Origen

Commentary on John, 10

10.1

10.1.1[…] ἐν αὐτῇ ἀναγεγραμμένοι ἀριθμοὶ κατά τινα ἀναλογίαν ἁρμόζουσαν ἑκάστῳ πράγματι γραφῆς ἠξιώθησαν. ἐξεταστέον δέ, μήποτε μία τῶν βίβλων Μωσέως ἐπιγεγραμμένη Ἀριθμοὶ ἐξαιρέτως τὸν περὶ ἀριθμῶν τοῖς τὰ τοιαῦτα ἐξιχνεύειν δυναμένοις διδάσκει λόγον.

10.1.2ταῦτα δέ μοι ἐν ἀρχῇ τοῦ δεκάτου τόμου λέγεται πρὸς σέ, πολλαχοῦ ὁρῶντι τῆς γραφῆς διαφερούσης προνομίας τετευχότα τὸν δέκα ἀριθμόν, ὡς ἔνεστι καὶ σοὶ ἐπιμελῶς κατανοεῖν, ἐλπίζοντίτε λήψεσθαι ἀπὸ θεοῦ πλέον τι καὶ εἰς τοῦτον τὸν τόμον · ὅπερ ἵνα ὑπαρχθῇ κατὰ δύναμιν ἐμπαρέχειν ἑαυτοὺς τῷ δωρεῖσθαι τὰ κάλλιστα βουλομένῳ θεῷ πειρώμεθα.

10.1.3ἀρκτέον δὲ τοῦ βιβλίου ἐντεῦθεν · μετὰ τοῦτο κατέβη εἰς Καφαρναοὺμ αὐτὸς καὶ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταί, καὶ ἐκεῖ ἔμεινεν οὐ πολλὰς ἡμέρας. καὶ οἱ λοιποὶ τρεῖς γράψαντες τὰ εὐαγγέλια μετὰ τὸν πρὸς τὸν διάβολον ἀγῶνα τοῦ κυρίου εἰς τὴν Γαλιλαίαν φασὶν αὐτὸν ἀνακεχωρηκέναι.

10.1.4Ματθαῖος δὲ καὶ Λουκᾶς πρότερον γενόμενον ἐν Ναζαροῖς μετὰ ταῦτα καταλελοιπότα αὐτὰ ἐλθόντα κατῳκηκέναι εἰς Καφαρναούμ. δὲ Ματθαῖος καὶ Μάρκος καὶ αἰτίαν τινὰ λέγουσι τοῦ αὐτὸν ἐκεῖθεν ἀνακεχωρηκέναι τὸ ἀκηκοέναι, ὅτι Ἰωάννης παρεδόθη.

10.2

10.2.5ἔχει δὲ οὕτως τὰ ῥητὰ τοῦ μὲν Ματθαίου · τότε ἀφίησιν αὐτὸν διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ. ἀκούσας δὲ ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν καὶ καταλιπὼν τὴν Ναζαρὲθ ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν, ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου, λέγοντος · γῆ Ζαβουλών · καὶ μετὰ τὰ ἐν τῷ Ἡσαΐᾳ ῥητὰ λέγει · ἀπὸ τότε ἤρξατο Ἰησοῦς κηρύσσειν καὶ λέγειν · μετανοεῖτε, ἤγγικε γὰρ βασιλεία τῶν οὐρανῶν.

10.2.6 δὲ Μάρκος καὶ ἦν, φησίν, ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ καὶ ἦν μετὰ τῶν θηρίων καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ. μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τοῦ θεοῦ, ὅτι πεπλήρωται καιρὸς καὶ ἤγγικεν βασιλεία τοῦ θεοῦ · μετανοεῖτε καὶ πιστεύετε τῷ εὐαγγελίῳ.

10.2.7ἔπειτα διηγησάμενος καὶ περὶ Ἀνδρέου καὶ Πέτρου, Ἰακώβουτε καὶ Ἰωάννου, ἀναγράφει ταῦτα · καὶ εἰσπορευόμενος εἰς Καφαρναοὺμ καὶ εὐθέως τοῖς σάββασιν ἐδίδασκεν εἰς τὴν συναγωγήν.

10.2.8 δὲ Λουκᾶς · καὶ συντελέσας, φησί, τὸν πειρασμὸν διάβολος ἀπέστη ἀπ’αὐτοῦ ἄχρι καιροῦ. καὶ ὑπέστρεψεν Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν. καὶ φήμη ἐξῆλθεν καθ’ὅλης τῆς περιχώρου περὶ αὐτοῦ. καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν δοξαζόμενος ὑπὸ πάντων. καὶ ἦλθεν εἰς Ναζαρά, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν.

10.2.9παραστήσας δὲ τὰ ἐν Ναζαροῖς αὐτῷ εἰρημένα, καὶ τὸν κατ’αὐτοῦ θυμὸν τῶν ἐν τῇ συναγωγῇ, ἐκβαλλόντων αὐτὸν ἔξω τῆς πόλεως καὶ ἀγαγόντων ἕως ὀφρύος τοῦ ὄρους, ἐφ’οὗ πόλις αὐτῶν ᾠκοδόμητο, ὥστε κατακρημνίσαι αὐτόν, καὶ ὡς διελθὼν διὰ μέσου αὐτῶν κύριος ἐπορεύετο, ἐπισυνάπτει ταῦτα · καὶ κατῆλθεν εἰς Καφαρναοὺμ πόλιν τῆς Γαλιλαίας καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν.

10.3

10.3.10παραστατέον δὲ τὴν περὶ τούτων ἀλήθειαν ἀποκεῖσθαι ἐν τοῖς νοητοῖς, διὰ τὸ πολλοὺς μὴ λυομένης τῆς διαφωνίας ἀφεῖσθαι τῆς περὶ τῶν εὐαγγελίων πίστεως, ὡς οὐκ ἀληθῶν οὐ δὲ θειοτέρῳ πνεύματι γεγραμμένων ἐπιτετευγμένως ἀπομνημονευθέντων · ἑκατέρως γὰρ λέγεται συντετάχθαι τούτων γραφή. λεγέτωσαν γὰρ ἡμῖν οἱ παραδεχόμενοι τὰ τέσσαρα εὐαγγέλια, καὶ τὴν δοκοῦσαν διαφωνίαν οἰόμενοι μὴ λύεσθαι διὰ τῆς ἀναγωγῆς, πρὸς ταῖς προειρημέναις ἡμῖν ἐπαπορήσεσιν περὶ τῶν τεσσεράκοντα τοῦ πειρασμοῦ ἡμερῶν οὐδαμῶς δυναμένων χώραν ἔχειν παρὰ τῷ Ἰωάννῃ, πότε γέγονεν ἐν τῇ Καφαρναοὺμ κύριος · εἰ γὰρ μετὰ τὰς ἓξ τοῦ ὅτε ἐβαπτίσθη ἡμέρας, τῇ ἕκτῃ γενομένης τῆς κατὰ τὸν ἐν Κανᾷ τῆς Γαλιλαίας γάμον οἰκονομίας, δῆλον ὅτι οὔτε πεπείρασται οὔτε ἐν Ναζαροῖς ἐγένετο οὔτε Ἰωάννης πω παρεδέδοτο.

10.3.11μετὰ οὖν τὴν Καφαρναούμ, ἔνθα ἔμεινεν οὐ πολλὰς ἡμέρας, τοῦ πάσχα τῶν Ἰουδαίων ἐγγὺς ὄντος ἀνέβη εἰς Ἱεροσόλυμα, ὅτε ἐκβάλλει ἐκ τοῦ ἱεροῦ τάτε πρόβατα καὶ τοὺς βόας, καὶ ἐκχέει τῶν κερματιστῶν τὰ κέρματα.

10.3.12ἔοικεν δὲ ἐν τοῖς Ἱεροσολύμοις τῶν φαρισαίων ἄρχων Νικόδημος νυκτὸς πρὸς αὐτὸν ἐληλυθέναι, καὶ ἀκηκοέναι ταῦτα ἔξεστιν ἐκ τοῦ εὐαγγελίου λαβεῖν. μετὰ δὲ ταῦτα ἦλθεν Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβεν μετ’αὐτῶν καὶ ἐβάπτιζεν · καθ’ὃν καιρὸν ἦν καὶ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλίμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο · οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν Ἰωάννης · ὅτε καὶ ἐγένετο ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίων περὶ καθαρισμοῦ, καὶ ἦλθον πρὸς τὸν Ἰωάννην, λέγοντες περὶ τοῦ σωτῆρος τὸ ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν · ἀκηκόασιν ἀπὸ τοῦ βαπτιστοῦ λόγους, οὓς ἔστιν ἀπ’αὐτῆς τῆς γραφῆς ἀκριβέστερον λαβεῖν.

10.3.13εἰ δὲ πυνθανομένοις ἡμῖν περὶ τοῦ πότε γέγονε πρῶτον ἐν τῇ Καφαρναοὺμ Χριστός, τῇ λέξει Ματθαίου καὶ τῶν λοιπῶν δύο ἀκολουθοῦντες φήσουσιν μετὰ τὸν πειρασμόν, ὅτε καταλιπὼν τὴν Ναζαρὲθ ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν, πῶς ἅμα ἀληθῆ εἶναι ἐροῦσιν τότε παρὰ τῷ Ματθαίῳ καὶ Μάρκῳ εἰρημένον, ὡς διὰ τὸ ἀκηκοέναι αὐτὸν περὶ τοῦ Ἰωάννου παραδοθέντος εἰς τὴν Γαλιλαίαν ἀναχωρήσαντα, καὶ τὸ παρὰ τῷ Ἰωάννῃ μετὰ καὶ ἄλλας οἰκονομίας πρὸς τῇ ἐν Καφαρναοὺμ μονῇ κείμενον, καὶ τὴν εἰς Ἱεροσόλυμα ἄνοδον, τήντε εἰς τὴν Ἰουδαίαν ἐκεῖθεν κάθοδον, ὅτι οὔπω βεβλημένος ἦν εἰς φυλακὴν Ἰωάννης, ἀλλ’ἐβάπτιζεν ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλίμ;

10.3.14καὶ ἐπὶ ἄλλων δὲ πλειόνων εἴ τις ἐπιμελῶς ἐξετάζοι τὰ εὐαγγέλια περὶ τῆς κατὰ τὴν ἱστορίαν ἀσυμφωνίας, ἥντινα καθ’ἕκαστον πειρασόμεθα κατὰ τὸ δυνατὸν παραστῆσαι, σκοτοδινιάσας ἤτοι ἀποστήσεται τοῦ κυροῦν ὡς ἀληθῶς τὰ εὐαγγέλια, καὶ ἀποκληρωτικῶς ἑνὶ αὐτῶν προσθήσεται, μὴ τολμῶν πάντη ἀθετεῖν τὴν περὶ τοῦ κυρίου ἡμῶν πίστιν, προσιέμενος τὰ τέσσαρα εἶναι ἐρεῖτ’ἀληθὲς αὐτῶν οὐκ ἐν τοῖς σωματικοῖς χαρακτῆρσιν.

10.4

10.4.15ὑπὲρ δὲ τοῦ ποσὴν ἐπίνοιαν τοῦ βουλήματος τῶν εὐαγγελίων περὶ τῶν τοιούτων λαβεῖν, καὶ τοῦτο ἡμῖν λεκτέον. ἔστω τισὶ προκείμενον βλέπουσι τῷ πνεύματι τὸν θεὸν καὶ τοὺς τούτου πρὸς τοὺς ἁγίους λόγους, τήντε παρουσίαν, ἣν πάρεστιν αὐτοῖς ἐξαιρέτοις καιροῖς τῆς προκοπῆς αὐτῶν ἐπιφαινόμενος, πλέοσιν οὖσιν τὸν ἀριθμὸν καὶ ἐν διαφόροις τόποις, οὐχ ὁμοειδεῖςτε πάντη εὐεργεσίας εὐεργετουμένοις, ἑκάστῳ ἰδίᾳ ἀπαγγεῖλαι βλέπει τῷ πνεύματι περὶ τοῦ θεοῦ καὶ τῶν λόγων αὐτοῦ, τῶντε πρὸς τοὺς ἁγίους ἐμφανειῶν, ὥστε τόνδε μὲν περὶ τῶνδε τῷδε τῷ δικαίῳ κατὰ τόνδε τὸν τόπον λεγομένων ὑπὸ θεοῦ καὶ πραττομένων ἀπαγγέλλειν, τόνδε δὲ περὶ τῶν ἑτέρῳ χρησμῳδουμένων καὶ ἐπιτελουμένων, καὶ ἄλλον περί τινος τρίτου παρὰ τοὺς προειρημένους δύο θέλειν ἡμᾶς διδάσκειν · ἔστω δέ τις καὶ τέταρτος τὸ ἀνάλογον τοῖς τρισὶν περί τινος ποιῶν · συμφερέσθωσαν δὲ οἱ τέσσαρες οὗτοι περί τινων ὑπὸ τοῦ πνεύματος αὐτοῖς ὑποβαλλομένων ἀλλήλοις, καὶ περὶ ἑτέρων ἐν ὀλίγῳ παραλλαττέτωσαν, ὥστε εἶναι τοιαύτας αὐτῶν τὰς διηγήσεις · ὤφθη θεὸς τῷδε κατὰ τόνδε τὸν καιρὸν ἐν τῷδε τῷ τόπῳ, καὶ τάδε αὐτῷ πεποίηκεν οὑτωσί, αὐτῷ ἐπιφαινόμενος τοιῷδε τῷ σχήματι, καὶ ἐχειραγώγησεν εἰς τόνδε τὸν τόπον, ἔνθα πεποίηκεν τάδε.

10.4.16 δεύτερος κατὰ τὸν αὐτὸν τοῖς εἰρημένοις γεγονέναι παρὰ τῷ προτέρῳ χρόνον ἔν τινι πόλει ἀπαγγελλέτω τὸν θεὸν ὦφθαι, καὶ αὐτὸς νοεῖ, τινὶ δευτέρῳ ὄντι ἐν πολὺ ἀπεσχοινισμένῳ τόπῳ παρὰ τὸν τόπον τὸν τοῦ προτέρου, καὶ ἑτέρους λόγους ἀναγραφέτω κατὰ τὸν αὐτὸν καιρὸν εἰρῆσθαι κατὰ τὴν ὑπόθεσιν εἰλήφαμεν δευτέρῳ. τὰ δὲ παραπλήσια περὶ τοῦ τρίτου καὶ τοῦ τετάρτου νοητέον.

10.4.17συμφερέσθωσαν δέ, ὡς προειρήκαμεν, οὗτοι τὰ ἀληθῆ ἀπαγγέλλοντες περὶ τοῦ θεοῦ καὶ τῶν πρός τινας εὐεργεσιῶν αὐτοῦ ἀλλήλοις ἐπί τινων ἀπαγγελλομένων ὑπ’αὐτῶν διηγήσεων. δόξει τοίνυν τῷ ἱστορίαν εἶναι νομίζοντι τὴν τούτων γραφήν, διὰ εἰκόνος ἱστορικῆς πρόσθοιτ’ἂν παραστῆσαι τὰ πράγματα, καὶ τὸν θεὸν ὑπολαμβάνοντι κατὰ περιγραφὴν εἶναι ἐν τόπῳ, μὴ δυνάμενον τῷ αὐτῷ πλείονας ἑαυτοῦ ἐμποιῆσαι φαντασίας πλείοσιν ἐν πλείοσιν τόποις καὶ πλείονα ἅμα λέγειν, ἀδύνατον εἶναι ἀληθεύειν οὓς ὑπεθέμην τέσσαρας, τῷ ἀδύνατον εἶναι ἐν τῷδέ τινι τῷ τεταγμένῳ καιρῷ τὸν θεὸν εἶναι, ἅτε καὶ κατὰ περιγραφὴν αὐτὸν νενοημένον ἐν τόπῳ εἶναι, καὶ τῷδε καὶ τῷδε λέγειν τάδε καὶ τάδε, καὶ ποιεῖν τάδε καὶ τὰ τούτοις ἐναντία, καὶ φέρε εἰπεῖν καθεζόμενον ἅμα καὶ ἑστῶτα εἶναι, εἰ μὲν τῷδε τῷ καιρῷ λέγοι αὐτὸν ἑστῶτα τάδε τινὰ εἰρηκέναι πεποιηκέναι ἐν τῷδε τῷ τόπῳ, δὲ καθεζόμενον.

10.5

10.5.18ὥσπερ οὖν ἐπὶ τούτων, ὧν ὑπεθέμην, ἐκληφθεὶς νοῦς τῶν ἱστορικῶν, χαρακτῆρι βουληθέντων ἡμᾶς διδάξαι τὰ ὑπὸ τοῦ νοῦ αὐτῶν τεθεωρημένα, οὐδεμίαν ἂν εὑρεθείη ἔχων διαφωνίαν, εἰ οἱ τέσσαρες εἶεν σοφοί · οὕτω νοητέον καὶ ἐπὶ τῶν τεσσάρων ἔχειν εὐαγγελιστῶν καταχρησαμένων μὲν πολλοῖς τῶν κατὰ τὸ τεράστιον καὶ παραδοξότατον τῆς δυνάμεως Ἰησοῦ πεπραγμένων καὶ εἰρημένων, ἔσθ’ὅπου καὶ προσυφανάντων τῇ γραφῇ μετὰ λέξεως ὡς περὶ αἰσθητῶν τὸ καθαρῶς νοητῶς αὐτοῖς τετρανωμένον.

10.5.19οὐ καταγινώσκω δέ που καὶ τὸ ὡς κατὰ τὴν ἱστορίαν ἑτέρως γενόμενον πρὸς τὸ χρήσιμον τοῦ τούτων μυστικοῦ σκοποῦ μετατιθέναι πως αὐτούς, ὥστε εἰπεῖν τὸ ἐν τῷδε τῷ τόπῳ γενόμενον ὡς ἐν ἑτέρῳ, τὸ ἐν τῷδε τῷ καιρῷ ὡς ἐν ἄλλῳ, καὶ τὸ οὑτωσὶ ἀπαγγελλόμενον μετά τινος παραλλαγῆς αὐτοὺς πεποιηκέναι.

10.5.20προέκειτο γὰρ αὐτοῖς ὅπου μὲν ἐνεχώρει ἀληθεύειν πνευματικῶς ἅμα καὶ σωματικῶς, ὅπου δὲ μὴ ἐνεδέχετο ἀμφοτέρως, προκρίνειν τὸ πνευματικὸν τοῦ σωματικοῦ, σῳζομένου πολλάκις τοῦ ἀληθοῦς πνευματικοῦ ἐν τῷ σωματικῷ, ὡς ἂν εἴποι τις, ψευδεῖ · ὡς εἰ καὶ ἀπὸ τῆς ἱστορίας λέγοιμεν ὅτι Ἰακὼβ φάσκων τῷ Ἰσαάκ · ἐγὼ Ἠσαῦ πρωτότοκός σου υἱός κατὰ μὲν τὸ πνευματικὸν ἠλήθευεν μεταλαβὼν τῶν πρωτοτοκίων ἤδη ἐν τῷ ἀδελφῷ παραπολλυμένων, καὶ διὰ τῆς στολῆς τῶντε ἐριφίων δερμάτων τὸν ἔξωθεν χαρακτῆρα τοῦ Ἠσαῦ ἀναλαβὼν καὶ γενόμενος χωρὶς τῆς αἰνούσης τὸν θεὸν φωνῆς Ἠσαῦ, ἵνα χώραν λάβῃ πρὸς τὸ εὐλογηθῆναι ὕστερον Ἠσαῦ. τάχα γὰρ εἰ μὴ ηὐλόγητο Ἰακὼβ ὡς Ἠσαῦ, οὐκ ἂν οὐ δὲ Ἠσαῦ καθ’ἑαυτὸν δέξασθαι τὴν εὐλογίαν οἷόςτε ἦν.

10.5.21καὶ Ἰησοῦς τοίνυν πολλά ἐστιν ταῖς ἐπινοίαις, ὧν ἐπινοιῶν εἰκὸς τοὺς εὐαγγελιστὰς διαφόρους ἐννοίας λαμβάνοντας, ἐσθ’ὅτε καὶ συμφερομένους ἄλλους περί τινων ἀναγεγραφέναι τὰ εὐαγγέλια · οἷον ἀληθὲς εἰπεῖν τὰ ὡς πρὸς τὴν λέξιν ἀντικείμενα περὶ τοῦ κυρίου ἡμῶν, ὅτι γέγονεν ἐκ Δαβίδ, καὶ οὐ γέγονεν ἐκ Δαβίδ ·

10.5.22ἀληθὲς μὲν γὰρ τὸ γέγονεν ἐκ Δαβίδ, ὡς καὶ ἀπόστολός φησι · τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα, εἰ τὸ σωματικὸν αὐτοῦ ἐκλάβοιμεν · ψευδὲς δὲ αὐτὸ τοῦτο, εἰ ἐπὶ τῆς θειοτέρας δυνάμεως ἀκούοιμεν τὸ γεγονέναι αὐτὸν ἐκ σπέρματος Δαβίδ · ὡρίσθη γὰρ υἱὸς θεοῦ ἐν δυνάμει.

10.6

10.6.23καὶ τάχα διὰ τοῦτο αἱ ἅγιαι προφητεῖαι ὅπου μὲν δοῦλον, ὅπου δὲ υἱὸν αὐτὸν ἀναγορεύουσιν · δοῦλον μὲν διὰ τὴν δούλου μορφὴν καὶ τὸν ἐκ σπέρματος Δαβίδ, υἱὸν δὲ κατὰ τὴν πρωτότοκον αὐτοῦ δύναμιν. οὕτως αὐτὸν ἀληθὲς εἰπεῖν ἄνθρωπον καὶ οὐκ ἄνθρωπον · ἄνθρωπον μὲν κατὰ τὸ θανάτου δεκτικόν, οὐκ ἄνθρωπον δὲ κατὰ τὸ ἀνθρώπου θειότερον.

10.6.24ἐγὼ δ’οἶμαι καὶ τὸν Μαρκίωνα παρεκδεξάμενον ὑγιεῖς λόγους, ἀθετοῦντα αὐτοῦ τὴν ἐκ Μαρίας γένεσιν κατὰ τὴν θείαν αὐτοῦ φύσιν, ἀποφήνασθαι ὡς ἄρα οὐκ ἐγεννήθη ἐκ Μαρίας, καὶ διὰ τοῦτο τετολμηκέναι περιγράψαι τούτους τοὺς τόπους ἀπὸ τοῦ εὐαγγελίου · παραπλήσιον πεπονθέναι φαίνονται οἱ ἀναιροῦντες αὐτοῦ τὴν ἀνθρωπότητα, καὶ μόνην αὐτοῦ τὴν θεότητα παραδεξάμενοι, οἵτε τούτοις ἐναντίοι καὶ τὴν θεότητα αὐτοῦ περιγράψαντες, τὸν δὲ ἄνθρωπον ὡς ἅγιον καὶ δικαιότατον πάντων ἀνθρώπων ὁμολογήσαντες.

10.6.25καὶ οἱ τὴν δόκησιν δὲ εἰσάγοντες, τὸν ταπεινώσαντα αὑτὸν μέχρι θανάτου καὶ ὑπήκοον γενόμενον μέχρι σταυροῦ μὴ νοήσαντες, μόνον δὲ τὸ ἀπαθὲς καὶ τὸ κρεῖττον παντὸς τοιούτου συμπτώματος φαντασθέντες, ἀποστερεῖν ἡμᾶς τὸ ὅσον ἐφ’ἑαυτοῖς θέλουσιν τοῦ πάντων ἀνθρώπων δικαιοτάτου ἀνθρώπου, οὐ δυναμένους δι’ἐκείνου σῴζεσθαι.

10.6.26ὡς γὰρ δι’ἑνὸς ἀνθρώπου θάνατος, οὕτως καὶ δι’ἑνὸς ἀνθρώπου τῆς ζωῆς δικαίωσις · οὐκ ἂν χωρὶς τοῦ ἀνθρώπου χωρησάντων ἡμῶν τὴν ἀπὸ τοῦ λόγου ὠφέλειαν, μένοντος ὁποῖος ἦν τὴν ἀρχὴν πρὸς τὸν πατέρα θεόν, καὶ μὴ ἀναλαβόντος ἄνθρωπον, τὸν πάντων πρῶτον καὶ πάντων τιμιώτερον καὶ πάντων μᾶλλον καθαρώτερον αὐτὸν χωρῆσαι δυνάμενον. μεθ’ὃν καὶ ἡμεῖς δέξασθαι οἷοίτε αὐτὸν ἐσόμεθα, ἕκαστος τοσοῦτον καὶ τοιοῦτον, ὁποίαν αὐτῷ ποιοῦμεν καὶ πηλίκην χώραν ἐν τῇ ψυχῇ ἡμῶν.

10.6.27ταῦτα δέ μοι πάντα εἴρηται τὰς ἐμφαινομένας διαφωνίας τῶν εὐαγγελίων συμφώνους παραστῆσαι θέλοντι ὁδῷ τῆς πνευματικῆς ἐκδοχῆς.

10.7

10.7.28εἰς δὲ τὸν αὐτὸν τόπον καὶ τοιούτῳ παραδείγματι χρηστέον, ὅτι Παῦλος μὲν σαρκικὸς πεπρᾶσθαι λέγει ὑπὸ τὴν ἁμαρτίαν, καὶ οὐδὲν ἀνακρίνειν οἷόςτε ἦν, δὲ πνευματικὸς ἀνακρίνει πάντα, καὶ ὑπ’οὐδενὸς ἀνακρίνεται. καὶ τοῦ μὲν σαρκικοῦ εἰσιν φωναί · οὐ γὰρ θέλω τοῦτο πράσσω, ἀλλ’ μισῶ τοῦτο ποιῶ · τοῦ δὲ πνευματικοῦ · θέλω πράσσω, καὶ μισῶ οὐ ποιῶ. ἀλλὰ καὶ ἁρπαγεὶς ἕως τρίτου οὐρανοῦ καὶ ἀκούσας ἄρρητα ῥήματα ἕτερος ἦν παρὰ τὸν λέγοντα · περὶ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι.

10.7.29εἰ δὲ καὶ τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος γίνεται, ἵνα Ἰουδαίους κερδήσῃ, καὶ τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσῃ, τοῖςτε ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος θεοῦ ἀλλ’ἔννομος Χριστοῦ, ἵνα κερδήσῃ τοὺς ἀνόμους, καὶ τοῖς ἀσθενέσιν ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσῃ, δῆλον ὅτι ἐξεταστέον αὐτοῦ τοὺς λόγους, ἰδίᾳ μὲν τοὺς Ἰουδαίους, ἰδίᾳ δὲ ὅτε ἐστὶν ὡς ὑπὸ νόμον, καὶ ἄλλοτε ὅτε ἐστὶν ὡς ἄνομος, ἔσθ’ὅτε δὲ ὅτε γίνεται ἀσθενής.

10.7.30οἷον λέγει κατὰ συγγνώμην, οὐ κατ’ἐπιταγήν, ἀσθενὴς ὢν λέγει · τίς, γάρ φησιν, ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; ὅτε δὲ ξύρεται καὶ προσφορὰν προσφέρει τὸν Τιμόθεον περιτέμνει, Ἰουδαῖος γίνεται · ὅτε δὲ Ἀθηναίοις φησίν · εὗρον βωμὸν ἐν ἐγέγραπτο · ἀγνώστῳ θεῷ · οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτο ἐγὼ καταγγέλλω ὑμῖν · καὶ τὸ ὡς καί τινες τῶν καθ’ὑμᾶς ποιητῶν εἰρήκασιν · τοῦ γὰρ καὶ γένος ἐσμέν, τοῖς ἀνόμοις ὡς ἄνομος γίνεται, εὐσέβειαν μαρτυρῶν τοῖς ἀσεβεστάτοις καὶ τῷ εἰπόντι · ἐκ Διὸς ἀρχώμεθα · τοῦ γὰρ καὶ γένος ἐσμέν καταχρησάμενος πρὸς ἐβούλετο. τάχα δ’ἔσθ’ὅπου τοῖς μὴ Ἰουδαίοις μὲν ὑπὸ νόμον δὲ ὑπὸ νόμον γίνεται.

10.8

10.8.31ταῦτα δὲ οὐ μόνον εἰς τὰ περὶ τοῦ σωτῆρος χρήσιμα ἡμῖν ἐστιν τὰ παραδείγματα, ἀλλὰ καὶ εἰς τὰ περὶ τῶν μαθητῶν, περὶ ὧν καὶ αὐτῶν ἐστίν τις κατὰ τὸ ῥητὸν διαφωνία. τάχα γὰρ τῇ ἐπινοίᾳ εὑρισκόμενος ὑπὸ τοῦ ἰδίου ἀδελφοῦ Σίμων Ἀνδρέου καὶ ἀκούων σὺ κληθήσῃ Κηφᾶς, ἕτερός ἐστιν, παρὰ τὸν ὁρώμενον ἅμα τῷ ἀδελφῷ ὑπὸ τοῦ περιπατοῦντος παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας Ἰησοῦ, καὶ ἀκούοντα ἅμα ἐκείνῳ τῷ Ἀνδρέᾳ · δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.

10.8.32ἔπρεπεν γὰρ τῷ θεολογικώτερον ἀπαγγέλλοντι περὶ τοῦ γενομένου σαρκὸς λόγου καὶ τὴν γένεσιν διὰ τοῦτο μὴ ἀναγράψαντι τοῦ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγου, μη δὲ τὸν παρὰ τῇ θαλάσσῃ εὑρημένον καὶ ἐκεῖθεν καλούμενον εἰπεῖν, ἀλλὰ τὸν εὑρισκόμενον ὑπὸ τοῦ ἀδελφοῦ, μείναντος παρὰ τῷ Ἰησοῦ τῇ δεκάτῃ ὥρᾳ, καὶ διὰ τὸ οὕτως εὑρίσκεσθαι εὐθέως λαμβάνοντα τὸ Κηφᾶς.

10.8.33 γὰρ ὁρώμενος ὑπὸ τοῦ περιπατοῦντος παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας μόλις ποτὲ καὶ ὕστερον λαμβάνει τὸ σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν.

10.8.34καὶ μὲν παρὰ τῷ Ἰωάννῃ Ἰησοῦς γινώσκεται παρὰ τοῖς φαρισαίοις βαπτίζων, ἐν τοῖς μαθηταῖς αὐτοῦ βαπτίζων, μετὰ καὶ τῶν ἄλλων ἐξαιρέτων καὶ τοῦτο ποιῶν · δὲ παρὰ τοῖς τρισὶν Ἰησοῦς οὐδαμῶς βαπτίζει.

10.8.35ἔτι δὲ καὶ βαπτιστὴς Ἰωάννης μέχρι πολλοῦ παρὰ τῷ ὁμωνύμῳ εὐαγγελιστῇ διαρκεῖ μὴ βεβλημένος εἰς φυλακήν · δὲ παρὰ τῷ Ματθαίῳ σχεδὸν Ἰησοῦ πειραζομένου εἰς τὴν φυλακὴν παραδίδοται · δι’ὃν καὶ ἀναχωρεῖ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, περιϊστάμενος τὸ γενέσθαι ἐν τῇ φυλακῇ · ἀλλ’οὐ δὲ εὑρίσκεται παρὰ τῷ Ἰωάννῃ βαπτιστὴς παραδιδόμενος εἰς φυλακήν.

10.8.36τίς δ’οὕτως σοφὸς καὶ ἐπὶ τοσοῦτον ἱκανὸς ὡς πάντα τὸν Ἰησοῦν ἀπὸ τῶν τεσσάρων εὐαγγελιστῶν μαθεῖν, καὶ ἕκαστον ἰδίᾳ χωρῆσαι νοῆσαι, καὶ πάσας αὐτοῦ τὰς καθ’ἕκαστον τόπον ἰδεῖν ἐπιδημίας καὶ λόγους καὶ ἔργα;

10.8.37κατὰ μέντοι γε τὸν προκείμενον τόπον ἀκολούθως νομίζομεν τῇ ἕκτῃ ἡμέρᾳ τὸν σωτῆρα, ὅτε γεγένηται κατὰ τὸν γάμον οἰκονομία ἐν Κανᾷ τῆς Γαλιλαίας, καταβεβηκέναι ἅμα τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς καὶ τοῖς μαθηταῖς εἰς τὴν Καφαρναούμ, ὅπερ ἑρμηνεύεται ἀγρὸς παρακλήσεως.

10.8.38ἐχρῆν γὰρ μετὰ τὴν ἐν τῷ οἴνῳ εὐωχίαν καὶ εἰς τὸν τῆς παρακλήσεως ἀγρὸν ἅμα τῇ μητρὶ καὶ τοῖς μαθηταῖς ἐληλυθέναι τὸν σωτῆρα, παρακαλέσοντα ἐπὶ τοῖς ἐν τῷ πλήρει ἀγρῷ ἐσομένοις καρποῖς τοὺς μαθητευομένους καὶ τὴν συνειληφυῖαν αὐτὸν ψυχὴν ἐκ τοῦ ἁγίου πνεύματος, τοὺς ἐκεῖ ὠφελησομένους.

10.9

10.9.39ζητητέον μέντοι γε, διὰ τί εἰς μὲν τὸν γάμον οὐ καλοῦνται οἱ ἀδελφοὶ αὐτοῦ ἀλλ’οὐ δὲ ἦσαν ἐκεῖ, οὐ γὰρ εἴρηται, εἰς δὲ τὴν Καφαρναοὺμ καταβαίνουσιν μετ’αὐτοῦ καὶ τῆς μητρὸς αὐτοῦ καὶ τῶν μαθητῶν. ἔτι δὲ ἐξεταστέον, διὰ τί νῦν οὐκ εἰσέρχονται εἰς τὴν Καφαρναοὺμ μη δὲ ἀναβαίνουσιν εἰς αὐτήν, ἀλλὰ καταβαίνουσιν.

10.9.40ὅρα οὖν εἰ ἐνταῦθα τοὺς ἀδελφοὺς ἀντὶ τῶν συγκαταβεβηκυιῶν αὐτῷ δυνάμεων ἐκληπτέον, οὐ καλουμένων εἰς τὸν γάμον καθ’ἃς εἴπαμεν διηγήσεις, κατωτέρω δὲ ἐν ὑποδεεστέροις τῶν χρηματιζόντων μαθητῶν τοῦ Χριστοῦ καὶ ἀλλοειδῶς ὠφελημένων · ὅτι εἰ καλεῖται μήτηρ αὐτοῦ, εἰσί τινες καρποφοροῦντες, πρὸς οὓς αὐτόςτε καταβαίνει κύριος σὺν τοῖς ὑπηρέταις τοῦ λόγου καὶ μαθηταῖς, τοὺς τοιούτους ὠφελῶν, καὶ τῆς μητρὸς αὐτῷ συμπαρούσης.

10.9.41ἐοίκασίν γε οἱ καλούμενοι Καφαρναοὺμ μὴ χωρεῖν τὴν ἐπιπλεῖον διατριβὴν παρ’αὐτοῖς τοῦ Ἰησοῦ καὶ τῶν συγκαταβαινόντων αὐτῷ · ὅθεν μένουσι μὲν παρ’αὐτοῖς, οὐ μὴν πολλὰς ἡμέρας · τὸν γὰρ περὶ τῶν πλειόνων δογμάτων φωτισμὸν τῆς κατωτέρω παρακλήσεως ἀγρὸς οὐ χωρεῖ, ὀλιγωτέρων τυγχάνων δεκτικός.

10.9.42παραθετέον δὲ πρὸς τὸ θεωρῆσαι διαφορὰς τῶν ἐπιπλεῖον ἔλαττον δεχομένων τὸν Ἰησοῦν τῷ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας τὸ ἐν τῷ κατὰ Ματθαῖον τῷ ἀναστάντι ἐκ νεκρῶν μεμαθητευμένοις λεγόμενον καὶ ἀποστελλομένοις μαθητεῦσαι πάντα τὰ ἔθνη οὕτως ἔχον · ἰδοὺ ἐγὼ μεθ’ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. τοῖς μὲν γὰρ πάντα ὅσα ἐνδέχεται φύσιν ἀνθρωπίνην γνῶναι ἔτι ἐνταῦθα τυγχάνουσαν εἰσομένοις λέγεται δεικτικῶς τὸ ἰδοὺ ἐγὼ μεθ’ὑμῶν εἰμι · καὶ περὶ πάσης τῆς ἐν τοῖς θεωρησομένοις ἀνατολῆς ἡμέρας πλείονας ποιούσης τοῖς μακαριωτάτοις τὸ πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος · περὶ δὲ τῶν ἐν Καφαρναούμ, πρὸς οὓς ὡς ὑποδεεστέρους καταβαίνουσιν οὐ μόνον Ἰησοῦς ἀλλὰ καὶ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταί · ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.

10.10

10.10.43εἰκὸς δὲ οὐκ ἀλόγως ζητήσειν τινὰς εἰ μετὰ πάσας τὰς ἡμέρας τούτου τοῦ αἰῶνος οὐκέτι ἔσται εἰπών · ἰδοὺ ἐγὼ μεθ’ὑμῶν μετὰ τῶν χωρησάντων αὐτὸν ἕως τῆς συντελείας τοῦ αἰῶνος · τὸ γὰρ ἕως οἱονεὶ περιγραφήν τινα δηλοῖ χρόνου.

10.10.44λεκτέον δὲ καὶ πρὸς τοῦτο, ὅτι οὐ ταὐτόν ἐστιν τὸ μεθ’ὑμῶν εἰμι τῷ ἐν ὑμῖν εἰμι. τάχα οὖν κυριώτερον λέγοιμεν ἂν οὐκ ἐν τοῖς μαθητευομένοις εἶναι τὸν σωτῆρα, ἀλλὰ μετ’ αὐτῶν ὅσον τῷ νῷ οὐκ ἐφθακόσιν ἐπὶ τὴν τοῦ αἰῶνος συντέλειαν.

10.10.45ἐπὰν δὲ τοῦ κόσμου σταυρωθέντος αὐτοῖς τὴν συντέλειαν αὐτοῦ ἐνστᾶσαν τὸ ὅσον ἐπὶ τῇ αὐτῶν παρασκευῇ θεωρήσωσιν, τότε οὐκέτι μετ’αὐτῶν ἀλλὰ ἐν αὐτοῖς γενομένου τοῦ Ἰησοῦ ἐροῦσιν τὸ οὐκέτι ζῶ ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός καὶ τὸ εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ.

10.10.46ταῦτα δὲ λέγομεν τηρουμένης πως ἰδίᾳ καὶ τῆς παριστάσης ἐκδοχῆς τὸ πάσας τὰς ἡμέρας λέγεσθαι τὰς ἕως συντελείας τοῦ αἰῶνος κατὰ τὰ ἐφικτὰ τῇ ἀνθρωπίνῃ φύσει καταλαβεῖν ἔτι ἐνταῦθα τυγχανούσῃ · ἔστιν γὰρ καὶ ἐκείνης τῆς ἑρμηνείας τηρουμένης ἐπιστῆσαι τῷ ἐγώ, ἵνα μὲν ἕως τῆς συντελείας μετὰ τῶν ἀποστελλομένων μαθητεύειν πάντα τὰ ἔθνη κενώσας ἑαυτὸν καὶ τὴν τοῦ δούλου μορφὴν λαβών.

10.10.47ὡσπερεὶ δὲ τούτου ἕτερος ἐν τῇ καταστάσει ὢν τῇ πρὸ τοῦ κενῶσαι ἑαυτὸν μετὰ τὴν συντέλειαν τοῦ αἰῶνος γένηται μετὰ τούτων, ἕως ὑπὸ τοῦ πατρὸς τεθῶσι πάντες οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, μετὰ ταῦτα, ὅτε παραδίδωσιν υἱὸς τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, τοῦ πατρὸς ἐροῦντος αὐτοῖς τὸ ἰδοὺ ἐγὼ μεθ’ὑμῶν εἰμι · πότερον δὲ πάσας ἡμέρας ἕως τοῦδε τοῦ χρόνου, ἁπλῶς πάσας τὰς ἡμέρας, οὐ δὲ πάσας ἀλλὰ πᾶσαν, ἐνέσται σκοπεῖν τῷ βουλομένῳ. νῦν γὰρ ἡμᾶς οὐκ ἀπαιτεῖ τὰ προκείμενα ἐπὶ τοσοῦτον παρεκβῆναι τοῦ λόγου.

10.11

10.11.48 μέντοι γε Ἡρακλέων τὸ μετὰ τοῦτο κατέβη εἰς Καφαρναοὺμ αὐτὸς διηγούμενος ἄλλης πάλιν οἰκονομίας ἀρχήν φησι δηλοῦσθαι, οὐκ ἀργῶς τοῦ κατέβη εἰρημένου · καί φησι τὴν Καφαρναοὺμ σημαίνειν ταῦτα τὰ ἔσχατα τοῦ κόσμου, ταῦτα τὰ ὑλικὰ εἰς κατῆλθεν · καὶ διὰ τὸ ἀνοίκειον, φησίν, εἶναι τὸν τόπον οὐ δὲ πεποιηκώς τι λέγεται ἐν αὐτῇ λελαληκώς.

10.11.49εἰ μὲν οὖν μη δὲ ἐν τοῖς λοιποῖς εὐαγγελίοις πεποιηκώς τι λελαληκὼς ἐν τῇ Καφαρναοὺμ κύριος ἡμῶν ἀνεγέγραπτο, τάχα ἂν ἐδιστάξαμεν περὶ τοῦ παραδέξασθαι αὐτοῦ τὴν ἑρμηνείαν.

10.11.50νυνὶ δὲ μὲν Ματθαῖος καταλιπόντα φησὶ τὸν κύριον ἡμῶν τὴν Ναζαρὰ ἐλθόντα κατῳκηκέναι εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν, καὶ ἀπὸ τότε ἀρχὴν τοῦ κηρύσσειν πεποιῆσθαι λέγοντα · μετανοεῖτε, ἤγγικεν γὰρ βασιλεία τῶν οὐρανῶν.

10.11.51 δὲ Μάρκος ἀπὸ τοῦ πρὸς τὸν διάβολον πειρασμοῦ μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἀπαγγέλλει ἡμῖν εἰς τὴν Γαλιλαίαν κηρύσσοντα τὸ εὐαγγέλιον τοῦ θεοῦ ἐληλυθέναι τὸν κύριον · καὶ μετὰ τὴν εἰς ἀποστολὴν ἐκλογὴν τῶν τεσσάρων ἁλιέων εἰσπορεύονται εἰς Καφαρναούμ · καὶ εὐθὺς τοῖς σάββασιν ἐδίδασκεν εἰς τὴν συναγωγήν, καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.

10.11.52ἀλλὰ καὶ πρᾶξιν αὐτοῦ ἀναγράφει γεγενημένην ἐν Καφαρναούμ · εὐθύς, γάρ φησιν, ἐν τῇ συναγωγῇ αὐτῶν ἦν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξε λέγων · ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἴδαμέν σε τίς εἶ, υἱὸς τοῦ θεοῦ.

10.11.53καὶ ἐπετίμησεν αὐτῷ Ἰησοῦς λέγων · φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ · ὅτε ἐσπάραξεν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ · καὶ ἐθαμβήθησαν ἅπαντες. καὶ πενθερὰ Σίμωνος τοῦ πυρετοῦ ἀπαλλάσσεται ἐν τῇ Καφαρναούμ.

10.11.54πρὸς τούτοις Μάρκος φησὶν ἑσπέρας γεγενημένης ἐν τῇ Καφαρναοὺμ τεθεραπεῦσθαι πάντας τοὺς κακῶς ἔχοντας καὶ δαιμονιζομένους.

10.11.55καὶ Λουκᾶς δὲ τὰ παραπλήσια τῷ Μάρκῳ ἀπαγγέλλει περὶ τῆς Καφαρναοὺμ λέγων · καὶ ἦλθεν εἰς Καφαρναούμ, πόλιν τῆς Γαλιλαίας, καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν λόγος αὐτοῦ.

10.11.56καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ · ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; οἶδά σε τίς εἶ, ἅγιος τοῦ θεοῦ. καὶ ἐπετίμησεν αὐτῷ Ἰησοῦς λέγων · φιμώθητι καὶ ἔξελθε ἀπ’αὐτοῦ. τότε καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς μέσον ἐξῆλθεν ἀπ’αὐτοῦ μηδὲν βλάψαν αὐτόν.

10.11.57καὶ μετὰ ταῦτα ἀπαγγέλλει ὡς ἀναστὰς κύριος ἀπὸ τῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος, καὶ ἐπιτιμήσας τῷ ἐν τῇ πενθερᾷ αὐτοῦ πυρετῷ ἀπήλλαξεν αὐτὴν τῆς νόσου · μεθ’ἣν θεραπευθεῖσαν δύντος, φησί, τοῦ ἡλίου πάντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἦγον αὐτοὺς πρὸς αὐτόν · δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιθεὶς ἐθεράπευεν αὐτούς. ἐξήρχοντο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν, κραυγάζοντα καὶ λέγοντα ὅτι · σὺ εἶ υἱὸς τοῦ θεοῦ · καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν Χριστὸν αὐτὸν εἶναι.

10.11.58ταῦτα δὲ πάντα περὶ τῶν ἐν Καφαρναοὺμ τῷ σωτῆρι εἰρημένων καὶ πεπραγμένων παρεστήσαμεν ὑπὲρ τοῦ ἐλέγξαι τὴν Ἡρακλέωνος ἑρμηνείαν λέγοντος · διὰ τοῦτο οὐ δὲ πεποιηκώς τι λέγεται ἐν αὐτῇ λελαληκώς.

10.11.59 γὰρ δύο ἐπινοίας διδότω καὶ αὐτὸς τῆς Καφαρναοὺμ καὶ παριστάτω καὶ πεισάτω ποίας · τοῦτο ποιῆσαι μὴ δυνάμενος ἀφιστάσθω τοῦ λέγειν τὸν σωτῆρα μάτην τινὶ τόπῳ ἐπιδεδημηκέναι.

10.11.60καὶ ἡμεῖς δὲ θεοῦ διδόντος γενόμενοι κατὰ τὰ τοιαῦτα χωρία τῆς συναναγνώσεως ὅπου δόξαι ἂν μηδὲν ἠνυκέναι ἐπιδημήσας χωρίοις τισίν, πειρασόμεθα τὸ μὴ μάταιον τῆς ἐπιδημίας αὐτοῦ τρανῶσαι.

10.12

10.12.61ἔτι δὲ Ματθαῖος εἰσελθόντος τοῦ κυρίου εἰς τὴν Καφαρναούμ φησι τὸν ἑκατόνταρχον αὐτῷ προσεληλυθέναι λέγοντα · παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος , καὶ ἀκηκοέναι μεθ’ἕτερα εἰρημένα τῷ κυρίῳ παρ’αὐτοῦ τὸ ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι . καὶ τὰ περὶ τῆς Πέτρου πενθερᾶς σύμφωνα τοῖς ἄλλοις δυσὶν καὶ αὐτὸς παρέστησεν.

10.12.62ἡγοῦμαι δὲ εἶναι φιλότιμον καὶ πρέπον τῷ ἐν Χριστῷ φιλομαθεῖ συναγαγεῖν ἀπὸ τῶν τεσσάρων εὐαγγελίων πάντα τὰ περὶ τῆς Καφαρναοὺμ ἀναγεγραμμένα καὶ τοὺς ἐν αὐτῇ λόγους καὶ ἔργα τοῦ κυρίου, καὶ ὁσάκις εἰς αὐτὴν ἐπιδεδήμηκε, καὶ πότε μὲν λέγεται καταβεβηκέναι εἰς αὐτήν, πότε δὲ εἰσεληλυθέναι, καὶ πόθεν. ταῦτα γὰρ ἀλλήλοις συντεθέντα οὐκ ἐάσει ἡμᾶς διαπεσεῖν εἰς τὴν περὶ τῆς Καφαρναοὺμ ἐκδοχήν.

10.12.63πλὴν εἰ καὶ νοσοῦντες ἐκεῖ θεραπεύονται καὶ ἄλλαι δυνάμεις ἐκεῖ γίνονται, τότε κηρύσσειν ἤγγικεν βασιλεία τῶν οὐρανῶν ἐκεῖθεν ἄρχεται, ἔοικεν εἶναι σύμβολον, ὡς κατὰ τὰς ἀρχὰς ὑπεδειξάμεθα, ὑποδεεστέρου τινὸς χωρίου παρακλήσεως , τάχα διὰ τὸν Ἰησοῦν γινομένου παρακαλέσαντα ἐφ’οἷς ἐδίδαξεν καὶ πεποίηκεν ἐκεῖ τοῦ τόπου χωρίου παρακλήσεως . ἴσμεν γὰρ καὶ τόπων ὀνόματα ἐπώνυμα τυγχάνοντα τοῖς κατὰ τὸν Ἰησοῦν πράγμασιν · ὥσπερ τὰ Γέργεσα, ἔνθα παρεκάλεσαν αὐτὸν μεταβῆναι ἐκ τῶν ὁρίων αὐτῶν οἱ τῶν χοίρων πολῖται, ἑρμηνεύεται παροικία ἐκβεβληκότων .

10.12.64ἔτι δὲ καὶ τοῦτο περὶ τῆς Καφαρναοὺμ τετηρήκαμεν, ὅτι οὐ μόνον ἐν αὐτῇ κηρύσσειν τὸ ἤγγικεν βασιλεία τῶν οὐρανῶν ἤρξατο, ἀλλὰ καὶ κατὰ τοὺς τρεῖς εὐαγγελιστὰς τὰς πρώτας δυνάμεις ἐκεῖ πεποίηκεν.

10.12.65οὐδεὶς δὲ τῶν τριῶν ἐφ’οἷς πρῶτον ἀνέγραψεν παραδόξοις ἐν τῇ Καφαρναοὺμ γεγενημένοις τὴν τοῦ μαθητοῦ Ἰωάννου ἐπὶ τῷ πρώτῳ ἔργῳ σημείωσιν πεποίηται λέγοντος · ταύτην ἀρχὴν τῶν σημείων ἐποίησεν Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας .

10.12.66οὐ γὰρ ἦν ἀρχὴ τῶν σημείων τὸ ἐν Καφαρναούμ, τῷ προηγούμενον μὲν σημείων εἶναι τοῦ υἱοῦ τοῦ θεοῦ τὴν εὐφροσύνην · διὰ δὲ τὰ τοῖς ἀνθρώποις συμβεβηκότα περιστατικὰ οὐχ οὕτως τῇ θεραπείᾳ ἐπιδεικνυμένου τοῦ λόγου τὸ ἴδιον κάλλος ἐν τῷ θεραπεύειν τοὺς πεπονθότας, ὅσον ἐν τῷ εὐφραίνειν τῷ νηφαλίῳ πόματι τοὺς διὰ τὸ ὑγιαίνειν καὶ εὐωχίᾳ σχολάζειν δυναμένους.

10.13

10.13.67τὴν τοῦ σοφωτάτου Ἰωάννου ἐξετάζων ἀκρίβειαν κατ’ἐμαυτὸν ἐζήτουν τί βούλεται αὐτῷ προσθήκη τῶν Ἰουδαίων . ποίου γὰρ ἄλλου ἔθνους ἐστὶν ἑορτὴ τὸ πάσχα; διόπερ αὔταρκες ἦν, εἰ εἶπεν καὶ ἦν ἐγγὺς τὸ πάσχα .

10.13.68μήποτε δέ, ἐπεὶ τὸ μέν τί ἐστιν πάσχα ἀνθρώπινον, τῶν μὴ κατὰ βούλησιν τῆς γραφῆς ἐπιτελούντων αὐτό, τὸ δέ τι θεῖον τὸ ἀληθές, πνεύματι καὶ ἀληθείᾳ ἐνεργούμενον ὑπὸ τῶν πνεύματι καὶ ἀληθείᾳ προσκυνούντων τὸν θεόν, ἀντιδιέσταλται πρὸς τὸ θεῖον τὸ λεγόμενον τῶν Ἰουδαίων .

10.13.69ἀκούσωμεν γοῦν τοῦ κυρίου νομοθετοῦντος τὸ πάσχα, τί φησιν ὅτε καὶ πρῶτον ὠνόμασται ἐν τῇ γραφῇ · καὶ εἶπε κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν ἐν γῇ Αἰγύπτου λέγων · μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν, πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶν τοῦ ἐνιαυτοῦ.

10.13.70λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ λέγων · τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ’οἴκους πατριῶν · καὶ μετ’ὀλίγα, ἐν οἷς οὐδέπω τὸ πάσχα ὀνομαστὶ εἴρητο, ἐπιφέρει · οὕτω δὲ φάγεσθε αὐτό · αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν, καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς · πάσχα ἐστὶν τοῦ κυρίου . οὐ γάρ φησι πάσχα ἐστὶν ὑμῶν .

10.13.71καὶ μετ’ὀλίγα δεύτερον οὕτως ὀνομάζει τὴν ἑορτήν · καὶ ἔσται ἐὰν λέγωσιν πρὸς ὑμᾶς οἱ υἱοὶ ὑμῶν · τίς λατρεία αὕτη; καὶ ἐρεῖτε αὐτοῖς · θυσία τὸ πάσχα τοῦ κυρίου, ὡς ἐσκέπασεν τοὺς οἴκους τῶν υἱῶν Ἰσραήλ . καὶ πάλιν δὲ μετ’ὀλίγα · εἶπεν δὲ κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν λέγων · οὗτος νόμος τοῦ πάσχα · πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπ’αὐτοῦ .

10.13.72καὶ πάλιν μετ’ὀλίγα · ἐὰν δέ τις προσέλθῃ πρὸς ὑμᾶς προσήλυτος καὶ ποιῇ τὸ πάσχα κυρίου, περιτεμεῖται αὐτοῦ πᾶν ἀρσενικόν .

10.13.73παρατηρητέον γὰρ ὅτι ἐν τῇ νομοθεσίᾳ οὐδαμοῦ λέγεται πάσχα ὑμῶν , ἀλλ’ἅπαξ μὲν ἐν οἷς προεθέμεθα χωρὶς πάσης προσθήκης, τρὶς δὲ τὸ πάσχα τοῦ κυρίου . πρὸς δὲ τὸ παραδέξασθαι τοῦθ’οὕτως ἔχειν περὶ τῆς διαφορᾶς τοῦ πάσχα κυρίου καὶ πάσχα Ἰουδαίων , ἴδωμεν καὶ τὰ ἐν τῷ Ἡσαΐᾳ τοῦτον τὸν τρόπον εἰρημένα · τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι · νηστείαν καὶ ἀργείαν καὶ τὰς νουμηνίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ψυχή μου .

10.13.74οὐκ ἴδια γὰρ ἑαυτοῦ φησιν κύριος τὰ ὑπὸ τῶν ἁμαρτανόντων ἐπιτελούμενα, ὑπὸ τῆς ψυχῆς αὐτοῦ, εἴ τίς ποτέ ἐστιν, μισούμενα, οὔτε τὰς νουμηνίας οὔτε τὰ σάββατα οὔτε ἡμέραν μεγάλην οὔτε νηστείαν οὔτε τὰς ἑορτάς.

10.13.75ἐν μέντοι γε τῇ νομοθεσίᾳ τῆς Ἐξόδου περὶ σαββάτου ταῦτα λέγεται · εἶπεν δὲ Μωσῆς πρὸς αὐτούς · τοῦτο τὸ ῥῆμα ἐλάλησεν κύριος · σάββατα ἀνάπαυσις ἁγία τῷ κυρίῳ . καὶ μετ’ὀλίγα · εἶπεν δὲ Μωσῆς · φάγετε, σήμερον γάρ ἐστιν σάββατα τῷ κυρίῳ .

10.13.76καὶ ἐν Ἀριθμοῖς πρὸ τούτων ἐφ’ἑκάστῃ ἑορτῇ θυσιῶν, ὡς ἑορτῆς οὔσης κατὰ τὸν νόμον τοῦ ἐνδελεχισμοῦ καὶ ἑκάστης ἡμέρας, ταῦτα γέγραπται · καὶ ἐλάλησεν κύριος πρὸς Μωσῆν · ἀπάγγειλαι τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτοὺς λέγων · τὰ δῶρά μου, δόματά μου, καρπώματά μου εἰς ὀσμὴν εὐωδίας διατηρήσετε προσφέρειν μοι ἐν ταῖς ἑορταῖς μου. καὶ ἐρεῖς πρὸς αὐτούς · ταῦτα τὰ καρπώματα, ὅσα προσάξετε τῷ κυρίῳ . ἰδίας γὰρ ἑορτὰς ὠνόμασεν καὶ οὐ τῶν νομοθετουμένων τὰς ἐκκειμένας ἐν τῇ γραφῇ, καὶ δῶρα αὐτοῦ καὶ δόματα αὐτοῦ.

10.14

10.14.77ὅμοιον δέ τι τούτοις ἐστὶν καὶ περὶ τοῦ λαοῦ ἐν τῇ Ἐξόδῳ ἀναγεγραμμένον, ὅστις ὑπὸ τοῦ θεοῦ ἴδιος εἶναι λέγεται ὅτε μὴ ἁμαρτάνει · ἀποκηρύττων δὲ αὐτὸν ἐν τῇ μοσχοποιΐᾳ λαὸν Μωσέως ὠνόμασεν · πρὸς μὲν γὰρ τὸν Φαραὼ ἐρεῖς, φησί · τάδε λέγει κύριος · ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσῃ μοι ἐν τῇ ἐρήμῳ.

10.14.78ἐὰν δὲ μὴ βούλῃ ἐξαποστεῖλαι τὸν λαόν μου, ἰδοὺ ἐγὼ ἀποστέλλω ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τοὺς οἴκους σου κυνόμυιαν, καὶ πλησθήσονται αἱ οἰκίαι τῶν Αἰγυπτίων τῆς κυνομυίας, καὶ εἰς τὴν γῆν ἐφ’ἧς εἰσιν ἐπ’αὐτῆς ·

10.14.79καὶ παραδοξάσω τῇ ἡμέρᾳ ἐκείνῃ τὴν γῆν Γεσέμ, ἐφ’ἧς λαός μου ἔπεστιν ἐπ’αὐτῆς, ἐφ’ οὐκ ἔσται κυνόμυια, ἵνα εἰδῇς ὅτι ἐγώ εἰμι κύριος κύριος πάσης τῆς γῆς. καὶ δώσω διαστολὴν ἀνὰ μέσον τοῦ ἐμοῦ λαοῦ . πρὸς δὲ τὸν Μωσέα ἐλάλησεν κύριος λέγων βάδιζε, κατάβηθι τὸ τάχος. ἠνόμησεν γὰρ λαός σου οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου .

10.14.80ὥσπερ οὖν λαὸς μὴ ἁμαρτάνων μὲν τοῦ θεοῦ ἐστιν, ἁμαρτάνων δὲ οὐκέτι λέγεται εἶναι αὐτοῦ · οὕτω καὶ αἱ ἑορταί, ὅτε μὲν μισοῦνται ὑπὸ τῆς τοῦ κυρίου ψυχῆς, τῶν ἁμαρτανόντων εἰσὶν ἑορταί, ὅτε δὲ ὑπὸ τοῦ κυρίου νομοθετοῦνται, κυρίου εἶναι προσαγορεύονται.

10.14.81τῶν δὲ ἑορτῶν μία ἐστὶν καὶ τὸ πάσχα, ὅπερ ἐν τῇ προκειμένῃ τοῦ εὐαγγελίου γραφῇ οὐ τοῦ κυρίου ἀλλὰ τῶν Ἰουδαίων εἶναι λέγεται · καὶ ἀλλαχοῦ δέ · αὗται, φησίν, αἱ ἑορταὶ κυρίου ἃς καλέσετε αὐτὰς κλητὰς ἁγίας .

10.14.82ἀπὸ μὲν οὖν τῆς τοῦ κυρίου φωνῆς οὐκ ἔστιν ἀντιλέγειν οἷς παρεστήσαμεν. πιθανῶς δέ τις ἀπὸ τοῦ ἀποστόλου ζητήσει ἐν τῇ πρὸς Κορινθίους ἀναγράφοντος · καὶ γὰρ τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός · οὐ γάρ φησιν τὸ πάσχα κυρίου ἐτύθη Χριστός .

10.14.83καὶ πρὸς τοῦτο δὲ λεκτέον ἤτοι ὅτι ἁπλούστερον πάσχα ἡμῶν τυθὲν τὸ δι’ἡμᾶς τυθὲν εἴρηκεν, ὅτι πᾶσα ἑορτὴ ἀληθῶς κυρίου, ὧν μία ἐστὶν τὸ πάσχα, οὐκ ἐν τούτῳ τῷ αἰῶνι οὐ δὲ ἐπὶ γῆς ἀλλ’ἐν τῷ μέλλοντι καὶ ἐν οὐρανοῖς, ἐνστάσης τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτελεσθήσεται.

10.14.84καὶ περὶ ἐκείνων γε τῶν ἑορτῶν μὲν εἷς τῶν δώδεκα προφητῶν φησι τί ποιήσετε ἐν ἡμέραις πανηγύρεως καὶ ἐν ἡμέραις ἑορτῆς τοῦ κυρίου ; δὲ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους · ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς · καὶ ἐν τῇ πρὸς Κολασσαεῖς · μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει καὶ ἐν πόσει, ἐν μέρει ἑορτῆς νουμηνίας σαββάτων, ἐστι σκιὰ τῶν μελλόντων .

10.15

10.15.85τίνα δὲ τρόπον ἐν τοῖς ἐπουρανίοις, ὧν σκιὰ παρὰ τοῖς σωματικοῖς Ἰουδαίοις ἦν, ἑορτάσομεν, ὑπὸ τὸν ἀληθῆ πρότερον παιδαγωγούμενοι νόμον παρὰ ἐπιτρόποις καὶ οἰκονόμοις ἕως τὸ ἐκεῖ πλήρωμα τοῦ χρόνου ἐνστῇ καὶ τὴν τελειότητα τοῦ υἱοῦ τοῦ θεοῦ χωρήσωμεν, ἔργον σοφίας τῆς ἐν μυστηρίῳ ἀποκεκρυμμένης ἐστὶν φανερῶσαι, καὶ τὰ περὶ βρωμάτων νομοθετούμενα, σύμβολα τῶν ἐκεῖ μελλόντων τρέφειν καὶ ἰσχυροποιεῖν ἡμῶν τὴν ψυχὴν τυγχάνοντα, θεωρεῖν.

10.15.86εἰκὸς δὲ φαντασιωθέντα τινὰ τὸ πέλαγος τῶν τοσούτων νοημάτων καὶ βουλόμενον σῶσαι πῶς κατὰ τόπον λατρεία ὑπόδειγμα καὶ σκιά ἐστιν τῶν ἐπουρανίων, τάτε θύματα καὶ τὸ πρόβατον νοῆσαι βουλόμενον, προσκόψαι καὶ τῷ ἀποστόλῳ ἐπᾶραι μὲν ἡμῶν τὸ φρόνημα βουληθέντι ἀπὸ τῶν γηΐνων περὶ τοῦ νόμου δογμάτων οὐ πάνυ δὲ παραστήσαντι πῶς ταῦτα μέλλει γίνεσθαι.

10.15.87ἐὰν δὲ καὶ ἑορταί, ὧν μία τὸ πάσχα ἐστίν, καὶ ἐπὶ τὸν μέλλοντα ἀνάγωνται αἰῶνα, ἔτι μᾶλλον ἐπισκοπητέον πῶς καὶ νῦν τὸ πάσχα ἡμῶν ἐτύθη Χριστὸς καὶ μετὰ ταῦτα τυθήσεται.

10.16

10.16.88ὀλίγα δὲ εἰς τὴν ἐπαπόρησιν τῶν δογμάτων παραθετέον, ἡμῶν ἰδίας δεομένων πραγματείας ἐξαιρέτου καὶ πολυβίβλου, παντόςτε τοῦ κατὰ τὸν νόμον μυστικοῦ λόγου, καὶ ἰδίᾳ τῶν κατὰ τὰς ἑορτὰς καὶ ἔτι ἰδικώτερον περὶ τοῦ πάσχα.

10.16.89Ἰουδαίων μὲν οὖν τὸ πάσχα πρόβατόν ἐστιν θυόμενον, λαμβανόμενον ἑκάστῳ κατ’οἴκους πατριῶν καὶ ἐπιτελούμενον μυριάσιν σφαζομέναις ἀμνῶν καὶ ἐρίφων, πλείοσιν κατὰ τὴν ἀναλογίαν τοῦ ἀριθμοῦ τῶν οἴκων τοῦ λαοῦ · τὸ δὲ ἡμῶν πάσχα ἐτύθη Χριστός .

10.16.90καὶ πάλιν ἐκείνων μέν ἐστιν τὰ ἄζυμα ἀφανιζομένης πάσης ζύμης ἐκ τῶν οἴκων αὐτῶν · ἡμεῖς δὲ ἑορτάζομεν οὐ ζύμῃ παλαιᾷ οὐ δὲ ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας .

10.16.91εἰ δέ ἐστί τι τρίτον παρὰ τὰ εἰρημένα δύο τὸ πάσχα τοῦ κυρίου καὶ ἀζύμων ἑορτή, ἀκριβέστερον ἐξεταστέον διὰ τὸ ὑποδείγματι καὶ σκιᾷ λατρεύειν ἐκείνους τῶν ἐπουρανίων ἐκείνων, καὶ οὐ μόνον βρώματα καὶ πόματα καὶ νεομηνίας καὶ σάββατα ἀλλὰ καὶ τὰς ἑορτὰς σκιὰν εἶναι τῶν μελλόντων.

10.16.92πρῶτον δὴ τοῦ ἀποστόλου λέγοντος · τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός ἐπαπορήσει τις πρὸς αὐτὸν ταῦτα · εἰ τύπος ἐστὶν τῆς Χριστοῦ θύσεως τὸ παρὰ Ἰουδαίοις πρόβατον, ἤτοι ἐχρῆν ἓν καὶ μὴ πολλὰ θύεσθαι παρ’αὐτοῖς πρόβατα, ὥσπερ εἷς ἐστιν Χριστός, πολλῶν θυομένων προβάτων οἱονεὶ πολλοὺς χριστοὺς θυομένους ἀκολούθως τῷ τύπῳ ζητητέον.

10.16.93ἵνα δὲ τοῦτο παραπεμψώμεθα, πῶς τὸ θυόμενον πρόβατον Χριστοῦ περιέχει εἰκόνα, τοῦ μὲν προβάτου ὑπὸ τῶν τηρούντων τὸν νόμον θυομένου, Χριστοῦ δὲ ὑπὸ τῶν παραβαινόντων αὐτὸν ἀναιρουμένου; ἔτι δὲ πῶς ἐπὶ Χριστοῦ τὸ φάγονται τὰ κρέα ταύτῃ τῇ νυκτὶ ὀπτὰ πυρὶ καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται ; ἑρμηνευτέον καὶ τὸ οὐκ ἔδεσθε ἀπ’αὐτῶν ὠμὸν οὐ δὲ ἡψημένον ἐν ὕδατι, ἀλλ’ ὀπτὰ πυρί · κεφαλὴν σὺν τοῖς ποσὶν καὶ τοῖς ἐνδοσθίοις · οὐκ ἀπολείψετε ἀπ’αὐτῶν ἕως πρωΐ, καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ’αὐτῶν · τὰ δὲ καταλειπόμενα ἀπ’αὐτῶν ἕως πρωῒ κατακαύσετε .

10.16.94ἔοικεν δὲ τῷ ὀστοῦν οὐ συντρίψετε ἀπ’αὐτοῦ Ἰωάννης ἐν τῷ εὐαγγελίῳ κεχρῆσθαι ὡς ἀναφερομένῳ ἐπὶ τὴν περὶ τὸν σωτῆρα οἰκονομίαν, καὶ ὅτε ἐν τῷ νόμῳ κελεύονται τὸ πρόβατον ἐσθίοντες ὀστοῦν αὐτοῦ μὴ συντρίβειν.

10.16.95λέγει δὲ οὕτως · ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συνσταυρωθέντος αὐτῷ. ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον ἤδη αὐτὸν τεθνηκότα οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, ἀλλ’εἷς τῶν στρατιωτῶν λόγχῃ τὴν πλευρὰν αὐτοῦ ἔνυξεν · καὶ ἐξῆλθεν εὐθὺς αἷμα καὶ ὕδωρ. καὶ ἑωρακὼς μεμαρτύρηκεν καὶ ἀληθινὴ αὐτοῦ ἐστιν μαρτυρία · καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύητε. ἐγένετο γὰρ ταῦτα ἵνα γραφὴ πληρωθῇ · ὀστοῦν αὐτοῦ οὐ συντριβήσεται .

10.17

10.17.96καὶ ἄλλα δὲ μυρία παρὰ ταῦτά ἐστιν τὰ πρὸς τὴν τοῦ ἀποστόλου λέξιν ἀναζητηθησόμενα καὶ περὶ τοῦ πάσχα καὶ ἀζύμων ἐξετασθησόμενα, δεόμενα δέ, ὡς προειρήκαμεν, προηγουμένης πολυβίβλου συγγραφῆς.

10.17.97νῦν δὲ ὡς ἐν ἐπιτομῇ διὰ τὴν προκειμένην λέξιν ταῦτα παραθέμενοι, τὰ φαινόμενα ὡς ἐν βραχέσιν οὕτω λύειν πειρασόμεθα, ὑπομνησθέντες καὶ τοῦ οὗτός ἐστιν ἀμνὸς τοῦ θεοῦ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου ἐπεὶ καὶ ἐν τῷ πάσχα ἀπὸ τῶν ἀμνῶν, φησί, καὶ τῶν ἐρίφων λήψεσθε .

10.17.98δόξει γὰρ καὶ εὐαγγελιστὴς συνᾴδων τῷ Παύλῳ τοιαύταις ἐνέχεσθαι τῶν ἐξητασμένων ἀπορίαις.

10.17.99λεκτέον δὲ ὅτι εἰ λόγος γέγονε σὰρξ καί φησιν κύριος · ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ · γὰρ σάρξ μου ἀληθής ἐστιν βρῶσις καὶ τὸ αἷμά μου ἀληθής ἐστιν πόσις. τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ , μήποτε αὕτη ἐστὶν σὰρξ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ, καὶ τοῦτ’ἔστιν τὸ αἷμα ἀφ’οὗ τιθέναι δεῖ ἐπὶ τῶν δύο σταθμῶν, καὶ ἐπὶ τὴν φλιὰν ἐν τοῖς οἴκοις, ἐν οἷς ἐσθίομεν τὸ πάσχα, καὶ ἀπὸ τῶν τοῦ ἀμνοῦ τούτου δεῖ φαγεῖν κρεῶν ἐν τῷ τοῦ κόσμου χρόνῳ, ὅς ἐστιν νύξ · ὀπτὰ δὲ τὰ κρέα πυρὶ βρωτέον μετὰ τοῦ ἀπὸ ἀζύμων ἄρτου · γὰρ τοῦ θεοῦ λόγος οὐ μόνον ἐστὶ σάρξ · φησὶ γοῦν · ἐγώ εἰμι ἄρτος τῆς ζωῆς καὶ οὗτός ἐστιν ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ. ἐγώ εἰμι ἄρτος ζῶν ἐκ τοῦ οὐρανοῦ καταβάς · ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου ζήσει εἰς τὸν αἰῶνα .

10.17.100οὐκ ἀγνοητέον μέντοι γε ὅτι πᾶσα τροφὴ καταχρηστικώτερον ἄρτος λέγεται, ὡς ἐπὶ Μωσέως ἐν τῷ Δευτερονομίῳ γέγραπται · τεσσεράκοντα ἡμέρας ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν , ἀντὶ τοῦ · οὔτε ξηρᾶς οὔτε ὑγρᾶς μετείληφεν τροφῆς.

10.17.101τοῦτο δέ μοι τετήρηται διὰ τὸ καὶ ἐν τῷ κατὰ Ἰωάννην λέγεσθαι · καὶ ἄρτος δέ, ὃν ἐγὼ δώσω, σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς .

10.17.102ἤτοι δὲ διὰ τὰς ἐπὶ τοῖς ἁμαρτήμασιν ἡμῶν μετανοίας τὴν κατὰ θεὸν λύπην λυπούμενοι, μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἡμῖν ἐργαζομένην, ἐπὶ πικρίδων ἐσθίομεν τὰ κρέα τοῦ ἀμνοῦ καὶ τὰ ἄζυμα, διὰ τὰς βασάνους ζητοῦντες καὶ τρεφόμενοι ἀπὸ τῶν εὑρισκομένων τῆς ἀληθείας θεωρημάτων.

10.18

10.18.103οὐκ ὠμὴν οὖν βρωτέον τὴν σάρκα τοῦ ἀμνοῦ, ὥσπερ ποιοῦσιν οἱ τῆς λέξεως δοῦλοι τρόπον ἀλόγων ζῴων καὶ ἀποτεθηριωμένων, πρὸς τοὺς ἀληθῶς λογικοὺς διὰ τοῦ συνιέναι βούλεσθαι τὰ πνευματικὰ λόγου, μεταλαμβάνοντες θηρίων ἀπηγριωμένων.

10.18.104φιλοτιμητέον δὲ τῷ εἰς ἕψησιν μεταλαμβάνοντι τὸ ὠμὸν τῆς γραφῆς μὴ ἐπὶ τὸ πλαδαρώτερον καὶ ὑδαρέστερον καὶ ἐκλελυμένον μεταλαμβάνειν τὰ γεγραμμένα, ὅπερ ποιοῦσιν οἱ κνηθόμενοι τὴν ἀκοὴν καὶ ἀπὸ μὲν τῆς ἀληθείας ἀποστρέφοντες αὐτήν, ἐπὶ δὲ τὸ ἀνειμένον καὶ ὑδαρέστερον τῆς πολιτείας μεταλαμβάνοντες τὰς κατ’αὐτοὺς ἀναγωγάς.

10.18.105ἡμεῖς δὲ τῷ ζέοντι πνεύματι καὶ τοῖς διδομένοις ὑπὸ θεοῦ διαπύροις λόγοις, ὁποίους Ἱερεμίας εἰλήφει ἀπὸ τοῦ λέγοντος πρὸς αὐτόν · ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ , ὀπτὰ ποιήσωμεν τὰ κρέα τοῦ ἀμνοῦ, ὥστε τοὺς μεταλαμβάνοντας αὐτῶν λέγειν, Χριστοῦ ἐν ἡμῖν λαλοῦντος, ὅτι καρδία ἡμῶν καιομένη ἦν ἐν τῇ ὁδῷ, ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς . εἰς δὲ τὸ τοιοῦτον ἡμᾶς ζητῆσαι πυρὶ ὀπτῆσαι δὲ ἤξει τὰ τοῦ ἀμνοῦ κρέα, παραθετέον τὴν ὁμολογίαν οὗ ἐπεπόνθει ἐπὶ τοῖς λόγοις τοῦ θεοῦ πάθους Ἱερεμίας λέγων · καὶ ἐγένετο ὡς πῦρ καιόμενον, φλέγον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν .

10.18.106ἀρκτέον δὲ ἐν τῷ ἐσθίειν ἀπὸ τῆς κεφαλῆς, τουτέστιν τῶν κορυφαιοτάτων καὶ ἀρχικῶν δογμάτων περὶ τῶν ἐπουρανίων, καὶ καταληκτέον ἐπὶ τοὺς πόδας, τὰ ἔσχατα τῶν μαθημάτων τὰ ζητοῦντα περὶ τῆς τελευταίας ἐν τοῖς οὖσιν φύσεως, ἤτοι τῶν ὑλικωτέρων τῶν καταχθονίων τῶν πονηρῶν πνευμάτων καὶ ἀκαθάρτων δαιμονίων.

10.18.107 γὰρ περὶ αὐτῶν λόγος, ἕτερος ὢν αὐτῶν, ἐναποκείμενος τοῖς μυστηρίοις τῆς γραφῆς δύναται τροπικώτερον πόδες ὠνομάσθαι τοῦ ἀμνοῦ. καὶ τῶν ἐνδοσθίων δὲ καὶ ἐσωτερικῶν καὶ ἀποκεκρυμμένων οὐκ ἀφεκτέον. ὡς ἑνὶ δὲ σώματι τῇ ἁπάσῃ προσελθετέον γραφῇ, καὶ τὰς ἐν τῇ ἁρμονίᾳ τῆς πάσης συνθέσεως αὐτῆς εὐτονωτάτας καὶ στερροτάτας συνοχὰς οὐ συντριπτέον οὐ δὲ διακοπτέον, ὅπερ πεποιήκασιν οἱ τὴν ἑνότητα τοῦ ἐν πάσαις ταῖς γραφαῖς πνεύματος τὸ ὅσον ἐπ’αὐτοῖς συντρίβοντες.

10.18.108αὕτη μέντοι γε ἀπὸ τοῦ ἀμνοῦ προειρημένη προφητεία τὴν νύκτα μόνην ἡμᾶς τρεφέτω τοῦ ἐν τῷ βίῳ σκότους. ἕως γὰρ τῆς ἀνατολῆς τῆς ἡμέρας τῶν μετὰ τὸν βίον τοῦτον οὐδὲν καταλειπτέον ἔσται ἡμῖν τῆς ἐπὶ τοῦ παρόντος μόνου χρησίμου ἡμῖν οὕτω τροφῆς.

10.18.109παρελθούσης γὰρ τῆς νυκτὸς καὶ ἐπελθούσης τῆς μετὰ ταῦτα ἡμέρας, τὸν μηδαμῶς ἀπὸ τῶν παλαιοτέρων καὶ κάτωθεν ζυμούντων ἄζυμον ἔχοντες ἄρτον φαγόμεθα, χρήσιμον ἡμῖν ἐσόμενον, ἕως δοθῇ τὸ μετὰ τὸν ἄζυμον μάννα, ἀγγελικὴ καὶ μὴ ἀνθρωπίνη τροφή. ἑκάστῳ τοίνυν ἡμῶν θυέσθω τὸ πρόβατον ἐν παντὶ οἴκῳ πατριᾶς ἡμῶν, καὶ δυνατὸν ἔστω τόνδε μέν τινα παρανομεῖν μὴ θύοντα τὸ πρόβατον, τόνδε δὲ πᾶσαν φυλάττειν τὴν ἐντολὴν θύοντα καὶ περιέψοντα καὶ ὀστέον αὐτοῦ μὴ συντρίβοντα.

10.18.110καὶ οὕτως ὡς ἐν βραχέσι, συμφώνως τῇ ἀποστολικῇ ἐκδοχῇ καὶ τῷ ἐν τῷ εὐαγγελίῳ ἀμνῷ ἀποδιδόσθω τὸ τυθὲν πάσχα Χριστός. οὐ γὰρ νομιστέον τὰ ἱστορικὰ ἱστορικῶν εἶναι τύπους καὶ τὰ σωματικὰ σωματικῶν, ἀλλὰ τὰ σωματικὰ πνευματικῶν καὶ τὰ ἱστορικὰ νοητῶν.

10.18.111ἀναβῆναι δὲ τῷ λόγῳ καὶ ἐπὶ τὸ τρίτον πάσχα ἐπιτελεσθησόμενον ἐν μυριάσιν ἀγγέλων πανηγύρει ἐπιτελειοτάτῃ καὶ μακαριωτάτῃ ἐξόδῳ, νῦν οὐκ ἔστιν ἀναγκαῖον, καὶ τούτων ἐπιπλεῖον καὶ περισσότερον παρ’ ἀπῄτει τὸ ἀνάγνωσμα εἰρημένων ἡμῖν.

10.19

10.19.112οὐκ ἀζήτητον δὲ οὐ δὲ ἐατέον πῶς ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων , ὅτε ἦν κύριος ἅμα τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς καὶ τοῖς μαθηταῖς ἐν τῇ Καφαρναούμ.

10.19.113ἐν μὲν οὖν τῷ κατὰ Ματθαῖον, ἀφεθεὶς ὑπὸ τοῦ διαβόλου, τῶν ἀγγέλων προσελθόντων καὶ διακονούντων αὐτῷ, ἀκούσας Ἰωάννην παραδεδόσθαι ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν, καὶ καταλιπὼν τὴν Ναζαρὰ ἐλθὼν κατῴκησεν εἰς Καφαρναούμ . ἔπειτα ἀρξάμενος κηρύσσειν καὶ ἐκλεξάμενος τοὺς τέσσαρας ἁλιεῖς ἀποστόλους, διδάξαςτε ἐν ταῖς συναγωγαῖς ὅλης τῆς Γαλιλαίας καὶ θεραπεύσας τοὺς προσενεχθέντας αὐτῷ ἀνέρχεται εἰς τὸ ὄρος καὶ λέγει τοὺς μακαρισμοὺς καὶ τὰ ἐχόμενα αὐτῶν. τελέσας δὲ ἐκείνην τὴν διδασκαλίαν, καταβὰς ἐκ τοῦ ὄρους εἰσέρχεται εἰς Καφαρναοὺμ δεύτερον, κἀκεῖθεν δὲ ἐμβὰς εἰς πλοῖον περᾷ εἰς τὴν χώραν τῶν Γεργεσηνῶν · παρακληθείςτε μεταβῆναι ἀπὸ τῶν ὁρίων αὐτῶν, ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν , ἔνθα θεραπείας ἐπιτελέσας τινὰς περιῆγεν τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν .

10.19.114καὶ ἄλλα δὲ πλεῖστα μετὰ ταῦτα γίνεται πρὶν ἐπισημειώσασθαι τὸν Ματθαῖον τὸν τοῦ πάσχα καιρόν. καὶ παρὰ τοῖς λοιποῖς δὲ εὐαγγελισταῖς μετὰ τὴν ἐν τῇ Καφαρναοὺμ διατριβὴν οὐχ εὑρίσκεται ἐγγὺς τὸ πάσχα εἶναι λεγόμενον.

10.19.115σῶσαι δὲ τὸ βούλημα τῶν ἀνδρῶν ἔστιν ἐννοήσαντα τὰ περὶ τῆς ἐν Καφαρναοὺμ εἰρημένα ἡμῖν ἐν τοῖς πρὸ τούτων διατριβῆς, πλησίον τυγχάνει τοῦ τῶν Ἰουδαίων πάσχα, ὀλίγῳ βελτιουμένη παρ’αὐτὸ καὶ κρείττων αὐτοῦ τυγχάνουσα, καὶ μάλιστα ἐπεὶ ἐν τῷ πάσχα τῶν Ἰουδαίων εὑρίσκονται ἐν τῷ ἱερῷ οἱ πωλοῦντες τοὺς βόας καὶ τὰ πρόβατα καὶ τὰς περιστεράς · δι’οὓς ἔτι μᾶλλον πρόκειται μὴ τοῦ κυρίου ἀλλὰ τῶν Ἰουδαίων εἶναι τὸ πάσχα · ὡς γὰρ οἶκος τοῦ πατρὸς γέγονεν οἶκος ἐμπορίου παρὰ τοῖς μὴ ἁγιάζουσιν αὐτόν, οὕτω καὶ τὸ πάσχα κυρίου ἀνθρώπινον καὶ Ἰουδαϊκὸν πάσχα παρὰ τοῖς ταπεινότερον καὶ σωματικώτερον αὐτὸ ἐκδεξαμένοις.

10.19.116εὐκαιρότερον δὲ ἐν ἄλλοις ἔσται ἰδεῖν καὶ τὰ περὶ τοῦ χρόνου τοῦ πάσχα, περὶ τὴν ἐαρινὴν ἰσημερίαν γινομένου, καὶ εἴ τι ἕτερον ἀπαιτεῖ τὸ πρόβλημα ἐπεξεργάσασθαι.

10.19.117 μέντοι γε Ἡρακλέων · αὕτη, φησίν, μεγάλη ἑορτή · τοῦ γὰρ πάθους τοῦ σωτῆρος τύπος ἦν, ὅτε οὐ μόνον ἀνῃρεῖτο τὸ πρόβατον, ἀλλὰ καὶ ἀνάπαυσιν παρεῖχεν ἐσθιόμενον, καὶ θυόμενον μὲν τὸ πάθος τοῦ σωτῆρος τὸ ἐν κόσμῳ ἐσήμαινεν, ἐσθιόμενον δὲ τὴν ἀνάπαυσιν τὴν ἐν γάμῳ .

10.19.118παρεθέμεθα δὲ αὐτοῦ τὴν λέξιν, ἵνα τὸ ὡς ἐν τηλικούτοις ἀναστρέφειν τὸν ἄνδρα παρερριμμένως καὶ ὑδαρῶς μετὰ μηδενὸς κατασκευαστικοῦ θεωρήσαντες μᾶλλον αὐτοῦ καταφρονήσωμεν.

10.20

10.20.119σημειωτέον ὅτι μὲν Ἰωάννης δεύτερον ἔργον τοῦ Ἰησοῦ ἀναγράφει τὸ περὶ τῶν ἐν τῷ ἱερῷ εὑρεθέντων ὑπ’αὐτοῦ πωλούντων βόας καὶ πρόβατα καὶ περιστεράς. οἱ δὲ λοιποὶ σχεδὸν πρὸς τῷ τέλει ἐπὶ τῆς κατὰ τὸ πάθος οἰκονομίας τὸ παραπλήσιον ποιοῦσιν.

10.20.120 μὲν Ματθαῖος οὕτως · καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα πόλις λέγουσα · τίς ἐστιν οὗτος; οἱ δὲ ὄχλοι ἔλεγον · οὗτός ἐστιν προφήτης Ἰησοῦς, ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας. καὶ εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐξέβαλλε πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς. καὶ λέγει αὐτοῖς · γέγραπται · οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν .

10.20.121 δὲ Μάρκος · καὶ ἔρχονται εἰς Ἱεροσόλυμα. καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβαλεῖν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν ἀνέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς, καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ · καὶ ἐδίδασκε καὶ ἔλεγεν αὐτοῖς · οὐ γέγραπται ὅτι οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; ὑμεῖς δὲ πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν .

10.20.122 δὲ Λουκᾶς · καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ’αὐτήν, λέγων ὅτι · εἰ ἔγνως ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς εἰρήνην · νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ περικυκλώσουσιν καὶ συνέξουσί σε πάντοθεν, καὶ ἐδαφιοῦσί σε καὶ τὰ τέκνα σου, καὶ οὐκ ἀφήσουσι λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθ’ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου. καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας λέγων αὐτοῖς · γέγραπται · καὶ ἔσται οἶκός μου οἶκος προσευχῆς, ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν .

10.21

10.21.123ἔτι δὲ καὶ τοῦτο παρατηρητέον, ὅτι τοῖς εἰρημένοις παρὰ τοῖς τρισὶν ἐπὶ τῇ εἰς Ἱεροσόλυμα ἀνόδῳ τοῦ κυρίου, καθ’ἣν ταῦτα πεποίηκεν ἐν τῷ ἱερῷ, τὰ παραπλήσια ἀνέγραψεν Ἰωάννης μετὰ πολλὰ γεγονέναι κατὰ ἑτέραν αὐτοῦ παρὰ ταύτην τὴν ἐπιδημίαν τοῖς Ἱεροσολύμοις.

10.21.124οὕτω δὲ κατανοητέον τὰ εἰρημένα, καὶ πρῶτόν γε τὰ Ματθαίῳ λεγόμενα · καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθεν εἰς Βηθφαγῆ πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, τότε Ἰησοῦς ἀπέστειλεν δύο μαθητάς, λέγων αὐτοῖς · πορεύεσθε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ’αὐτῆς · λύσαντες ἀγάγετέ μοι. καὶ ἐάν τις ὑμῖν εἴπῃ · τί ποιεῖτε; ἐρεῖτε ὅτι · κύριος αὐτῶν χρείαν ἔχει · εὐθὺς δὲ ἀποστέλλει αὐτούς. τοῦτο δὲ γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος · εἴπατε τῇ θυγατρὶ Σιών · ἰδοὺ βασιλεύς σου ἔρχεται πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον ὑποζυγίου. πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς προσέταξεν αὐτοῖς Ἰησοῦς, ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον καὶ ἐπέθηκαν ἐπ’αὐτῶν τὰ ἱμάτια αὐτῶν, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν. δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ. οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ ἀκολουθοῦντες ἔκραξαν · ὡσαννὰ τῷ υἱῷ Δαβίδ, εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυρίου · ὡσαννὰ ἐν τοῖς ὑψίστοις .

10.21.125ἑξῆς δὲ τούτων ἐστίν · καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα πόλις · ἅτινα παρεθέμεθα ἐν τοῖς πρὸ τούτων.

10.21.126δεύτερα δὲ τὰ Μάρκου · καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγῆ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς · ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ’ὃν οὐδεὶς οὔπω ἀνθρώπων ἐκάθισεν · λύσατε αὐτὸν καὶ φέρετε. καὶ ἐάν τις ὑμῖν εἴπῃ · τί ποιεῖτε τοῦτο; εἴπατε ὅτι · κύριος αὐτοῦ χρείαν ἔχει · καὶ εὐθὺς αὐτὸν ἀποστέλλει ὧδε. καὶ ἀπῆλθον καὶ εὗρον πῶλον δεδεμένον πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν. καί τινες τῶν ἐκεῖ ἑστώτων ἔλεγον αὐτοῖς · τί ποιεῖτε λύοντες τὸν πῶλον; οἱ δὲ εἶπαν αὐτοῖς καθὼς εἶπεν Ἰησοῦς · καὶ ἀφῆκαν αὐτούς. καὶ φέρουσι τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν · ἄλλοι δὲ στιβάδας κόψαντες ἐκ τῶν ἀγρῶν ἔστρωσαν εἰς τὴν ὁδόν. καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον · ὡσαννά · εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυρίου · εὐλογημένη ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαβίδ · ὡσαννὰ ἐν τοῖς ὑψίστοις. καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα εἰς τὸ ἱερόν · καὶ περιβλεψάμενος πάντα ὀψὲ ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα. καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν . εἶτα μετὰ τὴν τῆς ξηραινομένης συκῆς οἰκονομίαν ἔρχονται εἰς Ἱεροσόλυμα. καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ τὰ ἑξῆς.

10.21.127[…] τῷ Λουκᾶ τοῦτον τὸν τρόπον · καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγῆ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον ἐλαιῶν, ἀπέστειλεν δύο τῶν μαθητῶν λέγων · ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ’ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν. λύσαντες αὐτὸν ἀγάγετε. καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ · διὰ τί λύετε; οὕτως ἐρεῖτε ὅτι · κύριος αὐτοῦ χρείαν ἔχει. ἀπελθόντες δὲ οἱ μαθηταὶ εὗρον ὡς εἶπεν αὐτοῖς. λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς · τί λύετε τὸν πῶλον; οἱ δὲ εἶπαν ὅτι · κύριος αὐτοῦ χρείαν ἔχει. καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν · πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ. ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξατο ἀπαντᾶν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες καὶ αἰνοῦντες τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων, λέγοντες · εὐλογημένος βασιλεὺς ἐν ὀνόματι κυρίου · ἐν οὐρανῷ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις. καί τινες τῶν φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν · διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. καὶ ἀποκριθεὶς εἶπεν · λέγω ὑμῖν ὅτι ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται. καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ’αὐτήν καὶ τὰ ἑξῆς, ἅπερ παρεθέμεθα.

10.22

10.22.128 μέντοι γε Ἰωάννης μετὰ πλεῖστα ὅσα τοῦ καὶ ἀνέβη εἰς Ἱεροσόλυμα Ἰησοῦς, καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας τοὺς βόας καὶ πρόβατα ἑτέραν διηγούμενος ἄνοδον τοῦ κυρίου εἰς Ἱεροσόλυμα, ταῦτά φησι μετὰ τὸ πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἐν Βηθανίᾳ δεῖπνον, ἐν Μάρθα διηκόνει καὶ Λάζαρος ἀνέκειτο · τῇ ἐπαύριον ὄχλος πολὺς ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ἀπάντησιν αὐτῷ, καὶ ἔκραζον · ὡσαννά · εὐλογημένος ἐν ὀνόματι κυρίου βασιλεὺς τοῦ Ἰσραήλ. εὑρὼν δὲ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ’αὐτό, καθώς ἐστι γεγραμμένον · μὴ φοβοῦ, θυγάτηρ Σιών · ἰδοὺ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου .

10.22.129ταῦτα δὲ νομίζω, εἰ καὶ ἐπιπλεῖον τῆς λέξεως παρεθέμην τῶν εὐαγγελιστῶν, ἀναγκαίως πεποιηκέναι ὑπὲρ τοῦ καταστῆσαι τὴν κατὰ τὸ ῥητὸν διαφωνίαν · τῶν μὲν τριῶν ἐν μιᾷ τῇ αὐτῇ εἰς Ἱεροσόλυμα ἐπιδημίᾳ τοῦ κυρίου λεγόντων τὰ νομιζόμενα παρὰ τοῖς πολλοῖς τὰ αὐτὰ εἶναι καὶ τῷ Ἰωάννῃ γεγραμμένα · τοῦ δὲ Ἰωάννου ἐν δυσὶν ὑπὸ πολλῶν πράξεων διϊσταμέναις μεταξὺ δηλουμένων καὶ εἰς διαφόρους τόπους ἐπιδημιῶν τοῦ κυρίου εἰς Ἱεροσόλυμα ἀνόδοις ἀπαγγέλλοντος γεγονέναι τὰ ἐκκείμενα.

10.22.130ἐγὼ μὲν οὖν ὑπολαμβάνω ἀδύνατον εἶναι τοῖς μηδὲν πέρα τῆς ἱστορίας ἐν τούτοις ἐκδεχομένοις παραστῆσαι τὴν δοκοῦσαν διαφωνίαν σύμφωνον ὑπάρχειν. εἰ δέ τις οἴεται μὴ ὑγιῶς ἡμᾶς ἐξειληφέναι, συνετῶς ἀντιγραψάτω τῇ τοιαύτῃ ἡμῶν ἀποφάσει.

10.23

10.23.131τὰ δὲ κινοῦντα ἡμᾶς εἰς τὴν περὶ τούτων συμφωνίαν, αἰτήσαντες τὸν διδόντα παντὶ τῷ αἰτοῦντι καὶ ὀξέως ζητεῖν ἀγωνιζομένῳ, κρούοντέςτε ὑπὲρ τοῦ ἀνοιχθῆναι ἡμῖν ταῖς τῆς γνώσεως κλεισὶν τὰ κεκρυμμένα τῆς γραφῆς, τὸν αὐτὸν κατὰ τὴν διδομένην ἡμῖν δύναμιν ἐκθησόμεθα τρόπον. καὶ πρῶτόν γε ἴδωμεν τὴν τοῦ Ἰωάννου λέξιν ἀρχομένην ἀπὸ τοῦ καὶ ἀνέβη εἰς Ἱεροσόλυμα Ἰησοῦς . Ἱεροσόλυμα τοίνυν ἐστίν, ὡς αὐτὸς ἐν τῷ κατὰ Ματθαῖον διδάσκει κύριος, τοῦ μεγάλου βασιλέως πόλις , οὐκ ἐν κοιλάδι κάτω που κειμένη, ἀλλ’ἐν ὑψηλῷ ὄρει ᾠκοδομημένη, καὶ ὄρη κύκλῳ αὐτῆς , ἧς μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό · καὶ ἐκεῖ ἀνέβησαν αἱ φυλαὶ κυρίου, μαρτύριον τῷ Ἰσραήλ .

10.23.132καλεῖται δὲ καὶ πόλις αὕτη Ἱερουσαλήμ, εἰς ἣν οὐδεὶς τῶν ἐπὶ γῆς ἀναβαίνει οὐ δὲ εἰσέρχεται · καὶ πᾶσά γε φυσικὸν ἔχουσα δίαρμα ψυχὴ καὶ ὀξύτητα νοητῶν διορατικὴν ταύτης τῆς πόλεως πολῖτις ὑπάρχει. καὶ δυνατὸν ἐν ἁμαρτίᾳ εἶναι καὶ τὸν Ἱεροσολυμίτην · δυνατὸν γὰρ καὶ τοὺς εὐφυεστάτους ἁμαρτάνειν, εἰ μὴ ἐπιστρέψαιεν μετὰ τὴν ἁμαρτίαν τάχιον ἀπολοῦντας τὴν εὐφυΐαν, καὶ μίαν τῶν ἀλλοτρίων τῆς Ἰουδαίας πόλεων οὐ μόνον παροικήσοντας ἀλλὰ καὶ ἐγγραφησομένους.

10.23.133ἀναβαίνει οὖν εἰς Ἱεροσόλυμα Ἰησοῦς μετὰ τὸ βοηθῆσαι τοῖς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἑξῆς εἰς τὴν Καφαρναοὺμ καταβεβηκέναι, ἵνα ποιήσῃ ἐν τοῖς Ἱεροσολύμοις τὰ γεγραμμένα. εὗρεν γοῦν ἐν τῷ ἱερῷ, ὅπερ καὶ οἶκος τοῦ πατρὸς εἶναι λέγεται τοῦ σωτῆρος, τουτέστιν ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐπαγγελίᾳ τοῦ ἐκκλησιαστικοῦ καὶ ὑγιαίνοντος λόγου τινὰς τὸν οἶκον τοῦ πατρὸς ἐμπορίου ποιοῦντας οἶκον.

10.23.134καὶ ἀεί τινας εὑρίσκει Ἰησοῦς ἐν τῷ ἱερῷ. πότε γὰρ ἐν τῇ ὀνομαζομένῃ ἐκκλησίᾳ, ἥτις ἐστὶν οἶκος θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας , οὐκ εἰσίν τινες κερματισταὶ καθήμενοι, δεόμενοι πληγῶν ἐκ τοῦ ὑπὸ Ἰησοῦ πεποιημένου φραγελλίου ἐκ σχοινίων, καὶ χρῄζοντες κολλυβισταὶ τοῦ ἐκχεῖσθαι αὐτῶν τὰ κέρματα ἀνατρέπεσθαίτε αὐτῶν τὰς τραπέζας;

10.23.135πότε δὲ οὐκ εἰσὶν οἱ ἀποδιδόμενοι ἐμπορικῶς οὓς ἐχρῆν τηρεῖν ἐπ’ἄροτρον βοῦς, ἵνα βαλόντες ἐπ’αὐτὸ τὰς χεῖρας καὶ μὴ στρεφόμενοι εἰς τὰ ὀπίσω γένωνται τῇ τοῦ θεοῦ βασιλείᾳ εὔθετοι; πότε δὲ οὐκ εἰσὶν οἱ προτιμῶντες τὸν τῆς ἀδικίας μαμωνᾶν τῶν τὴν ὕλην τοῦ κοσμεῖσθαι αὐτοῖς παρεχόντων προβάτων;

10.23.136ἀεὶ δὲ πολλοί εἰσιν καὶ οἱ τοῦ ἀδόλου καὶ ἀκεραίου ἐστερημένουτε πάσης πικρότητος καὶ χολῆς καταφρονοῦντες καὶ ταλαιπώρου κέρδους ἕνεκεν προδιδόντες τὴν τῶν τροπικώτερον λεγομένων περιστερῶν ἐπιμέλειαν.

10.23.137ἐπὰν οὖν εὕρῃ σωτὴρ ἐν τῷ ἱερῷ, οἴκῳ τοῦ πατρός, τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστεράς, καὶ τοὺς κερματιστὰς καθημένους, ἐξελαύνει αὐτοὺς χρησάμενος τῷ ἐκ σχοινίων ὑπ’αὐτοῦ πεποιημένῳ φραγελλίῳ, ἅμα τοῖς ἐμπορικοῖς προβάτοις καὶ βουσὶν αὐτῶν, καὶ ἐκχεῖ ὡς μὴ ἄξια τοῦ συνέχεσθαι τὰ κέρματα, δεικνὺς αὐτῶν τὸ ἄχρηστον · ἀνατρέπειτε τὰς ἐν ταῖς ψυχαῖς τῶν φιλαργύρων τραπέζας, λέγων καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν · ἄρατε ταῦτα ἐντεῦθεν , ἵνα μηκέτι ἐν τῷ ἱερῷ τοῦ θεοῦ ἐμπορεύωνται.

10.24

10.24.138οἶμαι δὲ ἔτι καὶ σημεῖον πεποιηκέναι αὐτὸν διὰ τῶν εἰρημένων βαθύτερον, ὥστε σύμβολον ἡμᾶς νοεῖν γεγονέναι ταῦτα τοῦ μηκέτι μέλλειν τὴν περὶ τὸ ἱερὸν ἐκεῖνο λατρείαν ὑπὸ τῶν ἱερέων κατὰ τὰς αἰσθητὰς θυσίας ἐπιτελεῖσθαι, μη δὲ τὸν νόμον τηρεῖσθαι κἂν ὡς ἐβούλοντο οἱ σωματικοὶ Ἰουδαῖοι, δύνασθαι ἔτι.

10.24.139ἅπαξ γὰρ Ἰησοῦ ἐκβάλλοντος τοὺς βόας καὶ τὰ πρόβατα καὶ κελεύοντος ἐκεῖθεν αἴρεσθαι τὰς περιστεράς, οὐκέτι δὴ βόες καὶ πρόβατα καὶ περιστεραὶ ἐπὶ πολὺ θύεσθαι κατὰ τὰ Ἰουδαίων ἔθη ἔμελλον.

10.24.140καὶ ὅρα εἰ οἷόντέ ἐστι τὰ νομίσματα τῶν σωματικῶν νόμων καὶ μὴ τοῦ θεοῦ ἐχόντων τοὺς χαρακτῆρας τύπους τυγχάνοντα ἐκκεχύσθαι, ἐπεὶ σεμνὴ εἶναι δοκοῦσα κατὰ τὸ ἀποκτεῖνον γράμμα νομοθεσία Ἰησοῦ ἐληλυθότος καὶ ταῖς κατὰ τοῦ λαοῦ μάστιξιν χρησαμένου διαλύεσθαι καὶ ἐκχεῖσθαι ἔμελλεν, μεθισταμένης τῆς ἐπισκοπῆς ἐπὶ τοὺς ἀπὸ τῶν ἐθνῶν πιστεύοντας εἰς θεὸν διὰ Χριστοῦ πιστεύοντας, καὶ αἰρομένης ἀπ’ἐκείνων τῆς βασιλείας τοῦ θεοῦ, διδομένηςτε ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.

10.24.141δύναται δὲ καὶ φύσει ἱερὸν εἶναι εὐφυὴς ἐν λόγῳ ψυχὴ διὰ τὸν συμπεφυκότα λόγον ἀνωτέρω τυγχάνουσα τοῦ σώματος, εἰς ἣν ἀπὸ τῆς Καφαρναοὺμ κάτω που κειμένης ταπεινότερον ἀναβαίνει Ἰησοῦς, ἐν εὑρίσκεται τὰ πρὸ τῆς ἀπὸ Ἰησοῦ παιδεύσεως γήϊνα καὶ ἀνόητα καὶ χαλεπὰ κινήματα, καὶ τὰ νομιζόμενα μὲν οὐκ ὄντα δὲ καλά, ἅπερ τῷ πεπλεγμένῳ ἐξ ἀποδεικτικῶν καὶ ἐλεγκτικῶν δογμάτων λόγῳ ἀπελαύνεται ὑπὸ τοῦ Ἰησοῦ, ἵνα μηκέτι τοῦ πατρὸς αὐτοῦ οἶκος ἐμπορίου , ἀλλὰ ἀπολάβῃ τὴν κατὰ τοὺς οὐρανίους καὶ πνευματικοὺς νόμους ἐπιτελουμένην ὑπὲρ σωτηρίας αὐτῆςτε καὶ πλειόνων θεραπείαν τοῦ θεοῦ.

10.24.142σύμβολον δὲ τῶν μὲν γηΐνων βοῦς, γεωπόνος γάρ · τῶν δὲ ἀνοήτων καὶ κτηνωδῶν τὸ πρόβατον, ἐπειδὴ τὸ ζῷον ἀνδραποδῶδες παρὰ πολλὰ τῶν ἀλόγων ἐστίν · τῶν δὲ κούφων καὶ εὐριπίστων λογισμῶν περιστερά · τῶν δὲ νομιζομένων καλῶν τὰ κέρματα.

10.25

10.25.143ἐὰν δέ τις προσκόπτῃ τῇ τοιαύτῃ ἀποδόσει διὰ τὸ καθαρὰ εἶναι τὰ παραληφθέντα εἰς τὴν γραφὴν ζῷα, λεκτέον ὅτι ἀπίθανος ἂν ἦν γραφὴ κατὰ τὴν ἐνδεχομένην ἱστορίαν γεγονέναι ἀπαγγελλομένη · ἐν τῷ ναῷ γὰρ τοῦ θεοῦ οὐχ οἷόντε ἦν ἀπαγγέλλεσθαι γεγονέναι ἑτέρων παρὰ τὰ καθαρὰ ζῴων ἀγέλης εἴσοδον, καὶ εἰς ἐμπορίαν ἄλλων παρὰ τὰ θυόμενα.

10.25.144διόπερ τῷ ὑπὸ τῶν ἐμπόρων κατὰ τοὺς τῶν Ἰουδαϊκῶν ἑορτῶν χρόνους γινομένῳ, ἐπεισαγόντων τῷ ἐξωτέρῳ περιβόλῳ τοῦ ναοῦ ταῦτα τὰ ζῷα, ἐχρήσατο εὐαγγελιστής, ὡς οἶμαι, καὶ γεγενημένῳ συγχρησάμενος πράγματι.

10.25.145καίτοιγε μέλει τῆς ἀκριβεστέρας ἐξετάσεως ἐπισκοπήσει εἰ κατὰ τὸ ἐν τῷ βίῳ τούτῳ ἀξίωμα τοῦ Ἰησοῦ ἦν, νομιζομένου υἱοῦ εἶναι τέκτονος, τὸ τηλικοῦτο ποιῆσαι θαρρῆσαι ὥστε ἐξελάσαι πλῆθος ἐμπόρων, ἐπὶ τὴν ἑορτὴν ἀνεληλυθότων τοσούτῳ ἀποδίδοσθαι λαῷ πρόβατα τυθησόμενα κατ’οἴκους πατριῶν αὐτῶν, ἐν πλειόνων μυριάδων ἀριθμῷ τυγχάνοντα, καὶ βοῦς τοῖς πλουσιωτέροις καὶ τηλικαῦτα εὐξαμένοις παραθησομένους, περιστεράςτε, ἅστινας πολλοὶ ὡς ἐν πανηγύρει εὐωχηθησόμενοι ὠνοῦντο ἄν · τῶντε τραπεζιτῶν […] μὴ ὕβρεως κατηγορῆσαι τοῦ Ἰησοῦ ἐκχεόμενα ἰδόντων τὰ χρήματα καὶ ἀνατρεπομένας τὰς τραπέζας.

10.25.146τίς δὲ τῷ ἐκ σχοινίων φραγελλίῳ ὑπὸ τοῦ νομιζομένου παρ’αὐτοῖς εὐτελοῦς τυπτόμενος καὶ ἀπελαυνόμενος οὐκ ἂν ἐπιλαβόμενος κατεβόησεν καὶ ἐκ χειρὸς τὴν δίκην ἐποιήσατο, καὶ ταῦτα τοσοῦτο πλῆθος τῶν συνυβρίζεσθαι δοξάντων συνεργοῦν κατὰ τοῦ Ἰησοῦ ἔχων;

10.25.147ἐπινοήσωμεν δὲ τὸν υἱὸν τοῦ θεοῦ λαμβάνοντα σχοινία καὶ ἑαυτῷ φραγέλλιον ἐπὶ τῷ ἐξελάσαι τοῦ ναοῦ πλέκοντα εἰ μὴ ἐμφαίνει πρὸς τῷ αὐθάδει καὶ θρασυτέρῳ καὶ τὸ ἄτακτον.

10.25.148μία δὲ καταφυγὴ τῆς πρὸς ταῦτα ἀπολογίας καταλείπεται τῷ καὶ τὴν ἱστορίαν σῶσαι θέλοντι, θειοτέρα τοῦ Ἰησοῦ δύναμις, οἵουτε ὄντος, ὅτε ἐβούλετο, καὶ θυμὸν ἐχθρῶν ἀναπτόμενον σβέσαι καὶ μυριάδων θείᾳ χάριτι περιγενέσθαι καὶ λογισμοὺς θορυβοῦντας διασκεδάσαι · κύριος γὰρ διασκεδάσει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν · δὲ βουλὴ τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει , ὥστε μηδενὸς τῶν σφόδρα παραδόξως ὑπ’αὐτοῦ γεγενημένων καὶ προκαλεσαμένων διὰ τῆς θειότητος εἰς πίστιν τοὺς τεθεωρηκότας ἐλάττονα ἐμφαίνειν ἐνεργηθεῖσαν δύναμιν τὴν κατὰ τὸν τόπον ἱστορίαν, εἴ γε καὶ αὐτὴ γεγένηται.

10.25.149καὶ μείζονα δ’αὐτὴν ἔστιν ἀποφήνασθαι τῆς γεγενημένης περὶ τοῦ ἐν Κανᾷ τῆς Γαλιλαίας μεταβεβληκότος ὕδατος εἰς οἶνον, τῷ ἐκεῖ μὲν ἄψυχον ὕλην εἶναι τὴν τετραμμένην, ἐνθάδε δὲ τῶν τοσούτων μυριάδων δεδουλῶσθαι τὰ ἡγεμονικά.

10.25.150παρατηρητέον μέντοι γε ὅτι ἐν μὲν τῷ γάμῳ μήτηρ τοῦ Ἰησοῦ εἶναι λέγεται, κεκλῆσθαι δὲ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ · εἰς δὲ τὴν Καφαρναοὺμ καταβεβηκέναι […] οὐδεὶς πλὴν Ἰησοῦ κατείλεκται.

10.25.151φαίνονται δ’ὕστερον καὶ οἱ μαθηταὶ παρόντες, εἴ γε ἐμνήσθησαν ὅτι ζῆλος τοῦ οἴκου σου καταφάγεταί με . καὶ τάχα ἐν ἑκάστῳ τῶν μαθητῶν Ἰησοῦς ἀναβαίνων εἰς Ἱεροσόλυμα ἦν, διόπερ οὐκ εἴρηται τὸ ἀνέβη Ἰησοῦς εἰς Ἱεροσόλυμα καὶ οἱ μαθηταὶ αὐτοῦ , ὥσπερ κατέβη εἰς Καφαρναοὺμ αὐτὸς καὶ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταὶ αὐτοῦ .

10.26

10.26.152ἤδη δὲ τὰ συγγενῆ τῷ τόπῳ, ἐκβεβλῆσθαι ἀπὸ τοῦ ἱεροῦ τοὺς ποιοῦντας αὐτὸν οἶκον ἐμπορίου, παρὰ τοῖς λοιποῖς κείμενα κατανοητέον.

10.26.153καὶ πρῶτόν γε τὰ παρὰ τῷ Ματθαίῳ, ὅς φησιν εἰσελθόντος τοῦ κυρίου εἰς Ἱεροσόλυμα σεσεῖσθαι πᾶσαν τὴν πόλιν, λέγουσαν · τίς ἐστιν οὗτος ;

10.26.154πρὸ δὲ τούτων διηγεῖται τὰ περὶ τὴν ὄνον καὶ τὸν πῶλον, ληφθέντα προστάξει τοῦ κυρίου, ὑπὸ δύο μαθητῶν ἀποσταλέντων ὑπ’αὐτοῦ ἀπὸ Βηθφαγὴ εἰς τὴν κατέναντι αὐτῆς κώμην εὑρημένα, ὅπου καὶ λύεται ὑπὸ τῶν δύο μαθητῶν πρότερον δεδεμένη ὄνος κελευσθέντων, ἐάν τις αὐτοῖς εἴπῃ τι, ἀποκρίνασθαι ὡς ἄρα κύριος αὐτῶν χρείαν ἔχει · καὶ εὐθὺς αὐτοὺς ἀποστέλλει .

10.26.155ἀπαγγέλλει δὲ πληροῦσθαι προφητείαν διὰ τούτων γεγενημένων τὴν φάσκουσαν · ἰδοὺ βασιλεὺς ἔρχεται πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου , ἥντινα παρὰ τῷ Ζαχαρίᾳ εὕρομεν.

10.26.156ὡς δὲ πορευθέντες οἱ μαθηταὶ καὶ ποιήσαντες ὡς προσέταξεν αὐτοῖς Ἰησοῦς ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, ἐπέθηκαν, φησίν, ἐπ’αὐτῶν τὰ ἱμάτια ἑαυτῶν καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν κύριος, δῆλον δ’ὅτι καὶ τῆς ὄνου καὶ τοῦ πώλου, ὅτε καὶ πλεῖστος ὄχλος ἔστρωσαν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἔστρωσαν ἐν τῇ ὁδῷ , τῶν προαγόντων καὶ ἀκολουθούντων ὄχλων κεκραγότων · ὡσαννὰ τῷ υἱῷ Δαβίδ, εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὡσαννὰ ἐν τοῖς ὑψίστοις .

10.26.157πλὴν ὡς διὰ ταῦτα εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα πόλις λέγουσα · τίς ἐστιν οὗτος ; οἱ ὄχλοι, δηλονότι οἱ προάγοντες καὶ ἀκολουθοῦντες, ἀπεκρίναντο τοῖς ἐρωτῶσιν, τίς εἴη, τὸ οὗτός ἐστιν προφήτης Ἰησοῦς, ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας.

10.26.158καὶ εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς. καὶ λέγει αὐτοῖς · γέγραπται · οἶκός μου οἶκος προσευχῆς κληθήσεται · ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν .

10.26.159πευσόμεθα δὴ τῶν πέρα τῆς ἱστορίας μηδὲν οἰομένων προκεῖσθαι γράφοντι τῷ Ματθαίῳ τὸ εὐαγγέλιον, τί ἦν τὸ ἐπεῖγον πεμφθῆναι τῶν μαθητῶν δύο εἰς τὴν κατέναντι τῆς Βηθφαγῆς κώμην ὑπὲρ τοῦ εὑρόντας αὐτοὺς δεδεμένην ὄνον καὶ πῶλον μετ’αὐτῆς λῦσαι καὶ ἀγαγεῖν αὐτῷ;

10.26.160τί δὲ ἄξιον ἀναγραφῆς ἦν γενόμενον τῷ ἐπικαθεσθέντι ὄνῳ καὶ πώλῳ καὶ εἰσεληλυθότι εἰς τὴν πόλιν; τί δὲ μετὰ τὰ περὶ τοῦ Χριστοῦ προφητεύων Ζαχαρίας φησί · χαῖρε σφόδρα, θύγατερ Σιών · κήρυσσε, θύγατερ Ἱερουσαλήμ · ἰδοὺ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σῴζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον ;

10.26.161εἰ γὰρ προφητεία αὕτη τὸ παρὰ τοῖς εὐαγγελισταῖς δηλούμενον σωματικὸν μόνον προλέγει, τὴν ἀκολουθίαν τῆς προφητείας σῳζέτωσαν ἡμῖν οἱ ἐπὶ τοῦ γράμματος ἱστάμενοι οὕτως ἔχουσαν · καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραῒμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν, καὶ κατάρξει ὑδάτων ἕως θαλάσσης, καὶ ποταμῶν διεκβολὰς γῆς καὶ τὰ ἑξῆς.

10.26.162ἰστέον μέντοι γε ὅτι οὐχ ὡς κεῖται παρὰ τῷ προφήτῃ λέξις ἐξέθετο αὐτὴν Ματθαῖος. ἀντὶ γὰρ τοῦ χαῖρε σφόδρα, θύγατερ Σιών · κήρυσσε, θύγατερ Ἱερουσαλήμ πεποίηκεν · εἴπατε τῇ θυγατρὶ Σιών , ἐπιτεμνόμενος τὸ προφητικόν · παρεσιώπησεν δὲ καὶ τὸ δίκαιος καὶ σῴζων αὐτός , καὶ εἰπὼν ὡς κεῖται τὸ πραῢς καὶ ἐπιβεβηκώς ἀντὶ τοῦ ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον ἀνέγραψεν · ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου .

10.27

10.27.163καὶ Ἰουδαῖοι δὲ συνεξετάζοντες τὸν τῆς προφητείας εἱρμὸν τοῖς περὶ Ἰησοῦ ἀναγεγραμμένοις, οὐκ εὐκαταφρονήτως ἡμᾶς θλίβουσιν ἀπαιτοῦντες πῶς Ἰησοῦς ἐξωλόθρευσεν ἅρματα ἐξ Ἐφραῒμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐξωλόθρευσεν τόξον πολεμικὸν καὶ τὰ ἑξῆς πεποίηκεν. καὶ ταῦτα μὲν περὶ τῆς προφητείας.

10.27.164ἐὰν δὲ τὸ μῆκος τῆς ὁδοῦ αἰτιάσωνται, μηδὲν ἄξιον τῆς τοῦ υἱοῦ τοῦ θεοῦ οἰκονομίας εὑρίσκοντες εἰς τὸν περὶ τῆς ὄνου καὶ πώλου λόγον, πρῶτον μὲν οἱ πεντεκαίδεκα σταδίοις βραχεῖ διαστήματι οὖσιν προσχρώμενοι οὐ πάνυ τι ἀπολογίαν εὔλογον κομιοῦσιν τῆς ὁδοῦ · δεύτερον δὲ πῶς δύο κτηνῶν εἰς τὴν οὕτω βραχεῖαν δεῖται ὁδὸν λεγέτωσαν ἡμῖν · ἐπεκάθισεν, γάρ φησιν, ἐπάνω αὐτῶν .

10.27.165ἔτι δὲ καὶ τὸ ἐάν τις ὑμῖν εἴπῃ, ἐρεῖτε ὅτι κύριος αὐτῶν χρείαν ἔχει · εὐθὺς δὲ ἀποστέλλει αὐτούς οὐκ οἶμαι ἄξιον εἶναι τοῦ μεγέθους τῆς τοῦ υἱοῦ τοῦ θεοῦ θειότητος, ὥστε εἰπεῖν τὴν τηλικαύτην φύσιν χρείαν ὁμολογεῖν ἔχειν ὄνου ἀπὸ δεσμῶν λυομένης, καὶ πώλου σὺν αὐτῇ ἐρχομένου · δεῖ γὰρ μέγα εἶναι πᾶν, οὗ χρείαν ἔχει υἱὸς τοῦ θεοῦ, καὶ ἄξιον τῆς χρηστότητος αὐτοῦ.

10.27.166πρὸς δὲ τούτοις στρωννύων αὐτοῦ τὰ ἱμάτια πλεῖστος ὄχλος ἐν τῇ ὁδῷ, ἀνεχομένου τούτων τοῦ Ἰησοῦ καὶ μὴ ἐπιτιμῶντος, ὡς δῆλον ἐκ τῶν παρ’ἄλλοις κειμένων · ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κράξουσιν οὐκ οἶδα εἰ μὴ βλακείαν τινὰ ἐμφαίνουσιν τοῦ ἐπὶ τοῖς τοιούτοις, εἰ μηδὲν ἄλλο ἀπ’αὐτῶν δηλοῦται, εὐφραινομένου. τὸ δὲ καὶ κοπτομένους κλάδους ἀπὸ τῶν δένδρων στρώννυσθαι ἐν τῇ ὁδῷ ὄνων διερχομένων ἐμπόδιον μᾶλλον δόξαι ἂν εἶναι τοῦ ὀχλουμένου ἤπερ λελογισμένη ἀποδοχή.

10.27.167ὅσα δὲ ἐπηπορήσαμεν περὶ τῶν ἐκ τοῦ ἱεροῦ ὑπ’αὐτοῦ ἐκβαλλομένων, ταῦτα καὶ ἔτι μείζονα ἐνθάδε λεκτέον.

10.27.168ἐν μὲν γὰρ τῷ κατὰ Ἰωάννην ἐκβάλλει τοὺς ἀγοράζοντας · δὲ Ματθαῖός φησιν ὅτι ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ · πολλῷ δὲ ὡς εἰκὸς ἀριθμὸς τῶν ἀγοραζόντων πλείων ἦν παρὰ τοὺς πωλοῦντας.

10.27.169καὶ ἐπιστήσωμεν εἰ μὴ τὸ πάντας ἐκβάλλεσθαι τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ παρὰ τὸ ἀξίωμα τοῦ νομιζομένου υἱοῦ τέκτονος εἶναι ἐτύγχανεν, εἰ μὴ ἄρα, ὡς κἀκεῖ ἐλέγομεν, θειοτέρᾳ δυνάμει τοὺς πάντας ὑπέτασσεν, χαλεπώτερα ὅσον ἐπὶ τοῖς λοιποῖς εὐαγγελισταῖς παρὰ τὸν Ἰωάννην ἀκούσαντας.

10.27.170 μὲν γὰρ Ἰωάννης φησὶν αὐτοῖς εἰρῆσθαι ὑπὸ τοῦ Ἰησοῦ · μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου · τοῖς δὲ λοιποῖς σπήλαιον λῃστῶν ἐλέγχονται πεποιηκότες τὸν οἶκον τῆς προσευχῆς, οὐ χωροῦντος τοῦ οἴκου τοῦ πατρὸς ὥστε γενέσθαι σπήλαιον λῃστῶν, ἀλλὰ μέχρι τοσούτου ὑπὸ τῶν ἁμαρτανόντων φυρομένου ὡς οἶκον ἐμπορίου αὐτὸν γενέσθαι.

10.27.171μόνον δὲ τῆς προσευχῆς οἶκος, οὐ πάντως οἶκος τοῦ πατρὸς ὤν, ἀμεληθεὶς καὶ λῃστὰς παραδέξεται, οὐ γινόμενος αὐτῶν οἶκος, ἀλλὰ σπήλαιον, πρᾶγμα οὐχ ὑπὸ ἀρχιτεκτονικῆς καὶ λογικῆς ἐντρεχείας γεγενημένον.

10.28

10.28.172τὸ μὲν οὖν ἰδεῖν ἔχει ταῦτα νοῦ ἀληθοῦς τοῦ δοθέντος τοῖς λέγουσιν · ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν μεῖζον καθ’ἡμᾶς εἶναι πειθόμεθα.

10.28.173οὐ δὲ γὰρ ἀθόλωτον ἡμῶν ἐστιν τὸ ἡγεμονικόν, οὐ δὲ ὀφθαλμοὶ ὁποίους δεῖ εἶναι τοὺς τῆς καλῆς νύμφης Χριστοῦ ὀφθαλμούς, περὶ ὧν φησιν νυμφίος · ὀφθαλμοί σου περιστεραί , τάχα αἰνισσόμενος τὴν τῶν πνευματικῶν κατανοητικὴν δύναμιν, διὰ τὸ καὶ τὸ πνεῦμα τὸ ἅγιον ὡς περιστερὰν ἐληλυθέναι ἐπὶ τὸν κύριον Ἰησοῦν καὶ τὸν ἐν ἑκάστῳ κύριον · ἀλλ’ὅμως καὶ οὕτως ἔχοντες οὐκ ἀποκνήσομεν, ψηλαφῶντες τοὺς εἰρημένους τῆς ζωῆς λόγους, πειραθῆναι λαβέσθαι αὐτῶν τῆς ἀπορρεούσης εἰς τὸν μετὰ πίστεως ἁψάμενον δυνάμεως.

10.28.174Ἰησοῦς τοίνυν ἐστὶν τοῦ θεοῦ λόγος, ὅστις εἰσέρχεται εἰς τὴν Ἱεροσόλυμα καλουμένην ψυχήν, ὀχούμενος τῇ ὑπὸ τῶν μαθητῶν λελυμένῃ ἀπὸ τῶν δεσμῶν ὄνῳ, λέγω δὲ τοῖς ἀφελέσι τῆς παλαιᾶς διαθήκης γράμμασι, σαφηνιζομένοις ὑπὸ τῶν λυόντων αὐτὰ μαθητῶν δύο, τοῦτ’ἐπὶ τὴν θεραπείαν τῆς ψυχῆς ἀνάγοντος τὰ γεγραμμένα καὶ ἐπ’αὐτὴν αὐτὰ ἀλληγοροῦντος, καὶ τοῦ τὰ μέλλοντα ἀγαθὰ καὶ ἀληθινὰ διὰ τῶν ἐν τῇ σκιᾷ κειμένων παριστάντος.

10.28.175ὀχεῖται δὲ καὶ τῷ νέῳ πώλῳ, τῇ καινῇ διαθήκῃ · ἐν ἀμφοτέραις γὰρ ἔστιν εὑρεῖν τὸν καθαίροντα ἡμᾶς τῆς ἀληθείας λόγον καὶ ἀπελαύνοντα τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν ἡμῖν πάντας λογισμούς.

10.28.176μόνος δὲ εἰς τὴν Ἱεροσόλυμα ψυχὴν οὐκ ἔρχεται, ἀλλ’οὐ δὲ μετὰ ὀλίγων τινῶν · πολλὰ γὰρ τὰ προάγοντα τὸν τελειοῦντα ἡμᾶς λόγον θεοῦ δεῖ ἐν ἡμῖν γενέσθαι, καὶ ἕτερα πλεῖστα ὅσα τὰ ἑπόμενα αὐτῷ · πάντα μέντοι γε αὐτὸν ὑμνοῦντα καὶ δοξάζοντα, καὶ τὸν ἴδιον κόσμον καὶ περιβολὴν αὐτῷ ὑποτιθέντα, ἵνα αὐτοῦ τὰ ὀχήματα μὴ ἅπτηται γῆς, ἔχοντα τὸν οὐρανόθεν καταβεβηκότα ἐπαναπαυόμενον αὐτοῖς.

10.28.177ἵνα δὲ ἔτι μᾶλλον ἀνωτέρω τῆς γῆς τυγχάνωσιν οἱ ὀχοῦντες αὐτὸν παλαιοὶ καὶ καινοὶ λόγοι τῶν γραφῶν, ἐκκόπτεσθαι κλάδους δεῖ ἀπὸ τῶν δένδρων, ἵνα βαίνωσιν ἐπὶ τῶν εὐλόγως ἐκκειμένων. δύνανται δὲ οἱ προάγοντες καὶ ἀκολουθοῦντες αὐτῷ ὄχλοι δηλοῦν καὶ τὰς ἀγγελικὰς συνεργείας, τινὰς μὲν εὐτρεπιζούσας αὐτῷ τὴν ὁδὸν ἐν ταῖς ψυχαῖς ἡμῶν, δι’ὧν αὐτοὶ κεκόσμηνται, τινῶν δὲ ἐπακολουθούντων τῇ αὐτοῦ ἐν ἡμῖν παρουσίᾳ, περὶ ἧς πολλάκις εἰρηκότες νῦν εἰς τοῦτο μαρτυριῶν οὐ χρῄζομεν.

10.29

10.29.178καὶ τάχα οὐκ ἀλόγως ὄνῳ εἰκάσα τὰς περιστάσας φωνὰς τὸν ἄγοντα αὐτὰς εἰς τὴν ψυχὴν λόγον · ἀχθοφόρον γὰρ τὸ ζῷον, πολὺ δὲ τὸ ἄχθος καὶ φορτίον βαρὺ δηλοῦνται ἀπὸ τῆς λέξεως, καὶ μάλιστα τῆς παλαιοτέρας, ὡς δῆλον τῷ ἐφιστάντι τοῖς ὑπὸ Ἰουδαίων γινομένοις.

10.29.179οὐχ οὕτω δὲ πῶλος ἀχθοφόρον ὡς ὄνος. εἰ γὰρ καὶ βαρὺ πᾶν τὸ τοῦ γράμματος φορτίον ἐστὶν τὸ ἀνώφορον καὶ κουφότατον τοῦ πνεύματος χωρεῖν μὴ δυναμένοις, ἀλλά γε ἔλαττον ἔχει βάρος τὸ καινὸν γράμμα παρὰ τὸ πρεσβύτερον.

10.29.180οἶδα δέ τινας τὴν μὲν δεδεμένην ὄνον ἐξειληφότας τοὺς ἐκ περιτομῆς πιστεύοντας, πολλῶν δεσμῶν ὑπὸ τῶν γνησίως τῷ λόγῳ πνευματικῶς μεμαθητευμένων ἀπολυομένους, τὸν δὲ πῶλον τοὺς ἀπὸ τῶν ἐθνῶν, ἀνέτους πρὶν παραδέξωνται τὸν Ἰησοῦ λόγον καὶ ἔξω παντὸς ἐπικειμένου ζυγοῦ κατὰ τὸ ἀφηνιαστικὸν καὶ φιλήδονον γεγενημένους.

10.29.181εἰ καὶ μὴ εἰρήκασιν δὲ οὗτοι τοὺς προάγοντας καὶ ἀκολουθοῦντας ὄχλους, οὐκ ἀπίθανόν ἐστιν ἐφαρμόσαι τοὺς μὲν προάγοντας Μωσεῖ καὶ τοῖς προφήταις, τοὺς δὲ ἐπακολουθοῦντας τοῖς ἱεροῖς ἀποστόλοις, οἵτινες ἅπαντες εἰσέρχονται εἰς ποίαν Ἱεροσόλυμα, ὅσον κατὰ τοῦτον τὸν λόγον ζητητέον, ἔχοντα πωλοῦντας καὶ ἀγοράζοντας πολλοὺς ἐξελαυνομένους ὑπὸ τοῦ υἱοῦ τοῦ θεοῦ.

10.29.182καὶ τάχα ἄνω Ἱερουσαλήμ , εἰς ἣν ἀναβήσεται κύριος, ἡνιοχῶν τοὺς ἐκ περιτομῆς καὶ ἐθνῶν πιστεύοντας, προαγόντων αὐτὸν καὶ ἀκολουθούντων ἤτοι προφητῶν καὶ ἀποστόλων, τῶν διακονούντων αὐτῷ ἀγγέλων δύνανται γὰρ καὶ οὗτοι δηλοῦσθαι ἀπὸ τῶν προαγόντων καὶ ἀκολουθούντων αὐτῷ λέγεται νῦν, εἶχεν πρὸ τῆς ἀνόδου αὐτοῦ τὰ λεγόμενα πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις , τοὺς Χαναναίους καὶ Χετταίους καὶ Ἀμορραίους καὶ τοὺς λοιποὺς πολεμίους τοῦ λαοῦ, καὶ ἁπαξαπλῶς τοὺς ἀλλοτρίους, κἀκεῖ πως δυναμένης τῆς προφητείας πεπληρῶσθαι, λεγούσης · γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι, τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν .

10.29.183οὗτοι γάρ εἰσιν οἱ τὸν οὐράνιον τοῦ πατρὸς οἶκον, τὴν ἁγίαν Ἱερουσαλήμ, τὸν οἶκον τῆς προσευχῆς μολύνοντες καὶ σπήλαιον λῃστῶν ποιήσαντες, οὐκ ἄλλων ἑαυτῶν, ἀργύριον ἔχοντες ἀδόκιμον καὶ διδόντες ὀβολοὺς καὶ κόλλυβα τοῖς προσιοῦσιν, εὐτελῆ καὶ εὐκαταφρόνητα νομίσματα.

10.29.184οὗτοί εἰσιν οἱ λαμβάνοντες ἀπὸ τῶν ψυχῶν ἐν τῷ παλαίειν αὐταῖς τὰ τιμιώτερα, καὶ συλῶσιν τὰ κρείττονα, ἵνα δῶσιν τὰ μηδενὸς ἄξια.

10.30

10.30.185πλὴν πορευθέντες οἱ μαθηταὶ εὑρίσκουσιν τὴν δεδεμένην ὄνον καὶ λύουσιν, διὰ τὸ ἐπικείμενον κάλυμμα τῷ νόμῳ Ἰησοῦν οὐκ ἔχουσαν.

10.30.186καὶ πῶλος δὲ μετ’αὐτῆς εὑρίσκεται, ἐπεὶ ἀμφότερα πρὸ Ἰησοῦ ἦν ἀπολωλότα, λέγω δὲ οἱ ἐκ περιτομῆς καὶ οἱ ἀπὸ τῶν ἐθνῶν ὕστερον πιστεύσαντες.

10.30.187πῶς δὲ οὗτοι εὐθὺς πάλιν ἀποστέλλονται μετὰ τὸ ἐπικαθεσθέντα τὸν Ἰησοῦν εἰς τὰ Ἱεροσόλυμα ἀναβεβηκέναι οὐκ ἀκίνδυνον εἰπεῖν, μυστικὸν γὰρ ἐχόμενον τῆς τῶν ἁγίων εἰς ἀγγέλους μεταβολῆς, ἀποσταλησομένους κατὰ τὸν μετὰ τοῦτον αἰῶνα, παραπλησίως τοῖς εἰς διακονίαν ἀποστελλομένοις λειτουργικοῖς πνεύμασιν διὰ τοὺς κατά γε ταῦτα μέλλοντας κληρονομεῖν ζωὴν αἰώνιον.

10.30.188εἰ δὲ ὄνος καὶ πῶλος τὰ παλαιὰ καὶ τὰ καινὰ εἴη γράμματα, οἷς λόγος ὀχεῖται τοῦ θεοῦ, οὐ πάνυ τι χαλεπὸν ἔσται παραστῆσαι, πῶς ἀποστέλλονται τοῦ λόγου ἐν αὐτοῖς φανέντος οὐ μένουσιν δὲ μετὰ τὸ εἰσελθεῖν εἰς Ἱεροσόλυμα τὸν λόγον ἐν τοῖς ἀποβεβληκόσιν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας λογισμούς.

10.30.189ἐγὼ δὲ οἶμαι μὴ μάτην κώμηντε εἶναι τὸν τόπον τοῦτον, ὅπου ἦν δεδεμένη ὄνος καὶ πῶλος, καὶ τοῦτο ἀνώνυμον · κώμη γὰρ ὡς πρὸς τὸν ἐν οὐρανῷ πάντα κόσμον πᾶσά ἐστιν γῆ, ὅπου ἐστὶν δεδεμένη ὄνος καὶ πῶλος, καὶ κώμη αὐτάρκως χωρὶς προσθήκης ἑτέρου ὀνόματος καλουμένη.

10.30.190ἀπὸ Βηθφαγὴ δὲ Ματθαῖός φησιν ἀποστέλλεσθαι τοὺς παραληψομένους τὴν ὄνον καὶ τὸν πῶλον, ἥτις τόπος ἦν ἱερατικός οἶκος σιαγόνων ἑρμηνευόμενος.

10.30.191καὶ ταῦτα μὲν κατὰ δύναμιν εἰς τὰ παρὰ τῷ Ματθαίῳ λεκτέον, τοῦ ὁλοκλήρου καὶ παρὰ ταῦτα ἀκριβεστέρου λόγου εὐκαιρότερον, ὅταν εἰς τὸ κατὰ Ματθαῖον ἡμῖν λέγειν δοθῇ, λεχθησομένου.

10.30.192 δὲ Μάρκος καὶ Λουκᾶς πῶλον δεδεμένον, ἐφ’ὃν οὐδείς πω ἀνθρώπων ἐκάθισεν, εὑρῆσθαί φασι κατὰ τὴν πρόσταξιν τοῦ κυρίου ὑπὸ τῶν δύο μαθητῶν, ὅντινα λύσαντες ἤγαγον πρὸς τὸν κύριον.

10.30.193προστίθησιν δὲ Μάρκος ὅτι εὗρον τὸν πῶλον δεδεμένον πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου · τίς δὲ ἔξω; οἱ ἀπὸ τῶν ἐθνῶν, οἳ ἦσαν ξένοι τῶν διαθηκῶν καὶ ἀλλότριοι τῆς ἐπαγγελίας τοῦ θεοῦ, ἐπὶ τοῦ ἀμφόδου καὶ οὐχὶ ὑπὸ στέγην οἰκίαν ἀναπαυόμενοι, δεδεμένοι ταῖς ἰδίαις ἁμαρτίαις καὶ λυόμενοι ὑπὸ τῆς προειρημένης διπλῆς ἐπιστήμης τῶν Ἰησοῦ γνωρίμων.

10.30.194οἱ δὲ δεσμοὶ τοῦ δεδεμένου πώλου, καὶ αἱ ἁμαρτίαι παρὰ τὸν ὑγιῆ γεγενημέναι λόγον ἐλεγχόμεναι ὑπ’αὐτοῦ θύρας τυγχάνοντος ζωῆς πρὸς ἐκείνην λέγω δὴ τὴν θύραν ἦσαν οὐκ ἔνδον, ἀλλ’ἔξω · τάχα γὰρ ἔνδον τῆς θύρας δεσμὸς γενέσθαι τῆς κακίας οὐ δύναται.

10.30.195ἑστήκασιν δέ τινες παρὰ τῷ δεδεμένῳ πώλῳ, ὡς Μάρκος φησίν, οἶμαι ὅτι οἱ δήσαντες αὐτόν · ὡς δὲ Λουκᾶς ἀναγράφει, εἶπαν οἱ κύριοι τοῦ πώλου πρὸς τοὺς μαθητάς · τί λύετε τὸν πῶλον ; κύριοι γὰρ οἱ ὑποτάξαντες καὶ δήσαντες τὸν ἡμαρτηκότα παράνομοι, οἵτινες οὐ δύνανται ἀντιβλέψαι τῷ ἀληθῶς κυρίῳ ἀφέλκοντι τοῦ δεσμοῦ αὐτῶν τὸν πῶλον.

10.30.196ὅτι οὖν φασιν οἱ μαθηταί · κύριος αὐτοῦ χρείαν ἔχει μηδὲν δυνηθέντων τῶν πονηρῶν κυρίων ἀποκρίνασθαι, ἄγουσι πρὸς τὸν Ἰησοῦν τὸν πῶλον γυμνόν, ἐπιρρίπτουσι τὸν ἴδιον κόσμον, ἵνα τοῖς ἐπιβληθεῖσι τῶν μαθητῶν ἱματίοις ἐπικαθεσθεὶς κύριος ἀναπαύσηται.

10.31

10.31.197τὰ δὲ λοιπὰ ἐκ τῶν εἰρημένων παρὰ τῷ Ματθαίῳ οὐ πάνυ τι ἔσται ἀσαφῆ, τίνα τρόπον ἔρχονται εἰς Ἱεροσόλυμα, καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ · ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ’αὐτήν. καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας .

10.31.198ἐν οἷς μὲν γὰρ τῶν ἐχόντων τὸ ἱερὸν ἐν αὑτοῖς ἐκβάλλει πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ · ἐν ἑτέροις δὲ μὴ σφόδρα πειθομένοις τῷ λόγῳ τοῦ θεοῦ μόνον τὴν ἀρχὴν ποιεῖται τοῦ ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας. τρίτοι δέ εἰσιν παρὰ τούτους, ἐν οἷς ἤρξατο ἐκβάλλειν μόνους τοὺς πωλοῦντας, οὐχὶ δὲ καὶ τοὺς ἀγοράζοντας.

10.31.199οἱ δὲ παρὰ τῷ Ἰωάννῃ πάντες ἅμα τοῖς προβάτοις καὶ τοῖς βουσὶν τῷ πλακέντι ἐκ σχοινίων φραγελλίῳ ἐκβάλλονται. ἐπίστησον δὲ ἐπιμελῶς εἰ δυνατὸν ὡς τάς γε ἐναλλαγὰς τῶν γεγραμμένων καὶ τὰς διαφωνίας διαλύεσθαι παρὰ τὸν τῆς ἀναγωγῆς τρόπον, ἑκάστου τῶν εὐαγγελιστῶν διαγράφοντος διαφόρους τοῦ λόγου ἐνεργείας ἐν διαφόροις ἤθεσι ψυχῶν οὐ τὰ αὐτὰ ἀλλά τινα παραπλήσια ἐπιτελούσας.

10.31.200καὶ δοκοῦσα δὲ διακοπὴ τῶν εἰς Ἱεροσόλυμα ἀνόδων τοῦ Ἰησοῦ παρὰ τῷ τὸ ἐν χερσὶν εὐαγγέλιον ἀναγράψαντι ἑτέρως παρὰ τοὺς τρεῖς, ὡς ἐξεθέμεθα τὰς λέξεις αὐτῶν οὕτω μόνως σῴζεσθαι δύναται. τοῖς παραπλησίοις πράγμασιν ἐπιπεσόντος τοῦ Ἰωάννου ἀντὶ τῶν κοπτομένων ἀπὸ τῶν δένδρων κλάδων, στιβάδων ἐκ τῶν ἀγρῶν καὶ στρωννυμένων ἐν τῇ ὁδῷ βαΐα τῶν φοινίκων εἰληφέναι λέγοντος τὸν πολὺν ἐξεληλυθέναι εἰς τὴν ἑορτὴν ὄχλον, καὶ ἐξεληλυθέναι εἰς ἀπάντησιν αὐτῷ κεκραγότα · εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυρίου, καὶ βασιλεὺς τοῦ Ἰσραήλ .

10.31.201πλὴν οὗτος ὑπ’αὐτοῦ φησι τοῦ Ἰησοῦ εὑρίσκεσθαι τὸ ὀνάριον, ἐφ’ καθέζεται Χριστός, πλέον τι περὶ τοῦ τροπικώτερον δηλουμένου ὀναρίου παριστὰς μείζονα εὐεργεσίαν χωρήσαντος τὴν οὐκ ἀπὸ ἀνθρώπων οὐ δὲ δι’ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ .

10.31.202οὐ δὲ Ἰωάννης δὲ αὐτολεξεὶ τὸ προφητικὸν ἐξέθετο, ἀλλ’ἀντ’αὐτοῦ τὸ μὴ φοβοῦ, θύγατερ Σιών · ἰδοὺ βασιλεύς σου ἔρχεται καθήμενος · ἀντὶ τοῦ · ἐπιβεβηκὼς ἐπὶ πῶλον ὄνου ἀντὶ τοῦ ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον . τὸ δὲ μὴ φοβοῦ, θυγάτηρ Σιὼν οὐ δ’ὅλως εἴρηται.

10.32

10.32.203πλὴν ἴδωμεν ὑπὸ πάντων ἐκτεθέντος τοῦ προφητικοῦ λόγου, εἰ μὴ χαίρειν σφόδρα θυγατέρα Σιὼν ἀναγκαῖον, τὴν δὲ κρείττονα ταύτης θυγατέρα Ἱερουσαλὴμ οὐ μόνον χαίρειν σφόδρα ἀλλὰ καὶ κηρύσσειν δεῖ, τοῦ βασιλέως αὐτῆς ἐρχομένου τοῦ δικαίου καὶ σῴζοντος καὶ πράου, διὰ τοῦ ἐπιβεβηκέναι τῷ ὑποζυγίῳ καὶ τῷ νέῳ πώλῳ.

10.32.204πᾶς γοῦν δεξάμενος αὐτὸν οὐκέτι φοβηθήσεται τοὺς τῶν ἑτεροδόξων ὡπλισμένους τοῖς πιθανοῖς λόγοις, ἅρματα Ἐφραῒμ λεγόμενα ὑπὸ τοῦ κυρίου ἐξολοθρευόμενα, οὐ δὲ τὸν ψευδῆ ἵππον εἰς σωτηρίαν, θηλυμανῆ ἐπιθυμίαν τοῖς αἰσθητοῖς ᾠκειωμένην, καὶ πολλοὺς τῶν ἐν Ἱερουσαλὴμ οἰκεῖν θελόντων καὶ τῷ ὑγιεῖ λόγῳ προσέχειν βλάπτοντα.

10.32.205ἔστι δὲ χαίρειν ἄξιον ἐπὶ τῷ ἐξολοθρεύεσθαι ὑπὸ τοῦ ὀχουμένου τῷ ὑποζυγίῳ καὶ τῷ νέῳ πώλῳ πᾶν τόξον πολεμικόν , οὐκέτι τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ κατισχυόντων τοῦ παραδεξαμένου τὸν Ἰησοῦν εἰς τὸ ἑαυτοῦ ἱερόν.

10.32.206ἔσται δὲ καὶ πλῆθος μετὰ εἰρήνης ἀπὸ τῶν ἐθνῶν ἐν τῇ εἰς Ἱερουσαλὴμ τοῦ σωτῆρος ἐπιδημίᾳ, ἄρχοντος τῶν ὑδάτων, ἵνα συντρίψῃ τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, καὶ πατήσωμεν τὰ κύματα τῆς θαλάσσης, φθάνοντες ἕως τῶν διεκβολῶν πάντων τῶν ἐπὶ γῆς ποταμῶν.

10.32.207 μέντοι γε Μάρκος περὶ τῆς ὄνου γράφων εἰρῆσθαι ὑπὸ τοῦ κυρίου · ἐφ’ὃν οὐδεὶς οὔπω ἀνθρώπων ἐκάθισεν δοκεῖ μοι αἰνίττεσθαι τὸ μηδέπω ποτὲ λόγῳ ὑποτεταχέναι ἑαυτοὺς πρὸ τῆς Ἰησοῦ ἐν αὐτοῖς ἐπιδημίας τοὺς ὕστερον πεπιστευκότας.

10.32.208τάχα γὰρ ἀνθρώπων μὲν οὐδείς πω καθίσας ἐπὶ τὸν πῶλον ἦν, θηρίων δὲ τῶν ἀλλοτρίων τοῦ λόγου δυνάμεών τινες ἐπεκάθισαν, ἐπεὶ πλοῦτος τῶν ἀντικειμένων δυνάμεων καὶ παρὰ τῷ προφήτῃ Ἡσαΐᾳ ἐπὶ ὄνων φέρεσθαι καὶ καμήλων λέγεται διὰ τούτων · ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ λέων καὶ σκύμνος, ἐκεῖθεν καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπὶ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν .

10.32.209πευστέον δὲ πάλιν τῶν ψιλῇ τῇ λέξει προσεχόντων εἰ μὴ κατ’αὐτοὺς ματαίως ἂν δόξαι γεγράφθαι τὸ ἐφ’ὃν οὐδεὶς οὔπω ἀνθρώπων ἐκάθισεν . τίς γὰρ παρὰ τὸν ἄνθρωπον καθέζεται ἐπὶ πῶλον; καὶ ταῦτα μὲν τὰ ἡμέτερα.

10.33

10.33.210ἴδωμεν δὲ καὶ τὰ Ἡρακλέωνος, ὅς φησι τὴν εἰς Ἱεροσόλυμα ἄνοδον σημαίνειν τὴν ἀπὸ τῶν ὑλικῶν εἰς τὸν ψυχικὸν τόπον, τυγχάνοντα εἰκόνα τῆς Ἱερουσαλήμ, ἀνάβασιν τοῦ κυρίου.

10.33.211τὸ δὲ εὗρεν ἐν τῷ ἱερῷ καὶ οὐχὶ προνάῳ , οἴεται εἰρῆσθαι ὑπὲρ τοῦ μὴ τὴν κλῆσιν μόνην νοηθῆναι τὴν χωρὶς πνεύματος βοηθεῖσθαι ὑπὸ τοῦ κυρίου · ἡγεῖται γὰρ τὰ μὲν ἅγια τῶν ἁγίων εἶναι τὸ ἱερόν, εἰς μόνος ἀρχιερεὺς εἰσῄει, ἔνθα οἴομαι αὐτὸν λέγειν τοὺς πνευματικοὺς χωρεῖν · τὰ δὲ τοῦ προνάου, ὅπου καὶ οἱ λευῖται, σύμβολον εἶναι τῶν ἔξω τοῦ πληρώματος ψυχικῶν εὑρισκομένων ἐν σωτηρίᾳ.

10.33.212πρὸς τούτοις τοὺς εὑρισκομένους ἐν τῷ ἱερῷ πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς καθημένους κερματιστὰς ἐξεδέξατο λέγεσθαι ἀντὶ τῶν μηδὲν χάριτι διδόντων, ἀλλ’ἐμπορίαν καὶ κέρδος τὴν τῶν ξένων εἰς τὸ ἱερὸν εἴσοδον νομιζόντων, τοῦ ἰδίου κέρδους καὶ φιλαργυρίας ἕνεκεν τὰς εἰς τὴν λατρείαν τοῦ θεοῦ θυσίας χορηγούντων.

10.33.213καὶ τὸ φραγέλλιον δὲ πεποιῆσθαι ἐκ σχοινίων ὑπὸ τοῦ Ἰησοῦ, οὐχὶ παρ’ἄλλου λαβόντος ἰδιοτρόπως ἀπαγγέλλει, λέγων τὸ φραγέλλιον εἰκόνα τυγχάνειν τῆς δυνάμεως καὶ ἐνεργείας τοῦ ἁγίου πνεύματος ἐκφυσῶντος τοὺς χείρονας, καί φησι τὸ φραγέλλιον καὶ τὸ λίνον καὶ τὴν σινδόνα, καὶ ὅσα τοιαῦτα, εἰκόνα τῆς δυνάμεως καὶ τῆς ἐνεργείας εἶναι τοῦ ἁγίου πνεύματος.

10.33.214ἔπειτα ἑαυτῷ προσείληφεν τὸ μὴ γεγραμμένον, ὡς ἄρα εἰς ξύλον ἐδέδετο τὸ φραγέλλιον · ὅπερ ξύλον τύπον ἐκλαβὼν εἶναι τοῦ σταυροῦ φησι τούτῳ τῷ ξύλῳ ἀνηλῶσθαι καὶ ἠφανίσθαι τοὺς κυβευτὰς ἐμπόρους καὶ πᾶσαν τὴν κακίαν.

10.33.215καὶ οὐκ οἶδ’ὅπως φλυαρῶν φησιν ἐκ δύο τούτων πραγμάτων φραγέλλιον κατασκευάζεσθαι, ζητῶν τὸ ὑπὸ τοῦ Ἰησοῦ γενόμενον · οὐ γὰρ ἐκ δέρματος, φησί, νεκροῦ ἐποίησεν αὐτό, ἵνα τὴν ἐκκλησίαν κατασκευάσῃ οὐκέτι λῃστῶν καὶ ἐμπόρων σπήλαιον, ἀλλὰ οἶκον τοῦ πατρὸς αὐτοῦ.

10.33.216λεκτέον δὲ τὸ ἀναγκαιότατον περὶ τῆς θεότητος καὶ ἐκ τῶν ῥητῶν τούτων πρὸς αὐτόν. εἰ γὰρ τὸ ἐν Ἱεροσολύμοις ἱερὸν οἶκον τοῦ ἰδίου πατρός φησιν εἶναι Ἰησοῦς, τοῦτο δὲ τὸ ἱερὸν εἰς δόξαν τοῦ κτίσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν γέγονεν, πῶς οὐκ ἄντικρυς διδασκόμεθα μὴ ἑτέρου τινὸς νομίζειν υἱὸν εἶναι παρὰ τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς τὸν υἱὸν τοῦ θεοῦ;

10.34

10.34.217εἰς τοῦτον οὖν τὸν οἶκον τοῦ πατρὸς Ἰησοῦ, ὡς οἶκον τυγχάνοντα τῆς προσευχῆς, καὶ οἱ τοῦ Χριστοῦ ἀπόστολοι ὡς ἐν ταῖς Πράξεσιν αὐτῶν εὕρομεν ὑπὸ τοῦ ἀγγέλου κελεύονται πορευθέντες στῆναι καὶ λαλεῖν τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης .

10.34.218ἀλλὰ καὶ διὰ τῆς ὡραίας πύλης ἐκεῖσε προσεύξασθαι ὡς εἰς οἶκον προσευχῆς προσέρχονται, οὐκ ἂν τοῦτο ποιήσαντες, εἰ μὴ τὸν αὐτὸν ᾔδεσαν θεὸν τῷ ὑπὸ τῶν ἐκθειαζόντων τὸν ναὸν ἐκεῖνον προσκυνουμένῳ.

10.34.219διόπερ καὶ λέγουσιν οἱ πειθαρχοῦντες θεῷ μᾶλλον ἀνθρώποις Πέτρος καὶ οἱ ἀπόστολοι · θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου . οὐ γὰρ ὑπ’ἄλλου ἴσασιν ἐκ νεκρῶν ἐγηγερμένον Ἰησοῦν θεοῦ τοῦ τῶν πατέρων, ὃν καὶ Χριστὸς δοξάζων θεὸν τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ φησιν εἶναι, οὐκ ὄντων νεκρῶν ἀλλὰ ζώντων.

10.34.220πῶς δὲ καὶ οἱ μαθηταί, εἰ μὴ τοῦ αὐτοῦ θεοῦ θεῷ τοῦ Χριστοῦ οἶκος ἦν, ἐμέμνηντο ἂν τοῦ ἐν ἑξηκοστῷ ὀγδόῳ εἰρημένου ψαλμῷ · ζῆλος τοῦ οἴκου σου κατέφαγέ με ; οὕτω γὰρ κεῖται ἐν τῷ προφήτῃ καὶ οὐχί καταφάγεταί με .

10.34.221ζηλοῖ δὲ μάλιστα Χριστὸς τὸν ἐν ἑκάστῳ ἡμῶν οἶκον τοῦ θεοῦ, μὴ βουλόμενος αὐτὸν εἶναι οἶκον ἐμπορίου, μη δὲ τὸν οἶκον τῆς προσευχῆς λῃστῶν σπήλαιον, ἅτε θεοῦ ζηλωτοῦ υἱὸς ὤν ἐὰν εὐγνωμονέστερον ἀκούωμεν τῶν τοιούτων ἀπὸ τῶν γραφῶν φωνῶν, κατὰ μεταφορὰν εἰρημένων ἀπὸ τῶν ἀνθρωπίνων εἰς παράστασιν τοῦ μηδὲν ἀλλότριον βούλεσθαι τὸν θεὸν ἐπιμίγνυσθαι τοῦ βουλήματος αὐτοῦ τῇ ψυχῇ πάντων μὲν ἀνθρώπων, ἐξαιρέτως δὲ τῶν τὰ τῆς θειοτάτης πίστεως παραδέξασθαι θελόντων.

10.34.222πλὴν τὸν ἑξηκοστὸν ὄγδοον ψαλμόν, ἔχοντα τὸ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με καὶ μετ’ὀλίγα · ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος , ἀμφότερα ἐν τοῖς εὐαγγελίοις ἀναγεγραμμένα, ἰστέον ἐκ προσώπου λέγεσθαι τοῦ Χριστοῦ, οὐδεμίαν ἐμφαίνοντα τοῦ λέγοντος προσώπου μεταβολήν.

10.34.223σφόδρα δὲ ἀπαρατηρήτως Ἡρακλέων οἴεται τὸ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με ἐκ προσώπου τῶν ἐκβληθέντων καὶ ἀναλωθέντων ὑπὸ τοῦ σωτῆρος δυνάμεων λέγεσθαι, μὴ δυνάμενος τὸν εἱρμὸν τῆς ἐν τῷ ψαλμῷ προφητείας τηρῆσαι νοούμενον ἐκ προσώπου τῶν ἐκβληθέντων καὶ ἀναλωθέντων δυνάμεων λέγεσθαι.

10.34.224ἀκόλουθον δέ ἐστιν κατ’αὐτὸν καὶ τὸ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν ἀπ’ἐκείνων λέγεσθαι ἐν τῷ αὐτῷ ἀναγεγραμμένον ψαλμῷ · ἀλλ’, ὡς εἰκός, ἐτάραξεν αὐτὸν τὸ καταφάγεταί με ὡς μὴ δυνάμενον ὑπὸ Χριστοῦ ἀπαγγέλλεσθαι, οὐχ ὁρῶντα τὸ ἔθος τῶν ἀνθρωποπαθῶν περὶ θεοῦ καὶ Χριστοῦ λόγων.

10.35

10.35.225οἱ σωματικοὶ καὶ τοῖς αἰσθητοῖς φίλοι δοκοῦσίν μοι νῦν διὰ τῶν Ἰουδαίων δηλοῦσθαι, οἵτινες ἐπὶ τοῖς ὑπὸ τοῦ Ἰησοῦ ἀπελαυνομένοις, ποιοῦσιν οἶκον ἐμπορίου τὸν οἶκον τοῦ πατρός, ἀγανακτοῦντες ὑπ’αὐτῶν περιεπομένοις ἀπαιτοῦσιν σημεῖον, καθ’ σημεῖον πρεπόντως φανήσεται λόγος, ὃν μὴ παραδέχονται ἐκεῖνοι, ταῦτα ποιῶν.

10.35.226συνάπτων δὲ σωτὴρ ὡς ἕνα τῷ περὶ τοῦ ἱεροῦ ἐκείνου τὸν περὶ τοῦ ἰδίου σώματος λόγον, ἀποκρίνεται πρὸς τὸ τί σημεῖον δεικνύεις, ὅτι ταῦτα ποιεῖς ; τὸ λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν .

10.35.227εἰ γὰρ καὶ μυρία ὅσα σημεῖα ἄλλα δεικνύναι οἷόςτε ἦν, ἀλλ’οὔτι γε πρὸς τὸ ὅτι ταῦτα ποιεῖς ; τὰ κατὰ τὸν ναὸν πρεπόντως ἀντὶ τῶν ἑτέρων παρὰ τὸν ναὸν σημείων ἀπεκρίνατο.

10.35.228ἀμφότερα μέντοι γε, τότε ἱερὸν καὶ τὸ σῶμα τοῦ Ἰησοῦ, κατὰ μίαν τῶν ἐκδοχῶν τύπος μοι εἶναι φαίνεται τῆς ἐκκλησίας, τῷ ἐκ λίθων ζώντων οἰκοδομεῖσθαι αὐτήν, οἶκον πνευματικὸν εἰς ἱεράτευμα ἅγιον γινομένην, ἐποικοδομουμένην ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου Χριστοῦ Ἰησοῦ , χρηματίζουσαν ναόν .

10.35.229διὰ δὲ τοῦ ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους , κἂν λύεσθαι δὲ τῶν λίθων τοῦ ναοῦ ἁρμονία δοκῇ διασκορπίζεσθαι, ὡς ἐν εἰκοστῷ πρώτῳ ψαλμῷ γέγραπται, πάντα τὰ ὀστᾶ τοῦ Χριστοῦ ὑπὸ τῶν ἐν διωγμοῖς καὶ θλίψεσιν ἐπιβουλῶν ἀπὸ τῶν προσπολεμούντων τῇ ἑνότητι τοῦ ναοῦ ἐν διωγμοῖς, ἐγερθήσεται ναὸς καὶ ἀναστήσεται τὸ σῶμα τῇ τρίτῃ ἡμέρᾳ μετὰ τὴν ἐνεστηκυῖαν ἐν αὐτῷ κακίας ἡμέραν καὶ τὴν μετὰ ταύτην τῆς συντελείας · τρίτη γὰρ ἐν τῷ καινῷ οὐρανῷ καὶ καινῇ γῇ ἐνστήσεται, ὅτε τὰ ὀστᾶ ταῦτα, πᾶς οἶκος Ἰσραήλ, ἐν τῇ μεγάλῃ κυριακῇ ἐγερθήσεται τοῦ θανάτου νενικημένου · ὥστε καὶ τὴν γενομένην ἀνάστασιν τοῦ Χριστοῦ ἀπὸ τοῦ κατὰ τὸν σταυρὸν πάθους περιέχειν μυστήριον τῆς ἀναστάσεως τοῦ παντὸς Χριστοῦ σώματος.

10.35.230ὥσπερ δὲ ἐκεῖνο τὸ αἰσθητὸν τοῦ Ἰησοῦ σῶμα ἐσταύρωται καὶ τέθαπται καὶ μετὰ τοῦτο ἐγήγερται, οὕτως τὸ ὅλον τῶν ἁγίων Χριστοῦ σῶμα Χριστῷ συνεσταύρωται καὶ νῦν οὐκέτι ζῇ · ἕκαστος γὰρ τῶν ὡς Παῦλος ἐν οὐδενὶ ἄλλῳ καυχᾶται ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Χριστοῦ Ἰησοῦ, δι’οὗ αὐτὸς κόσμῳ ἐσταύρωται καὶ κόσμος αὐτῷ.

10.35.231οὐ μόνον οὖν Χριστῷ συνεσταύρωται καὶ κόσμῳ ἐσταύρωται, ἀλλὰ καὶ Χριστῷ συνθάπτεται · συνετάφημεν, γάρ φησι, τῷ Χριστῷ , Παῦλος.

10.35.232καὶ ὡσπερεὶ ἔν τινι ἀρραβῶνι ἀναστάσεως γενόμενος λέγει τὸ συνανέστημεν αὐτῷ · ἐπεὶ ἐν καινότητι ζωῆς τινι περιπατεῖ, ὡς κατὰ τὴν ἐλπιζομένην μακαρίαν καὶ τελείαν ἀνάστασιν μηδέπω ἀναστάς. ἤτοι οὖν νῦν μὲν ἐσταύρωται, μετὰ δὲ ταῦτα θάπτεται, νῦν μὲν θάπτεται ἀρθεὶς ἀπὸ τοῦ σταυροῦ, ποτὲ δέ, καθὸ νῦν τέθαπται, ἀναστήσεται.

10.36

10.36.233μέγα δέ ἐστιν τὸ τῆς ἀναστάσεως καὶ δυσθεώρητον τοῖς πολλοῖς ἡμῶν μυστήριον, ὅπερ καὶ ἐν ἄλλοις πολλοῖς λέγεται τῶν γραφῶν τόποις, οὐχ ἧττον καὶ ἐν τῷ Ἐζεκιὴλ διὰ τούτων ἀπαγγέλλεται · καὶ ἐγένετο ἐπ’ἐμὲ χεὶρ κυρίου καὶ ἐξήγαγέν με ἐν πνεύματι κυρίου καὶ ἔθηκέν με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστῶν ἀνθρωπίνων. καὶ περιήγαγέν με ἐπ’αὐτὰ κύκλοθεν κύκλῳ, καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, καὶ ἰδού, ξηρὰ σφόδρα. καὶ εἶπεν πρὸς μέ · υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστᾶ ταῦτα; καὶ εἶπα · κύριε, κύριε σὺ ἐπίστῃ ταῦτα. καὶ εἶπεν πρὸς μέ · προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα, καὶ ἐρεῖς αὐτοῖς · τὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον κυρίου .

10.36.234καὶ μετ’ὀλίγα · καὶ ἐλάλησεν κύριος πρὸς μὲ λέγων · υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ἰσραήλ ἐστιν. καὶ αὐτοὶ λέγουσιν · ξηρὰ γέγονεν τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν .

10.36.235ποίοις γὰρ ὀστοῖς λέγεται · ἀκούσατε λόγον κυρίου , ὡς αἰσθανομένοις λόγου κυρίου, ἅτε οὖσιν οἴκῳ Ἰσραὴλ τῷ Χριστοῦ σώματι, περὶ οὗ ἔλεγεν κύριος · διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου τῶν σωματικῶν ὀστέων αὐτοῦ μὴ διασκεδασθέντων, ἀλλὰ μη δὲ συντριβέντος τινὸς ἐξ αὐτῶν;

10.36.236ὅτε δὲ γίνεται αὕτη ἀνάστασις τοῦ ἀληθινοῦ καὶ τελειοτέρου Χριστοῦ σώματος, τότε τὰ μέλη τοῦ Χριστοῦ τὰ νῦν, ὡς πρὸς τὸ μέλλον, ξηρὰ ὀστᾶ συναχθήσεται, ὀστοῦν πρὸς ὀστοῦν καὶ ἁρμονία πρὸς ἁρμονίαν, οὐδενὸς τῶν ἐστερημένων ἁρμονίας καταντήσοντος εἰς τὸν τέλειον ἄνδρα, εἰς τὸ μέτρον τῆς ἡλικίας τοῦ πληρώματος τοῦ σώματος τοῦ Χριστοῦ .

10.36.237καὶ τότε τὰ πολλὰ μέλη τὸ ἓν ἔσται σῶμα, πάντων τῶν τοῦ σώματος μελῶν πολλῶν ὄντων γινομένων ἑνὸς σώματος · τὴν δὲ κρίσιν ποδὸς καὶ χειρὸς καὶ ὀφθαλμοῦ καὶ ἀκοῆς καὶ ὀσφρήσεως τῶν συμπληρούντων ἰδίᾳ μὲν τὴν κεφαλήν, ἰδίᾳ δὲ τοὺς πόδας, καὶ τὰ λοιπὰ τῶν μελῶν τάτε ἀσθενέστερα καὶ ταπεινότερα καὶ ἀσχήμονα καὶ εὐσχήμονα μόνου θεοῦ ἔστιν ποιήσασθαι, ὃς συγκεράσει τὸ σῶμα.

10.36.238καὶ τότε μᾶλλον τοῦ νῦν τῷ ὑστεροῦντι περισσοτέραν διδοὺς τιμήν, ἵνα μηδαμῶς σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη , καὶ εἴ τινα εὐπάθειαν ἔχει μέλος, συνευπαθήσῃ πάντα τὰ μέλη, εἴτε δοξάζεται, συγχαίρῃ τὰ πάντα.

10.37

10.37.239ταῦτά μοι οὐκ ἀλλοτρίως τοῦ ἱεροῦ καὶ τῶν ἀπ’αὐτοῦ ἐξελαυνομένων, περὶ οὗ λέγει σωτήρ · ζῆλος τοῦ οἴκου σου καταφάγεταί με , εἴρηται, τῶντε αἰτούντων σημεῖον Ἰουδαίων αὐτοῖς δειχθῆναι, καὶ τῆς τοῦ κυρίου πρὸς αὐτοὺς ἀποκρίσεως, συνάπτοντος τὸν τοῦ ναοῦ λόγον τῷ τοῦ ἰδίου σώματος, καὶ φάσκοντος · λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν .

10.37.240ἀπὸ γὰρ τούτου τοῦ ναοῦ ὄντος σώματος Χριστοῦ δεῖ ἀπελαύνεσθαι ταῦτα τὰ ἄλογα καὶ ἐμπορικά, ἵνα μηκέτι οἶκος ἐμπορίου .

10.37.241καὶ τοῦτον τὸν ναὸν λυθῆναι δεῖ ὑπὸ τῶν ἐπιβουλευόντων τῷ λόγῳ τοῦ θεοῦ καὶ μετὰ τὸ λυθῆναι τῇ προειρημένῃ ἡμῖν τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. ὅτε καὶ οἱ μαθηταὶ οὗ ἔλεγεν πρὶν λυθῆναι τὸν ναὸν τοῦ θεοῦ λόγος αὐτοῦ μνησθήσονται καὶ πιστεύσουσιν, τελειουμένης αὐτῶν μετὰ τῆς γνώσεως τότε καὶ τῆς πίστεως, οὐ τῇ γραφῇ μόνῃ ἀλλὰ καὶ τῷ λόγῳ, ὃν εἶπεν Ἰησοῦς.

10.37.242καὶ ἕκαστος δὲ τῶν τοιῶνδε Ἰησοῦ αὐτὸν καθαίροντος ἀποθέμενος τὰ ἄλογα καὶ τὰ πωλοῦντα διὰ τὸν τοῦ ἐν αὐτοῖς λόγου ζῆλον καταλυθήσεται, ἐπὶ τῷ ὑπὸ Ἰησοῦ ἐγερθῆναι οὐ τῇ τρίτῃ ἡμέρᾳ, ὅσον ἐπὶ τῇ προκειμένῃ λέξει · οὐ γὰρ γέγραπται λύσατε τὸν ναὸν τοῦτον, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερῶ αὐτόν , ἀλλ’ ἐν τρισὶν ἡμέραις .

10.37.243ἐγείρεται γὰρ τοῦ ναοῦ […] τῇ πρώτῃ μετὰ τὸ λυθῆναι ἡμέρᾳ καὶ τῇ δευτέρᾳ, τελειοῦται δὲ αὐτοῦ ἔγερσις ἐν ὅλαις ταῖς τρισὶν ἡμέραις. διὰ τοῦτο καὶ γέγονεν ἀνάστασις καὶ ἔσται ἀνάστασις, εἴ γε συνετάφημεν τῷ Χριστῷ καὶ συνανέστημεν αὐτῷ.

10.37.244καὶ ἐπεὶ οὐκ ἀρκεῖ εἰς τὴν ὅλην ἀνάστασιν τὸ συνανέστημεν · ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται, ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι · ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος .

10.37.245ἀναστάσεως γὰρ ἦν καὶ τὸ ἐν τῇ πρώτῃ ἡμέρᾳ γενέσθαι ἐν τῷ παραδείσῳ τοῦ θεοῦ, ἀναστάσεως δὲ ὅτε φαινόμενός φησι · μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα · τὸ δὲ τέλειον τῆς ἀναστάσεως ἦν, ὅτε γίνεται πρὸς τὸν πατέρα.

10.37.246ἐπεὶ δὲ οἱ συγχεόμενοι ἐν τῷ περὶ πατρὸς καὶ υἱοῦ τόπῳ συνάγοντες τὸ εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν καὶ τὰ τούτοις ὅμοια, δηλοῦντα ἕτερον εἶναι τὸν ἐγείραντα παρὰ τὸν ἐγηγερμένον, καὶ τὸ λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν , ᾤοντο ἐκ τούτων παρίστασθαι μὴ διαφέρειν τῷ ἀριθμῷ τὸν υἱὸν τοῦ πατρός, ἀλλ’ἓν οὐ μόνον οὐσίᾳ ἀλλὰ καὶ ὑποκειμένῳ τυγχάνοντας ἀμφοτέρους, κατά τινας ἐπινοίας διαφόρους, οὐ κατὰ ὑπόστασιν λέγεσθαι πατέρα καὶ υἱόν · λεκτέον πρὸς αὐτοὺς πρῶτον μὲν τὰ προηγουμένως κατασκευαστικὰ ῥητὰ τοῦ ἕτερον εἶναι τὸν υἱὸν παρὰ τὸν πατέρα, καὶ ὅτι ἀνάγκη τὸν υἱὸν πατρὸς εἶναι υἱόν, καὶ τὸν πατέρα υἱοῦ πατέρα.

10.37.247μετὰ δὲ τοῦτο οὐκ ἄτοπόν ἐστιν τὸν ὁμολογοῦντα μηδὲν δύνασθαι ποιεῖν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα, καὶ λέγοντα ὅτι ὅσ’ἂν πατὴρ ποιῇ, ταῦτα ὁμοίως καὶ υἱὸς ποιεῖ, τὸν νεκρόν ὅπερ τὸ σῶμα ἦν ἐγηγερκέναι τοῦ πατρὸς αὐτῷ τοῦτο χαριζομένου, ὃν προηγουμένως λεκτέον ἐγηγερκέναι τὸν Χριστὸν ἐκ νεκρῶν.

10.37.248 μέντοι γε Ἡρακλέων τὸ ἐν τρισὶν φησὶν ἀντὶ τοῦ ἐν τρίτῃ , μὴ ἐρευνήσας, καίτοι γε ἐπιστήσας τῷ ἐν τρισίν , πῶς ἐν τρισὶν ἀνάστασις ἐνεργεῖται ἡμέραις.

10.37.249ἔτι δὲ καὶ τὴν τρίτην φησὶ τὴν πνευματικὴν ἡμέραν, ἐν οἴονται δηλοῦσθαι τὴν τῆς ἐκκλησίας ἀνάστασιν.

10.37.250τούτῳ δὲ ἀκόλουθόν ἐστιν πρώτην λέγειν εἶναι τὴν χοϊκὴν ἡμέραν καὶ τὴν δευτέραν τὴν ψυχικήν, οὐ γεγενημένης τῆς ἐκκλησίας τῆς ἀναστάσεως ἐν αὐταῖς.

10.37.251ἔοικεν μὲν τοίνυν τὰ περὶ τῶν ἐν τῷ κατὰ Ματθαῖον καὶ Μάρκον ἀναγεγραμμένα εὐαγγελίῳ ψευδομαρτύρων πρὸς τῷ τέλει τοῦ εὐαγγελίου κατηγορούντων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὴν ἀναφορὰν ἔχειν ἐπὶ τὸ λύσατε τὸν ναὸν τοῦτον, κἀγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν .

10.37.252 μὲν γὰρ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ · οἱ δ’ὑπονοοῦντες περὶ τοῦ ἐκ λίθων οἰκοδομηθέντος ναοῦ λέγεσθαι τὰ ἐνταῦθα εἰρημένα ἔφασκον κατηγοροῦντες · οὗτος ἔφη · δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν αὐτὸν οἰκοδομῆσαι ὡς Μάρκος · ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι · ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω , ὅτε καὶ ἀρχιερεὺς ἀναστὰς εἶπεν αὐτῷ · οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; δὲ Ἰησοῦς ἐσιώπα . ὡς Λουκᾶς φησί · καὶ ἀναστὰς ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων · οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν; δὲ ἐσιώπα καὶ οὐκ ἀπεκρίνατο οὐδέν .

10.37.253νομίζω δ’ἀναγκαίως καὶ ταῦτα παρατεθεῖσθαι τὴν ἀναφορὰν ἔχοντα ἐπὶ τὸ ἐν χερσὶν ῥητόν.

10.38

10.38.254πῶς τεσσεράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομῆσθαί φασι τὸν ναὸν οἱ Ἰουδαῖοι λέγειν οὐκ ἔχομεν, εἰ τῇ ἱστορίᾳ κατακολουθήσομεν.

10.38.255γέγραπται γὰρ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν ὡς ἡτοίμασαν τοὺς λίθους καὶ τὰ ξύλα τρισὶν ἔτεσιν · ἐν δὲ τῷ τετάρτῳ ἔτει, μηνὶ δευτέρῳ, βασιλεύοντος τοῦ βασιλέως Σαλομῶντος ἐπὶ Ἰσραήλ, ἐνετείλατο βασιλεὺς καὶ αἴρουσιν λίθους μεγάλους τιμίους εἰς τὸν θεμέλιον τοῦ οἴκου καὶ λίθους ἀπελεκήτους. καὶ ἐπελέκησαν οἱ υἱοὶ Σαλομῶντος καὶ οἱ υἱοὶ Χειρὰμ καὶ ἔβαλον αὐτοὺς ἐν τῷ τετάρτῳ ἔτει, καὶ ἐθεμελίωσαν τὸν οἶκον κυρίου ἐν μηνὶ Νεισὰν καὶ τῷ δευτέρῳ μηνί · ἑνδεκάτῳ ἐνιαυτῷ, μηνὶ Βαάλ, ὃς ἦν μὴν ὄγδοος, συνετελέσθη οἶκος εἰς πάντα λόγον αὐτοῦ καὶ εἰς πᾶσαν διάταξιν αὐτοῦ .

10.38.256ἵνα οὖν καὶ τὴν ἑτοιμασίαν συγκατατάξωμεν τῷ χρόνῳ τῆς οἰκοδομῆς, ἕνδεκα ἔτη τὰ πάντα οὐ συμπληροῦται εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ.

10.38.257πῶς οὖν οἱ Ἰουδαῖοι λέγουσιν · τεσσεράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ναὸς οὗτος ; εἰ μὴ ἄρα τις βιασάμενος φιλοτιμήσεται παραστῆσαι τὸν τεσσεράκοντα καὶ ἓξ ἐτῶν πληρουμένων χρόνον, ἀφ’οὗ Δαβίδ φησι πρὸς Νάθαν τὸν προφήτην βουλευσάμενος περὶ τῆς οἰκοδομῆς τοῦ ναοῦ · ἰδού, ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ κιβωτὸς τοῦ θεοῦ κάθηται ἐν μέσῳ τῆς σκηνῆς . εἰ γὰρ καὶ κεκώλυται, ὡς ἀνὴρ αἱμάτων, οἰκοδομῆσαι αὐτόν, ἔοικέν γε ἠσχολῆσθαι περὶ τὴν συναγωγὴν τῆς ὕλης τοῦ ναοῦ.

10.38.258φησὶ γοῦν ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων Δαβὶδ βασιλεὺς πάσῃ τῇ ἐκκλησίᾳ · Σαλομῶν υἱός μου, εἰς ὃν ᾑρέτικεν αὐτὸν κύριος, νέος καὶ ἁπαλός, καὶ τὸ ἔργον μέγα, ὅτι οὐκ ἀνθρώπῳ οἰκοδομὴ ἀλλὰ κυρίῳ θεῷ. κατὰ πᾶσαν τὴν δύναμιν ἡτοίμακα εἰς οἶκον θεοῦ μου χρυσίον, ἀργύριον, χαλκὸν καὶ σίδηρον, ξύλα, λίθους Σοὸμ καὶ πληρώσεως, καὶ λίθους πολυτελείας καὶ ποικίλους, καὶ πάντα λίθον τίμιον, καὶ Πάριον πολύ. ἔτι ἐν τῷ εὐδοκῆσαί με ἐν οἴκῳ θεοῦ μου, ἔστιν μοι περιπεποίημαι χρυσίον καὶ ἀργύριον, καὶ ἰδοὺ δέδωκα εἰς οἶκον κυρίου μου εἰς ὕψος, ἐκτὸς ὧν ἡτοίμασα εἰς τὸν οἶκον τῶν ἁγίων, τρισχίλια τάλαντα χρυσίου τοῦ ἐκ Σουφεὶρ καὶ ἑπτακισχίλια τάλαντα ἀργυρίου δοκίμου, ἐπαλειφῆναι ἐν αὐτοῖς τοὺς οἴκους τοῦ θεοῦ διὰ χειρὸς τεχνιτῶν .

10.38.259ἐβασίλευσεν γὰρ Δαβὶδ ἑπτὰ ἔτη ἐν Χεβρῶν καὶ τριάκοντα τρία ἐν Ἱερουσαλήμ. ἐὰν οὖν τις δυνηθῇ ἀποδεῖξαι τὴν ἀρχὴν τῆς περὶ τοῦ ναοῦ κατασκευῆς γεγονέναι συνάγοντος αὐτοῦ τὴν ἐπιτήδειον ὕλην ἀπὸ τοῦ πέμπτου τῆς βασιλείας αὐτοῦ χρόνου, δυνήσεται βιασάμενος περὶ τῶν τεσσεράκοντα ἓξ ἐτῶν εἰπεῖν. ἄλλος δέ τις ἐρεῖ τὸν δεικνύμενον μὴ τὸν ὑπὸ Σαλομῶντος ᾠκοδομημένον εἶναι, ἐκεῖνον γὰρ κατεστράφθαι κατὰ τοὺς τῆς αἰχμαλωσίας χρόνους, ἀλλὰ τὸν ἐπὶ Ἔσδρᾳ οἰκοδομηθέντα, περὶ οὗ οὐκ ἔχομεν τρανῶς τὸν τῶν τεσσεράκοντα καὶ ἓξ ἐτῶν ἀποδεῖξαι ἀληθευόμενον λόγον.

10.38.260ἔοικεν δὲ καὶ κατὰ τὰ Μακκαβαϊκὰ πολλή τις ἀκαταστασία γεγονέναι περὶ τὸν λαὸν καὶ τὸν ναόν, καὶ οὐκ οἶδα εἰ τότε ἀνῳκοδομήθη τοσούτοις ἔτεσιν ναός.

10.38.261 μέντοι γε Ἡρακλέων μη δὲ ἐπιστήσας τῇ ἱστορίᾳ φησὶ τὸν Σαλομῶντα τεσσεράκοντα καὶ ἓξ ἔτεσιν κατεσκευακέναι τὸν ναὸν εἰκόνα τυγχάνοντα τοῦ σωτῆρος, καὶ τὸν ἓξ ἀριθμὸν εἰς τὴν ὕλην, τουτέστιν τὸ πλάσμα, ἀναφέρει, τὸν δὲ τῶν τεσσεράκοντα, τετρὰς ἐστίν , φησίν, ἀπρόσπλοκος , εἰς τὸ ἐμφύσημα καὶ τὸ ἐν τῷ ἐμφυσήματι σπέρμα.

10.38.262ὅρα δὲ εἰ δυνατὸν τὸν μὲν τεσσεράκοντα διὰ τὰ τέσσαρα τοῦ κόσμου στοιχεῖα ἐν τοῖς ἀφωρισμένοις εἰς τὸν ναὸν ἐγκατατασσόμενα λαμβάνειν, τὸν δὲ ἓξ διὰ τὸ τῇ ἕκτῃ ἡμέρᾳ γεγονέναι τὸν ἄνθρωπον.

10.39

10.39.263εἰ τὸ σῶμα τοῦ Ἰησοῦ ναὸς αὐτοῦ εἴρηται, ζητῆσαι ἄξιον πότερον ἁπλούστερον τοῦτο ἐκδεκτέον, ἕκαστον τῶν ἀναγεγραμμένων περὶ τοῦ ναοῦ φιλοτιμητέον ἀνάγειν εἰς τὸν περὶ τοῦ σώματος Ἰησοῦ λόγον, ἤτοι οὗ εἴληφεν ἐκ τῆς παρθένου, τῆς ἐκκλησίας σώματος αὐτοῦ λεγομένης εἶναι, ὡς καὶ ἡμᾶς μέλη τοῦ σώματος αὐτοῦ παρὰ τῷ ἀποστόλῳ ὀνομάζεσθαι.

10.39.264 μὲν οὖν τις πραγμάτων αὑτὸν ἀπαλλάττων τῷ ἀπογινώσκειν ἕκαστον δύνασθαι τῶν κατὰ τὸν ναὸν ἀναφέρειν ἐπὶ τὸ σῶμα, ὁποτέρως ἂν ἔχῃ, ἐπὶ τὸ ἁπλούστερον καταφεύξεται, λέγων διὰ τοῦτο σῶμα ἑκατέρως νοούμενον τὸν ναὸν ὠνομάσθαι, ἐπεὶ ὥσπερ ναὸς δόξαν εἶχεν θεοῦ κατασκηνοῦσαν ἐν αὐτῷ, οὕτως εἰκόνα καὶ δόξαν θεοῦ ὑπάρχοντα τὸν πρωτότοκον πάσης κτίσεως, τὸ σῶμα τὴν ἐκκλησίαν ἀγαλματοφοροῦντα ναὸν εὐλόγως εἰρῆσθαι θεοῦ.

10.39.265ἡμεῖς δὲ τὸ μὲν περὶ ἑκάστου τῶν ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν περὶ τοῦ ναοῦ εἰπεῖν δυσδιήγητον ὁρῶντες καὶ πολλῷ τῆς λέξεως ἡμῶν μεῖζον, ἄλλωςτε καὶ οὐ κατὰ τὴν παροῦσαν γραφήν, ὑπερτιθέμεθα.

10.39.266πλὴν ἐν τοῖς τοιούτοις μάλιστα διὰ τὸ ὑπὲρ τὴν ἀνθρωπίνην εἶναι φύσιν καὶ κατὰ τὴν τοῦ θεοῦ σοφίαν τὸ ἴδιον τῆς θεοπνεύστου γραφῆς ἐμφαίνεσθαι πειθόμενοι, σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, παριστάσης, καὶ καταλαμβάνοντες ἐξαιρέτου πνεύματος σοφίας ἑαυτοὺς δεομένους πρὸς τὸ τὰ τηλικαῦτα ἱεροπρεπῶς νοῆσαι, ὡς ἔνι μάλιστα δι’ὀλίγων τὴν περίνοιαν τῶν κατὰ τὸν τόπον διαγράψαι πειρασόμεθα, σῶμα τὴν ἐκκλησίαν καὶ οἶκον θεοῦ ἐκ λίθων ζώντων οἰκοδομούμενον, οἶκον πνευματικὸν εἰς ἱεράτευμα ἅγιον μανθάνοντες ἀπὸ τοῦ Πέτρου τυγχάνειν, ὡς τὸν οἰκοδομοῦντα τὸν ναὸν υἱὸν Δαβὶδ κατὰ τοῦτο Χριστοῦ εἶναι τύπον μετὰ τοὺς πολέμους εἰρήνης βαθυτάτης γεγενημένης οἰκοδομοῦντα εἰς δόξαν τοῦ θεοῦ τὸν ναὸν ἐν τῇ ἐπιγείῳ Ἱερουσαλήμ, ἵνα μηκέτι παρὰ μετακινητῷ πράγματι τῇ σκηνῇ λατρεία ἐπιτελῆται.

10.39.267ἕκαστον δὲ τῶν κατὰ τὸν ναὸν ἐπὶ τὴν ἐκκλησίαν ἀνάγειν πειρασόμεθα. τάχα γὰρ ἐὰν πάντες οἱ ἐχθροὶ ὑποπόδιον γένωνται τῶν Χριστοῦ ποδῶν, καὶ ἔσχατος ἐχθρὸς θάνατος καταργηθῇ, τελειοτάτη εἰρήνη ἔσται ὅτε Χριστὸς ἔσται Σαλομών, ὅπερ ἑρμηνεύεται εἰρηνικός , πληρουμένης τῆς προφητείας εἰς αὐτὸν λεγούσης · μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός .

10.39.268καὶ τότε ἕκαστος τῶν ζώντων λίθων κατὰ τὴν ἀξίαν τοῦ ἐνταῦθα βίου ἔσται τοῦ ναοῦ λίθος, μέν τις ἐν τῷ θεμελίῳ ἀπόστολος προφήτης βαστάζων τοὺς ἐπικειμένους, δέ τις μετὰ τοὺς ἐν τῷ θεμελίῳ ὑπὸ μὲν τῶν ἀποστόλων βασταζόμενος καὶ αὐτὸς σὺν τοῖς ἀποστόλοις συμβαστάζων τοὺς ὑποδεεστέρους · καὶ μέν τις ἔσται λίθος τῶν ἐνδοτάτων, ἔνθα κιβωτὸς καὶ τὰ χερουβεὶν καὶ τὸ ἱλαστήριον · ἕτερος δὲ τοῦ περιβόλου, καὶ ἄλλος ἔτι ἔξω τοῦ περιβόλου τῶν λευϊτῶν καὶ ἱερέων λίθος τοῦ θυσιαστηρίου τῶν ὁλοκαρπωμάτων.

10.39.269τὴν δὲ περὶ τούτων οἰκονομίαν καὶ λειτουργίαν ἐγχειρισθήσονται ἅγιαι δυνάμεις, ἄγγελοι θεοῦ, αἱ μέν τινες οὖσαι κυριότητες, θρόνοι, ἀρχαί, ἐξουσίαι, αἱ δὲ τούτοις ὑποτεταγμέναι, ὧν τύποι οἱ τρισχίλιοι καὶ ἑξακόσιοι ἄρχοντες ἐπιστάται, ἄρχοντες κατεσταμένοι ἐπὶ τῶν ἔργων τῶν Σαλομών, καὶ ἑβδομήκοντα χιλιάδες τῶν αἰρόντων ἄρσιν, καὶ αἱ τῶν λατόμων ὀγδοήκοντα χιλιάδες ἐν τῷ ὄρει, οἱ ποιοῦντες τὰ ἔργα καὶ ἑτοιμάσαντες τοὺς λίθους καὶ τὰ ξύλα.

10.39.270παρατηρητέον δὲ ὅτι οἱ μὲν ἀναγεγραμμένοι αἴρειν ἄρσιν ἑβδομάδος εἰσὶν συγγενεῖς · οἱ δὲ λατόμοι καὶ ἐκτυποῦντες τοὺς λίθους, πρὸς τὸ ἁρμονίους αὐτοὺς γενέσθαι τῷ ναῷ, ὀγδοάδι προσῳκείωνται · οἱ δὲ ἐπιστάται, τρισχίλιοι καὶ ἑξακόσιοι τυγχάνοντες, τῷ τοῦ ἓξ τελείῳ ἀριθμῷ οἱονεὶ ἐφ’ἑαυτὸν πολυπλασιαζομένῳ συνάπτονται. τὰ μέντοι γε τῆς ἑτοιμασίας τῶν λίθων αἰρομένων καὶ εὐτρεπιζομένων εἰς τὴν οἰκοδομήν, τρισὶν ἔτεσιν ἐπιτελούμενα, ἐμφαίνειν μοι δοκεῖ τοῦ ἐν αἰωνίῳ τῇ τριάδι συγγενοῦς διαστήματος τὸν ὅλον χρόνον.

10.39.271ταῦτα δὲ ἔσται ὅταν εἰρήνη τελειωθῇ μετὰ ἔτη τῆς οἰκονομίας τῶν κατὰ τὴν ἀπ’Αἰγύπτου ἔξοδον πραγμάτων τετρακόσια καὶ τριάκοντα, καὶ τῶν κατὰ τὴν Αἴγυπτον οἰκονομηθέντων μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη τῆς πρὸς τὸν Ἀβραὰμ ἀπὸ θεοῦ διαθήκης, ὡς εἶναι ἀπὸ τοῦ Ἀβραὰμ ἐπὶ τὴν ἀρχὴν τῆς οἰκοδομῆς τοῦ ναοῦ σαββατικοὺς ἀριθμοὺς δύο, τὸν ἑπτακόσια καὶ ἑβδομήκοντα, ὅτε καὶ ἐντελεῖται βασιλεὺς ἡμῶν Χριστὸς ταῖς τῶν νωτοφόρων ἑβδομήκοντα χιλιάσιν μὴ τοὺς τυχόντας παραλαμβάνειν λίθους εἰς τὸν θεμέλιον τοῦ οἴκου, ἀλλὰ λίθους μεγάλους, τιμίους, ἀπελεκήτους, ἵνα πελεκηθῶσιν οὐχ ὑπὸ τῶν τυχόντων ἐργατῶν ἀλλ’ὑπὸ τῶν Σαλομῶντος υἱῶν · τοῦτο γὰρ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν γεγραμμένον εὕρομεν.

10.39.272τότε δὲ διὰ τὴν πολλὴν εἰρήνην καὶ τῆς Τύρου βασιλεὺς Χειρὰμ συνεργεῖ τῇ οἰκοδομῇ τοῦ ναοῦ, διδοὺς ἑαυτοῦ τοὺς υἱοὺς τοῖς υἱοῖς τοῦ Σαλομῶν, συμπελεκᾶν τοὺς μεγάλους καὶ τιμίους λίθους τῷ ἁγίῳ καὶ ἐν τῷ τετάρτῳ ἔτει ἱδρυμένους εἰς τὴν θεμελίωσιν τοῦ οἴκου κυρίου. ὀγδοάδι μέντοι γε ἐτῶν συντελεῖται οἶκος τῷ ὀγδόῳ μηνὶ τοῦ ὀγδόου ἔτους ἀπὸ τῆς θεμελιώσεως.

10.40

10.40.273οὐδὲν δὲ ἄτοπον ἔσται διὰ μέσου τοῖς μηδὲν πέρα τῆς ἱστορίας οἰομένοις διὰ τούτων δηλοῦσθαι δυσωπητικοὺς λόγους προσαγαγεῖν πρὸς τὸ ὡς πνεύματος γραμμάτων ζητῆσαι τοῦ πνεύματος νοῦν ἐν τούτοις ἄξιον.

10.40.274ἆρα γὰρ οἱ τῶν βασιλέων υἱοὶ ἐσχόλαζον τῇ πελεκήσει τῶν μεγάλων καὶ τιμίων λίθων, ἀναλαμβάνοντες τέχνην βασιλικῆς εὐγενείας ἀλλοτρίαν; καὶ ἀριθμὸς τῶν νωτοφόρων καὶ λατόμων καὶ ἐπιστατῶν, τοῦτε χρόνου τῆς ἑτοιμασίας τῶν λίθων καὶ τῆς ἐπισημειώσεως τῶν ὁμοίων ὡς ἔτυχεν ἀναγέγραπται;

10.40.275ἐχρῆν δὲ τὸν ἅγιον ἐν εἰρήνῃ κατασκευαζόμενον οἶκον τῷ θεῷ ᾠκοδομῆσθαι χωρὶς σφύρας καὶ πελέκεως καὶ παντὸς σιδηροῦ σκεύους, ἵνα μηδὲν ἀκολουθῇ θορυβῶδες ἐν τῷ ναῷ τοῦ θεοῦ.

10.40.276πάλιν δὲ ἀπορῶ πρὸς τοὺς τῇ λέξει δουλεύοντας πῶς δυνατὸν ὀγδοήκοντα χιλιάδων λατόμων τυγχανουσῶν λίθοις ἀκροτόμοις ἀργοῖς οἰκοδομεῖσθαι τὸν οἶκον τοῦ θεοῦ, σφύρας καὶ πελέκεως καὶ παντὸς σκεύους σιδηροῦ οὐκ ἀκουσθέντος ἐν τῷ οἴκῳ αὐτοῦ ἐν τῷ οἰκοδομεῖσθαι αὐτόν;

10.40.277ἀλλὰ μήποτε οἱ λατομούμενοι λίθοι ζῶντες ἀψοφητὶ καὶ ἀταράχως λατομοῦνται ἔξω τοῦ κατὰ τὸν ναόν, ἵνα ἕτοιμοι ἔλθωσιν ἐπὶ τὸ ἁρμόζον αὐτοῖς τῆς οἰκοδομῆς χωρίον.

10.40.278καὶ ἀνάβασις δέ τις περὶ τὸν οἶκον τοῦ θεοῦ μὴ γεγωνιωμένη, ἀνακλάσεις εὐθειῶν ἔχουσα. γέγραπται γάρ · καὶ ἑλικτὴ ἀνάβασις εἰς τὸ μέσον, καὶ ἐκ τῆς μέσης ἐπὶ τὰ τριώροφα . ἑλικοειδῆ γὰρ ἐχρῆν εἶναι τὴν ἐν τῷ ναῷ τοῦ θεοῦ ἄνοδον τῆς ἕλικος ἀναβάσει τὸν ἰσαίτατον κύκλον μιμουμένης.

10.40.279ἵνα δὲ οὗτος οἶκος βέβαιος , ὡς ἔνι μάλιστα οἰκοδομοῦνται ἔνδεσμοι αὐτῷ δι’ὅλου οἴκου πέντε ἐν πήχει τὸ ὕψος, ἵνα ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰς καλουμένας θείας αἰσθήσεις ἄνοδος δηλωθῇ ἐν ὕψει τυγχάνουσα πρὸς κατανόησιν τῶν νοητῶν.

10.40.280μακαριωτέρων δὲ λίθων χωρίον ἔοικεν εἶναι τὸ καλούμενον δαβείρ, ἔνθα κιβωτὸς τῆς διαθήκης τοῦ κυρίου ἦν, ἵν’οὕτως εἴπω, τὸ χειρόγραφον ἐτύγχανεν τοῦ θεοῦ, αἱ πλάκες γεγραμμέναι τῷ δακτύλῳ αὐτοῦ.

10.40.281 δὲ οἶκος ὅλος χρυσοῦται · ὅλον, γάρ φησιν, τὸν οἶκον περιέχρισεν χρυσίῳ, ἕως συντελείας παντὸς τοῦ οἴκου .

10.40.282τὰ μέντοι δύο χερουβεὶμ ἐν τῷ δαβεὶρ ἦν, ὅπερ οὐ δεδύνηνται ἑρμηνεῦσαι κυρίως οἱ μεταλαμβάνοντες εἰς Ἑλληνισμὸν τὰ Ἑβραίων.

10.40.283καταχρηστικώτερον δέ τινες ναὸν αὐτὸν εἰρήκασιν τοῦ ναοῦ τιμιώτερον τυγχάνοντα. πάντα μέντοι γε χρυσὸς τὰ κατὰ τὸν οἶκον γεγένηται, εἰς σύμβολον τοῦ τελειουμένου πάντως νοῦ πρὸς τὴν τῶν νοητῶν ἀκριβῆ ἀπόδειξιν.

10.40.284ἐπεὶ δὲ παντάπασιν οὐκ ἔστιν βατὰ καὶ γνωστά, οἰκοδομεῖται καταπέτασμα τῆς αὐλῆς, τοῖς πολλοῖς τῶν ἱερέων καὶ λευϊτῶν οὐκ ἀποκαλυπτομένων τῶν ἐνδοτάτω.

10.41

10.41.285ἄξιον δὲ ζητῆσαι πῶς ὡς μὲν βασιλεὺς Σαλομὼν καὶ οἰκοδομεῖν τὸν ναὸν λέγεται, ὡς δ’ἀρχιτέκτων ὃν ἔλαβεν ἀποστείλας Σαλομὼν Χειρὰμ ἐκ Τύρου, υἱὸν γυναικὸς χήρας · καὶ οὗτος ἀπὸ τῆς φυλῆς Νεφθαλείμ, καὶ πατὴρ αὐτοῦ Τύριος, τέκτων χαλκοῦ καὶ πεπληρωμένος τῆς συνέσεως καὶ ἐπιγνώσεως, τοῦ ποιεῖν πᾶν ἔργον ἐν χαλκῷ, ὃς εἰσήχθη πρὸς τὸν βασιλέα Σαλομών, καὶ ἐποίησεν πάντα τὰ ἔργα .

10.41.286ἐφίστημι δὲ μήποτε μὲν Σαλομὼν εἰς τὸν πρωτότοκον πάσης κτίσεως λαμβάνεσθαι δύναται, δὲ Χειρὰμ εἰς ὃν ἀνείληφεν οὗτος ἄνθρωπον, ἀπὸ τῆς τῶν ἀνθρώπων συνοχῆς Τύριοι γὰρ ἑρμηνεύονται συνέχοντες τῇ φύσει τὸ γένος ἔχοντα, ὅστις πεπληρωμένος πάσης τέχνης καὶ συνέσεως καὶ ἐπιγνώσεως εἰσήχθη, συνεργῶν τῷ πρωτοτόκῳ πάσης κτίσεως, ἵνα οἰκοδομήσῃ τὸν ναόν, ἐν καὶ θυρίδες παρακυπτόμεναι κρυπταὶ κατασκευάζονται πρὸς τὸ τὰς ἐλλάμψεις τοῦ φωτὸς τοῦ θεοῦ σωτηρίως δυνηθῆναι χωρῆσαι, καὶ τί με δεῖ λέγειν καθ’ἕκαστον; ἵνα εὑρεθῇ τὸ σῶμα Χριστοῦ ἐκκλησία τὸν λόγον ἔχουσα τοῦ πνευματικοῦ οἴκου καὶ ναοῦ τοῦ θεοῦ. ὡς γὰρ προεῖπον, τῆς ἐν μυστηρίῳ ἀποκεκρυμμένης δεόμεθα σοφίας, χωρητῆς τυγχανούσης μόνῳ τῷ δυναμένῳ εἰπεῖν · ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν , ἵνα κατὰ τὸ βούλημα τοῦ οἰκονομήσαντος ταῦτα γραφῆναι πνευματικῶς ἐκλάβωμεν ἕκαστον τῶν εἰρημένων.

10.41.287ἄλλως δὲ καὶ οὐ κατὰ τὸ παρόν ἐστιν ἀνάγνωσμα ἕκαστον τούτων ἀναπλῶσαι. καὶ ταῦτα οὖν αὐτάρκη πρὸς τὸ ἰδεῖν πῶς ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ .

10.42

10.42.288ἄξιον δὲ μετὰ ταῦτα ἰδεῖν εἰ δυνατὸν τὰ ἱστορούμενα γεγονέναι κατὰ τὸν ναὸν συμβεβηκέναι ποτὲ συμβήσεσθαι περὶ τὸν πνευματικὸν οἶκον.

10.42.289δόξει δὲ λόγος θλίβειν ἑκατέρωθεν · εἴτε γὰρ ἐροῦμεν οἷόντε γενέσθαι γεγονέναι τι ἀνάλογον τοῖς κατὰ τὴν ἱστορίαν περὶ τὸν ναόν, δυσόκνως μετάπτωσιν τῶν τηλικούτων ἀγαθῶν παραδέξονται οἱ ἀκούοντες, πρῶτον μὲν διὰ τὸ μὴ βούλεσθαι, δεύτερον δὲ διὰ τὸ ἀπεμφαίνειν τροπὴν τῶν ἀγαθῶν ἔσεσθαι.

10.42.290εἰ δὲ βουλόμενοι ἄτρεπτα τηρεῖν τὰ ἅπαξ δοθέντα τοῖς ἁγίοις ἀγαθὰ οὐκ ἐφαρμόσομεν τὰ τῆς ἱστορίας, δόξομεν ὅμοιόν τι τοῖς ἀπὸ τῶν αἱρέσεων ἐν τούτῳ ποιεῖν, τὴν συμφωνίαν τῆς διηγήσεως τῶν γραφῶν ἀρχῆθεν μέχρι τέλους μὴ φυλάττοντες.

10.42.291εἰ μέντοι γε μὴ μέλλομεν γραωδῶς καὶ Ἰουδαϊκῶς τὰς παρὰ τοῖς προφήταις, μάλιστα δὲ τῷ Ἡσαΐᾳ, ἀναγεγραμμένας ἐπαγγελίας νοεῖν ὡς ἐσομένας περὶ τὴν ἐπὶ γῆς Ἱερουσαλήμ, ἀνάγκη ἔτι, εἰ μετὰ τὴν αἰχμαλωσίαν καὶ τὴν καταστροφὴν τοῦ ναοῦ λέγεταί τινα ἔνδοξα συμβεβῆσθαι εἰς οἰκοδομὴν τοῦ ναοῦ καὶ τὴν ἀποκατάστασιν τοῦ λαοῦ ἀπὸ τῆς αἰχμαλωσίας, λέγειν ἡμᾶς γεγονέναι τὸν ναὸν καὶ ᾐχμαλωτεῦσθαι τὸν λαόν, ἐπανελεύσεσθαι δὲ ἐπὶ τὴν Ἰουδαίαν καὶ τὴν Ἱερουσαλὴμ καὶ οἰκοδομηθήσεσθαι τοῖς ἐντίμοις λίθοις τὴν Ἱερουσαλήμ.

10.42.292οὐκ οἶδα δέ, εἰ μακραῖς χρόνων περιόδοις ἀνακυκλουμέναις τὰ παραπλήσια πάλιν δυνατὸν γενέσθαι ὡς ἐπὶ τὸ χεῖρον.

10.42.293ἔχει δὲ τὰ τῶν ἐπαγγελιῶν ἐν τῷ Ἡσαΐᾳ οὕτως · ἰδού, ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου, καὶ τὰ θεμέλιά σου σάπφειρον, καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν, καὶ τὰς πύλας σου λίθους κρυστάλλου, καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς, καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεοῦ, καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου, καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ .

10.42.294καὶ μετ’ὀλίγα πρὸς τὴν αὐτὴν Ἱερουσαλήμ · καὶ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα δοξάσουσι τὸν τόπον τὸν ἅγιόν μου. καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινωσάντων καὶ παροξυνάντων σε · καὶ κληθήσῃ πόλις κυρίου, Σιὼν ἁγίου Ἰσραήλ, διὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἦν βοηθῶν · καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεῶν γενεαῖς. καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων φάγεσαι, καὶ γνώσῃ ὅτι ἐγὼ κύριος σῴζων σε καὶ ἐξαιρούμενός σε θεὸς Ἰσραήλ. καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον, ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον, ἀντὶ δὲ ξύλων οἴσω σοι χαλκόν, ἀντὶ δὲ λίθων σίδηρον. καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ, καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ. καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου, οὐ δὲ σύντριμμα καὶ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου, ἀλλὰ κληθήσεται σωτήριον τὰ τείχη σου, καὶ αἱ πύλαι σου γλύμμα. καὶ οὐκ ἔσται σοι ἔτι ἥλιος εἰς φῶς ἡμέρας, οὐ δὲ ἀνατολὴ σελήνης φωτιεῖ σοι τὴν νύκτα · ἀλλ’ἔσται σοι Χριστὸς φῶς αἰώνιον, καὶ θεὸς δόξα σοι. οὐ γὰρ δύσεταί σοι ἥλιος, καὶ σελήνη σοι οὐκ ἐκλείψει · ἔσται γὰρ κύριός σοι φῶς αἰώνιον, καὶ πληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου .

10.42.295ταῦτα γὰρ σαφῶς περὶ τοῦ μέλλοντος αἰῶνος προφητεύεται τοῖς ἐν αἰχμαλωσίᾳ οὖσιν υἱοῖς Ἰσραήλ, ἐφ’οὓς ἦλθεν ἀποσταλεὶς λέγων · οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ . εἰ δὲ αἰχμάλωτοι ὄντες ταῦτα ἐν τῇ πατρίδι αὐτῶν ἀπολήψονται, ὅτε καὶ προσήλυτοι προσελεύσονται αὐτοῖς διὰ τοῦ Χριστοῦ καὶ ἐπ’αὐτοὺς καταφεύξονται, κατὰ τὸ λεγόμενον · ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι’ἐμοῦ καὶ ἐπὶ σὲ καταφεύξονται , δῆλον ὅτι περὶ τὸν ναὸν τυγχάνοντές ποτε οἱ αἰχμαλωτευθέντες καὶ πάλιν ἐκεῖσε ἐπανελεύσονται ἀνοικοδομηθησόμενοι, τιμιώτατοι γεγενημένοι λίθων · νικῶν γάρ τις καὶ παρὰ τῷ Ἰωάννῃ ἐν τῇ Ἀποκαλύψει ἐπαγγελίαν ἔχει στύλος ἔσεσθαι ἐν τῷ ναῷ τοῦ θεοῦ, μὴ ἐξελευσόμενος ἔξω.

10.42.296ταῦτα δέ μοι πάντα εἴρηται ὑπὲρ τοῦ κἂν ἐν βραχείᾳ περινοίᾳ γενέσθαι ἡμᾶς τῶν κατὰ τὸν ναὸν καὶ τὸν οἶκον τοῦ θεοῦ καὶ τὴν ἐκκλησίαν καὶ τὴν Ἱερουσαλὴμ πραγμάτων, περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος .

10.42.297τὴν δὲ ἀκριβεστάτην καὶ μέχρι τοῦ τυχόντος περὶ ταῦτα ἐπιμελῆ ἐξέτασιν ποιητέον τοῖς μὴ ἀπαυδῶσιν πρὸς τοὺς ἐν τῷ ἐντυγχάνειν ταῖς προφητείαις καὶ ζητεῖν τὸν ἐν αὐταῖς πνευματικὸν νοῦν καμάτους. καὶ ταῦτα μὲν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.

10.43

10.43.298ἐπεὶ δὲ ὅτε ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ γραφῇ, καὶ τῷ λόγῳ ὃν εἶπεν Ἰησοῦς ἐκδεκτέον, ὡς κατὰ τὴν λέξιν, ὅτι οἱ μαθηταὶ μετὰ τὸ ἐγηγέρθαι ἐκ νεκρῶν τὸν κύριον συνῆκαν τὰ περὶ τοῦ ναοῦ εἰρημένα ἀναφέρεσθαι εἰς τὸ πάθος αὐτοῦ καὶ τὴν ἀνάστασιν, ὑπομνησθέντες ὅτι τὸ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν τὴν ἀνάστασιν ἐδήλου, ὅτε καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν Ἰησοῦς , πρότερον οὐ μεμαρτυρημένοι πεπιστευκέναι τῇ γραφῇ οὐ δὲ τῷ λόγῳ τούτῳ, ὃν εἶπεν Ἰησοῦς · κυρίως γὰρ πίστις ἐστὶν κατὰ τὸ βάπτισμα τοῦ ὅλῃ ψυχῇ παραδεχομένου τὸ πιστευόμενον.

10.43.299ὡς δὲ πρὸς τὴν ἀναγωγήν, ἐπεὶ προείρηται ἡμῖν ἐκ νεκρῶν ἀνάστασις τοῦ παντὸς τοῦ κυρίου σώματος, εἰδέναι χρὴ ὅτι οἱ μαθηταὶ ὑπομνησθέντες διὰ τῶν ἀποτελεσμάτων τῆς, ὅτε ἦσαν ἐν τῷ βίῳ, μὴ ἠκριβωμένης αὐτοῖς γραφῆς, ὑπὸ ὄψιν γινομένης καὶ φανερουμένης τίνων ἐπουρανίων ὑπόδειγμα καὶ σκιὰ ἐτύγχανε, πιστεύουσιν οἷς πρότερον οὐκ ἐπίστευον καὶ τῷ λόγῳ τοῦ Ἰησοῦ, ὃν πρὸ τῆς ἀναστάσεως, ὡς ἐβούλετο λέγων, οὐ συνίεσαν.

10.43.300πῶς γὰρ δύναταί τις πιστεύειν κυρίως λέγεσθαι τῇ γραφῇ τὸν ἐν αὐτῇ τοῦ ἁγίου πνεύματος νοῦν μὴ θεωρῶν, ὃν πιστεύεσθαι μᾶλλον θεὸς βούλεται τὸ τοῦ γράμματος θέλημα; κατὰ τοῦτο λεκτέον μηδένα τῶν κατὰ σάρκα περιπατούντων πιστεύειν τοῖς πνευματικοῖς τοῦ νόμου, οἷς μη δὲ τὴν ἀρχὴν φαντάζεται.

10.43.301πλήν φασι μακαριωτέρους εἶναι τοὺς μὴ ἰδόντας καὶ πιστεύσαντας τῶν ἑωρακότων καὶ πεπιστευκότων, παρεκδεξάμενοι τὸ ἐν τῷ κατὰ Ἰωάννην ἐπὶ τέλει εἰρημένον πρὸς τὸν Θωμᾶν ὑπὸ τοῦ κυρίου · μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες . οὐ γὰρ ἔστιν μακαριωτέρους εἶναι τοὺς μὴ ἰδόντας καὶ πιστεύσαντας τῶν ἑωρακότων καὶ πεπιστευκότων.

10.43.302κατὰ γοῦν τὴν ἐκδοχὴν αὐτῶν τῶν ἀποστόλων μακαριώτεροι οἱ μετὰ τοὺς ἀποστόλους εἰσίν, ὅπερ ἐστὶ πάντων ἠλιθιώτατον. ἰδεῖν δὲ τῷ νῷ τὰ πιστευόμενα δεῖ τὸν ἐσόμενον μακάριον ὡς οἱ ἀπόστολοι, δυνηθέντα ἀκούειν τὸ μακάριοι οἱ ὀφθαλμοὶ ὑμῶν ὅτι βλέπουσιν καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν καὶ τὸ πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν βλέπετε καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἀκούετε καὶ οὐκ ἤκουσαν .

10.43.303ἀγαπητὸν δὲ καὶ τὸν ὑποδεέστερον λαβεῖν μακαρισμὸν λέγοντα · μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες .

10.43.304πῶς δὲ οὐ μακαριώτεροι οἱ ὀφθαλμοὶ οἱ ὑπὸ τοῦ Ἰησοῦ μακαριζόμενοι ἐπὶ τοῖς τεθεωρημένοις τῶν μὴ φθασάντων ἐπὶ τὴν τῶν τοιούτων θέαν; δὲ Συμεὼν ἀγαπᾷ εἰς τὰς ἀγκάλας λαβὼν τὸ σωτήριον τοῦ θεοῦ, καὶ θεασάμενος αὐτὸ εἶπεν · νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου . διόπερ φιλοτιμητέον ἀνοίγειν τοὺς ὀφθαλμοὺς κατὰ τὸν Σαλομῶντα, ἵνα ἄρτων ἐμπλησθῶμεν · φησὶ γάρ · διάνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων . καὶ ταῦτά μοι διὰ τὸ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν Ἰησοῦς εἰρήσθω, ἵνα τὸ τέλειον τῆς πίστεως ἐκ τῶν περὶ πίστεως ἐξητασμένων καταλάβωμεν ἡμῖν δοθήσεσθαι ἐν τῇ μεγάλῃ ἐκ νεκρῶν ἀναστάσει τοῦ παντὸς Ἰησοῦ σώματος, τῆς ἁγίας ἐκκλησίας αὐτοῦ.

10.43.305ὅπερ γὰρ ἐπὶ γνώσεως εἴρηται · ἄρτι γινώσκω ἐκ μέρους , τόδε καὶ ἐπὶ παντὸς καλοῦ ἀκόλουθον οἶμαι λέγειν · ἓν δὲ τῶν ἄλλων πίστις.

10.43.306διόπερ ἄρτι πιστεύω ἐκ μέρους · ὅταν δὲ ἔλθῃ τὸ τέλειον τῆς πίστεως τὸ ἐκ μέρους καταργηθήσεται , τῆς διὰ εἴδους πίστεως πολλῷ διαφερούσης τῆς, ἵν’οὕτως εἴπω, δι’ἐσόπτρου καὶ ἐν αἰνίγματι , ὁμοίως τῇ νῦν γνώσει πίστεως.

10.44

10.44.307ζητήσαι τις ἂν πῶς τοῖς μεμαρτυρημένοις πιστεύειν ἑαυτὸν οὐκ ἐπίστευεν Ἰησοῦς. λεκτέον δὲ πρὸς τοῦτο, ὅτι οὐχὶ τοῖς πιστεύουσιν εἰς αὐτὸν οὐ πιστεύει ἑαυτὸν Ἰησοῦς, ἀλλὰ τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ · διαφέρει γὰρ τὸ πιστεύειν εἰς αὐτὸν τοῦ πιστεύειν εἰς τὸ ὄνομα αὐτοῦ.

10.44.308 γοῦν διὰ πίστιν μὴ κριθησόμενος τῷ εἰς αὐτὸν πιστεύειν οὐ κρίνεται, οὐχὶ δὲ εἰς τὸ ὄνομα αὐτοῦ · φησὶ γὰρ κύριος · πιστεύων εἰς ἐμὲ οὐ κρίνεται , οὐχὶ δὲ πιστεύων εἰς τὸ ὄνομά μου οὐ κρίνεται .

10.44.309οὐκέτι δέ φησιν · πιστεύων εἰς ἐμὲ ἤδη κέκριται · τάχα γὰρ πιστεύων εἰς τὸ ὄνομα αὐτοῦ πιστεύει μέν, διόπερ οὔκ ἐστιν ἄξιος ἤδη κεκρίσθαι, ἐλάττων δέ ἐστιν τοῦ πιστεύοντος εἰς αὐτόν. διὰ τοῦτο τῷ πιστεύοντι εἰς τὸ ὄνομα αὐτοῦ ἑαυτὸν οὐ πιστεύει Ἰησοῦς.

10.44.310αὐτοῦ τοίνυν μᾶλλον τοῦ ὀνόματος αὐτοῦ ἔχεσθαι δεῖ, ἵνα μὴ τῷ ὀνόματι αὐτοῦ δυνάμεις ποιοῦντες ἀκούσωμεν τὰ ἐπὶ τῷ ὀνόματι μόνῳ καυχησαμένων αὐτοῦ εἰρημένα. ἀλλὰ θαρρήσωμεν μιμηταὶ τοῦ Παύλου γινόμενοι εἰπεῖν · πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ . παρατηρητέον δὲ καὶ τοῦτο, ὅτι ἀνωτέρω μέν · ἐγγύς, φησίν, ἦν τὸ πάσχα τῶν Ἰουδαίων , ἐνθάδε δὲ οὐκ ἐν τῷ πάσχα τῶν Ἰουδαίων, ἀλλ’ἐν τῷ πάσχα ἐν Ἱεροσολύμοις ἦν Ἰησοῦς · κἀκεῖ μὲν ὅτε Ἰουδαίων λέγεται τὸ πάσχα, οὐκ εἴρηται ἑορτή · ἐνθάδε δὲ Ἰησοῦς ἀναγέγραπται εἶναι ἐν τῇ ἑορτῇ · ἐν τοῖς Ἱεροσολύμοις γὰρ τυγχάνων ἐν πάσχα καὶ ἑορτῇ ἦν, πολλῶν πιστευόντων κἂν εἰς τὸ ὄνομα αὐτοῦ.

10.44.311καὶ παρατηρητέον γε ὅτι πολλοὶ οὐκ εἰς αὐτόν , ἀλλ’ εἰς τὸ ὄνομα αὐτοῦ πιστεύειν λέγονται. οἱ δὲ εἰς αὐτὸν πιστεύοντες οἱ τὴν στενὴν καὶ τεθλιμμένην εἰσὶν ὁδεύοντες, ἀπάγουσαν εἰς τὴν ζωήν, ὅσον ὑπὸ τῶν ὀλίγων εὑρισκομένην.

10.44.312δυνατὸν μέντοι γε πολλοὺς τῶν εἰς τὸ ὄνομα αὐτοῦ πιστευόντων ἀνακλιθῆναι μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐπεὶ πολλοὶ ἀπ’ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν , τυγχανούσῃ οἰκίᾳ τοῦ πατρός, ἐν πολλαὶ μοναί εἰσιν.

10.44.313καὶ τοῦτο δὲ τηρητέον, ὅτι πολλοὶ πιστεύοντες εἰς τὸ ὄνομα αὐτοῦ, οὐχ ὡς Ἀνδρέας καὶ Πέτρος καὶ Ναθαναὴλ καὶ Φίλιππος πιστεύουσιν, ἀλλὰ τῇ μαρτυρίᾳ Ἰωάννου πείθονται λέγοντος · ἰδού, ἀμνὸς τοῦ θεοῦ , τῷ ὑπ’Ἀνδρέου εὑρεθέντι Χριστῷ, τῷ εἰπόντι τῷ Φιλίππῳ Ἰησοῦ · ἀκολούθει μοι , τῷ φάσκοντι Φιλίππῳ · ὃν ἔγραψεν Μωσῆς καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ .

10.44.314οὗτοι δὲ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἐποίει · καὶ κατὰ σημεῖα πιστεύουσιν οὐκ εἰς αὐτὸν ἀλλ’εἰς τὸ ὄνομα αὐτοῦ, Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς, πάντας γινώσκων, καὶ μὴ χρείαν ἔχων ἵνα τις μαρτυρήσῃ περὶ ἀνθρώπου, τῷ γινώσκειν τί ἐστιν ἐν ἑκάστῳ τῶν ἀνθρώπων.

10.45

10.45.315τῷ δὲ οὐ χρείαν εἶχεν, ἵνα τις μαρτυρήσῃ περὶ ἀνθρώπου εὐκαίρως χρηστέον εἰς παράστασιν τοῦ υἱοῦ τοῦ θεοῦ ἀφ’ἑαυτοῦ δυναμένου θεωρεῖν περὶ ἑκάστου τῶν ἀνθρώπων, καὶ μηδαμῶς μαρτυρίου δεῖσθαι τοῦ ἀπό τινος.

10.45.316τὸ δὲ οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ ἀνθρώπου ἀντιδιασταλτέον πρὸς τὸ οὐ χρείαν ἔχει ἵνα τις μαρτυρήσῃ περί τινος . εἰ μὲν γὰρ τὸ ἀνθρώπου λαμβάνοιμεν ἐπὶ παντὸς τοῦ κατ’εἰκόνα θεοῦ παντὸς λογικοῦ, οὐ χρείαν ἕξει ἵνα τις μαρτυρήσῃ περὶ αὐτοῦ, περὶ οὗ δήποτε τῶν λογικῶν, ἀφ’ἑαυτοῦ γινώσκων τοὺς πάντας κατὰ τὴν δεδομένην αὐτῷ δύναμιν ἀπὸ τοῦ πατρός.

10.45.317εἰ δὲ τὸ ἀνθρώπου τηρήσαιμεν ἐπὶ τοῦ θνητοῦ λογικοῦ ζῴου μόνου, μέν τις ἐρεῖ χρείαν ἔχειν αὐτόν, ἵνα τις μαρτυρήσῃ περὶ τῶν ὑπὲρ τὸν ἄνθρωπον, οὐ δὲ ἀρκοῦντα ὁμοίως τοῖς ἀνθρωπίνοις γινώσκειν καὶ τὰ περὶ ἐκείνων.

10.45.318ἄλλος δέ τις φήσει τὸν κενώσαντα ἑαυτὸν μὴ χρείαν ἔχειν ἵνα τις μαρτυρήσῃ περὶ ἀνθρώπου, χρείαν δὲ ἔχειν περὶ τῶν κρειττόνων κατὰ ἄνθρωπον.

10.46

10.46.319καὶ τοῦτο δὲ ζητητέον, πόσα σημεῖα αὐτοῦ θεωροῦντες οἱ πολλοὶ ἐπίστευον εἰς αὐτόν · οὐ γὰρ ἀναγέγραπται σημεῖα πεποιηκέναι ἐν Ἱεροσολύμοις, εἰ μὴ ἄρα γεγένηται μὲν σημεῖα, οὐκ ἀναγέγραπται δέ · σκόπει δὲ εἰ δυνατὸν εἰς σημεῖα λογισθῆναι τὸ πεποιηκέναι φραγέλλιον ἐκ σχοινίων, καὶ πάντας ἐκβεβληκέναι τοῦ ἱεροῦ, τάτε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν τὰ κέρματα ἐκκεχυκέναι, καὶ τὰς τραπέζας ἀνατετραφέναι.

10.46.320πρὸς μέντοι γε τοὺς ὑπονοήσαντας ἂν περὶ μόνων ἀνθρώπων μὴ χρείαν ἔχειν αὐτὸν μαρτύρων, λεκτέον ὅτι δύο αὐτῷ εὐαγγελιστὴς μεμαρτύρηκε, τότε γινώσκειν πάντας, καὶ τὸ μὴ χρείαν ἔχειν, ἵνα τις μαρτυρήσῃ περὶ ἀνθρώπου.

10.46.321εἰ γὰρ πάντας ἐγίνωσκεν, οὐ μόνον ἀνθρώπους ἀλλὰ καὶ τὰ ὑπὲρ τὸν ἄνθρωπον ἐγίνωσκεν, καὶ πάντας τοὺς ἔξω τοιούτων σωμάτων · ἐγίνωσκέντε τί ἦν ἐν τῷ ἀνθρώπῳ, ἅτε μείζων τυγχάνων τῶν ἐν τῷ προφητεύειν ἐλεγχόντων καὶ κρινόντων, καὶ τὰ κρυπτὰ τῆς καρδίας εἰς φανερὸν ἀγόντων πάντων ὧν τὸ πνεῦμα ὑποβάλλει αὐτοῖς. δύναται δὲ τὸ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ λαμβάνεσθαι καὶ ἐπὶ τῶν ἐνεργουσῶν δυνάμεων χειρόνων κρειττόνων ἐν ἀνθρώποις.

10.46.322εἰ μὲν γὰρ δίδωσίν τις τόπον τῷ διαβόλῳ , εἰσέρχεται εἰς αὐτὸν σατανᾶς, ὥσπερ ἔδωκεν Ἰούδας, τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν αὐτοῦ, ἵνα παραδῷ τὸν Ἰησοῦν · διὸ καὶ μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν σατανᾶς .

10.46.323εἰ δὲ δίδωσιν τόπον τῷ θεῷ, μακάριος γίνεται · μακάριος γὰρ οὗ ἐστιν ἀντίλημψις αὐτῷ παρὰ τοῦ θεοῦ καὶ ἀνάβασις ἐν τῇ καρδίᾳ αὐτοῦ ἀπὸ τοῦ θεοῦ. γινώσκει οὖν τί ἦν ἐν τῷ ἀνθρώπῳ γινώσκων πάντα υἱὸς τοῦ θεοῦ. ἤδη δὲ τὴν αὐτάρκη περιγραφὴν εἰληφότος καὶ τοῦ δεκάτου τόμου, ἐνταῦθά που καταπαύσομεν τὸ βιβλίον.