Origen

Commentary on John, 19

19.1

19.1.1εἰ μὲν πρὸς τοὺς αὐτοὺς λόγος ἦν λέγων · κἀμὲ οἴδατε πόθεν εἰμί καὶ φάσκων · οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου, ἄντικρυς ἂν ἔδοξεν ἐναντίον εἶναι τὸ λεγόμενον · νυνὶ δὲ τὸ μὲν κἀμὲ οἴδατε πρός τινας τῶν Ἱεροσολυμιτῶν ἀπαγγέλλεται εἰρηκότας · μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν χριστός; ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν · δὲ χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν · τὸ δὲ ὅτι οὔτε ἐμὲ οἴδατε καὶ τὸ ἑξῆς, πρὸς τοὺς εἰπόντας αὐτῷ Φαρισαίους · σὺ μαρτυρεῖς περὶ σεαυτοῦ μαρτυρία σου οὐκ ἔστιν ἀληθής.

19.1.2πλὴν καὶ τοῖς Ἱεροσολυμίταις διὰ τῶν προτέρων, καὶ τοῖς Φαρισαίοις διὰ τῶν νῦν ἐξεταζομένων φησὶν ὅτι τὸν πατέρα οὐκ οἴδατε · τοῖς μὲν Ἱεροσολυμίταις διὰ τούτων ἀπ’ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ’ἔστιν ἀληθινὸς πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε · ἐγὼ οἶδα αὐτόν, ὅτι παρ’αὐτοῦ εἰμὶ κἀκεῖνός με ἀπέστειλεν · τοῖς δὲ Φαρισαίοις διὰ τοῦ οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου · εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε.

19.1.3καὶ ζητήσαι ἄν τις εὐλόγως ὅπως, εἴπερ ἀληθὲς τὸ εἰ ἐμὲ ᾔδειτε καὶ τὸν πατέρα μου ἂν ᾔδειτε, οἱ Ἱεροσολυμῖται, πρὸς οὕς φησι · κἀμὲ οἴδατε οὐκ οἴδασι τὸν πατέρα. προσεπιτείνει δὲ τὴν εἰς τὸν τόπον ἀπορίαν καὶ Ἰωάννης ἐν τῇ καθολικῇ ἐπιστολῇ ταῦτα λέγων · ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν · πᾶς ἀρνούμενος τὸν υἱόν, οὐ δὲ τὸν πατέρα ἔχει.

19.1.4εἰ γὰρ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν, καὶ ὁμολογῶν τὸν υἱόν καὶ τὸν πατέρα ἔχει, δῆλον ὅτι οἱ Ἱεροσολυμῖται, ὅσον ἐπὶ τῇ λέξει, τῷ μὴ γινώσκειν τὸν πατέρα ἀρνούμενοι τὸν πατέρα ἀρνοῦνται καὶ τὸν υἱόν.

19.1.5εἰ δὲ ἀρνοῦνται τὸν υἱόν, πῶς τὸ κἀμὲ οἴδατε ἀληθές; πάλιν οἱ αὐτοὶ εἰ οἴδασιν τὸν υἱὸν διὰ τὸ καὶ ἐμὲ οἴδατε, (ἐπεὶ ὁμολογῶν τὸν υἱὸν καὶ τὸν πατέρα ἔχει) ὁμολογοῦσιν τὸν πατέρα. εἰ δὲ ὁμολογοῦσιν τὸν πατέρα, πῶς ἀληθὲς τὸ ἀλλ’ἔστιν ἀληθινὸς πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε;

19.2

19.2.6λεκτέον δὲ πρὸς ταῦτα ὅτι σωτὴρ ὁτὲ μὲν περὶ ἑαυτοῦ ὡς περὶ ἀνθρώπου διαλέγεται, ὁτὲ δὲ ὡς περὶ θειοτέρας φύσεως καὶ ἡνωμένης τῇ ἀγενήτῳ τοῦ πατρὸς φύσει. ἐπὰν μὲν γὰρ λέγῃ · νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, τοῦτό φησιν εἰδὼς τὸ ζητούμενον ἀναιρεθῆναι εἶναι οὐ θεὸν ἀλλὰ ἄνθρωπον · ἐὰν δὲ ἐγὼ καὶ πατὴρ ἕν ἐσμεν καὶ ἐγώ εἰμι ἀλήθεια καὶ ζωή καὶ ἐγώ εἰμι ἀνάστασις καὶ τὰ τούτοις ὅμοια, οὐ περὶ τοῦ ζητουμένου ἀναιρεθῆναι ἀνθρώπου διδάσκει.

19.2.7οὕτως οὖν καὶ ἐπὶ τῶν κατὰ τὸ παρὸν ἡμῖν ζητουμένων ἐκ τῆς συμφράσεως κατανοητέον · τὸ μὲν κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί περὶ τοῦ ἀνθρώπου ἑαυτοῦ διαλέγεται, τὸ δὲ οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου περὶ τῆς θεότητος · τοῦ μὲν γὰρ κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί ταῦτα προτέτακται · ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν · οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν. μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν χριστός; ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν · δὲ χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν ·

19.2.8τοῦ δὲ οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου ταῦτα εἶπαν οὖν αὐτῷ οἱ Φαρισαῖοι · σὺ περὶ σεαυτοῦ μαρτυρεῖς · μαρτυρία σου οὐκ ἔστιν ἀληθής. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς · κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω.

19.2.9[…] ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα. καὶ ἐὰν κρίνω δὲ ἐγώ, κρίσις ἐμὴ ἀληθινή ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ’ἐγὼ καὶ πέμψας με πατήρ.

19.2.10δῆλον οὖν ἐκ τούτων ὅτι ὑπὸ μὲν τῶν Ἱεροσολυμιτῶν ἐλέγετο · τοῦτον οἴδαμεν πόθεν ἐστίν, ἀναφερόντων ἐπὶ τὸ ἐν Βηθλεὲμ αὐτὸν γεγενῆσθαι, καὶ ἐπισταμένων ὅτι οὗτος ἦν οὗ μήτηρ ἐλέγετο Μαρία, καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης καὶ Σίμων καὶ Ἰούδας. διόπερ καὶ μαρτυρεῖ τοῖς εἰρηκόσιν · οἴδαμεν πόθεν ἐστίν διὰ τοῦ κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί. τοῖς δὲ Φαρισαίοις τὸ κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω · τῇ θειοτέρᾳ φύσει διαλεγόμενος ἔφασκεν ταῦτα καί, ὡς ἂν εἴποι τις, καθ’ πρωτότοκος πάσης κτίσεως ἦν.

19.2.11διόπερ τοῖς πρὸς ταῦτα πυθομένοις αὐτοῦ καὶ εἰρηκόσιν · ποῦ ἔστιν πατήρ σου; ἀποκρίνεται (ὡς ἂν εἴποι τις, ἕτερος ὢν τοῦ λέγοντος · κἀμὲ οἴδατε) καί φησι · καὶ οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου. κατὰ δὲ τὸ ταπεινὸν τῶν Φαρισαίων ἦν ἤτοι μὴ νοεῖν ὅτι περὶ τοῦ θεοῦ τῶν ὅλων ἔλεγεν τὸ μαρτυρεῖ περὶ ἐμοῦ πέμψας με πατήρ · εἰ ἐξεδέχοντο περὶ τοῦ θεοῦ ταῦτα λέγεσθαι, νομίζειν ὅτι ἐν τόπῳ ἐστὶν θεός, καὶ διὰ τοῦτο ἀποκρίνεσθαι · ποῦ ἔστιν πατήρ σου;

19.3

19.3.12χρὴ μέντοι γε εἰδέναι, ὅτι οἱ ἑτερόδοξοι νομίζουσιν σαφῶς ἐντεῦθεν παρίστασθαι τὸ μὴ τὸν θεόν, ἐλάτρευον Ἰουδαῖοι, πατέρα εἶναι τοῦ χριστοῦ · εἰ γὰρ τοῖς Φαρισαίοις λατρεύουσιν τῷ δημιουργῷ, φασίν, ἔλεγεν σωτήρ · οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου, σαφὲς ὅτι ἕτερον ὄντα τοῦ δημιουργοῦ τὸν πατέρα Ἰησοῦ Φαρισαῖοι οὐκ ᾔδεσαν, ἀλλ’οὐ δὲ Ἱεροσολυμῖται, οἷς προειρήκει · ἀλλ’ἔστιν ἀληθινὸς πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε. ταῦτα δὲ λέγουσιν ἅτε μὴ ἀνεγνωκότες τὰς θείας γραφάς, μη δὲ τὴν συνήθειαν τῆς ἐν αὐταῖς λέξεως τετηρηκότες.

19.3.13 κἂν γὰρ διεξοδεύειν τις δύνηται τὰ περὶ θεοῦ ἐκ πατέρων μεμαθηκὼς ὅτι τούτῳ λατρεύειν μόνῳ δεῖ, μὴ βιοῖ δὲ καλῶς, τοῦτόν φασιν οὐκ ἔχειν γνῶσιν θεοῦ. εἴ τις γοῦν ἄλλος ᾔδει τὰ περὶ τοῦ δημιουργοῦ καὶ τῆς ἱερατικῆς αὐτοῦ θεραπείας, δῆλον ὅτι καὶ οἱ Ἠλεῖ τοῦ ἱερέως υἱοὶ παρὰ τῇ λατρείᾳ ἀνατεθραμμένοι · ἀλλ’ὅμως, ἐπεὶ ἥμαρτον, γέγραπται ταῦτα περὶ αὐτῶν ἐν τῇ τῶν Βασιλειῶν πρώτῃ · καὶ οἱ υἱοὶ Ἠλεῖ, υἱοὶ λοιμοί, οὐκ ἔγνωσαν τὸν κύριον.

19.3.14πευσόμεθα γὰρ τῶν ἑτεροδόξων εἰ μὴ περὶ τοῦ δημιουργοῦ γέγραπται τὸ οὐκ ἔγνωσαν τὸν κύριον καὶ ἀποκρινομένων ὅτι περὶ τοῦ δημιουργοῦ ἐστιν ταῦτα, ζητήσομεν διὰ τί εἴρηται περὶ τῶν υἱῶν Ἠλεῖ · οὐκ ἔγνωσαν τὸν κύριον · πότερον διὰ τοὺς περὶ θεοῦ τοῦ δημιουργοῦ λόγους, διὰ τὴν πονηρίαν αὐτῶν · σαφὲς δὲ ὅτι διὰ τὴν πονηρίαν λέγονται μὴ ἐγνωκέναι τὸν κύριον.

19.3.15καὶ οὐ περὶ τῶν υἱῶν Ἠλεῖ μόνων ἔστιν τοῦτο εὑρεῖν ἀλλὰ καὶ περὶ ἄλλων βασιλευσάντων ἐν Ἰσραὴλ καὶ Ἰούδα ἁμαρτωλῶν. οὕτω τοίνυν καὶ οἱ Φαρισαῖοι τὸν πατέρα οὐκ ᾔδεσαν · οὐ δὲ γὰρ ἐβίουν κατὰ τὸ τοῦ δημιουργοῦ βούλημα.

19.3.16ἔστιν δὲ καὶ ἄλλο σημαινόμενον τοῦ γινώσκειν τὸν θεόν, ἑτέρου ὄντος τοῦ γινώσκειν τὸν θεὸν παρὰ τὸ πιστεύειν ψιλῶς εἰς τὸν θεόν, ὡς δῆλον ἐκ τοῦ · ὅσα νόμος λαλεῖ, τοῖς ἐν τῷ νόμῳ λαλεῖ αὐτὸ δῆλον ὅτι καὶ τοὺς προφήτας, ὧν τὰ ῥήματα, ὡς ἐν ἄλλοις ἀπεδείξαμεν, νόμος λέγεται. εἴρηται τοίνυν ἐν ψαλμοῖς · σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι θεός. τίς δ’οὐκ ἂν ὁμολογήσαι γεγράφθαι ταῦτα λαῷ πιστεύοντι εἰς τὸν δημιουργόν; ὅντινα γνῶναι οὐκ ἔστιν μὴ σχολάσαντα καὶ ἐκκαθάραντα τὸν νοῦν τῶν νοούντων καὶ θειοτέροις ὀφθαλμοῖς βλεπόντων τὸν θεὸν διὰ τὸ καθαρὰν τὴν καρδίαν πεποιηκέναι τῆς χάριτος ταύτης ἀξιουμένων, ὡς σωτὴρ μαρτυρεῖ λέγων · μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. ἅμα δὲ καὶ πρὸς τὸ οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ υἱός φήσομεν ὅτι οὐ ταὐτόν ἐστιν τὸ γινώσκειν τὸν πατέρα καὶ πιστεύειν αὐτῷ.

19.3.18οὐ μάχεται οὖν τὸ οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ υἱός τῷ ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. εἰ δέ τις οἴεται ἡμᾶς βιάζεσθαι λέγοντας μὴ ταὐτὸν εἶναι τὸ πιστεύειν τῷ γινώσκειν, καὶ ἐνδέχεσθαι πιστεύειν μὲν οὐκ ἔχειν δὲ γνῶσιν τοῦ πιστευομένου ὑπ’αὐτοῦ, τοῦ Ἰησοῦ ἀκουσάτω λέγοντος πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους · ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.

19.3.19παρατήρει γὰρ ὅτι πρὸ τοῦ ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν γέγραπται · ἔλεγεν οὖν Ἰησοῦς πρὸς τοὺς πιστεύοντας αὐτῷ Ἰουδαίους, καὶ ἔλεγεν ἦν · ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν.

19.3.20πολὺ δὲ διαφέρει τὸ πρὸς τῷ πιστεύειν ἐγνωκέναι τοῦ πιστεύειν μόνον · ὧι μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι.

19.4

19.4.21καὶ ταῦτα μὲν ὑπὲρ τοῦ παραστῆσαι ἕτερον εἶναι τὸ γινώσκεσθαι τὸν θεὸν τοῦ πιστεύεσθαι · ὡς δὲ πρὸς τὸ ἀκριβὲς καὶ τοῦτο τοῖς εἰρημένοις προσαποδώσομεν, ὅτι πρὸς οὕς φησιν · οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν πατέρα μου Φαρισαίους, εὐλόγως ἂν εἶπέν τις · ἀλλ’οὐ δὲ πιστεύετε εἰς τὸν πατέρα μου · τῷ γὰρ ἀποσταλέντι ἀπὸ τοῦ πατρὸς οὐκ ἐπίστευσαν, δὲ ἀρνούμενος τὸν υἱὸν οὐδαμῶς τὸν πατέρα ἔχει ·

19.4.22καὶ οὐδαμῶς φημί, ὅτι οὔτε κατὰ πίστιν οὔτε κατὰ γνῶσιν. ὅρα δὲ εἰ μὴ καὶ ἄλλως γραφὴ τοὺς ἀνακεκραμένους τινὶ καὶ ἑνωθέντας γινώσκειν ἐκεῖνό φησιν, ἀνεκράθησαν καὶ κεκοινωνήκασιν · πρὸ δὲ τῆς τοιαύτης ἑνώσεως καὶ κοινωνίας κἂν τοὺς λόγους καταλαμβάνωσιν περί τινος, οὐ γινώσκουσιν ἐκεῖνο. γοῦν Ἀδὰμ περὶ τῆς Εὔας λέγων · τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου οὐκ ᾔδει τὴν γυναῖκα · ὅτε γὰρ αὐτῇ ἐκολλήθη, τότε εἴρηται · ἔγνω δὲ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ. καὶ εἴ τίς γε προσκόπτοι διὰ τὸ παρειληφέναι ἡμᾶς εἰς τὴν περὶ θεοῦ γνῶσιν παράδειγμα τὸ ἔγνω δὲ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ · πρῶτον μὲν τῷ τὸ μυστήριον τοῦτο μέγα ἐστίν ἐπιστησάτω · δεύτερον δὲ ἀντιπαραθέτω τὸ περὶ ἄρρενος καὶ θηλείας λεγόμενον παρὰ τῷ ἀποστόλῳ · τῇ αὐτῇ λέξει χρῆται περὶ ἀνθρώπου καὶ κυρίου · κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν καὶ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν.

19.4.24ἐγνωκέτω μὲν οὖν κολλώμενος τῇ πόρνῃ τὴν πόρνην, καὶ κολλώμενος τῇ γυναικὶ τὴν γυναῖκα, μᾶλλον δὲ τούτου καὶ ἁγίως ἐγνωκέτω κολλώμενος τῷ κυρίῳ τὸν κύριον. εἰ δὲ τοῦθ’οὕτως ἔχει, Φαρισαῖοι τὸν πατέρα οὐκ ᾔδεσαν οὐ δὲ τὸν υἱόν, καὶ ἀληθὴς ἦν λέγων · οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου. εἰ δὲ μὴ οὕτως ἐκλαμβάνοιμεν (λέγω δὲ κατὰ τὴν τελευταίαν ἐκδοχήν) τὸ γινώσκειν ἀντὶ τοῦ ἀνακεκρᾶσθαι καὶ ἡνῶσθαι, διηγείσθω τις τὸ νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ τοῦ θεοῦ καὶ τὸ ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ.

19.4.25κατὰ γὰρ ἡμᾶς ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ ἀνακραθεὶς αὐτοῖς καὶ μεταδεδωκὼς αὐτοῖς τῆς ἑαυτοῦ θειότητος καὶ ἀνειληφὼς αὐτούς, ὡς τοῦ εὐαγγελίου λέξις φησίν, εἰς τὴν ἑαυτοῦ χεῖρα, ἐν τῇ χειρὶ τοῦ πατρὸς ὄντων τῶν εἰς τὸν σωτῆρα πεπιστευκότων · διὸ καὶ εἰ μὴ πέσοιεν ἀπ’αὐτῆς ἑαυτοὺς μακρύνοντες ἀπὸ τῆς χειρὸς τοῦ θεοῦ, οὐχ ἁρπαγήσονται · οὐδεὶς γὰρ ἁρπάζει ἐκ τῆς χειρὸς τοῦ πατρός.

19.5

19.5.26μετὰ ταῦτα ζητήσεις εἰς τὸ αὐτό, λέγω δὲ τὸ οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου, εἰ ἔστιν γινώσκοντά τινα τὸν θεὸν μὴ γινώσκειν τὸν πατέρα · εἰ γὰρ ἑτέρα αὐτοῦ ἐπίνοιά ἐστιν καθ’ ἐστιν πατήρ, καὶ ἑτέρα καθ’ ἐστιν θεός, τάχα ἔστιν τινὰ γινώσκειν μὲν τὸν θεόν, μὴ γινώσκειν δὲ τὸν πατέρα παρὰ τὸ εἰδέναι αὐτὸν θεόν, μὴ γινώσκειν δὲ τὸν πατέρα.

19.5.27φησὶν οὖν σωτὴρ μετὰ τὴν ἀνάστασιν τῇ Μαρίᾳ · πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς · πορεύομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν. καὶ ἔστιν γε τοῖς ἑτεροδόξοις λέγειν χαριζόμενον αὐτοῖς ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα Μωϋσῆς καὶ οἱ προφῆται · ὅπερ τάχα οὐκ ἔστιν ἀληθές · ὅτι πάντως μὴ ἐγνωκὼς τὸν πατέρα οὐκ ἔγνω τὸν υἱόν · μὲν γὰρ υἱὸς ἔγνω τὸν πατέρα, δὲ θεράπων τὸν κύριον · καὶ ὥσπερ οὐκ ἂν ἀσεβήσαιμεν λέγοντες ὅτι υἱὸς οὐκ ἔγνω τὸν κύριον (υἱὸς γὰρ ὢν οὐ πεπείραται τοῦ πατρὸς δεσπότου), οὕτω τηροῦντες τὸν αὐτὸν θεὸν οὐδὲν ἄτοπον παραδεξόμεθα λέγοντες ὅτι τῷ μὲν υἱῷ ἔπρεπεν γινώσκειν τὸν πατέρα, τῷ δὲ θεράποντι τὸν κύριον, καὶ οὔτε θεράπων ἔγνω τὸν πατέρα οὔτε υἱὸς τὸν κύριον.

19.5.28μυρίων γοῦν οὐσῶν εὐχῶν ἀναγεγραμμένων ἐν τοῖς ψαλμοῖς καὶ τοῖς προφήταις, ἀλλὰ καὶ τῷ νόμῳ, οὐ πάνυ τι εὕρομεν εὐξάμενόν τινα καὶ λέγοντα τῷ θεῷ · πάτερ, τάχα ἐπεὶ οὐκ ἔγνωσαν τὸν πατέρα · εὔχονται δὲ αὐτῷ ὡς θεῷ καὶ κυρίῳ, περιμένοντες τὸν τὸ πνεῦμα τῆς υἱοθεσίας ἐκχέοντα οὐκ ἔλαττον ἐπ’ἐκείνους ἐπὶ τοὺς μετὰ τὴν παρουσίαν εἰς θεὸν δι’αὐτοῦ πιστεύοντας · εἰ μὴ ἄρα νοητὴ αὐτοῖς γεγένηται ἐπιδημία Χριστοῦ καὶ ἔσχον ποτὲ τελειωθέντες τὸ τῆς υἱοθεσίας πνεῦμα · ἐν ἀπορρήτῳ δὲ καὶ οὐ γνωστῶς πᾶσιν ἔλεγον ἔγραφον τὸν θεὸν πατέρα, ἵνα μὴ προκαταλάβωσιν τὴν διὰ τοῦ Ἰησοῦ ἐκκενουμένην παντὶ τῷ κόσμῳ χάριν, πάντας καλοῦντος ἐπὶ τὴν υἱοθεσίαν, ἵνα διηγήσηται τὸ ὄνομα τοῦ θεοῦ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ ἐν μέσῳ ἐκκλησίας ὑμνήσῃ τὸν πατέρα κατὰ τὸ γεγραμμένον · διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε.

19.5.29ὅτι μέντοι γε αὐτός ἐστιν θεὸς τῶν προφητῶν καὶ τοῦ κόσμου δημιουργός, πολλαχόθεν μὲν ἔστιν θεωρῆσαι · ἀρκεῖ δὲ ἐπὶ τοῦ παρόντος θεωρῆσαι τήντε Στεφάνου ἀπὸ τῶν Πράξεων πρὸς τὸν λαὸν δημηγορίαν οὕτω λέγοντος · ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε.

19.5.30 θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν οἰκῆσαι αὐτὸν ἐν Χαρράν, καὶ εἶπεν πρὸς αὐτόν · ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ τὰ ἑξῆς · δι’ὅλου γὰρ τοῦ λόγου ἀναντιρρήτως ἔστιν μαθεῖν τὸν τῶν προφητῶν θεὸν πατέρα εἶναι Χριστοῦ Ἰησοῦ ·

19.5.31καὶ ἐκ τῆς πρὸς Ῥωμαίους ἐπιστολῆς τοῦ ἀποστόλου ἐν τούτοις · Παῦλος δοῦλος Χριστοῦ Ἰησοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, δι’οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ, ἐν οἷς ἐστὲ καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς θεοῦ, κλητοῖς ἁγίοις. χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.

19.5.32σαφῶς γὰρ ἀπὸ τούτων μεμαθήκαμεν ὅτι δημιουργὸς καὶ θεὸς τῶν προφητῶν καὶ πατὴρ τοῦ χριστοῦ θεόςτε καὶ πατὴρ ἡμῶν ἐστιν.

19.6

19.6.33Φαρισαῖοι τοίνυν οὐ μόνον γνῶσιν οὐκ εἶχον, οὔτε καθ’ πατὴρ οὔτε καθ’ θεός, τοῦ δεδωκότος τὸν νόμον πατρὸς τοῦ χριστοῦ · ἀλλ’οὐ δὲ ἐπίστευον αὐτῷ ὁμολογουμένως μὲν καθ’ πατὴρ ἦν Ἰησοῦ καὶ θεὸς αὐτοῦ, τάχα δὲ οὐ δὲ καθ’ θεὸς κτίσας τὰ πάντα ἦν.

19.6.34ἀλλ’οὐ δὲ τὸν χριστὸν ᾔδεισαν, καὶ καλῶς ἐλέγχει αὐτοὺς σωτὴρ λέγων · οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου οἴδατε. ταῦτα ζητῶ, πότερον ἴσον δύναται τῷ εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε τὸ εἰ τὸν πατέρα μου ᾔδειτε, καὶ ἐμὲ ἂν ᾔδειτε οὔ;

19.6.35καὶ ἡγοῦμαι μὴ ἴσον ταῦτα δύνασθαι ἀλλήλοις, τῷ ἀναβαίνειν ἀπὸ τῆς γνώσεως τοῦ υἱοῦ ἐπὶ τὴν γνῶσιν τοῦ πατρὸς τὸν γινώσκοντα τὸν πατέρα, καὶ μὴ ἄλλως ὁρᾶσθαι τὸν πατέρα τῷ ὁρᾶσθαι τὸν υἱόν · γὰρ ἑωρακώς, φησίν, ἐμὲ ἑώρακε τὸν πέμψαντά με · οὐκ ἂν δὲ εἰρήκει τὸ ἑωρακὼς τὸν πατέρα ἑώρακέν με, ἐπείπερ τὸν λόγον τεθεωρηκώς τοῦ θεοῦ θεωρεῖ τὸν θεόν, ἀναβαίνων ἀπὸ τοῦ λόγου πρὸς τὸν θεόν · ἀμήχανον δέ ἐστιν μὴ ἀπὸ τοῦ λόγου θεωρῆσαι τὸν θεόν.

19.6.36καὶ θεωρῶν τὴν σοφίαν, ἣν ἔκτισεν θεὸς πρὸ τῶν αἰώνων εἰς ἔργα αὐτοῦ, ἀναβαίνει ἀπὸ τοῦ ἐγνωκέναι τὴν σοφίαν ἐπὶ τὸν πατέρα αὐτῆς · ἀδύνατον δὲ χωρὶς τῆς σοφίας προαγωγῆς νοηθῆναι τὸν τῆς σοφίας θεόν.

19.6.37τὸ δ’αὐτὸ ἐρεῖς καὶ περὶ τῆς ἀληθείας · οὐ γὰρ νοεῖ τις τὸν θεὸν θεωρεῖ αὐτόν, καὶ μετὰ ταῦτα τὴν ἀλήθειαν, ἀλλὰ πρότερον τὴν ἀλήθειαν, ἵν’οὕτως ἔλθῃ ἐπὶ τὸ ἐνιδεῖν τῇ οὐσίᾳ τῇ ὑπερέκεινα τῆς οὐσίας δυνάμει καὶ φύσει τοῦ θεοῦ.

19.6.38καὶ τάχα γε ὥσπερ κατὰ τὸν ναὸν ἀναβαθμοί τινες ἦσαν, δι’ὧν εἰσῄει τις εἰς τὰ ἅγια τῶν ἁγίων, οὕτως οἱ πάντες ἡμῶν ἀναβαθμοὶ μονογενής ἐστιν τοῦ θεοῦ · καὶ ὥσπερ τῶν ἀναβαθμῶν μέν ἐστιν πρῶτος ἐπὶ τὰ κάτω, δὲ τούτου ἀνωτέρω, καὶ οὕτως ἐφεξῆς μέχρι τοῦ ἀνωτάτω, οὕτως οἱ μὲν πάντες εἰσὶν ἀναβαθμοὶ σωτήρ · δὲ οἷον πρῶτος κατωτέρω τὸ ἀνθρώπινον αὐτοῦ, ἐπιβαίνοντες ὁδεύομεν κατὰ τὰ ἑξῆς αὐτοῦ ὄντα τὴν πᾶσαν ἐν τοῖς ἀναβαθμοῖς ὁδόν, ὥστε ἀναβῆναι δι’αὐτοῦ ὄντος καὶ ἀγγέλου καὶ τῶν λοιπῶν δυνάμεων.

19.6.39καὶ κατὰ τὰς ἐπινοίας δὲ αὐτοῦ, εἴπερ ἕτερόν ἐστιν ὁδὸς καὶ θύρα, προαπαντῆσαι δεῖ τῇ ὁδῷ, ἵνα μετὰ ταῦτα οὕτως φθάσῃ τις ἐπὶ τὴν θύραν, καὶ ἄρχοντι χρήσασθαι αὐτῷ καθ’ ποιμήν ἐστιν, ἵνα τις δυνηθῇ αὐτοῦ ἀπολαῦσαι καὶ βασιλέως, ὄνασθαίτε αὐτοῦ πρῶτον ὡς ἀμνοῦ, ἵνα πρῶτον ἄρῃ ἡμῶν τὴν ἁμαρτίαν, καὶ μετὰ ταῦτα κεκαθαρισμένοι φάγωμεν αὐτοῦ τῆς σαρκός, τῆς ἀληθινῆς τροφῆς · καὶ ἐπιμελέστερόν τις τὰ παρακείμενα τούτοις ἐξετάσας καὶ παραλαβὼν ἀκούσεται · εἰ ἐμὲ οἴδατε, καὶ τὸν πατέρα μου οἴδατε, καὶ ἐπεὶ ἐμὲ οἴδατε, καὶ τὸν πατέρα μου οἴδατε.

19.7

19.7.40εἰ μή τι χρήσιμον ἦν μαθεῖν ἐκ τοῦ τὰ προειρημένα ἀπηγγέλθαι ὑπὸ τοῦ σωτῆρος λελαλῆσθαι ἐν τῷ γαζοφυλακίῳ, οὐκ ἂν προσέθηκεν εὐαγγελιστὴς οἷς εἶπεν Ἰησοῦς τὸ ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ · καὶ πανταχοῦ γε ὅπου πρόσκειται · ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷδέ τινι τόπῳ, ἐπιστήσας εὑρήσεις τὸ τῆς προσθήκης εὔλογον.

19.7.41ἵν’οὖν νοηθῇ, τί τὸ ἐν τῷ γαζοφυλακίῳ ταῦτα τὰ ῥήματα ὑπὸ τοῦ Ἰησοῦ εἰρῆσθαι, παραθησόμεθα ἅπερ ἀπὸ Λουκᾶ καὶ Μάρκου μεμαθήκαμεν, ὀνομασάντων τὸ γαζοφυλάκιον. ἀπὸ μὲν τοῦ Λουκᾶ ταῦτα · ἀναβλέψας δὲ εἰς τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους, εἶδέν τινα χήραν πενιχρὰν βάλλουσαν λεπτὰ δύο, καὶ εἶπεν · ἀληθῶς λέγω ὑμῖν ὅτι χήρα πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν · πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ θεοῦ, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς πάντα τὸν βίον ἑαυτῆς, ὃν εἶχεν, ἔβαλεν · ἀπὸ δὲ τοῦ κατὰ Μάρκον · καὶ ἑστὼς Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει, καὶ πᾶς ἔβαλλεν χαλκὸν εἰς τὸ γαζοφυλάκιον. καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά · ἐλθοῦσα δὲ μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ἐστιν κοδράντης. καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν αὐτοῖς · ἀμὴν λέγω ὑμῖν ὅτι χήρα πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον · πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον · αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.

19.7.43τί δέ μοι βούλεται τῶν ῥητῶν παράθεσις τηρήσαντι, ὅτι τὸ γαζοφυλάκιον ἐν τῷ ἱερῷ ἦν, ὑπὲρ τοῦ νοῆσαι τὴν προκειμένην τοῦ Ἰωάννου λέξιν ἤδη λέξωμεν · εἰ τὸ ἱερὸν ἀνάγομεν τοῦ θεοῦ καὶ τὰ κατὰ τὸν ναὸν εἰς τὸν πνευματικὸν λόγον, τούτῳ ἀκολούθως καὶ τὸ ἐν τῷ ἱερῷ γαζοφυλάκιον κατανοήσωμεν, ὅπερ ἐστὶν τόπος νομισμάτων εἰς τιμὴν θεοῦ καὶ οἰκονομίαν ἀναπαύσεως πενήτων προσφερομένων.

19.7.44τὰ δὲ νομίσματα τίνα ἂν εἴη οἱ θεῖοι λόγοι τὴν εἰκόνα τοῦ μεγάλου βασιλέως ἐντετυπωμένην ἔχοντες, ὑπὸ δοκίμων τραπεζιτῶν θεωρούμενοι, τῶν χωρίζειν ἐπισταμένων ἀπὸ τῶν δοκίμων τὰ ἀδόκιμα μὲν προσποιούμενα δὲ εἶναι δόκιμα καὶ τηρούντων τὴν ἐντολὴν Ἰησοῦ λέγουσαν · γίνεσθε δόκιμοι τραπεζῖται, καὶ τὴν Παύλου διδαχὴν φάσκοντος · πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε; ἕκαστος δὴ συνεισφερέτω εἰς οἰκοδομὴν τῆς ἐκκλησίας φέρων ἐπὶ τὸ νοητὸν γαζοφυλάκιον δύναται εἰς τιμὴν τοῦ θεοῦ καὶ ὠφέλειαν τοῦ κοινοῦ.

19.8

19.8.45ἐπεὶ δὲ ἔστιν ὠφεληθῆναι τὸ κοινὸν διχῶς, ἀπότε λόγων καὶ ἀπὸ πράξεων, ὧν δίκαιος πράττει, καλῶς καὶ αὐταὶ ἀναφέρονται εἰς τὸ νοητὸν γαζοφυλάκιον. ἀλλ’ἐπεὶ οὐκ ἴση οὐ δ’ὁμοία πάντων δύναμις ἐν τῷ βίῳ τούτῳ, εἴγε ἔδωκεν οἰκοδεσπότης τῷ μὲν πέντε τάλαντα, τῷ δὲ δύο, τῷ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, ἀποδέχεται ἔμψυχος τούτου λόγος, ἐνορῶν τῇ δυνάμει τῶν βαλλόντων εἰς διηγησάμεθα γαζοφυλάκιον, οὓς ἀποδέχεται, οὐ τῇ ποσότητι τῶν συνεισφερομένων ἐνορῶν μόνῃ.

19.8.46διόπερ εἰ τις πλείονα δυνάμενος, ὀλιγώτερα μὲν ὡς πρὸς τὴν ἐνυπάρχουσαν αὐτῷ δύναμιν ποιεῖ, πλείονα δὲ ὡς πρὸς ἑτέρων σύγκρισιν ἐλάττονα δυναμένων, […] καὶ ἀποδέχεται τοὺς ὅλῃ δυνάμει τὰ ἐλάττονα πεποιηκότας παρὰ τοὺς πλείονα συνεισενεγκόντας ἐκ δυνάμεως πολλαπλασίονα φέρειν δυναμένης, ὡς γέγραπται παρεθέμεθα τοῦτε Λουκᾶ καὶ τοῦ Μάρκου.

19.8.47ἅμα δὲ διδάσκει τὰ ῥητὰ ταῦτα τὸν νοήσαντα ταῦτα πνευματικῶς μηδεπώποτε τοὺς νομιζομένους διαφέρειν δεῖν ἐπαίρεσθαι κατὰ τῶν ὡς πρὸς ἀνθρώπων κρίσιν ὑποδεεστέρων · οὐ γὰρ πεπείσθω τις τῶν ὑπολαμβανομένων πλείονα καὶ κρείττονα ποιεῖν, συγκρίνων ἑαυτὸν τοῖς ὅσον ἐπὶ ἀνθρωπίνῃ κρίσει ἐλάχιστα πράττουσιν, ὅτι πάντα δεδύνηται πεποίηκεν, ἐκεῖνος οὐ πάντα εἰ οἷόςτε ἦν ἀπαιτεῖσθαι ἀπὸ τοῦ λόγου ἀποδέδωκεν.

19.8.48ἀνέβλεψεν οὖν εἰς τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους Ἰησοῦς, καὶ ἰδὼν τὴν πενιχρὰν χήραν λεπτὰ βάλλουσαν δύο τάχα τῷ γνωστικῷ τόπῳ τῷ πρακτικῷ, ἁπλούστερον περὶ τῶν θείων φρονοῦσαν, καὶ ἀνάλογον τούτοις βιοῦσαν, εἶπεν · ἀληθῶς λέγω ὑμῖν ὅτι χήρα πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν.

19.8.49καὶ τοῦτο εἶπεν καθορῶν τίνα τρόπον πολλαπλασίονα δυνάμενοι φέρειν εἰς τὸ κοινὸν οἱ ὅσον ἐπὶ τῇ δυνάμει πλούσιοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ θεοῦ ἐλάχιστον μόριον, ὧν οἷοίτε ἦσαν συνεισφέρειν.

19.8.50κατανόει δὲ καὶ τὰ τῆς χήρας ὑστερήματα καὶ ὅτι βιασαμένη ἑαυτὴν πάντα ὃν εἶχεν βίον ἤνεγκεν εἰς τὸ ἐν τῷ ἱερῷ γαζοφυλάκιον, προσφέρουσα πᾶσαν τὴν δύναμιν ἑαυτῆς τῷ θεῷ.

19.9

19.9.51ἀεὶ τοίνυν Ἰησοῦς, κατὰ μὲν τὸν Λουκᾶν, ἀναβλέπων εἰς τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον πλουσίους τὰ δῶρα αὐτῶν, ὁρᾷ καὶ τὴν πενιχρὰν χήραν βάλλουσαν λεπτὰ δύο · κατὰ δὲ τὸν Μάρκον, ἑστὼς κατέναντι τοῦ γαζοφυλακίου θεωρεῖ τίνα τρόπον πᾶς λαὸς βάλλει κατὰ δύναμιν τὸν νοητὸν χαλκὸν εἰς τὸ γαζοφυλάκιον, καὶ ὡς μόνος δυνάμενος βλέπειν τοὺς πλουσίους εἶδεν εἴ ποτε πτωχὴ ψυχὴ καὶ ὑστερουμένη βάλλει ὅλῃ δυνάμει καὶ διὰ τοῦτο δικαιουμένη παρὰ τοὺς πολλοὺς πλουσίους.

19.9.52ἅπερ οὐ τοῖς τυχοῦσιν λέγει ἀλλ’, ὥς φησιν Μάρκος, τοῖς μαθηταῖς αὐτοῦ · καὶ νῦν γὰρ προσκαλούμενος τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς διδάσκων βλέπειν οὐχ ὡς ὄψεται ἄνθρωπος ἀλλ’ὡς ὄψεται θεός (ἄνθρωπος γὰρ ὄψεται εἰς πρόσωπον, δὲ θεὸς ὄψεται εἰς καρδίαν) τὸ ἀμὴν λέγω ὑμῖν ὅτι χήρα πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον καὶ τὰ ἑξῆς.

19.9.53τί δή μοι ταῦτα πάντα βούλεται προκειμένου διηγήσασθαι τὸ ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ, παραστῆσαι, ὅτι πάντων συνεισφερόντων ἐν τῷ γαζοφυλακίῳ τοῦ ἱεροῦ τοῦ ὑπὲρ τοῦ κοινοῦ τὰ θρέψοντα τοὺς δεομένους, μᾶλλον πάντων ἐχρῆν τὸν Ἰησοῦν φέρειν τὰ ὠφελήσοντα, ἅπερ ἦν ῥήματα ζωῆς αἰωνίου καὶ διδασκαλία περὶ θεοῦ καὶ ἑαυτοῦ;

19.9.54καὶ παντός γε νομίσματος τιμαλφέστερον ἦν τὸ ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου ἐν τῷ γαζοφυλακίῳ εἰρημένον, καὶ τὸ εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε καὶ ὅλα τὰ κατὰ τὸν τόπον.

19.9.55καὶ πᾶς γε τῶν λοιπῶν εἰς τὸ γαζοφυλάκιον φερόντων εἶχον χρυσὸς ψάμμος ἦν ὀλίγη ὡς πρὸς τὰ Ἰησοῦ ῥήματα · σοφία γὰρ ἦν πᾶς λόγος αὐτοῦ · πᾶς δὲ χρυσὸς ἐν ὄψει σοφίας ψάμμος ὀλίγη, καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος ἐναντίον αὐτῆς.

19.9.56καὶ ταῦτά γε σαφῶς νοηθήσεται τοῖς κατακούειν μεμαθηκόσιν τῆς τοῖς τελείοις λαλουμένης σοφίας, ἐν μυστηρίῳ ἀποκεκρυμμένης, ἣν προώρισεν θεὸς πρὸ τῶν αἰώνων εἰς τὴν τῶν δικαίων αὐτοῦ δόξαν, καὶ δυναμένοις ἐνορᾶν ὑπεροχὴν σοφίας θεοῦ παρὰ τὴν σοφίαν τοῦ αἰῶνος τούτου τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, τῶν καταργουμένων, οἱονεὶ προφήταις ἰδίοις χρωμένων, τῶν ὁποιωνδήποτε λόγων ἑτέρων παρὰ τὴν ἀλήθειαν προϊσταμένοις · ψάμμος γὰρ ὀλίγη αἱ λοιπαὶ σοφίαι χρυσὸς εἶναι νομιζόμεναι ἐν ὄψει σοφίας, ἣν ἔκτισεν θεὸς ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, καὶ ἄργυρος τῶν πολλῶν λαμπρὸς καὶ πιθανὸς λόγος ὡς πηλὸς λογισθήσεται, ἐναντίον τῶν ἁγνῶν λογίων κυρίου τῶν πεπυρωμένων καὶ κεκαθαρισμένων ἑπταπλασίως καὶ δοκίμων, ἅτε προεληλυθότων ἀπὸ τοῦ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγου.

19.10

19.10.57τὰ δὲ ἀπὸ τῆς ἐπιγεγραμμένης Σοφίας ἄλλως παρεθέμεθα εἰς τὸ συνιδεῖν τὴν δύναμιν τοῦ ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ. τηρείσθω γὰρ περὶ τῶν πλουσίων καὶ τῆς πενιχρᾶς χήρας διήγησις ὡς ἀποδέδοται, καὶ εἴ τίς γε μιμητής ἐστιν Χριστοῦ, ἡκέτω ἐπὶ τὸ μὴ ἐν τόπῳ νοητὸν ἱερὸν τοῦ θεοῦ ὁδεύων τῷ νῷ καὶ ἀκολουθῶν τῷ πνεύματι χειραγωγῆσαι αὐτὸν ἐπ’αὐτὸ δυναμένῳ, καὶ φερέτω δόκιμα νομίσματα, ῥήματα ζωῆς αἰωνίου, ἐπὶ τὸ γαζοφυλάκιον, καὶ ἔργα ἀκόλουθα τοῖς τοιούτοις ῥήμασιν.

19.10.58ἀλλ’εἴθε μήτε πενιχρά τις ἡμῶν μήτε χήρα εἴη φέρειν μηδὲν πλεῖον δυναμένη δύο λεπτῶν, μήτε πλούσιος ἐκ μόνου τοῦ περισσεύματος φέρων, ἀλλὰ πάντα τὸν πλοῦτον ἀνατιθεὶς τῷ θεῷ.

19.10.59Ἰησοῦς δὲ οὐ πάντα εἶχεν ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων, ἀλλὰ τοσαῦτα ὅσα ἐχώρει τὸ γαζοφυλάκιον · οὐ δὲ γὰρ αὐτόν γε οἶμαι χωρεῖν τὸν κόσμον τὸν ὅλον τοῦ θεοῦ λόγον.

19.10.60ὅμως δὲ τοσαῦτα ῥήματα ἐν τῷ γαζοφυλακίῳ λαλῶν καὶ διδάσκων Ἰησοῦς ἐν τῷ ἱερῷ ὑπ’οὐδενὸς ἐκρατεῖτό πω · καὶ αὐτοῦ γὰρ οἱ λόγοι ἰσχυρότεροι ἐτύγχανον τῶν πιάσαι αὐτὸν θελόντων. καὶ ὅσον γε λέγει, οὐδεὶς αὐτὸν πιάσει τῶν ἐπιβουλευόντων αὐτῷ · ἀλλ’ἐὰν σιωπήσῃ, τότε κρατεῖται.

19.10.61ὅθεν ἐπεὶ ἐβούλετο ὑπὲρ τοῦ κόσμου παθεῖν, ἐξεταζόμενος ὑπὸ τοῦ Πιλάτου καὶ μαστιγούμενος σιωπᾷ · εἰ γὰρ λελαλήκει, οὐκέτι ἐγίνετ’ἂν αὐτῷ τὸ ἐσταυρῶσθαι ἐξ ἀσθενείας, ἐπείπερ οὐκ ἔστιν ἀσθένεια ἐν οἷς λόγος λαλεῖ.

19.10.62ὄντι δὲ αὐτῷ ἐν τῷ γαζοφυλακίῳ οὐδέπω ὥρα ἐνειστήκει τοῦ πιασθῆναι αὐτόν, ἀλλ’οὐ δὲ ὄντι ἐν τῷ ἱερῷ · χειμάρρουν δέ τινα ἐχρῆν εἶναι τὸν τόπον ἔνθα ἐβούλετο πιασθῆναι Ἰησοῦς καὶ ἐδύνατο.

19.10.63ἀλλὰ καὶ καιρὸν τοῦ κρατεῖσθαι αὐτὸν οὐκ ἔδει εἶναι ἡμερινόν · γὰρ Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων. περὶ δὲ τοῦ οὔπω ἐλήλυθεν ὥρα αὐτοῦ ἐν τοῖς ἀνωτέρω διὰ πλειόνων διειλήφαμεν, οἷς χρήσει καὶ εἰς τὰ παρόντα.

19.11

19.11.64καὶ ταῦτα ἐν τῷ γαζοφυλακίῳ ἐν τῷ ἱερῷ, προστιθεὶς τοῖς προτέροις οὐ μόνον ταῦτα ἀλλὰ πλείονα ἕως τοῦ ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί. μετὰ δὲ τοῦτον τὸν λόγον ἀράντων λίθους, ἵνα λιθάσωσιν αὐτόν, Ἰησοῦς ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ, ὅτε παράγων εἶδεν τὸν ἀπὸ γενετῆς τυφλόν, περὶ οὗ εἰσόμεθα, θεοῦ διδόντος, γενόμενοι κατὰ τὸν τόπον.

19.11.65λέγει δὲ ταῦτα ἵνα τὸ ἐπιφερόμενον γένηται · ταῦτα γὰρ αὐτοῦ λαλοῦντος ἐπίστευσαν εἰς αὐτόν, οἱονεὶ πένητες ἐρχόμενοι ἐπὶ γαζοφυλάκιον, ἵν’ἐκεῖθεν λάβωσιν ἐὰν δύνωνται καὶ ἐὰν μερισθῇ αὐτοῖς.

19.11.66πολλοὶ μὲν οὖν ἐπίστευσαν εἰς αὐτόν, οὐ πολλοὶ δὲ ἔγνωσαν αὐτόν, ἐπεὶ τῶν πεπιστευκότων εἰς αὐτὸν οἱ μένοντες ἐν τῷ λόγῳ αὐτοῦ, ἀληθῶς γινόμενοι μαθηταὶ αὐτοῦ, γνώσονται τὴν ἀλήθειαν · οὐχὶ δὲ οἱ πολλοὶ τῶν πεπιστευκότων εἰς αὐτὸν μένουσιν ἐν τῷ λόγῳ αὐτοῦ, οὐ δὲ οἱ πολλοὶ ἀληθῶς αὐτοῦ μαθηταὶ γίνονται.

19.11.67διόπερ οὐ δὲ πολλοὶ γνώσονται ἀλήθειαν, καὶ εἰ ἀλήθεια ἐλευθεροῖ, ἐλεύθεροι οὐ γίνονται ·

19.11.68σφόδρα γὰρ ὀλίγοι χωροῦσι τὴν ἐλευθερίαν. τίνες δέ εἰσιν οἱ γνωσόμενοι οἱ ὑψοῦντες αὐτόν; ὡς αὐτὸς διδάσκει λέγων · ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι. οὐδεὶς δὲ αὐτὸν ὑψοῖ γάλακτι ποτιζόμενος, παρασκευάζων ἑαυτὸν εἰς παραδοχὴν τῆς στερεᾶς τροφῆς · διόπερ τῷ τοιούτῳ λέγει · ἔκρινα μηδὲν εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον, πρὸς ὃν καὶ τοῦ λόγου διάκονος ἐν ἀσθενείᾳ γίνεται, ὥς φησιν Παῦλος τοῖς τοιούτοις · κἀγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς.

19.11.69φησὶ τοίνυν τοῦ θεοῦ λόγος ἀρχὴν ποιούμενος δευτέρων μαθημάτων τῶν ἐν τῷ γαζοφυλακίῳ ἐν τῷ ἱερῷ · ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε.

19.11.70ζητῶ διὰ τὸ ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, μήποτε οὐ πρὸς πάντας τοὺς παρόντας λέγει τὸ ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε, ἀλλὰ πρὸς τούτους, οὓς ᾔδει μὴ πιστεύσοντας, καὶ διὰ τοῦτο ἐν τῇ ἁμαρτίᾳ αὐτῶν ἀποθανουμένους καὶ μὴ δυναμένους ὀπίσω αὐτοῦ ἀκολουθῆσαι · μὴ δυναμένους δὲ διὰ τὸ μὴ βούλεσθαι · εἰ γὰρ βουλόμενοι οὐκ ἐδύναντο, οὐκ ἂν εὐλόγως αὐτοῖς ἐλέγετο τὸ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε.

19.12

19.12.71ἐρεῖ δέ τις πρὸς τοῦτο · εἴπερ τοῖς ἐμμένουσιν τῷ μὴ πιστεύειν ταῦτα ἔλεγεν, πῶς τοῖς τοιούτοις φησὶ τὸ ζητήσετέ με; πολλαχοῦ γὰρ ἀγαθὸν τὸ ζητεῖν τὸν Ἰησοῦν, ταὐτόν πως τυγχάνον τῷ ζητεῖν λόγον καὶ ἀλήθειαν καὶ σοφίαν.

19.12.72ἀλλ’ἐρεῖς ὅτι καὶ περὶ ἐπιβουλευόντων ποτὲ λέγεται τὸ ζητεῖν, ὥσπερ ἐν τῷ ἐζήτουν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλλεν ἐπ’αὐτὸν τὴν χεῖρα, ὅτε οὔπω ἐληλύθει ὥρα αὐτοῦ, καὶ ἐν τῷ οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε · ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι λόγος ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν, καὶ ἐν τῷ νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ πατρός.

19.12.73διὸ καὶ λέγεται τοῖς μὴ καλῶς ζητοῦσιν τὸ καὶ ζητήσετέ με οὐκ ἐναντίον τῷ πᾶς ζητῶν εὑρίσκει. καὶ ἀεὶ δὲ διαφοραί εἰσιν τῶν ζητούντων τὸν Ἰησοῦν, οὐ πάντων γνησίως καὶ ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας καὶ τοῦ ὠφεληθῆναι ἀπ’αὐτοῦ ζητούντων αὐτόν.

19.12.74εἰσὶν γὰρ καὶ κατὰ μυρίας ἀποπεπτωκυίας τοῦ καλοῦ προθέσεις ζητοῦντες τὸν Ἰησοῦν · διόπερ μόνοι οἱ ὀρθῶς ζητήσαντες αὐτὸν εἰρήνην εὗρον, οἳ καὶ κυρίως λέγοιντ’ἂν αὐτὸν ζητεῖν τὸν ἐν ἀρχῇ λόγον, πρὸς τὸν θεὸν λόγον, καὶ ἵνα αὐτοὺς προσαγάγῃ τῷ πατρί. παρὼν δὲ καὶ ἐμφανταζόμενος λόγος, ἐπὰν μὴ παραδεχθῇ, ἀπειλεῖ τὸ ὑπάγειν καὶ λέγει · ἐγὼ ὑπάγω · καὶ ἐὰν ἀπελθόντος γε αὐτοῦ ζητῶμεν αὐτόν, οὐχ εὑρήσομεν αὐτόν, ἀλλ’ἐν τῇ ἁμαρτίᾳ ἡμῶν ἀποθανούμεθα.

19.12.75οἶδεν δὲ ἀπὸ τίνος ὑπάγει καὶ τίνι παραμένει μηδέπω εὑρισκόμενος, ἵν’ἐν καιρῷ εὑρεθῇ ζητηθείς.

19.12.76καὶ τοῖς γε οὕτως ἔχουσιν αὐτὸν καὶ μὴ τεθεωρηκόσιν αὐτὸν λέγεται · μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου · τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ’ἔστιν Χριστὸν καταγαγεῖν · · τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ’ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.

19.12.77ἀλλὰ τί λέγει γραφή; ἐγγύς σου τὸ ῥῆμα σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου. τούτοις δὲ φιλανθρώπως σωτὴρ ὑποδείκνυσιν καὶ τὰ περὶ τῆς τοῦ θεοῦ βασιλείας, ἵνα μὴ ζητῶσιν αὐτὴν ἔξω ἑαυτῶν μη δὲ λέγωσιν · ἰδοὺ ὧδε, ἰδοὺ ἐκεῖ · φησὶ γὰρ αὐτοῖς ·

19.12.78 βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστίν. καὶ ὅσον γε σώζομεν τὰ ἐνσπαρέντα ἡμῶν τῇ ψυχῇ τῆς ἀληθείας σπέρματα καὶ τὰς ἀρχὰς αὐτῆς, οὐδέπω ἀπελήλυθεν ἀφ’ἡμῶν λόγος · ἐὰν δὲ ἀπὸ τῆς κατὰ τὴν κακίαν χύσεως διαφθάρωμεν, τότε ἡμῖν ἐρεῖ · ὑπάγω, ἵνα κἂν ζητῶμεν αὐτὸν οὐχ εὑρήσομεν, ἀλλ’ἐν τῇ ἁμαρτίᾳ ἡμῶν ἀποθανούμεθα, καταλαμβανόμενοι ἐν αὐτῇ καὶ παραλαμβανόμενοι ἀπὸ ταύτης ὑπὸ τῶν τεταγμένων ἐπὶ τῷ ἀπαιτεῖν τὴν ψυχήν, κατὰ τὸν εἰπόντα · ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ.

19.13

19.13.79οὐ χρὴ δὲ παρελθεῖν ἀνεξέταστον οὐ δὲ καὶ τὸ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε. εἰ μὲν οὖν κοινότερον λαμβάνεται, δῆλον ὅτι οἱ μὲν ἁμαρτωλοὶ ἐν τῇ ἁμαρτίᾳ αὐτῶν ἀποθανοῦνται, οἱ δὲ δίκαιοι ἐν τῇ δικαιοσύνῃ · εἰ δὲ τὸ ἀποθανεῖσθε κατὰ τὸν ἐχθρὸν τοῦ χριστοῦ θάνατον λαμβάνεται, ὡς τοῦ πρὸς θάνατον ἡμαρτηκότος ἀποθνήσκοντος, δῆλον ὅτι οἷς ταῦτα ἐλέγετο οὐδέπω ἀποτεθνήκεισαν.

19.13.80καὶ ζητήσεις πῶς οἱ μὴ πιστεύσαντες, ὅτε ἔζων, μέλλουσίν ποτε ἀποθανεῖσθαι. ἀπαντήσεται δέ τις καὶ πρὸς τοῦτο λέγων ὅτι κατ’ἐκεῖνο καιροῦ τὸ μηδέπω πιστεύειν οὐδέπω πρὸς θάνατον ἁμάρτημα ἦν, καὶ πρὸς οὓς λόγος οὐδέπω τὰ πρὸς θάνατον ἡμαρτήκεισαν. ἀλλ’ἔζων μὲν ἐν ἀσθενείᾳ τῆς ψυχῆς αὐτῶν, δὲ ἀσθένεια ἐκείνη πρὸς θάνατον ἦν.

19.13.81διὰ τοῦτο καὶ ἰατρὸς βλέπων ὀλεθρίως αὐτοὺς ἀσθενοῦντας, ἔλεγεν ἀπογνοὺς αὐτῶν τὴν θεραπείαν · ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε. εἴπομεν δὴ τὸ ἐπεὶ ἀσθένεια ἐκείνη ἦν αὐτοῖς πρὸς θάνατον, ἅτε μαθόντες ἀπὸ τοῦ Ἰησοῦ διαφορὰν ἀσθενειῶν.

19.13.82ἠσθένει δὲ καὶ Λάζαρος, ἀλλ’ᾔδει ἰατρὸς ὅτι ἀσθένεια αὐτοῦ οὐ πρὸς θάνατον ἦν · διόπερ φησίν · αὕτη ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον. διὰ τοῦτο κἂν ἀντιλαμβανώμεθα τῶν ἀσθενειῶν ἑαυτῶν ἀσθενούντων, προσέχωμεν μήποτε πρὸς θάνατον ἀσθενήσωμεν, μεταβαλλούσης τῆς νόσου ἀπὸ τοῦ ἔτι ἰατὴν εἶναι δύνασθαι ἐπὶ τὸ ἀνίατον.

19.13.83ἅμα δὲ σαφέστερόν πως ἔσται καὶ τὸ ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν ἐπιφερόμενον τῷ καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε. ὅταν γὰρ ἀποθάνῃ τις ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ, ὅπου ὑπάγει Ἰησοῦς οὐ δύναται ἀπελθεῖν · οὐδεὶς γὰρ νεκρὸς ἀκολουθεῖν δύναται τῷ Ἰησοῦ · οὐ δὲ γὰρ οἱ νεκροὶ αἰνέσουσίν σε, κύριε, οὐ δὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου. ἀλλ’ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν κύριον.

19.14

19.14.84ἔτι πρὸς τὸ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε παραθήσεις τὸ ἐκ τοῦ Ἰεζεκιὴλ οὕτως ἔχον · ψυχὴ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται · θάνατος γὰρ ψυχῆς ἁμαρτία, οἶμαι δὲ ὅτι οὐ πᾶσα, ἀλλ’ἥν φησιν Ἰωάννης πρὸς θάνατον.

19.14.85ἅμα δὲ καὶ διαστέλλει ὅτι τις ἁμαρτία θάνατός ἐστιν ψυχῆς, καί τις ἁμαρτία ἀσθένεια αὐτῆς τάχα δὲ καὶ τρίτον τις ἁμαρτία ζημία ψυχῆς ἐστιν, ἁμαρτία δηλονότι ἐκ τοῦ τί ὠφεληθήσεται ἄνθρωπος ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ τὴν δὲ ψυχὴν αὐτοῦ ἀπολέσῃ ζημιωθῇ; καὶ ἐκ τοῦ εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται.

19.14.86τοῖς μὲν οὖν ἐν τῇ ἁμαρτίᾳ ἀποθανουμένοις φησίν · ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε · ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν · τῷ δὲ Πέτρῳ · ὅπου ἐγὼ ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσεις δὲ ὕστερον · ἔξεστιν γὰρ μαθητευόμενον τῷ Ἰησοῦ νῦν μὲν μὴ παρεσκευάσθαι πρὸς τὸ ἀκολουθεῖν αὐτῷ ἀπιόντι πρὸς τὸν πατέρα, ὕστερον δὲ ἐξ ἐπιμελείας κατ’ἴχνη βαίνοντα ἀκολουθεῖν τῷ διδασκάλῳ καὶ ἕπεσθαι τῷ λόγῳ τοῦ θεοῦ.

19.14.87εἰκὸς δὲ ὅτι διὰ τὰ περὶ τέλους ἡμῖν ὑπονοούμενα ἐπιστήσει τις τῷ ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν · καὶ πρὸς τοῦτο ἐρεῖ, ὅτι ἔξεστι νῦν μὲν μὴ δύνασθαι, ὕστερον δὲ δυνήσεσθαι · καὶ εἴπερ ἐστίν τις ἐνεστηκὼς αἰὼν καὶ ἄλλος μέλλων, οὗτοι πρὸς οὓς λέλεκται · οὐ δύνασθε ἐλθεῖν, κατὰ τὸν ἐνεστηκότα αἰῶνα (πολὺς δὲ λείπων εἰς τὴν συντέλειαν αὐτοῦ ἐστιν χρόνος) οὐ δύνανται ἐλθεῖν, ὅπου Ἰησοῦς, τοῦτ’ἔστιν, ὅπου ἀλήθεια καὶ σοφία καὶ λόγος, τοῦτο γάρ ἐστιν ὅπου Ἰησοῦς.

19.14.88οἶδα δέ τινας οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι κρατουμένους ὑπὸ τῆς ἰδίας ἁμαρτίας, ὡς τούτους περὶ ὧν φησιν λόγος · ὃς ἐὰν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι · οὐ μέντοι γε εἰ μὴ ἐν τῷ μέλλοντι αἰῶνι, ἤδη οὐ δὲ ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις.

19.14.89 μέντοι γε Ἡρακλέων ἐκθέμενος τὴν περὶ τοῦ γαζοφυλακίου λέξιν οὐδὲν εἶπεν εἰς αὐτήν. εἰς δὲ τὸ ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν φησί · πῶς ἐν ἀγνοίᾳ καὶ ἀπιστίᾳ καὶ ἁμαρτήμασιν ὄντες ἐν ἀφθαρσίᾳ δύνανται γενέσθαι;

19.14.90μη δὲ ἐν τούτῳ κατακούων ἑαυτοῦ · εἰ γὰρ οἱ ἐν ἀγνοίᾳ καὶ ἀπιστίᾳ καὶ ἁμαρτήμασιν ὄντες ἐν ἀφθαρσίᾳ οὐ δύνανται γενέσθαι, πῶς οἱ ἀπόστολοι ἐν ἀγνοίᾳ ποτὲ καὶ ἐν ἀπιστίᾳ καὶ ἐν ἁμαρτήμασιν γενόμενοι ἐν ἀφθαρσίᾳ γεγόνασιν; δύνανται οὖν οἱ ἐν ἀγνοίᾳ καὶ ἐν ἀπιστίᾳ καὶ ἐν ἁμαρτήμασιν γενόμενοι γενέσθαι ἐν ἀφθαρσίᾳ εἰ μεταβάλλοιεν, δυνατὸν αὐτοὺς μεταβαλεῖν.

19.15

19.15.91ἄξιον ζητῆσαι πόθεν κινηθέντες οἱ Ἰουδαῖοι πρὸς τὸ ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν φασὶ τὸ μήτι ἀποκτενεῖ ἑαυτὸν ὅτι λέγει · ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν ; ἵνα δὲ καὶ δοθῇ ἁπλούστερον αὐτοὺς εἰρηκέναι τὸ μήτι ἀποκτενεῖ ἑαυτόν ;

19.15.92πῶς οἱ δυνάμενοι ἀποκτεῖναι ἑαυτούς, κἂν μὴ ἀναιρῶσιν ἑαυτοὺς μη δὲ γίνωνται ὅπου ἀναιρῶν ἑαυτὸν γίνεται, οὐ δύνανται ἀπιέναι ὅπου ἀναιρῶν ἑαυτὸν ἀπέρχεται; λεκτέον οὖν πρὸς τὰ ζητούμενα ταῦτα τοῖς ἐπιμελέστερον καὶ βαθύτερον ἀκούουσιν τῶν λεγομένων ὑπὸ Ἰουδαίων ἐν τοῖς εὐαγγελίοις σαφές ἐστιν ὅτι πολλὰ κατά τινας παραδόσεις ἀπορρήτους καὶ ἀνακεχωρηκυίας ἔλεγον, ὡς ἐγνωκότες ἕτερα παρὰ τὰ κοινὰ καὶ κατημαξευμένα.

19.15.93ἐπὰν δὲ ἴδωμεν ἐκ τῆς παραθέσεως τῶν ῥητῶν ἐκεῖνα, τότε ζητήσομεν εἰ καὶ τοῦτο ὑπ’αὐτῶν περὶ τοῦ σωτῆρος λέγεται βαθύτερόν τι βλεπόντων. ὅτι δὲ κατὰ ἀνακεχωρηκότας λόγους καὶ μὴ κατημαξευμένους ἔφασκον, τὸν ἄδηλον ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλειν τὰ δαιμόνια.

19.15.94πάντως γὰρ περὶ δαιμόνων τι μεμαθήκεισαν καὶ τοῦ ἄρχοντος αὐτῶν ὄνομα Βεελζεβούλ · ταῦτα δὲ οὐ πάνυ τι ἐν τοῖς φερομένοις κεῖται βιβλίοις ·

19.15.95καὶ μαρτυρία τοῦ σωτῆρος οὐ ψεύδεται τὸν Βεελζεβοὺλ λέγοντος εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν ; παραδεξάμενος γὰρ τὸ εἶναί τινα τὸν Βεελζεβοὺλ καὶ τὸν ἐν αὐτῷ ἐκβάλλοντα δαιμόνια οἱονεὶ μερισμόν τινα ἐνεργεῖν τοῦ Σατανᾶ γίνεσθαι ἐφ’ἑαυτόν, ταῦτά φησιν.

19.15.96ἐσφάλησαν μὲν οὖν λέγοντες ἐν Βεελζεβοὺλ ὑπὸ τοῦ σωτῆρος ἐκβάλλεσθαι τὰ δαιμόνια, κατειλήφεισαν δὲ ὅτι εἴη τις Βεελζεβοὺλ ἄρχων δαιμονίων.

19.15.97ἀλλὰ καὶ ἐὰν λέγωσιν περὶ τοῦ Ἰησοῦ ὅτι αὐτὸς Ἰωάννης ἐστὶν ἀναστὰς ἀπὸ τῶν νεκρῶν, εἷς τις τῶν προφητῶν, πάντως δόγμα ἔχοντες περὶ ψυχῆς, ὡς ἐξητάσαμεν ἐν τοῖς περὶ Ἰωάννου, τοιαῦτα περὶ τοῦ σωτῆρος ὑπονοοῦσιν. εἰκὸς δὲ καὶ ἄλλα μυρία ἐκ παραδόσεως ἐξ ἀποκρύφων αὐτοὺς εἰδέναι παρὰ τοὺς πολλούς.

19.15.98ἴδωμεν οὖν καὶ εἰς τὸ μήτι ἀποκτενεῖ ἑαυτόν ; εἰ δύνανται μὴ κοινότερόν τι καὶ ἁπλούστερον νενοηκέναι, ὡς ἑαυτὸν ἐξαγαγόντος τοῦ βίου ἤτοι ἀγχόνῃ ξίφει ὁποιᾳδήποτε ὁδῷ τῶν ἐντεῦθεν ἑαυτοὺς ἀπαλλαττόντων, καὶ μάλιστα ἐπεὶ οἴονται αὐτὸν ἑαυτὸν ἀποκτείνοντα ἀπελεύσεσθαι εἰς τόπον εἰς ὃν ἀδύνατον ἦν αὐτοὺς γενέσθαι · καὶ εἰ μὴ δεισιδαιμονοῦντές γε περὶ τὰ ὀνόματα, ἀλλὰ βλέποντες τὰ πράγματα μὴ εὑρισκόμενα ἄλλοις ὀνόμασιν χρῆσθαι κατὰ τῶν πραγμάτων, τάχα, ἵν’οὕτως εἴπω, θειότερον Ἰησοῦς αὑτὸν ἀπέκτεινεν, ὅπερ οὕτως παρίσταμεν · πάντων μὲν αἱ ψυχαὶ τῶν ἀπαλλαττομένων τοῦ σώματος, ἀπαιτούντων τινῶν αὐτὰς τῶν ἐπὶ τοῦτο τεταγμένων, παραλαμβάνονται · εἰκὸς δὲ ὅτι κρείττους εἰσὶν τῶν ψυχῶν ἐπὶ ταύτης τῆς διακονίας τεταγμένοι · τὸ γὰρ ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ τοιοῦτόν τι δηλοῖ.

19.16

19.16.99ἐὰν δέ τις φάσκῃ τοῦτο μὲν δύνασθαι ἐπὶ τῶν χειρόνων λέγεσθαι, οὐ μὴν καὶ ἐπὶ τῶν κρειττόνων καὶ καλῶς βεβιωκότων, ἐπιστησάτω εἰ μὴ ἐξαίρετόν τι παρὰ πάντας τοὺς ἐν σώματι γενομένους περὶ ἑαυτοῦ ἀπαγγέλλων κύριός φησιν · οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ἐμοῦ, ἀλλ’ἐγὼ τίθημι αὐτὴν ἀπ’ἐμαυτοῦ · ἐξουσίαν ἔχω θεῖναι αὐτὴν καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν .

19.16.100νοήσωμεν γάρ τινα ὅτε βούλεται καταλιπόντα τὸ σῶμα καὶ ἐξιόντα χωρὶς ὁδοῦ τῆς φερούσης ἐπὶ τὸν θάνατον, ἤτοι διὰ βιαίων ὁδῶν διὰ νόσων, καὶ πάλιν ἐπὰν θέλῃ ἐπανιόντα, καὶ χρώμενον ὀργάνῳ τῷ σώματι, καταλέλοιπεν · τὸν γὰρ τοιοῦτον ἐροῦμεν μὴ ἀπαιτεῖσθαι τὴν ψυχήν.

19.16.101καὶ πρέπον γε ἐπὶ τῆς Ἰησοῦ ψυχῆς οὕτω λέγειν τὸν θάνατον γεγονέναι, καὶ αὐτὸν παραστῆσαι βουλόμενον τοῖς μαθηταῖς τὸ ἐξαίρετον τῆς ἐντεῦθεν αὐτοῦ ἀπαλλαγῆς εἰρηκέναι τὸ οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ἐμοῦ, ἀλλ’ἐγὼ τίθημι αὐτὴν ἀπ’ἐμαυτοῦ · τοῦτο γὰρ οὔτ’ἂν Μωϋσῆς, οὔτε τῶν Πατριαρχῶν τις προφητῶν, οὔτ’ἂν τῶν ἀποστόλων τις εἶπεν πλὴν τοῦ Ἰησοῦ, ἐπεὶ πάντων αἱ ψυχαὶ ἀνθρώπων αἴρονται ἀπ’αὐτῶν.

19.16.102τούτου δὲ νοηθέντος δύναται σαφὲς εἶναι τὸ ἐν πζʹ ψαλμῷ τοῦτον εἰρημένον τὸν τρόπον ἐκ προσώπου τοῦ σωτῆρος · ἐν νεκροῖς ἐλεύθερος . ἐπιστήσας ἐκ τῶν εὐαγγελίων τοῖς γεγραμμένοις περὶ τῆς ἐντεῦθεν αὐτοῦ ἀπαλλαγῆς εὑρήσεις μὴ ἀπᾴδουσαν τὴν περὶ τῆς ἐξόδου αὐτοῦ ἐκδοχὴν τῶν ἀναγεγραμμένων · εἰ μὲν γὰρ ὡς οἱ συσταυρωθέντες αὐτῷ λῃσταί, τῶν στρατιωτῶν κατεαξάντων τὰ σκέλη τῶν πεπονθότων, ἐτεθνήκει, οὐκ ἂν ἐλέγομεν ὅτι ἔθηκεν τὴν ψυχὴν αὐτοῦ ἀφ’ἑαυτοῦ, ἀλλά τινι ὁδῷ τῶν ἀποθνησκόντων.

19.16.103νυνὶ δὲ Ἰησοῦς κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα , καὶ ὡς βασιλέως καταλιπόντος τὸ σῶμα καὶ ἐνεργήσαντος μετὰ δυνάμεως καὶ ἐξουσίας ἅπερ ἔκρινεν εὔλογον εἶναι ποιεῖν, εὐθέως τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἄνωθεν ἕως κάτω, καὶ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν, καὶ ἐξελθόντες ἀπὸ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς · ὡς τὸν ἑκατόνταρχον καὶ τοὺς μετ’αὐτοῦ τηροῦντας τὸν Ἰησοῦν, ἰδόντας τὸν σεισμὸν καὶ τὰ γενόμενα, φοβηθῆναι σφόδρα, λέγοντας · ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος.

19.17

19.17.104τάχα οὖν ἐν ταῖς περὶ Χριστοῦ παραδόσεσιν ἦν, ὥσπερ τὸ γεγεννῆσθαι αὐτὸν ἐν Βηθλεὲμ καὶ τὸ ἐκ φυλῆς Ἰούδα ἀναστήσεσθαι κατὰ τὰς ὑγιεῖς ἐκδοχὰς τῶν προφητικῶν λόγων, οὕτω καὶ περὶ τοῦ θανάτου αὐτοῦ, ὡς ἑαυτὸν εἴπομεν τρόπῳ ἀπαλλάξοντος τοῦ βίου · καὶ εἰκὸς ὅτι ᾔδεισαν τὸν οὕτως ἐξελευσόμενον ἀπελεύσεσθαι εἰς χώραν ἔνθα οὐκ ἠδύναντο γενέσθαι οὐ δ’οἱ ταῦτα νοοῦντες, ὥστε μὴ κατὰ τὸ ἁπλούστερον αὐτοὺς εἰρηκέναι ἀλλὰ κατά τινα περὶ Χριστοῦ παράδοσιν τὸ μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει · ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν ; καὶ εἰ λέγουσιν δὲ ταῦτα οἱ Ἰουδαῖοι, διστακτικῶς αὐτά φασι · τὸ γὰρ μήτι ἀποκτενεῖ ἑαυτόν ;

19.17.105τοιοῦτόν ἐστιν. καὶ οὐ θαυμαστὸν ἀμφιβάλλειν αὐτοὺς περὶ Χριστοῦ, ὅτε γε καὶ ἐν τοῖς ἀνωτέρω οἱ ἐκ τοῦ ὄχλου ἀκούσαντες τῶν λόγων τοῦ Ἰησοῦ ἔλεγον · οὗτός ἐστιν ἀληθῶς προφήτης · ἄλλοι δὲ ἔλεγον · οὗτός ἐστιν χριστός · οἱ δὲ ἔλεγον · μὴ γὰρ ἐκ τῆς Γαλιλαίας χριστὸς ἔρχεται; οὐχ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαβὶδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν Δαβίδ, ἔρχεται χριστός ; ὅτε καὶ σχίσμα γεγένηται ἐν τῷ ὄχλῳ δι’αὐτόν .

19.17.106ἀλλὰ καὶ μετ’ὀλίγα ἐκείνων γέγραπται ὅτι ἀπεκρίθησαν οἱ ὑπηρέται · οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος · ὡς καὶ τοὺς Φαρισαίους εἰρηκέναι τοῖς θαυμάζουσιν τὸν λόγον αὐτοῦ · μὴ καὶ ὑμεῖς πεπλάνησθε; μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἐκ τῶν Φαρισαίων; ἀλλ’ ὄχλος οὗτος μὴ γινώσκων τὸν νόμον ἐπάρατοί εἰσιν ;

19.17.107ὅτε καὶ Νικοδήμου εἰρηκότος · μὴ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ’αὐτοῦ καὶ γνῷ τί ποιεῖ; ἀπεκρίθησαν · μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐραύνησον καὶ ἴδε ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐξέρχεται οὐ δὲ ἐγείρεται .

19.17.108πῶς δὲ ἐδύναντο ἁπλούστερον νοεῖν αὐτὸν ἑαυτὸν ἀναιρήσειν οἱ ἀκούσαντες αὐτοῦ λέγοντος · ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου · ἀκολουθῶν μοι οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ ἀλλ’ἕξει τὸ φῶς τῆς ζωῆς ; πρὸς ὃν οἱ Φαρισαῖοι εἰρήκασιν ὅτι σὺ περὶ σεαυτοῦ μαρτυρεῖς · μαρτυρία σου οὐκ ἔστιν ἀληθής · οἷς ἀπεκρίνατο Ἰησοῦς λέγων · κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, μαρτυρία μου ἀληθής ἐστιν, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω.

19.17.109ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα. καὶ ἐὰν κρίνω δὲ ἐγώ, κρίσις ἐμὴ ἀληθής ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ’ἐγὼ καὶ πέμψας με πατήρ. καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων μαρτυρία ἀληθής ἐστιν · ἐγώ εἰμι μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ πέμψας με πατήρ .

19.18

19.18.110τί δὲ πιθανὸν πρὸς τὸ ἀποκτενεῖν ἑαυτὸν μετὰ τοὺς μεγαλοφυέστερον εἰρημένους τοῦτον τὸν τρόπον λόγους · οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου · εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε ;

19.18.111εἰκὸς γὰρ ὅτι τούτοις ὁμοίως ἐξεδέχοντο καὶ τὸ ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε · ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν · πρὸς ὃν καὶ ἀπεκρίναντο οἱ Ἰουδαῖοι · μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει · ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; πάνυ δὲ καὶ ἐμφαίνεται ἐξουσία τοῦ αὐτεξουσίως αὐτὸν ἀποθνήσκειν καταλιπόντα τὸ σῶμα καὶ ἐν τῷ ·

19.18.112ἐγὼ ὑπάγω. καὶ τάχα διὰ τὸ ἐγὼ ὑπάγω τὸ ἐπιφερόμενον γίνεται τὸ καὶ ζητήσετέ με. εἰκὸς γὰρ καὶ τοὺς παρατυχόντας οὕτως αὐτῷ ἀπαλλασσομένῳ τοῦ βίου ζητεῖν αὐτόν · διὰ δὲ τὸ ἐν ταῖς ἁμαρτίαις αὐτῶν ἀποθνήσκειν αὐτοὺς μη δὲ μετὰ πάντα ταῦτα δυσωπηθέντας πρὸς τὸ μὴ διστακτικῶς εἰπεῖν περὶ αὐτοῦ · μήτι ἀποκτενεῖ ἑαυτόν; ὅπου ἄπεισιν μὴ δύνασθαι αὐτοὺς ἀπελθεῖν.

19.18.113οἶμαι δ’ὅτι κακοηθέστερον ὀνομάζοντες τὸ κατὰ τὴν παράδοσιν περὶ τοῦ θανάτου τοῦ χριστοῦ εἰς αὐτοὺς ἐληλυθός. καὶ μὴ δοξάζοντες τὸν οὕτως ἀπαλλαττόμενον τοῦ βίου εἰρήκασιν τὸ μήτι ἀποκτενεῖ ἑαυτόν;

19.18.114ἐνῆν γὰρ διστακτικῶς μὲν εἰπεῖν, μετ’ἐμφάσεως δὲ τῆς παρὰ τῷ θανάτῳ δόξης αὐτοῦ, καὶ οἱονεὶ οὕτως εἰπεῖν · μήτι ψυχὴ αὐτοῦ, ὅτε αὐτὸς βούλεται, ἐξελεύσεται καταλειφθέντος τοῦ σώματος, καὶ διὰ τοῦτό φησι τὸ ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.

19.18.115ἅμα δὲ καὶ παρατηρήσεις διὰ τὰ εἰρημένα ἡμῖν περὶ τοῦ πῶς τὸν βίον ἐξελήλυθεν τὸ καὶ ἀναβαίνων εἰς Ἱεροσόλυμα Ἰησοῦς παρέλαβεν τοὺς δώδεκα κατ’ἰδίαν, καὶ ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς · ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδοθήσεται τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται.

19.18.116ἐὰν δέ τις ἀνθυποφέρῃ τὸ ἀπὸ τότε ἤρξατο δεικνύειν τοῖς μαθηταῖς ἑαυτοῦ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀνελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν ἀρχιερέων καὶ Φαρισαίων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τὸ μέλλει υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται, ἐρεῖς ὅτι ἀπέκτειναν αὐτὸν οἱ λέγοντες πάντες · σταύρου, σταύρου αὐτόν · καὶ οἱ γενόμενοι ἔνοχοι τοῦ θανάτου αὐτοῦ, εἰ καὶ προλαβὼν τοὺς στρατιώτας ἐρχομένους ἐπὶ τὸ πλῆξαι τὰ σκέλη, κράξας φωνῇ μεγάλῃ ἐξέπνευσεν.

19.19

19.19.117παραθήσεις δὲ εἰς τοῦτο τὸ πᾶς εὑρίσκων με ἀποκτενεῖ με καὶ τὸ πᾶς ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. πῶς γὰρ πᾶς εὑρίσκων τὸν Κάϊν ἀποκτενεῖ αὐτόν, ἑνὸς ἀποκτείναντος ἂν αὐτὸν τοῦ προειληφότος; πῶς πᾶς ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει οὐκ ἂν πολλῶν ἀποκτεινάντων αὐτόν;

19.19.118ὡς γὰρ περὶ πλήθους εἴρηται τὸ πᾶς. τάχα δὲ καὶ μὲν Πέτρος ἀνθρωπικώτερον ἐκλαβὼν τὰ εἰρημένα ὑπὸ τοῦ σωτῆρος φησίν · ἵλεώς σοι κύριε · οὐ μὴ ἔσται σοι τοῦτο · δὲ σωτὴρ ἐπιτιμῶν αὐτῷ ὡς μὴ καλῶς ἐξειληφότι τὸ εἰρημένον φησίν · ὕπαγε ὀπίσω μου, Σατανᾶ · σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.

19.19.119ἀλλὰ καὶ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον ἑαυτὸν παρέδωκεν ὑπὲρ ἡμῶν θυσίαν τῷ θεῷ ὅρα εἰ μὴ τοιοῦτόν ἐστιν.

19.19.120οὕτως γοῦν μόνως δυνήσει σῶσαι τὸν εἰς τὸν αἰῶνα ἀρχιερέα κατὰ τὴν τάξιν Μελχισεδέκ, καὶ τὸν ἀμνὸν τοῦ θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, προσφερόμενον θυσίαν τῷ θεῷ οὐχ ὑπὸ ἀσεβῶν ἀλλ’ὑπὸ ἀρχιερέως εὐσεβοῦς.

19.19.121ταῦτα μὲν οὖν ἡμεῖς κατὰ δύναμιν βασανίζοντες τὸ βούλημα τῶν λεγόντων τὸ μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει · ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; μετὰ τὸ ἀκηκοέναι τηλικούτων τῶν προειρημένων ὑπὸ τοῦ Ἰησοῦ λόγων ἐκδεδώκαμεν.

19.19.122εἰκὸς δέ τινας προσκόπτοντας ὡς βεβιασμένῃ τῇ ἑρμηνείᾳ οἴεσθαι ἁπλούστερον αὐτοὺς εἰρηκέναι τὸ μήτι ἀποκτενεῖ ἑαυτόν; ὡς τοῦ μὲν Ἰησοῦ ἀποκτενοῦντος ἑαυτὸν καὶ ἐσομένου ἐν χώρᾳ τῶν ἑαυτοὺς διαχειρισαμένων καὶ κολασθησομένων ἐπὶ τούτῳ, τῶν δὲ Ἰουδαίων παρὰ τοῦτο οὐ δυναμένων ἐκεῖ γενέσθαι, παρὰ τὸ μὴ τῷ αὐτῷ ἐνόχους αὐτοὺς γίνεσθαι περὶ ἑαυτῶν ἁμαρτήματι.

19.19.123ἀλλὰ καὶ αὐτοὶ ἐπιστησάτωσαν, εἰ δύνανται οἱ Ἰουδαῖοι ὑπονενοηκέναι τὸν Ἰησοῦν ταῦτα εἰρηκέναι, ἑαυτὸν καταδικάζοντα ὡς ἀπελευσόμενον εἰς τόπον κολάσεως, ἔνθα οὐκ ἐδύναντο γενέσθαι, ὅσον ἐπὶ τῇ ἐκ δοχῇ ταύτῃ, οἱονεὶ κρείττονες αὐτοῦ · ἀκόλουθον ἔσται λέγειν ὅτι εἴπερ τοῦτο νοῶν ἔφασκεν Ἰησοῦς καὶ βουλόμενος ἑαυτὸν ἀποκτεῖναι, κρεῖττον ἐνόμιζεν τὸ ἑαυτὸν ἀναιρεῖν τοῦ μὴ τοῦτο ποιεῖν.

19.19.124καὶ Ἡρακλέων μέντοι γε ὡς ἁπλούστερον εἰρημένου τοῦ μή τι ἀποκτενεῖ ἑαυτόν; φησὶν ὅτι πονηρῶς διαλογιζόμενοι οἱ Ἰουδαῖοι ταῦτα ἔλεγον καὶ μείζονας ἑαυτοὺς ἀποφαινόμενοι τοῦ σωτῆρος καὶ ὑπολαμβάνοντες ὅτι αὐτοὶ μὲν ἀπελεύσονται πρὸς τὸν θεὸν εἰς ἀνάπαυσιν αἰώνιον, δὲ σωτὴρ εἰς φθορὰν καὶ εἰς θάνατον ἑαυτὸν διαχειρισάμενος, ὅπου ἑαυτοὺς οὐκ ἐλογίζοντο ἀπελθεῖν.

19.19.125καὶ αὐταῖς λέξεσίν φησιν ὅτι ὤιοντο λέγειν τὸν σωτῆρα οἱ Ἰουδαῖοι ὅτι ἐγὼ ἐμαυτὸν διαχειρισάμενος εἰς φθορὰν μέλλω πορεύεσθαι, ὅπου ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. οὐκ οἶδα δὲ πῶς κατὰ τὸν εἰπόντα · ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου καὶ τὰ ἑξῆς, ἦν λέγειν ὅτι ἐγὼ ἐμαυτὸν διαχειρισάμενος εἰς φθορὰν μέλλω πορεύεσθαι.

19.19.126ἐὰν δέ τις λέγῃ μὴ τὸν σωτῆρα ταῦτα εἰρηκέναι, τοὺς δὲ Ἰουδαίους αὐτὸ ὑπονενοηκέναι, δῆλον ὅτι ἐρεῖ τοὺς Ἰουδαίους πεφρονηκέναι περὶ αὐτοῦ ὅτι […] φθείρονται οἱ ἑαυτοὺς διαχειρισάμενοι καὶ οὐδὲν ἧττον ἐποίει ταῦτα πιστεύων φθαρήσεσθαι καὶ κολασθήσεσθαι · ὅπερ ἦν κατὰ πάντα ἠλίθιον.

19.20

19.20.127καὶ ἐν τοῖς ἀνωτέρω ἔλεγεν τὸ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστιν καὶ ἐκ τῆς γῆς λαλεῖ · ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστίν · ἑώρακεν καὶ ἤκουσεν τοῦτο μαρτυρεῖ. εἰ τοίνυν ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ καὶ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἑώρακεν καὶ ἤκουσεν τοῦτο μαρτυρεῖ, ζητήσεις πότερόν ποτε ταὐτόν ἐστιν τὸ ἐκ τῆς γῆς εἶναι τῷ ἐκ τῶν κάτω εἶναι ἕτερον.

19.20.128ἅμα δὲ παρατηρήσεις ὅτι κἀκεῖ οὐκ εἶπεν · ὢν ἐκ τοῦ οὐρανοῦ ἐκ τοῦ οὐρανοῦ ἐστιν καὶ ἐκ τοῦ οὐρανοῦ λαλεῖ · τάχα γὰρ σωτὴρ οὐκ ἐκ τοῦ οὐρανοῦ ἦν, μάλιστα καθ’ πρωτότοκος πάσης κτίσεως ἦν. τὸ γὰρ ἐκ τοῦ οὐρανοῦ δεύτερος ἄνθρωπος ἦν ἐξ οὐρανοῦ, ὡς καὶ Παῦλός πού φησιν · πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός ·

19.20.129 δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ. καὶ ἐνθάδε δὲ ἐπιστήσεις πότερόν ποτε ταὐτὸ λέγει ἐν τῷ ὑμεῖς ἐκ τῶν κάτω ἐστέ καὶ ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστέ ἕτερόν ἐστιν τὸ εἶναι ἐκ τῆς γῆς παρὰ τὸ εἶναι ἐκ τοῦ κόσμου τούτου. τὸ δ’ὅμοιον ζητήσεις καὶ ἐν τῷ ἐγὼ ἐκ τῶν ἄνω εἰμί καὶ ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. ἄξιον γὰρ ἰδεῖν τί τὸ ἐκ τῶν ἄνω εἶναι καὶ τί τὸ μὴ ἐκ τοῦ κόσμου τούτου εἶναι.

19.20.130ὅρα τοίνυν εἰ μὴ τὴν ἀπὸ ὕλης γένεσιν καὶ σωμάτων ἀνειληφὼς τῷ καταλελοιπέναι τὰ κρείττονα ἐκ τῆς γῆς ἐστιν · ὅστις ὅσον ἐστὶν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ, ὑψηλότερόν τι μὴ δυνάμενος βλέπειν λέγειν · δ’αὐτὸς καὶ ἐκ τῶν κάτω ἐστίν.

19.20.131ἄλλη μέντοι γε ἐπίνοια ἐκ τῶν κάτω καὶ τῆς γῆς. κάτω γὰρ ὥσπερ τόπῳ τινὶ νοεῖται οὕτως καὶ δόγμασιν καὶ διανοίᾳ · καὶ πᾶς γε τοιούτοις δόγμασιν καὶ διανοίᾳ χρώμενος, ἅτινά ἐστιν ἐκ τῶν κάτω, ἐκ τῶν κάτω ἐστίν.

19.20.132ἀλλὰ καὶ δεικνύμενος κόσμος, ὑλικὸς γενόμενος, διὰ τοὺς δεηθέντας τῆς ἐνύλου ζωῆς τόπους μὲν ἔχει διαφόρους, οἵτινες πάντες ὡς μὲν πρὸς τὰ ἄϋλα καὶ τὰ ἀόρατα καὶ τὰ ἀσώματα κάτω εἰσίν, οὐ τοσοῦτον τόπῳ ὅσον τῇ πρὸς τὰ ἀόρατα συγκρίσει.

19.20.133ὅσον δὲ ἐπὶ τῷ κόσμου τόπους τόποις κόσμου συνεξετάζεσθαι, εἶεν ἄν τινες τόποι οἱ κάτω καὶ ἄλλοι ἄνω · τὰ μὲν γὰρ περίγεια κάτω ἐστίν, τὰ δὲ οὐράνια ἄνω, ὡς κατὰ τοῦτο τὸν μὲν ἐκ τῶν κάτω πάντως εἶναι ἐκ τοῦ κόσμου τούτου, τὸν δὲ ἐκ τοῦ κόσμου τούτου μὴ πάντως εἶναι ἐκ τῶν κάτω.

19.20.134 γὰρ πολίτης τῶν οὐρανίων ὅρα εἰ ἔστιν μέν πως ἐκ τοῦ κόσμου τούτου, οὐ μὴν ἐκ τῶν τοπικῶς κάτω. πλὴν καὶ αὐτὸς ὡς πρὸς σύγκρισιν τῶν νοητῶν ἐκ τῶν κάτω · καὶ γὰρ πᾶς τῶν βλεπομένων πολίτης καὶ παρερχομένων καὶ προσκαίρων ἐκ τῶν κάτω ἐστίν, κἂν ἐν συγκρίσει τόπων ἐκ τῶν ἀνωτάτω τυγχάνῃ.

19.20.135ἔξεστιν μέντοι γε τὸν ἐκ τῶν κάτω καὶ ἐκ τοῦ κόσμου τούτου καὶ ἐκ τῆς γῆς μεταβαλεῖν καὶ γενέσθαι ἐκ τῶν ἄνω καὶ μηκέτι ἐκ τοῦ κόσμου τούτου, καὶ ἄλλον ἐκ μὲν τοῦ κόσμου τούτου, ἐκ τοῦ οὐρανοῦ δέ.

19.20.136φησὶ γοῦν τοῖς μαθηταῖς · ἐκ τοῦ κόσμου ἦτε, κἀγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, καὶ οὐκέτι ἐστὲ ἐκ τοῦ κόσμου · εἴπερ γὰρ ἦλθεν σωτὴρ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός, ἦλθεν τοὺς κάτω καὶ πολιτογραφηθέντας ἐν τοῖς κάτω μεταστῆσαι ἐπὶ τὰ ἄνω.

19.20.137καὶ γὰρ εἰς τὰ κατώτερα μέρη τῆς γῆς καταβὰς αὐτός ἐστιν διὰ τοὺς ἐν τοῖς κατωτάτω τῆς γῆς · ἀλλὰ καὶ ἀνέβη ὑπεράνω πάντων τῶν οὐρανῶν, ὁδοποιῶν τοῖς βουλομένοις καὶ γνησίως αὐτῷ μαθητευομένοις τὴν φέρουσαν ὁδὸν ἐπὶ τὰ ὑπεράνω πάντων τῶν οὐρανῶν, τοῦτ’ἔστιν ἐπὶ τὰ ἔξω σωμάτων.

19.21

19.21.138εἰ δὲ καὶ ποθεῖς μαθεῖν ἀπὸ τῆς γραφῆς τίς ἐστιν ἐκ τῶν κάτω καὶ τίς ἐστιν · ἐκ τῶν ἄνω, ἄκουε · ἐπεὶ ὅπου θησαυρὸς ἑκάστου ἐκεῖ καὶ καρδία ἐστίν, ἐάν τις θησαυρίζῃ ἐπὶ τῆς γῆς, ἐξ αὐτοῦ τοῦ θησαυρίζειν ἐπὶ τῆς γῆς ἐκ τῶν κάτω γίνεται, ἐὰν δέ τις θησαυρίζῃ ἐν τοῖς οὐρανοῖς, γεννᾶται ἄνωθεν καὶ ἀναλαμβάνει τὴν εἰκόνα τοῦ ἐπουρανίου · ἀλλὰ καὶ ἄλλως διελθὼν πάντας τοὺς οὐρανοὺς ἐν τέλει εὑρίσκεται μακαριωτάτῳ.

19.21.139εἴη δ’ἂν καὶ τὰ ἑκάστου ἔργα οἷον εἶπα, ὥστε εἰπεῖν ἂν τὰ ἔργα τῆς σαρκὸς ποιεῖν τὸν ἐκ τῶν κάτω, τὸν δὲ καρπὸν τοῦ πνεύματος τὸν ἐκ τῶν ἄνω, καὶ πάλιν τὴν πρὸς τὸν κόσμον τοῦτον ἀγάπην τὸν ἐκ τοῦ κόσμου τούτου · ἐπεί, κατὰ τὸν Ιωάννην, ἔχων τὴν ἀγάπην τοῦ θεοῦ, […] ἐκεῖνος δὲ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου, ὃς οὐκ ἀγαπᾷ τὸν κόσμον οὐ δὲ τὰ ἐν τῷ κόσμῳ, ἀλλὰ λέγων ἐμοὶ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου μου Ἰησοῦ Χριστοῦ, δι’οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ, καὶ χωρῶν τὸ ἀγαπᾶν κύριον τὸν θεὸν αὐτοῦ ἐξ ὅλης τῆς καρδίας αὐτοῦ καὶ ἐξ ὅλης τῆς ψυχῆς αὐτοῦ καὶ ἐξ ὅλης τῆς διανοίας αὐτοῦ, τῷ μὴ θλίβεσθαι τὴν τοιαύτην ἀγάπην ὑπὸ τῆς πρὸς τὸν κόσμον ἀγάπης καὶ τὰ ἐν τῷ κόσμῳ · ἀμήχανον γὰρ συνυπάρχειν τὴν πρὸς τὸν κόσμον ἀγάπην τῇ πρὸς τὸν θεὸν ἀγάπῃ, ὡς ἀμήχανον συνυπάρχειν ἀλλήλοις φῶς καὶ σκότος, Χριστὸν καὶ τὸν Βελίαρ, τὸ ναὸν εἶναι τοῦ θεοῦ μετὰ τοῦ ναὸν τυγχάνειν εἰδώλων.

19.21.140ὡς διαφορᾶς μέντοι γε οὔσης τῶν κάτω πρὸς ἄλληλα, λέγεται ὑπερθετικῶς τὸ ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ καὶ τὸ εἰς τὰ κατώτατα τῆς γῆς καταβάς, οὗτός ἐστι καὶ ἀναβάς. διόπερ ἐνώπιον τοῦ χριστοῦ προπεσοῦνται μὲν πάντες οἱ καταβαίνοντες εἰς τὰ κατώτερα μέρη τῆς γῆς, εἰς ᾅδου, ἐπεὶ ἀληθὲς τὸ οὐκ ἔστιν ἐν τῷ θανάτῳ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;

19.21.141ἐὰν δέ τις ἀνθυποφέρῃ τὸ καταβαίνειν αὐτὸν εἰς τὰ κατώτερα τῆς γῆς, ἐπιτηρήσεις ὅτι ἐπὶ τῶν καταβαινόντων εἰς γῆν εἴρηται τὸ προπεσοῦνται · ὑποπιπτόντων γὰρ τῷ χριστῷ πάντων καὶ γόνυ καμπτόντων ἐν τῷ ὀνόματι Ἰησοῦ, τινὲς μὲν πρότερον τινὲς δὲ ὕστερον προπεσοῦνται αὐτῷ.

19.21.142καὶ τάχα οἱ ἐπὶ γῆς προπεσοῦνται καὶ πρὸ ἑτέρων ὑποτάσσονται · χειρόνων γὰρ τὸ ὕστερον ὑποτάσσεσθαι, διὸ καὶ ἔσχατος ἐχθρὸς καταργεῖται θάνατος.

19.22

19.22.143μετὰ ταῦτα ζητήσεις εἰ ὥσπερ ἐστὶν τῶν κάτω διαφορὰ διὰ τὸ λέγεσθαί τι κατωτάτω, οὕτως καὶ τῶν ἄνω διαφορά, μάλιστα ἐπεὶ κληρονομία ἐστὶν βασιλείας οὐρανῶν, πάντων τῶν κληρονομουμένων οὐρανῶν ὄντων ἄνω, ἀλλ’οὐχ ὁμοίως ἐχόντων τὸ εἶναι ἄνω.

19.22.144ἀλλὰ καὶ ἐπὶ τῆς νοητῆς καταβάσεως τῆς ψυχῆς διὰ τὴν κακίαν καὶ τὰ μοχθηρὰ δόγματα καὶ νοητῆς ἀναβάσεως αὐτῆς ἐπιστήσας οὐχ ἁπλῶς εὑρήσεις διαφοράν · ἐπιπλεῖον οὖν νοητῶς καταβαινουσῶν νοήσεις.

19.22.145ἅμα δὲ ὅρα εἰ μὴ μυστικώτερον καὶ οὐ τοπικῶς περὶ τῆς Ἰησοῦ ψυχῆς ἀκούσει τὸ · ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν · γὰρ νοητὴ ἀνάβασις ἐκείνης τῆς ψυχῆς ὑπερπεπήδηκεν καὶ πάντας τοὺς οὐρανοὺς καί, ὡς ἔστιν εἰπεῖν, ἤδη ἔφθασεν πρὸς αὐτὸν τὸν θεόν.

19.22.146πλήν ἐστίν τις καὶ ἕτερος παρὰ τὸν δεικνύμενον καὶ αἰσθητὸν κόσμον τὸν συνεστῶτα ἐξ οὐρανοῦ καὶ γῆς οὐρανῶν καὶ γῆς κόσμος, ἐν ἐστιν τὰ μὴ βλεπόμενα · καὶ ὅλον τοῦτο κόσμος ἀόρατος, κόσμος οὐ βλεπόμενος, καὶ νοητὸς κόσμος, οὗ τῇ θέᾳ καὶ τῷ κάλλει ἐνόψονται οἱ καθαροὶ τῇ καρδίᾳ, προευτρεπιζόμενοι διὰ τοῦ ἐνορᾶν αὐτῷ ἐπὶ τὸ μετελθεῖν, ὥστ’ἂν καὶ αὐτὸν ὁρᾶν, ὡς ὁρᾶσθαι πέφυκεν θεός, τὸν θεόν.

19.22.147ζητήσεις δὲ εἰ κατά τι τῶν σημαινομένων δύναται πρωτότοκος πάσης κτίσεως εἶναι κόσμος, καὶ μάλιστα καθ’ σοφία ἐστὶν πολυποίκιλος · τῷ γὰρ εἶναι παντὸς οὑτινοσοῦν τοὺς λόγους, καθ’οὓς γεγένηται πάντα τὰ ὑπὸ τοῦ θεοῦ ἐν σοφίᾳ πεποιημένα (ὥς φησιν προφήτης · πάντα ἐν σοφίᾳ ἐποίησας), ἐν αὐτῷ, εἴη ἂν καὶ αὐτὸς κόσμος, τοσούτῳ ποικιλώτερος τοῦ αἰσθητοῦ κόσμου καὶ διαφέρων, ὅσῳ διαφέρει γυμνὸς πάσης ὕλης τοῦ ὅλου κόσμου λόγος τοῦ ἐνύλου κόσμου, οὐκ ἀπὸ τῆς ὕλης ἀλλὰ ἀπὸ τῆς μετοχῆς τοῦ λόγου καὶ τῆς σοφίας τῶν κοσμούντων τὴν ὕλην κεκοσμημένων.

19.22.148καὶ ὅρα εἰ δύναται λέγων · οὐκ εἰμὶ ἐγὼ ἐκ τοῦ κόσμου τούτου ψυχὴ εἶναι τοῦ Ἰησοῦ ἐμπολιτευομένη τῷ ὅλῳ κόσμῳ ἐκείνῳ καὶ πάντα αὐτὸν ἐμπεριερχομένη καὶ χειραγωγοῦσα ἐπ’αὐτὸν τοὺς μαθητευομένους.

19.22.149οὐδὲν ἔχει ἐκεῖνος κόσμος κάτω, ὡς οὐ δὲ οὗτος, ὡς πρὸς τὸ ἀκριβὲς ἐξετάζοντι, ἄνω. πῶς γὰρ δύναται ἔχειν τι κόσμος οὗτος ἄνω, οὗ κτίσις καταβολή ἐστιν; οὐ γὰρ ὡς ἔτυχεν ἀκουστέον τοῦ πρὸ καταβολῆς κόσμου, ἐπίτηδες διὰ τοιαύτην ἐπίνοιαν πλασάντων ὄνομα τῶν ἁγίων τὸ τῆς καταβολῆς · καίτοι γε ἐδύναντο λέγειν πρὸ κτίσεως κόσμου καὶ μὴ χρήσασθαι τῷ τῆς καταβολῆς ὀνόματι.

19.22.150ὅλος οὖν κόσμος καὶ τὰ ἐν αὐτῷ ἐν καταβολῇ ἐστιν · ἔξω δὲ καταβολῆς κόσμου παντὸς γίνονται οἱ τοῦ Ἰησοῦ γνήσιοι μαθηταί, οὓς ἐξελέξατο ἐκ τοῦ κόσμου, ἵνα μηκέτι ὦσιν ἐκ τοῦ κόσμου αἴροντες τὸν σταυρὸν ἑαυτῶν καὶ ἀκολουθοῦντες αὐτῷ.

19.23

19.23.151πότε εἶπεν αὐτοῖς · ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν, ὅτε ἔφασκεν · ζητήσετέ με, καὶ ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε; τί δὲ τὸ αἴτιον τοῦ ἐν ταῖς ἁμαρτίαις αὐτῶν ἀποθνήσκειν ἀνθρώπους, τὸ μὴ πιστεύειν ὅτι Ἰησοῦς ἐστιν χριστός; αὐτὸς γάρ φησιν · ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.

19.23.152εἰ δὲ μὴ πιστεύων ὅτι Ἰησοῦς χριστός ἐστιν ἀποθανεῖται ἐν ταῖς ἁμαρτίαις ἑαυτοῦ, δῆλον ὅτι μὴ ἀποθνήσκων ἐν ταῖς ἁμαρτίαις αὐτοῦ πεπίστευκεν τῷ χριστῷ, δὲ ἀποθνήσκων ἐν ταῖς ἁμαρτίαις ἑαυτοῦ, κἂν λέγῃ πιστεύειν τῷ χριστῷ, ὡς πρὸς τὸ ἀληθὲς οὐ πεπίστευκεν αὐτῷ · ἐὰν δὲ λέγηται μὲν πίστις, χωρὶς δὲ ἔργων τυγχάνῃ, νεκρά ἐστιν τοιαύτη, ὡς ἐν τῇ φερομένῃ Ἰακώβου ἐπιστολῇ ἀνέγνωμεν.

19.23.153τίς οὖν ἄρα ἐστὶν πιστεύων πεπονθὼς ἐκ τοῦ διακεῖσθαι κατὰ τὸν λόγον καὶ συμπεφυκέναι αὐτῷ τὸ μὴ ἐμπεσεῖσθαι ἄν, ὅσον μὲν ἐπὶ τούτοις τοῖς ῥητοῖς, εἰς τὰ λεγόμενα πρὸς θάνατον εἶναι ἁμαρτήματα, ὅσον δὲ ἐπὶ τῷ πᾶς πιστεύων ὅτι Ἰησοῦς χριστός ἐστιν ἐκ τοῦ θεοῦ γεγέννηται, οὐχ ἁμαρτάνειν καὶ πρὸς τι δηποτοῦν τῶν παρὰ τὸν ὀρθὸν γινομένων λόγον;

19.23.154ἔτι δὲ μᾶλλον νοήσεις τί ἐστιν ἐὰν γὰρ μὴ πιστεύητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν, ἐστιν πρωτότοκος πάσης κτίσεως ἀναλογιζόμενος.

19.23.155οἷον πιστεύων τί ἐστιν δικαιοσύνη οὐκ ἂν ἀδικήσαι, καὶ διὰ τὸ τεθεωρηκέναι ἥτις ἐστὶν σοφία, πεπιστευκὼς εἰς τὴν σοφίαν οὐκ ἄν τι μωρὸν λέγοι πράττοι, ἐπεὶ πιστεύσας τῷ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγῳ ἐν τῷ κατανενοηκέναι αὐτὸν οὐδὲν ἂν ἀλόγως ποιήσαι.

19.23.156πρὸς τούτοις πιστεύων ὅτι αὐτός ἐστιν εἰρήνη ἡμῶν, οὐκ ἄν τι πολέμου καὶ στάσεως ἐνεργοίη. ἀλλὰ καὶ εἴπερ Χριστός ἐστιν οὐ μόνον θεοῦ σοφία, ἀλλὰ καὶ θεοῦ δύναμις, πιστεύων αὐτῷ καθ’ δύναμίς ἐστιν οὐκ ἂν εἴη περὶ τὰ καλὰ ἀδύνατος.

19.23.157ἀναγκαίως δὲ ὑπονοοῦντες αὐτὸν ὑπομονὴν καὶ ἰσχὺν διὰ τὸ καὶ νῦν τίς ὑπομονή μου; οὐχὶ κύριος; καὶ τὸ ἰσχύς μου, καὶ τὸ ὑπόστασίς μου κύριος φήσομεν ὅτι εἰ ἐνδίδομεν πρὸς πόνους, οὐ πιστεύομεν αὐτῷ καθ’ ἐστιν ὑπομονή, καὶ εἰ ἀσθενοῦμεν, οὐ πεπιστεύκαμεν αὐτῷ καθ’ ἐστιν ἰσχύς.

19.23.158ἐὰν δὲ ἀναλεγώμεθα οὕτως τὰς λοιπὰς ἐπινοίας τοῦ χριστοῦ, οὐ χαλεπῶς ἐκ τῶν εἰρημένων εὑρήσομεν τίνα τρόπον μὴ πιστεύων τῷ χριστῷ ἀποθανεῖται ἐν ταῖς ἁμαρτίαις αὐτοῦ · γινόμενος γὰρ ἐν τοῖς ἐναντίοις τῇ ἐπινοίᾳ, ὧν ἐστιν χριστός, ἐν αὐταῖς ἀποθνήσκει ταῖς ἁμαρτίαις.

19.24

19.24.159ἀκόλουθον ἦν τοὺς ἀκροωμένους μετὰ πολλῆς ἐξουσίας ἀπαγγελλομένων ὑπὸ τοῦ κυρίου πυνθάνεσθαι, τίς εἴη ταῦτα λέγων · ἐνέφαινεν γὰρ τὸ εἶναι ἀνθρώπου μεῖζον καὶ θειοτέρα τις φύσις τυγχάνειν σωτὴρ φάσκων ὅτι ἐὰν μὴ πιστεύητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.

19.24.160τὸ οὖν σὺ τίς εἶ; οἱονεὶ αἰτούντων · ἦν ἀπόκρισιν, ὅτι ἐγώ εἰμι χριστός ἐγώ εἰμι προφήτης ἐγώ εἰμι Ἠλίας τάχα ἐγώ εἰμι ἄγγελος θεοῦ . οὐκ ἂν γὰρ μὴ ἕν τι τούτων καὶ παραπλήσιον αὐτοῖς τυγχάνων προεφέρετο γνησίους λόγους τηλικούτους.