθαι τὸ ἐπηπορημένον περὶ τοῦ “ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου · ἔστιν ὁ ζητῶν καὶ κρίνων”.
20.38.356ἔχει δέ τινα καὶ ἀτυφίας ἔμφασιν πρεπούσης τῷ σωτῆρι τὸ λεγόμενον ἐν τῷ “ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου” · οὐ δὲ γὰρ πάνυ ἔπρεπεν αὐτὸν τὴν ἑαυτοῦ δόξαν ἀπαιτεῖν καὶ ἐπὶ τούτῳ κρίνειν τοὺς μὴ ἀποδεδωκότας αὐτήν, ἀλλ’ἐχρῆν τὸν πατέρα δόξαν δεδωκότα τῷ υἱῷ ἀπαιτεῖν αὐτὴν ἀπὸ τῶν ἀποστερούντων καὶ κρίνειν αὐτοὺς ἐπὶ ταύτῃ.
20.38.357τάχα δὲ καὶ ὁ σωτήρ, μιμητὴς ὢν τοῦ πατρός, ζητεῖ τὴν δόξαν τοῦ θεοῦ ἀπὸ τῶν μανθανόντων τὰ περὶ θεοῦ · καὶ εἰ μὴ εὕροι τὴν τοῦ πατρὸς δόξαν ἔν τισιν, κρίναι ἂν ἐκείνους, ὡς ἐξουσίαν λαβὼν κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν.
20.38.358ὁ μέντοι γε Ἡρακλέων τὸ “ἔστιν ὁ ζητῶν καὶ κρίνων” οὐκ ἀναφέρει ἐπὶ τὸν πατέρα, τοιαῦτα λέγων · ὁ ζητῶν καὶ κρίνων ἐστὶν ὁ ἐκδικῶν με, ὁ ὑπηρέτης ὁ εἰς τοῦτο τεταγμένος, ὁ μὴ εἰκῇ τὴν μάχαιραν φορῶν, ὁ ἔκδικος τοῦ βασιλέως · Μωσῆς δέ ἐστιν οὗτος, καθ’ἃ προείρηκεν αὐτοῖς λέγων ·
20.38.359“εἰς ὃν ὑμεῖς ἠλπίσατε”. εἶτ’ἐπιφέρει ὅτι ὁ κρίνων καὶ κολάζων ἐστὶν Μωσῆς, τουτέστιν αὐτὸς ὁ νομοθέτης.
20.38.360καὶ μετὰ τοῦτο πρὸς ἑαυτὸν ἐπαπορεῖ ὁ Ἡρακλέων λέγων · “πῶς οὖν οὐ λέγει τὴν κρίσιν πᾶσαν παραδεδόσθαι αὐτῷ”;
20.38.361καὶ νομίζων λύειν τὴν ἀνθυποφορὰν ταῦτά φησιν · “καλῶς λέγει · ὁ γὰρ κριτὴς ὡς ὑπηρέτης τὸ θέλημα τούτου ποιῶν κρίνει, ὥσπερ καὶ ἐπὶ τῶν ἀνθρώπων φαίνεται γινόμενον”.
20.38.362πῶς δὲ ἄλλῳ τινὶ ἀνατίθησι τὴν κρίσιν ὡς ὑποδεεστέρῳ τοῦ σωτῆρος, καθ’ὃ νομίζει, τῷ δημιουργῷ, οὐ δ’οὕτω ἀποδεῖξαι δύναται, σαφῶς γεγραμμένου τοῦ “οὐ δὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ” · καὶ τοῦ “ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν”.
20.39.363ὥσπερ ἐστίν τις ζωὴ ἀδιάφορος, ἡ μήτε ἀγαθὸν μήτε κακὸν τυγχάνουσα, καθ’ἣν λέγομεν ζῆν καὶ τοὺς ἀσεβεῖς καὶ τὰ ἄλογα ζῷα · καὶ ἑτέρα διάφορος ἀλλὰ ἀγαθόν, περὶ ἧς φησιν ὁ Παῦλος · “ἡ ζωὴ † ἡμῶν κέκρυπται σὺν τῷ χριστῷ ἐν τῷ θεῷ” · καὶ αὐτὸς ὁ κύριος ἡμῶν περὶ ἑαυτοῦ · “ἐγώ εἰμι ἡ ζωή”, οὕτως τὸν μὲν ἐναντίον τῇ ἀδιαφόρῳ ζωῇ θάνατον ἀδιάφορον ἐρεῖς · τὸν δὲ ἐχθρὸν τῷ εἰπόντι · “ἐγώ εἰμι ἡ ζωή” πονηρόν τινα καὶ χαλεπὸν θάνατον, ὃν ὁ ἀποθνήσκων ἐστὶν ἐν τῷ θανάτῳ · περὶ οὗ γέγραπται ·
20.39.364“ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος”. καὶ περὶ τούτου γε τοῦ θανάτου νομιστέον λέγειν τὸν ἀπόστολον ταῦτα · “διὰ τοῦτο ὥσπερ δι’ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν, ἐφ’ᾧ πάντες ἥμαρτον · ἄχρι γὰρ νόμου ἡ ἁμαρτία ἦν ἐν κόσμῳ (ἁμαρτία γὰρ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου), ἀλλ’ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ” · καὶ μετ’ὀλίγα · “εἰ γὰρ ἐν ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσεν διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῇ βασιλεύσουσιν διὰ τοῦ ἑνὸς Χριστοῦ Ἰησοῦ”.
20.39.365τίς γάρ ἐστιν ὁ διὰ τῆς ἁμαρτίας θάνατος εἰς τὸν κόσμον εἰσελθών, ἢ ὁ ἔσχατος ἐχθρὸς Χριστοῦ καταργηθησόμενος; καὶ τίς ὁ εἰς πάντας ἀνθρώπους θάνατος διελθών, τῷ πάντας ἡμαρτηκέναι, ἢ αὐτὸς οὗτος ὃς καὶ ἐβασίλευσεν ἀπὸ Ἀδὰμ μέχρι Μωσέως;
20.39.366Μωσῆς δέ, τουτέστιν ὁ νόμος, ἦν μέχρι τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐπιδημίας, καὶ ἐβασίλευσέν γε ἐν ἑνὸς παραπτώματι διὰ τοῦ ἑνός, ἕως οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δικαιοσύνης λαβόντες ἐν ζωῇ βασιλεύσωσι διὰ τοῦ ἑνὸς Χριστοῦ Ἰησοῦ.
20.39.367τοῦτον οὖν τὸν θάνατον οὐ θεωρήσει εἰς τὸν αἰῶνα ὁ τὸν λόγον τοῦ μονογενοῦς καὶ πρωτοτόκου πάσης κτίσεως τηρήσας, πεφυκότα κωλύειν θεωρεῖσθαι τὸν θάνατον.
20.39.368οὕτω δὲ ἀκουστέον τοῦ “ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα”, ὡς εἰ χαρισάμενος ὁ ταῦτα λέγων φῶς τοῖς ἀκούουσιν ἔφασκεν αὐτοῖς · ἐάν τις τὸ ἐμὸν τοῦτο τηρήσῃ φῶς, σκότος οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.
20.39.369ἀδύνατον γὰρ γενέσθαι σκότος τῷ τηροῦντι τὸ φῶς · εἰ μέντοι γε ἀπολέσαι τις τοῦτο τὸ φῶς, ἕπεται τῷ ἀπολωλεκότι εὐθέως ἰδεῖν τὸ σκότος. οὕτω τοίνυν καὶ ἐν τῷ λόγῳ ἐν ἀρχῇ πρὸς τὸν θεὸν γέγονεν ἡ ζωή.
20.39.370διόπερ ἡ ἀρχή (τουτέστιν ἡ σοφία ἡ λέγουσα · “ὁ θεὸς ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ”) περὶ τοῦ ἐν αὐτῇ λόγου, ἐν ᾧ γέγονεν ἡ ζωή, διδάξει καὶ φήσει · “ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα” · ἅμα γὰρ τηρήσει τις τὸν λόγον καὶ τὴν ἀχώριστον αὐτοῦ γενομένην ἐν αὐτῷ ζωήν, ἥτις ἅμα καὶ φῶς ἐστιν τῶν ἀνθρώπων, τὸ ἐν τῇ σκοτίᾳ φαῖνον καὶ μὴ καταλαμβανόμενον ὑπ’αὐτῆς.
20.39.371ἐὰν οὖν οἱονεὶ πυνθανόμενος ὁ προφήτης λέγῃ · “τίς ἐστιν ὁ ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον”; ἀποκρινούμεθα μαθόντες ἀπὸ τοῦ σωτῆρος ἡμῶν καὶ ἐροῦμεν ὅτι ὁ ἄνθρωπός ἐστιν “ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον”, ὃς τηρεῖ τὸν λόγον τοῦ εἰπόντος · “ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα”.
20.39.372ἅμα δὲ ἐν τῷ τόπῳ ζητῶ μήποτε τὸ “εἰς τὸν αἰῶνα” ἀπὸ κοινοῦ ληπτέον, ὥστ’ἂν εἶναι τοιοῦτον τὸ ὅλον · ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ εἰς τὸν αἰῶνα, θάνατον οὐ μὴ θεωρήσῃ.
20.39.373καὶ γὰρ ἔοικεν ἐπὶ τοσοῦτόν τις μὴ θεωρεῖν τὸν θάνατον, ὅσον τηρεῖ τὸν τοῦ Ἰησοῦ λόγον · ἅμα γάρ τις ἀπώλεσεν αὐτὸν καὶ θάνατον ἐθεώρησεν.
20.39.374εἰ δὲ καὶ ἀνατρέχειν τις δύναται ἐπὶ τοὺς βαθυτέρους λόγους καὶ νοεῖν πῶς ὑπὸ ἀνθρώπου λέγοιτ’ἂν τὸ “εἰς χοῦν θανάτου κατήγαγές με”, καὶ ὑπὸ Παύλου · “τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου”; θεωρήσει τίνα τρόπον ὅσον μὲν ἐτηρεῖτο ὁ λόγος, θάνατος οὐκ ἐθεωρεῖτο τῷ τηροῦντι αὐτόν · ὅτε δέ τις καμὼν ἐν τῇ προσοχῇ καὶ τηρήσει τοῦ λόγου ἢ ἀπροσεκτήσας περὶ τὸ τηρεῖν οὐκέτι αὐτὸν τετήρηκεν, τότε τὸν θάνατον ἐθεώρησεν οὐ παρ’ἄλλον ἢ παρ’ἑαυτόν.
20.39.375καὶ νομιστέον γε τοῦτο δόγμα εἶναι καὶ νόμον αἰώνιον, ἀεὶ ἂν ἡμῖν λεχθησομένου παραλαβοῦσι τὸν λόγον τοῦ “ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ ὄψεται εἰς τὸν αἰῶνα”.
20.39.376ὥσπερ δέ, ἵν’οὕτως ὀνομάσω, ἐπιπλεῖον θεωρηθὲν τὸ σκότος ἀφανίζει τὰς ὄψεις τοῦ θεωρήσαντος, οὕτως θεωρηθεὶς ὁ θάνατος ὑπὸ τοῦ τὸν λόγον μὴ τηρήσαντος θανατοῖ καὶ νεκροῖ τὴν θεωρήσασαν αὐτὸν ὄψιν καὶ ἀποτυφλοῖ, ὡς διὰ τοῦτο δεηθῆναι τοῦ ἀνοίγοντος ὀφθαλμοὺς τυφλῶν.
20.39.377καὶ οἶμαί γε διὰ τοῦτο οἱ τυφλοί, ὧν σύμβολον ἦσαν οἱ ἐν τῷ εὐαγγελίῳ τυφλοί, τὰς ὄψεις ἀπολωλέκασιν, ἐπείπερ τὸν λόγον μὴ τηρήσαντες τὸν θάνατον ἐθεώρησαν.
20.40.378οἱ μὲν πολλοὶ καὶ τῶν σοφῶν πᾶν γένος ἁμαρτήματος, οὗ ἐν εἴδει ἐστὶν καὶ τὸ ἐν λόγῳ ἁμάρτημα, οὐκ ἄλλοθεν ἢ ἀπὸ κριμάτων μοχθηρῶν οἴονται γίνεσθαι · οἱ δὲ ταῖς ἁγίαις γραφαῖς ὡς θείαις πεπιστευκότες διαλαμβάνουσιν περὶ τῶν παρὰ τὸν ὀρθὸν λόγον ὑπ’ἀνθρώπων πραττομένων, ὡς οὐ χωρὶς δαιμονίων ἢ ὁποιωνδήποτε δυνάμεων ἀντικειμένων τῶν τοιούτων ἐπιτελουμένων.
20.40.379καὶ οἱ Ἰουδαῖοι τοίνυν δαιμονίου ἐνεργείᾳ ὑπελάμβανον εἰρηκέναι τὸν Ἰησοῦν τὸ “ἀμὴν ἀμὴν λέγω ὑμῖν · ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα”.
20.40.380καὶ τοῦτ’ἐπεπόνθεισαν μήτε τὸν λόγον τηρήσαντες μήτε τοῦ λεγομένου τὴν δύναμιν θεωρήσαντες · ὁ μὲν γὰρ θάνατόν τινα ἐχθρὸν τῷ λόγῳ ἐπιστάμενος, ὃν ἀποθνήσκουσιν οἱ ἁμαρτάνοντες, τοῦτον ἔφασκεν μὴ θεωρεῖσθαι εἰς τὸν αἰῶνα ὑπὸ τοῦ τὸν λόγον αὐτοῦ τηρήσαντος · οἱ δὲ περὶ τοῦ κοινοτέρου θανάτου νομίσαντες εἶναι τὸ λεγόμενον παραπαίειν ᾤοντο τὸν λέγοντα, ἀποθανόντος Ἀβραὰμ καὶ τῶν προφητῶν, μὴ ἀποθανεῖσθαι εἰς τὸν αἰῶνα πάντα τὸν τηρήσαντα αὐτοῦ τὸν λόγον.
20.41.381εἰ κατὰ τὴν ἁπλουστέραν ἐκδοχήν, ὡς καὶ αὐτοὶ ἀποδεδώκαμεν, δοκεῖ εἶναι σαφὲς τὸ τῆς ὑπολήψεως τῶν Ἰουδαίων, ἀποκριναμένων πρὸς τὸν τοῦ σωτῆρος λόγον περὶ τοῦ Ἀβραὰμ καὶ τῶν προφητῶν ὡς ἀποτεθνηκότων, οὐδὲν ἧττον οὐκ ἀπαρασήμαντον τὴν ἐξέτασιν μετὰ συγκρίσεως τῆς πρὸς ἕτερα παραπλήσια ἐατέον.
20.41.382ἆρα γὰρ ᾤοντο σὺν οὐδενὶ λόγῳ τὸν σωτῆρα εἰρηκέναι τὸ “ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα”, καὶ διὰ τοῦτο σαφές τι πρὸς τὸν λόγον αὐτοῦ ἀπεκρίναντο;
20.41.383ἢ ἐνόησαν οὐ περὶ τοῦ κοινοτέρου θανάτου αὐτὸν λελαληκέναι, καὶ διαλαμβάνοντες περὶ Ἀβραὰμ καὶ τῶν προφητῶν, ὡς καὶ αὐτῶν ἐν τῷ χείρονι θανάτῳ γεγενημένων ποτέ, τὸν λόγον αὐτοῦ μὴ παραδεξάμενοι μη δὲ ὑπολαμβάνοντες αὐτὸν εἶναι τηλικοῦτον ὁποῖον ἐπηγγείλατο ὁ λέγων, φασίν ·
20.41.384“νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις”; τὸ δ’ὅμοιον καὶ ἐπ’ἄλλων αὐτοῦ λόγων καὶ τῶν πρὸς αὐτοὺς ἀποκρίσεων ἐπὶ πλειόνων ἐν τοῖς ἀνωτέρω ἐξητάσαμεν · οἷον ἐπὶ τῆς Σαμαρείτιδος, ὅτι εἰπὼν αὐτῇ ὁ Ἰησοῦς · “δός μοι πιεῖν” μεθ’ἕτερα προσέθηκεν τοιαῦτα · “εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι · δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.
20.41.385καὶ λέγει αὐτῷ ἡ γυνή · κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶν βαθύ · πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν”; καὶ πάλιν · “κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μη δὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν”.
20.41.386οὐ γὰρ πιθανὸν ἦν περὶ αἰσθητοῦ ὕδατος ἀποκρίνεσθαι αὐτῷ τὴν Σαμαρεῖτιν, καὶ ᾐτηκέναι αὐτὸν σωματικὸν ὕδωρ ἐπὶ τῷ μηκέτι διψῆσαι μη δὲ διέρχεσθαι ἀντλεῖν ἀπὸ τῆς τοῦ Ἰακὼβ αἰσθητῆς πηγῆς.
20.41.387ἀλλὰ καὶ εἰπόντος τοῦ κυρίου · “ὁ ἄρτος, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστὶν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς” · ὅτε “ἐμάχοντο πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες · πῶς δύναται ἡμῖν οὗτος δοῦναι τὴν σάρκα φαγεῖν”; ἀπεδείκνυμεν ὅτι οὐκ ἂν τοσοῦτον ἀνόητοι ἦσαν οἱ ἀκούοντες ὡς ὑπολαμβάνειν ὅτι προκαλεῖται ὁ λέγων τοὺς ἀκροατὰς εἰς τὸ προσελθεῖν καὶ ἐμφαγεῖν τῶν σαρκῶν αὐτοῦ.
20.42.388καὶ εἰκός γε, ὅτι ἔλεγον οἱ Ἰουδαῖοι ἐπὶ τῶν νῦν ἡμῖν ἐξεταζομένων ῥητῶν τὸ “Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται”, μεμαθηκότες τίνα τρόπον “δι’ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος · καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν, ἐφ’ᾧ πάντες ἥμαρτον”, ἔβλεπον δὲ καὶ ὅτι “ἐβασίλευσεν ὁ θάνατος ἐπὶ τοὺς ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ”, καὶ ἦν αὐτοῖς ὁ λόγος περὶ τοῦ διὰ τὴν ἁμαρτίαν θανάτου εἰς πάντας ἀνθρώπους διεληλυθότος ἐπὶ τῷ πάντας ἡμαρτηκέναι.
20.42.389περὶ τούτων δὲ μεμαθηκότες τὰ ἑξῆς, ἅτε μὴ παραδεξάμενοι τοὺς Ἰησοῦ λόγους, οὐκ ᾔδεισαν, καὶ ὅτι “οὐχ ὡς τὸ παράπτωμα, οὕτως καὶ τὸ χάρισμα”.
20.42.390ἀλλ’οὐ δὲ συλλογίζεσθαί πως ἐδύναντο ὅτι “εἰ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν”.
20.42.391οὐ συνίεσαν δὲ καὶ πῶς οὐκ ἦν τὸ δώρημα ὅμοιον τῷ δι’ἑνὸς ἁμαρτήσαντος θανάτῳ · οὐ δὲ γὰρ ἐπεπαίδευντό πω ὅτι τὸ χάρισμα ἐκ πολλῶν παραπτωμάτων ἐγίνετο εἰς δικαίωμα.
20.42.392ἀλλ’οὐ δὲ ἔβλεπον ὅτι “οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς λαμβάνοντες ἐν ζωῇ βασιλεύσουσιν διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ”.
20.42.393καὶ ἐνενόουν μὲν τὸν θάνατον Ἀβραὰμ καὶ τῶν προφητῶν, ἀκούοντες ὅτι καὶ Σαμουήλ, ὡς διὰ τὸν θάνατον ὑπὸ γῆν ὤν, ὑπὸ ἐγγαστριμύθου ἀνήγετο, θεοὺς οἰομένης κάτω που εἶναι τῆς γῆς καὶ λεγούσης · “θεοὺς ἐγὼ εἶδον ἀναβαίνοντας ἀπὸ τῆς γῆς” · τὴν δὲ ζωὴν τοῦ Ἀβραὰμ καὶ τῶν προφητῶν οὐ κατειλήφασιν, οὐ δ’ὅτι ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ θεὸς ἦν οὐ νεκρῶν αὐτῶν ἀλλὰ ζώντων · καὶ ὡς ὑπολαμβάνοντες νεκροὺς εἶναι τοὺς προφήτας ᾠκοδόμουν αὐτῶν τοὺς τάφους, καὶ διὰ τοῦτο ταλανιζόμενοι.
20.42.394εἰ καὶ ἀπέθανεν οὖν Ἀβραάμ, ἀλλ’ἔζησεν καὶ οὐκέτι τὸν θάνατον ἐθεώρει ἀφ’οὗ ἰδὼν τὴν Ἰησοῦ ἡμέραν ἠγαλλιάσατο καὶ ἐχάρη.
20.42.395οἶμαι δὲ καὶ διὰ τοῦτο πρὸς τὸ “Ἀβραὰμ ἀπέθανεν” εἰρῆσθαι ὑπὸ τοῦ σωτῆρος, διδάσκοντος ὅτι Ἀβραὰμ ἔζη, τὸ “Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν · καὶ ἴδεν καὶ ἐχάρη”.
20.42.396εἰ δὲ μὴ βούλεταί τις οὕτως ἔχειν τὰ περὶ τοῦ Ἀβραάμ, λεγέτω ἡμῖν, πότερόν ποτε ὁ ἰδὼν τὴν τοῦ σωτῆρος ἡμῶν ἡμέραν καὶ ἐπὶ τούτῳ ἀγαλλιασάμενος καὶ χαρεὶς ἔτι θεωρεῖ τὸν θάνατον, ἢ ἰδὼν τὴν ἡμέραν τοῦ σωτῆρος καὶ ἀγαλλιασάμενος καὶ χαρείς, ἀξιωθεὶς τοιαύτης ὄψεως ὡς ἄξιος αὐτῆς, ὕστερον ἐστέρηται οὗ ἐθεώρησεν.
20.42.397εἰ γὰρ ἑκάτερον τούτων ἄτοπόν ἐστιν, ἰδὼν τὴν ἡμέραν Ἰησοῦ Ἀβραὰμ ἅμα τῷ ἰδεῖν ἤκουσεν καὶ τὸν λόγον αὐτοῦ καὶ ἐτήρησεν καὶ οὐκέτι θάνατον θεωρεῖ · καὶ οὐχ ὑγιῶς ἔλεγον, ὡσπερεὶ ἔτι ἐν θανάτῳ τυγχάνοντος αὐτοῦ, οἱ Ἰουδαῖοι τὸ “Ἀβραὰμ ἀπέθανεν”.
20.42.398τὸ δ’ὅμοιον ἐρεῖς καὶ περὶ τῶν προφητῶν. εἰ γὰρ ὁ θεὸς οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων, καὶ ἔστιν ὥσπερ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ οὕτως καὶ τῶν λοιπῶν προφητῶν θεός, ζῶσιν καὶ οἱ προφῆται. καὶ γὰρ ἐτήρησαν τὸν λόγον τοῦ υἱοῦ τοῦ θεοῦ, ὅτε λόγος κυρίου ἐγένετο πρὸς Ὠσηέ, ἢ λόγος ἐγένετο πρὸς Ἱερεμίαν, ἢ λόγος ἐγένετο πρὸς Ἡσαΐαν · οὐ γὰρ ἄλλος λόγος θεοῦ ἐγένετο πρός τινα τούτων, ἀλλ’ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν υἱὸς αὐτοῦ θεὸς λόγος.
20.42.399καὶ τοῦτον, εἰ καί τις ἄλλος, καὶ οἱ προφῆται τετηρήκασιν καὶ ἐξ οὗ εἰλήφασιν τὸν λόγον θάνατον οὐκέτι ἐθεώρησαν.
20.42.400ὁμοίως τοίνυν ψεῦδος τῷ · “νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις” τὸ “Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται” εἰρημένον ὑπὸ τῶν Ἰουδαίων · οὔτε γὰρ ἔγνωσαν δαιμόνιον ἔχειν τὸν ἐπιτάσσοντα δαιμονίοις (οὐδεὶς γὰρ γινώσκει τὸ μὴ ὑπάρχον), οὔτε Ἀβραὰμ καὶ οἱ προφῆται ἐν θανάτῳ ἔτι ἦσαν, ὅτε ἔλεγον οἱ Ἰουδαῖοι τὸ “Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται”.
20.43.401μετὰ ταῦτα ζητοῦμεν τί δήποτε, τοῦ σωτῆρος εἰρηκότος περὶ παντὸς τοῦ τηροῦντος αὐτοῦ τὸν λόγον ὅτι “θάνατον οὐ θεωρήσει εἰς τὸν αἰῶνα”, οἱ Ἰουδαῖοι μετὰ τὰ προεξετασθέντα, δέον αὐτοὺς καταλλήλως τῷ “θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα” εἰρηκέναι · “καὶ σὺ λέγεις · ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα” · οἱ δὲ οὐ τοῦτο, ἀλλὰ τὸ μὴ εἰρημένον ὑπὸ τοῦ σωτῆρός φασιν · οὐ γὰρ εἶπεν · “ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θανάτου οὐ μὴ γεύσηται εἰς τὸν αἰῶνα”, ὅπερ οὗτοι προφέρονται ὡς ὑπὸ τοῦ κυρίου ἡμῶν εἰρημένον.
20.43.402καὶ ὅρα εἰ μὴ τῷ εἶναι διαφορὰν τοῦ μὴ θεωρεῖν θάνατον καὶ τοῦ μὴ γεύεσθαι θανάτου ὑπὸ τῶν λοιπῶν ἅμα εὐαγγελιστῶν εἴρηται περὶ τοῦ μὴ γεύεσθαι θανάτου τοὺς ἐγγὺς τοῦ Ἰησοῦ ἑστῶτας, ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ ἑαυτοῦ, τοῦ μὲν Ματθαίου · “ἀμήν, ἀμὴν λέγω ὑμῖν, εἰσίν τινες τῶν ὧδε ἑστώτων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ ἑαυτοῦ” ·
20.43.403τοῦ δὲ Μάρκου · “ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες τῶν ἑστηκότων ὧδε οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει” ·
20.43.404τοῦ δὲ Λουκᾶ · “ἀληθῶς εἰσίν τινες τῶν ὧδε ἑστώτων οἵτινες οὐ γεύσονται θανάτου, ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ”.
20.43.405ὥσπερ γὰρ ἐπὶ τοῦ σώματος διάφοροι αἰσθήσεις εἰσὶν γεῦσις καὶ ὅρασις, οὕτως κατὰ τὰς λεγομένας ὑπὸ τοῦ Σολομῶντος θείας αἰσθήσεις ἄλλη μέν τις ἂν εἴη ἡ ὁρατικὴ τῆς ψυχῆς δύναμις καὶ θεωρητική, ἄλλη δὲ ἡ γευστικὴ καὶ ἀντιληπτικὴ τῆς ποιότητος τῶν νοητῶν τροφῶν.
20.43.406καὶ ἐπεὶ ὁ κύριος, καθ’ὃ μὲν ἄρτος ἐστὶν ζῶν ἐκ τοῦ οὐρανοῦ καταβάς, γευστός ἐστιν, τρόφιμος ὢν τῇ ψυχῇ, καθ’ὃ δὲ σοφία ἐστίν, ὁρατός ἐστιν, ἧς τοῦ κάλλους ἐραστὴς ὁμολογεῖ εἶναι ὁ λέγων · “ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς”, καὶ προστάσσει ἡμῖν τὸ “ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε”, διὰ τοῦτο ἐν Ψαλμοῖς εἴρηται τὸ “γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος”.
20.43.407ὥσπερ δὲ ὁ κύριος γευστὸς καὶ ὁρατός, οὕτως καὶ ὁ ἐχθρὸς αὐτοῦ θάνατος γευστός ἐστι καὶ ὁρατός.
20.43.408καὶ τὸ μὲν γευστὸν αὐτοῦ παρίστησιν τὸ “εἰσίν τινες τῶν ὧδε ἑστώτων οἵτινες οὐ μὴ γεύσωνται θανάτου” καὶ τὰ ἑξῆς · τὸ δὲ ὁρατὸν τὸ “ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα”.
20.43.409γεύεται δὲ θανάτου, καὶ οὐ γεύεται μόνον ἀλλὰ καὶ ἐμφορεῖται ὡς τροφῆς τοῦ θανάτου ὁ προφερόμενος τὰ ἐναντία τοῖς ῥήμασιν τῆς αἰωνίου ζωῆς.
20.43.410καὶ ἐπαγγελία ἐστὶν μὴ γεύσεσθαι θανάτου τινὰ τῶν ἑστώτων ἐν τῷ δεικνυμένῳ ὑπὸ τοῦ Ἰησοῦ νοητῷ τόπῳ · παρατήρει γὰρ ὅτι οἱ τρεῖς τὸ “εἰσί τινες τῶν ὧδε ἑστώτων” ἢ “εἰσίν τινες τῶν ἑστηκότων ὧδε”, ἅμα εἰρήκασιν περὶ ὧν καὶ ἀνέγραψαν ὅτι “οὐ γεύσονται θανάτου ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ” ἢ “ἐν τῇ δόξῃ αὐτοῦ” ἢ “ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει”.
20.43.411καὶ ἐπεὶ ὡς δυνατοῦ ὄντος τοῦ τὸν ἑστηκότα πεσεῖν εἴρηται · “ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ”, διὰ τοῦτο οὐ περὶ πάντων τῶν ἑστηκότων ἀλλὰ περί τινων ἀναγέγραπται τὸ “ἀμὴν λέγω ὑμῖν ·
20.43.412εἰσίν τινες τῶν ὧδε ἑστώτων”. ἑστὼς μὲν οὖν τις οὐ γεύεται θανάτου, τηρῶν τὸ ἑστηκέναι · τὸν δὲ λόγον παραλαβὼν καὶ τηρῶν θάνατον οὐ θεωρήσει.
20.44.413εἴπερ οὖν διαφορά τίς ἐστιν τοῦ γεύσασθαι θανάτου καὶ τοῦ θεωρεῖν τὸν θάνατον, ὡς οὐ συνετοὶ ἀκροαταὶ οἱ Ἰουδαῖοι συγχέοντες τὸν τοῦ κυρίου λόγον, ἀντὶ τοῦ “θάνατον οὐ θεωρήσει” εἰρήκασιν · “οὐ μὴ γεύσηται θανάτου” ἐπὶ τὴν ὑποδεεστέραν αἴσθησιν καταπεσόντες τῷ λόγῳ. ζητήσεις δὲ εἰ ὥσπερ ἔστιν θεωρεῖν θάνατον καὶ γεύεσθαι θανάτου, οὕτως καὶ κατὰ τὰ λοιπὰ αἰσθητήρια ἤτοι ἀκούειν θανάτου ἢ ὀσφραίνεσθαι θανάτου ἢ ἅπτεσθαι θανάτου · εἰ γὰρ αἱ χεῖρες τῶν ἀποστόλων ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς, μή τι αἱ χεῖρες τῶν ψευδαποστόλων καὶ ἐργατῶν δολίων, μετασχηματιζομένων εἰς ἀγγέλους δικαιοσύνης, ψηλαφῶσιν περὶ τοῦ λόγου τοῦ θανάτου · καὶ εἰ τὰ πρόβατα Χριστοῦ ἀκούει τῆς φωνῆς αὐτοῦ, μήποτε τὰ μὴ αὐτοῦ πρόβατα, πρὸς οὓς λέγοι ἄν · “ὑμεῖς οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν”, ἀκούει τῆς φωνῆς τοῦ θανάτου.
20.44.414ὅρα δὲ εἰ μὴ ὀσμὴ θανάτου ἐστὶν ἐν τοῖς ἀπὸ τῆς ἁμαρτίας μώλωψιν, περὶ ὧν εἴρηται · “προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου” καὶ ὀσμὴ θανάτου ἐν τῷ Λαζάρῳ πρὶν ἀναστῆναι ἐκ νεκρῶν, ἧς μὴ βουλόμενοι ὀσφραίνεσθαι οἱ ἀπόστολοι ἔλεγον τῷ σωτῆρι τὸ “κύριε, ἤδη ὄζει ·
20.44.415τεταρταῖος γάρ ἐστιν”. εἰς δὲ τὸ περὶ τῆς νοητῆς ὀσμῆς θανάτου ἢ ὀσμῆς ζωῆς παρατηρεῖν δεήσει τὸ ἀποστολικὸν οὕτως ἔχον · “Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν παντὶ τόπῳ, ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις · οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν”. εὐωδία μὲν γὰρ Χριστοῦ εἰσιν καὶ οὐδαμῶς δυσωδία ἐν παντὶ τόπῳ οἱ ἐν Χριστῷ ἄνθρωποι.
20.44.416ἀλλ’ ὥσπερ ἡ σωματικὴ εὐωδία τινὰ τῶν ζῴων λέγεται ἀναιρεῖν, οὕτως διὰ τὴν προγενομένην κακίαν καὶ ἡ Χριστοῦ εὐωδία γένοιτο ἄν τισιν τοῖς ἐκ θανάτου εἰς θάνατον αὐτῶν, τοῖς δὲ ἐκ ζωῆς ἀποβαίνει εἰς ζωήν.
20.44.417ταῦτα παρακείμενα ἡμῖν ἔδοξεν εἶναι τῇ ἐξετάσει τοῦ γεύεσθαι θανάτου καὶ τοῦ θεωρεῖν ἢ μὴ θεωρεῖν τὸν θάνατον.
20.44.418μετὰ ταῦτα μὴ θεωροῦντες ὅσῳ ὑπερέχει Χριστὸς τῶν πατριαρχῶν καὶ τῶν προφητῶν, ἀλλὰ μη δὲ πιστεύοντες Χριστὸν εἶναι τὸν τηλικαῦτα διδάσκοντα, ἐπαποροῦσιν λέγοντες ·
20.44.419“μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν”; οὐχ ὁρῶσιν δὲ ὅτι οὐ μόνον μείζων τοῦ Ἀβραὰμ ἀλλὰ καὶ παντὸς ἐν γεννητοῖς γυναικῶν ὁ ἐκ τῆς παρθένου γεγεννημένος, καὶ τῶν προφητῶν πάντων ὁ προφητευόμενος ὑπ’αὐτῶν, καὶ τῶν ἀποθανόντων ὁ ζωοποιήσας αὐτούς, οὐχ ἑαυτὸν ποιήσας τοιοῦτον ἀλλ’ἀπὸ τοῦ πατρὸς λαβών.
20.44.420“ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ υἱῷ ζωὴν ἔδωκεν ἔχειν ἐν ἑαυτῷ”, οὐ δυναμένῳ ποιεῖν ἀφ’ἑαυτοῦ οὐ δὲ ἕν, καὶ ζητοῦντι τὸ θέλημα οὐ τὸ ἑαυτοῦ, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντος αὐτόν. καὶ τὸ “τίνα οὖν σεαυτὸν ποιεῖς”; μὴ τεθεωρηκότων ἦν φωνὴ ὅτι οὐχ ἑαυτὸν ὁ Ἰησοῦς πεποίηκεν ὅπερ ἐστίν.
20.44.421διόπερ καὶ πρὸς τοῦτο δοκεῖ μοι ἀποκρίνεσθαι, διδάσκων τίς αὐτὸν ἐποίησεν ὅπερ ἦν, τὸ “ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν · ἔστιν ὁ πατὴρ ὁ δοξάζων με”.
20.44.422καὶ ταῦτα δέ, αὐτάρκη περιγραφὴν εἰληφότος τοῦ εἰκοστοῦ τῶν εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον ἐξηγητικῶν τόμου, τὴν περιγραφὴν ἐνταῦθα εἰληφέτω, ἵνα θεοῦ ἀποκαλύπτοντος ἡμῖν τὰ ἑξῆς θεωρήσωμεν ἐν τῷ μετὰ ταῦτα ἀπὸ τοῦ “ἀπεκρίθη Ἰησοῦς · ἐὰν ἐγὼ” δοξάσω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν “.