Origen

Commentary on John, 28

28.1

28.1.1οἱ φύσεις ἀριθμῶν ἐρευνήσαντες πρῶτον μὲν τέλειον τὸν ἓξ εἰρήκασιν, τοῖς ἑαυτοῦ μέρεσιν ἰσούμενον, ἔκτε τῆς συνθέσεως τοῦ ἀπὸ μονάδος διπλασιαζομένου, ἑνὸς καὶ δύο, ἐστὶ τρία, ἀριθμὸς πρῶτος, καὶ τοῦ ἐφ’ὃν ἔφθασεν διπλασιασμός, λέγω δὲ τοῦ δύο ·

28.1.2γενόμενος γὰρ δύο ἐπὶ τὸν τρία πεποίηκεν τὸν ἕξ. δεύτερον δὲ τέλειόν φασιν εἶναι τὸν εἴκοσι καὶ ὀκτώ, συνιστάμενον ἔκτε τοῦ συνθέτου τῶν ἀπὸ μονάδος διπλασιαζομένων, ἕως γένηται πρῶτος ἀριθμός, καὶ τοῦ ἐφ’ὃν ἔφθασεν διπλασιασμός. τέσσαρα μὲν γάρ ἐστιν ἀπὸ μονάδος διπλασιαζόμενος ἐν τῷ ἕν δύο τέσσαρα.

28.1.3ἑπτὰ δὴ τούτων σύνθεσις, καὶ αὐτὸς πρῶτος ἀριθμὸς ὑπὸ μονάδος μόνης μετρούμενος · γινόμενος δὲ τέσσαρα ἐπὶ τὸν ἑπτὰ πεποίηκεν τὸν εἴκοσι καὶ ὀκτώ, καὶ αὐτὸν τοῖς ἑαυτοῦ μέρεσιν ἴσον.

28.1.4διὰ τοῦτο δ’οἶμαι ῥᾴδιον διαλαμβάνεται ἀπὸ τοῦ παιδευθέντος πάσῃ σοφίᾳ Αἰγυπτίων Μωσέως εἰς τὴν τῆς σκηνῆς τοῦ μαρτυρίου κατασκευήν · αἱ γὰρ αὐλαῖαι εἴκοσι καὶ ὀκτὼ πηχῶν τὸ μῆκός εἰσιν.

28.1.5καὶ ἐχρῆν γε τὴν εἰς δόξαν θεοῦ κατασκευαζομένην σκηνὴν τοῦ μαρτυρίου μετὰ τῶν ἐξαιρέτων ἀριθμῶν ἔχειν καὶ τὸν εἴκοσι καὶ ὀκτώ.

28.1.6ἐφ’ὅν, ἱερὲ ἀδελφὲ Ἀμβρόσιε, φθάσαντες τῶν εἰς τὸ κατὰ Ἰωάννην ἐξηγητικῶν (οὗτος γὰρ ἔσται, θεοῦ χαριζομένου, εἰκοστὸς ὄγδοος εἰς τὸ εὐαγγέλιον τόμος), ἐπικαλεσάμενοι τὸν τέλειον καὶτε λειότητος χορηγὸν θεὸν διὰ τοῦ τελείου ἀρχιερέως ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵν’ἡμῶν τὸν νοῦν δῷ εὑρεῖν τὴν περὶ τῶν ἐξετασθησομένων ἀλήθειαν καὶ κατασκευὴν αὐτῶν, οὕτως ὁδεύσωμεν καὶ ἐπὶ τὰ ἑξῆς.

28.2

28.2.7ἐπείπερ ἐνθάδε μὲν τὸν ἐπικείμενον τῷ σπηλαίῳ λίθον οὐκ αὐτὸς Ἰησοῦς αἴρει ἀλλὰ λέγει · ἄρατε τὸν λίθον, ἐν δὲ τῇ Γενέσει, ἡνίκα λίθος ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ φρέατος, καὶ συνήγοντο ἐκεῖ πάντα τὰ ποίμνια, καὶ ἀπεκύλιον λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ συνήγοντο καὶ ἐπότιζον τὰ πρόβατα, καὶ ἀπεκαθίστων τὸν λίθον ἐπὶ τὸ στόμα τοῦ φρέατος εἰς τὸν τόπον αὐτοῦ καὶ τῷ μηδέπω τοῦτο γεγονέναι διὰ τὸ μὴ συνῆχθαι τὰ κτήνη, Ἰακὼβ ἰδὼν Ῥαχὴλ τὴν θυγατέρα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ καὶ τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, προσελθὼν αὐτὸς ἀπεκύλισε τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότισεν τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, βουλόμεθα ἀμφοτέρους τοὺς λίθους ἀλλήλοις συνεξετάσαι, ἵνα τὸ εὔλογον κατανοήσωμεν τοῦ ἐνθάδε μὲν μὴ αὐτὸν τὸν Ἰησοῦν ἠρκέναι τὸν λίθον ἀπὸ τοῦ σπηλαίου, ἀλλ’εἰρηκέναι · ἄρατε τὸν λίθον, ἐν δὲ τῇ Γενέσει αὐτὸν τὸν Ἰακὼβ ἀποκεκυλικέναι τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος.

28.2.8καὶ πρόσχες εἰ δυνάμεθα λέγειν ὅτι τοῦ μὲν ἐπὶ τῷ σπηλαίῳ λίθου, ἐπεὶ τὸ σπήλαιον μνημεῖον ἦν, οὐκ ἐχρῆν αὐτὸν ἅψασθαι τὸν Ἰησοῦν, ἀλλὰ προστάξαι μόνον τοῖς ἐπιτηδείοις πρὸς τὸ ἔργον ἆραι τὸν λίθον, τοῦ δὲ ἐπικειμένου τῷ στόματι τοῦ φρέατος καὶ ἐμποδίζοντος τοῦ πίνειν τὰ πρόβατα, ἀφ’ὧν ἔμελλεν γενέσθαι τὰ ἐπίσημα καὶ μερὶς τοῦ Ἰακώβ, αὐτὸν ἔδει λαβέσθαι τὸν Ἰακώβ, καὶ προσελθόντα τῷ λίθῳ ἀποκυλίσαι αὐτὸν ἀπὸ τοῦ στόματος τοῦ φρέατος, ἵνα ποτισθῇ τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ.

28.2.9καὶ ἔδει γε ἐπὶ μὲν τοῦ φρέατος αὐτὸν προσελθεῖν τὸν Ιακώβ, ἔξω δὲ τοῦ σπηλαίου στῆναι τὸν Ἰησοῦν.

28.2.10εἰ δὲ δύνασαι, ἐπίστησον τί δήποτε ἐπὶ μὲν τοῦ σπηλαίου οὐ κεκύλισται ἐπικείμενος αὐτῷ λίθος ἀλλὰ αἴρεται, ἐπὶ δὲ τοῦ φρέατος οὐ παντελῶς αἴρεται ἀλλὰ μόνον ἀποκυλίεται · ἐχρῆν πάντη μὲν ἀρθῆναι τὸν ἐπὶ τοῦ μνημείου λίθον καὶ μὴ πάλιν κυλισθῆναι · τὸν δὲ ἐπὶ τοῦ φρέατος ἀποκυλισθῆναι μόνον.

28.2.11προείρηται γάρ, ὅτι ἀπεG? […] δόξαν θεοῦ, νοήσαντες τὸ μέγεθος τῆς εἰς δικαιοσύνην λογιζομένης πίστεως πιστεύσωμεν.

28.2.13εἰ δέ τις οὐδέπω εἶδεν τὴν δόξαν θεοῦ τῶν οἰομένων πεπιστευκέναι, μανθανέτω ὅτι ἐλέγχεται δι’ὧν οὐδέπω εἶδεν τὴν δόξαν τοῦ θεοῦ μὴ πεπιστευκώς · ἀψευδὴς γὰρ μὴ Μάρθᾳ μόνῃ ἀλλὰ καὶ παντί τῳ λέγων τὸ ἐὰν πιστεύσῃς, ὄψῃ τὴν δόξαν τοῦ θεοῦ.

28.3

28.3.14 βραδυτὴς τοῦ ἀρθῆναι τὸν ἐπικείμενον τῷ σπηλαίῳ λίθον ἀπὸ τῆς ἀδελφῆς τοῦ τετελευτηκότος γεγένηται · οἱονεὶ γὰρ ἐνεπόδισεν οἷς προσέταξεν Ἰησοῦς εἰπών · ἄρατε τὸν λίθον φήσασα ·

28.3.15ἤδη ὄζει · τεταρταῖος γάρ ἐστιν. καὶ εἰ μὴ κεκόλουστό γε τῆς Μάρθας ἀπιστία εἰπόντος αὐτῇ τοῦ Ἰησοῦ · οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς, ὄψῃ τὴν δόξαν τοῦ θεοῦ; οὐκ ἂν οἱ ἀκούσαντες · ἄρατε τὸν λίθον ἦραν τὸν λίθον.

28.3.16φέρε γὰρ καθ’ὑπόθεσιν εἰπόντος τοῦ Ἰησοῦ · ἄρατε τὸν λίθον μὴ ἀποκεκρίσθαι τὴν ἀδελφὴν τοῦ τετελευτηκότος μη δὲ εἰρηκέναι · ἤδη ὄζει · τεταρταῖος γάρ ἐστιν · τί οὖν ἠκολούθησεν ἂν τούτῳ γεγράφθαι τοῦτο · λέγει Ἰησοῦς · ἄρατε τὸν λίθον ·

28.3.17ἦραν οὖν τὸν λίθον; νυνὶ δὲ μεταξὺ τοῦ ἄρατε τὸν λίθον καὶ τοῦ ἦραν οὖν τὸν λίθον τὰ εἰρημένα ὑπὸ τῆς ἀδελφῆς τοῦ τετελευτηκότος ἐνεπόδισεν τῷ ἀρθῆναι τὸν λίθον. καὶ οὐκ ἂν οὐ δὲ τὴν ἀρχὴν κἂν βράδιον ἤρθη, εἰ μὴ ἀποκριθεὶς Ἰησοῦς πρὸς τὴν ἐκείνης ἀπιστίαν εἰρήκει τὸ οὐκ εἶπόν σοι, ὅτι ἐὰν πιστεύσῃς, ὄψῃ τὴν δόξαν τοῦ θεοῦ; καλὸν οὖν τὸ μηδὲν γενέσθαι μεταξὺ τῆς Ἰησοῦ προστάξεως καὶ τοῦ ἀπὸ τῶν προστασσομένων, περὶ ὧν Ἰησοῦς ἐκέλευσεν, ἔργου.

28.3.18καὶ οἶμαί γε ἁρμόσειν τῷ τοιούτῳ τὸ εἰπεῖν ὅτι μιμητὴς γέγονεν Χριστοῦ.

28.3.19ὡς γὰρ τούτῳ εἶπεν θεὸς καὶ ἐγενήθησαν, ἐνετείλατο καὶ ἐκτίσθησαν, οὕτως τῷ πιστῷ εἶπεν μὲν Χριστός, πεποίηκεν δὲ οὗτος · καὶ ἐνετείλατο υἱὸς τοῦ θεοῦ, οὗτος δὲ τὴν ἐντολὴν πεπλήρωκεν, μηδὲν ὑπερθέμενος μη δὲ ζημιώσας ἑαυτὸν παρακοῇ τοῦ μεταξὺ τῆς προστάξεως καὶ τοῦ ἔργου χρόνου · νομιστέον γὰρ τῷ ὕστερον ποιοῦντι τὸ προστεταγμένον παρακοῆς χρόνον εἶναι περὶ τῆς ἐντολῆς τὸν τῆς ἀναβολῆς.

28.3.20διὰ τοῦτο δὲ καὶ ἐν τῇ παραβολῇ τοῦ εὐαγγελίου προσταχθεὶς ὑπὸ τοῦ πατρὸς πορευθῆναι εἰς τὸν ἀγρὸν καὶ ἐργάσασθαι, μὴ παραχρῆμα ποιήσας ἀλλ’ὅτε ὕστερον μεταμεληθεὶς ἀπῆλθεν, οὐκ ἐποίησεν τὸ θέλημα τοῦ πατρὸς ἐν τῷ πρὸ τῆς μεταμελείας χρόνῳ.

28.3.21διόπερ μνημονευτέον τοῦ μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς κύριον, μη δὲ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας καὶ τοῦ μὴ εἴπῃς · ἐπανελθὼν ἐπάνηκε καὶ αὔριον δώσω, δυνατοῦ σου ὄντος εὖ ποιεῖν.

28.3.22χρὴ τοίνυν κατηγορίαν νομίζειν εἶναι τῆς Μάρθας βραδύτερον γεγραμμένον τὸ ἦραν οὖν τὸν λίθον, δέον ἑξῆς αὐτὸ εἰρῆσθαι τῷ λέγει Ἰησοῦς · ἄρατε τὸν λίθον.

28.4

28.4.23περὶ τῶν ὀφθαλμῶν Ἰησοῦ καὶ τῆς σχέσεως αὐτῶν πρός τινας ἐπιμελῶς τηρητέον καὶ ἐξεταστέον · οἷον ἐν μὲν τῷ κατὰ Λουκᾶν, ὅτε ἔμελλεν λέγειν τοὺς μακαρισμοὺς καὶ τὴν ἑξῆς αὐτοῖς διδασκαλίαν · ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν · νυνὶ δὲ ἦρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ ἄνω καὶ εἶπεν.

28.4.24διδασκόμεθα γὰρ ἀπὸ μὲν τοῦ προτέρου ὅτι μὴ κάτω εἰσὶν οἱ τοῦ Ἰησοῦ μαθηταί · διόπερ ἐπαίρονται οἱ ὀφθαλμοὶ τοῦ διδασκάλου εἰς αὐτούς, οἷς ἄξιον ἦν ἐπᾶραι αὐτὸν τοὺς ἑαυτοῦ ὀφθαλμούς · διὰ δὲ τοῦ νῦν ἐξεταζομένου ὅτι μετέθηκεν ἑαυτοῦ τὸ διανοητικὸν ἀπὸ τῆς πρὸς τοὺς κάτω ὁμιλίας καὶ ἀνήγαγεν καὶ ὕψωσεν προσάγων αὐτὸ τῇ πρὸς τὸν ὑπεράνω πάντων πατέρα εὐχῇ.

28.4.25ἀλλὰ καὶ εἴπερ μιμητὴς Χριστοῦ ἐστι Παῦλος καὶ οἱ παραπλήσιοι αὐτῷ, ἀνάγκη τὸν κατὰ ζῆλον καὶ μίμησιν τῆς Χριστοῦ εὐχῆς εὐξόμενον, ἄραντα τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἄνω καὶ ἀναβιβάσαντα αὐτοὺς ἀπὸ τῶν τῇδε πραγμάτων καὶ μνήμης καὶ ἐννοιῶν καὶ λογισμῶν, οὕτως εἰπεῖν τῷ θεῷ τοὺς λόγους τῆς εὐχῆς τοὺς περὶ μεγάλων καὶ ἐπουρανίων μεγάλους καὶ ἐπουρανίους.

28.4.26εἰ δέ τις πρὸς ταῦτα ἀνθυποίσει τὸν μη δὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι θελήσαντα τελώνην καὶ τύψαντα ἑαυτοῦ τὸ στῆθος καὶ εἰπόντα · θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, λεκτέον πρὸς αὐτὸν ὅτι ὥσπερ οὐ πᾶσιν οὐ δὲ ἀεὶ παραληπτέον τὴν κατὰ θεὸν λύπην μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργαζομένην, ἀλλ’ μόνῳ καὶ παντὶ τῷ ἄξια τοιαύτης λύπης ποιήσαντι καὶ μεταγινώσκοντι ἐπ’αὐτοῖς, καὶ παραληπτέον γε αὐτὴν σὺν μέτρῳ καὶ μὴ περισσήν, ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὑπὸ τοῦ Σατανᾶ, οὕτως μήποτε οὐ παντὶ καθήκει μη δὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι θέλειν, ὡς οὐ δὲ ἑστάναι μακρόθεν.

28.4.27ἕκαστος δὲ ἑαυτὸν περὶ τῶν τοιούτων κρινέτω, καὶ δοκιμαζέτω ἄνθρωπος ἑαυτόν, καὶ οὕτως οὐ μόνον ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω, ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς ἐπαράτω καὶ αἰρέτω αὐτοὺς ἄνω κατὰ τὴν εὐχὴν, ὑποτάσσων ἑαυτὸν θεῷ καὶ ταπεινῶν ἑαυτὸν ἐκείνῳ λεγέτω.

28.4.28καὶ εἰ νομίζομεν τῷ ὁπωσποτοῦν βιοῦντι καθήκειν ὁμοίως τῷ τελώνῃ μη δὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι θέλειν, ὥρα λέγειν ὁμοίως τῷ μὴ ἐπᾶραι θέλειν τοὺς ὀφθαλμοὺς καὶ ἀπὸ μακρόθεν τοῦ ἱεροῦ ἑστάναι δεῖν.

28.4.29ἱερὸν δὲ ποῖον ἂν εἴη ἐκκλησία τοῦ ζῶντος θεοῦ; ἥτις καὶ οἶκος θεοῦ παρὰ τῷ Παύλῳ ὀνομάζεται λέγοντι · ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας.

28.4.30ὥσπερ οὖν οὐ παντὶ καθήκει μὴ χρῆσθαι τῷ ἄρτῳ καὶ μὴ πίνειν ἐκ τοῦ ποτηρίου καὶ πόρρω εἶναι τοῦ οἴκου τοῦ θεοῦ καὶ τῆς ἐκκλησίας · οὕτως οὐ παντὶ καθήκει τὸ μὴ θέλειν ἐπᾶραι τοὺς ὀφθαλμούς.

28.4.31ἁμαρτάνει δὲ εἴ τις καθήκοντος αὐτῷ ἐπαίρειν τοὺς ὀφθαλμοὺς μὴ ἐπαίρει, καὶ εἴ τις καθήκοντος μὴ ἐπαίρειν ἐπαίρει.

28.4.32 μὲν οὖν κατὰ τὸ εὐαγγέλιον τελώνης οὐκ ἤθελεν οὐ δὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι, καθηκόντως ποιῶν · ἐπάραι δ’ἂν αὐτοὺς εὐλόγως παρὼν τῷ Ἰησοῦ μαθητής, πρὸς ὃν καὶ ἐντολὴ δίδοται λέγουσα · ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη.

28.4.33καὶ προφήτης δέ φησιν · ἐπάρατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν · ἀλλὰ καὶ ἐν ἑκατοστῷ εἰκοστῷ δευτέρῳ ψαλμῷ, ὄντι ᾠδῇ τῶν ἀναβαθμῶν τετάρτῃ, ὡς καθηκόντως ἐπάρας τοὺς ὀφθαλμοὺς πρὸς θεόν φησιν προφήτης · πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς κύριον τὸν θεὸν ἡμῶν ἕως οὗ οἰκτειρήσῃ ἡμᾶς.

28.5

28.5.34εἰ δὲ καὶ σαφέστερον χρὴ παραστῆσαι τίνι μὲν ἤδη καθήκει μιμεῖσθαι τὸν Ἰησοῦν, ἄραντι τοὺς ὀφθαλμοὺς ἄνω, ἐν τῷ καὶ αὐτὸν ἐπαίρειν ἑαυτοῦ τοὺς ὀφθαλμούς, καὶ τίνι τοῦτο μὲν οὐ καθήκει, ὁμοίως δὲ τῷ τελώνῃ οὐ μόνον μακρόθεν ἑστάναι τοῦ ἱεροῦ ἀλλὰ καὶ μὴ θέλειν ἐπᾶραι τοὺς ὀφθαλμούς, παραθησόμεθα ἐκ τοῦ Δανιὴλ τὰ περὶ τῶν ἐρασθέντων τῆς Σουσάννας ἀνόμων πρεσβυτέρων οὕτως ἔχοντα · καὶ διέστρεψαν τὸν ἑαυτῶν νοῦν καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν, τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μη δὲ μνημονεύειν κριμάτων δικαίων, καὶ τὰ περὶ τῆς Σουσάννας τοῦτον εἰρημένα τὸν τρόπον · δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν οὐρανόν, ὅτι ἦν καρδία αὐτῆς πεποιθυῖα ἐπὶ κυρίῳ. παρατήρει γὰρ ἐν τούτοις ὅτι οἱ μὲν διαστρέψαντες τὸν ἑαυτῶν νοῦν ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν, τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανόν, δὲ πεποιθυῖα ἐπὶ τῷ κυρίῳ ἀκολούθως τῷ πεποιθέναι ἐπὶ τῷ κυρίῳ ἀνέβλεψεν εἰς τὸν οὐρανόν.

28.5.35ἔπρεπεν τοίνυν τῇ μὲν ἐπὶ τῇ περὶ τῆς σωφροσύνης παρρησίᾳ μελλούσῃ εὔχεσθαι ἀναβλέπειν εἰς τὸν οὐρανὸν καὶ αἴρειν τοὺς ὀφθαλμοὺς ἄνω · τοῖς δὲ πρεσβυτέροις (εἰ καθ’ὑπόθεσιν μετὰ τὸ διαστρέψαι τὸν ἑαυτῶν νοῦν καὶ ἐκκλῖναι τοὺς ὀφθαλμοὺς ἑαυτῶν, τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μη δὲ μνημονεύειν κριμάτων δικαίων, μετενόουν, πεῖραν μὲν προσαγαγόντες τῇ γυναικὶ μὴ τυχόντες δὲ τοῦ ἐπιθυμουμένου, καὶ μετὰ τοῦτο εὔχοντο), καὶ μὴ θέλειν τοὺς ὀφθαλμοὺς ἐπᾶραι καὶ πόρρωθεν ὁμοίως τῷ τελώνῃ ἑστηκέναι καὶ τύπτειν ἑαυτῶν τὰ στήθη καὶ λέγειν · θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.

28.5.36τοῦ δὲ αἴροντος τοὺς ὀφθαλμοὺς ἄνω καὶ ἐπαίροντος αὐτοὺς καθηκόντως εἰς οὐρανὸν ἂν εἴη καθῆκον καὶ τὸ ἐπαίρειν ὁσίους χεῖρας, μάλιστα ὅτε χωρὶς ὀργῆς καὶ διαλογισμοῦ ἀναπέμπει τὴν εὐχήν.

28.5.37οὕτω γὰρ καὶ τῶν ὀφθαλμῶν αἰρομένων ἄνω διὰ τῆς ἐννοίας καὶ τῆς θεωρίας, καὶ τῶν χειρῶν ἐπαιρομένων ἐν πράξεσιν ἐπαιρούσαις καὶ ὑψούσαις τὴν ψυχήν, ὡς ἐπῆρεν Μωσῆς τὰς χεῖρας, ὥστ’ἂν εἰπεῖν · ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή · Ἀμαληκῖται μὲν καὶ πάντες οἱ ἀόρατοι ἐχθροὶ ἡττηθήσονται, οἱ ἐν ἡμῖν δὲ Ἰσραηλῖται λογισμοὶ νικήσουσιν.

28.5.38τοσαῦτα καὶ εἰς τὸ Ἀησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν κατὰ τοῦτο φανέντα ἡμῖν ἀκόλουθα.

28.6

28.6.39εἴπερ τοῖς ἀξίοις τῶν ἐν σαρκὶ ζώντων καὶ μὴ κατὰ σάρκα στρατευομένων εὐχομένοις τοιαύτη τις λέγεται ὑπὸ θεοῦ περὶ τῆς εὐχῆς αὐτῶν ἐπαγγελία · καὶ ἔτι λαλοῦντός σου ἐρῶ · ἰδοὺ πάρειμι · τί χρὴ νομίζειν ἐπὶ τοῦ σωτῆρος καὶ κυρίου πρὶν λαλῆσαί σε ἐρῶ · ἰδοὺ πάρειμι; ἅμα γὰρ ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν.

28.6.40τί δὲ εἶπεν; εἰ οἷόντέ ἐστιν ὡς ἐν τοιούτοις στοχάσασθαι ἀκολούθως τῷ πρὶν λαλῆσαί σε ἐρῶ · ἰδοὺ πάρειμι, ἂν εἴη πλεῖον τὸ πρὸς τὸν σωτῆρα λεγόμενον παρὰ τὸ ἐν τῇ πρὸς τοὺς δικαίους ἐπαγγελίᾳ γεγραμμένον · ἔτι λαλοῦντός σου ἐρεῖ · ἰδοὺ πάρειμι.

28.6.41τί οὖν εἶπεν; προέθετο μὲν εἰπεῖν εὐχήν · προλαβόντος δὲ τὴν εὐχὴν αὐτοῦ τοῦ εἰπόντος ἂν αὐτῷ · πρὶν λαλῆσαί σε ἐρῶ · ἰδοὺ πάρειμι ἀντὶ τῆς κατὰ πρόθεσιν ἂν λεχθείσης εὐχῆς λέγει τὴν ἐπὶ τῷ προλαβόντι τὴν εὐχὴν εὐχαριστίαν · καὶ ὡς ἐπακουσθεὶς ἐφ’οἷς ἐνενόησεν μέν, οὐ προήνεγκεν δὲ ἐν τῷ εὔχεσθαι, φησί · πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου.

28.6.42ἔμελλεν οὖν εὔχεσθαι περὶ τῆς Λαζάρου ἀναστάσεως, καὶ προλαβὼν αὐτοῦ τὴν εὐχὴν μόνος ἀγαθὸς θεὸς καὶ πατὴρ ἤκουσεν τῶν μελλόντων λέγεσθαι ἐν τῇ εὐχῇ, ἐφ’οἷς ἐν ἐπηκόῳ τοῦ περιεστηκότος αὐτὸν ὄχλου ἀναπέμπει ἀντὶ εὐχῆς εὐχαριστίαν σωτήρ, δύο ἅμα ποιῶν, καὶ εὐχαριστῶν ἐφ’οἷς ἔτυχεν περὶ τοῦ Λαζάρου, καὶ πιστοποιῶν τὸν περιεστηκότα αὐτὸν ὄχλον · ἐβούλετο γὰρ αὐτοὺς παραδέξασθαι ὡς ἄρα ἀπὸ θεοῦ ἀπεσταλμένος τῷ βίῳ ἐπιδεδήμηκεν.

28.6.43ἔγνω δὲ ἐπακουσθείς, ἐπείπερ πνεύματι εἶδεν ὅτι ἀπεκατέστη τοῦ Λαζάρου ψυχὴ ἐπὶ τὸ σῶμα αὐτοῦ, ἀναπεμφθεῖσα ἀπὸ τοῦ χωρίου τῶν ψυχῶν.

28.6.44οὐ γὰρ νομιστέον ὅτι ψυχὴ τοῦ Λαζάρου παρῆν τῷ σώματι μετὰ τὴν ἔξοδον, καὶ ὡς παροῦσα ταχέως ἤκουσεν κράξαντος Ἰησοῦ καὶ εἰπόντος · Λάζαρε, δεῦρο ἔξω. εἴπερ τις τοῦτο περὶ τῆς Λαζάρου ψυχῆς ὑπολαμβάνει καὶ προσίεται τὸ περὶ τῆς ἀπαλλαγείσης ψυχῆς σώματος ἄτοπον, ὡς παρακαθεζομένης τῷ νεκρῷ, λεγέτω πῶς ἠκούσθη Ἰησοῦς ἀπὸ τοῦ πατρός, μένοντος ἔτι νεκροῦ τοῦ Λαζάρου σώματος, καὶ τῆς ψυχῆς κεχωρισμένης μέν, ὡς οἰηθείη ἄν τις τῶν τοῦτο λεγόντων, παρακαθεζομένης δὲ τῷ σώματι.

28.6.45ἵνα γὰρ τοῦτο συγχωρηθῇ, οὐκ ἂν ἠκοῦσθαι εἴποιμεν τὸν Ἰησοῦν μέλλοντα ἀκούεσθαι ὅτε ψυχὴ ἐνοικίζετο τῷ σώματι · τὸ παραπλήσιον δ’οἶμαι γεγονέναι καὶ ὅτε τὴν τοῦ ἀρχισυναγώγου ἀνέστησεν θυγατέρα, περὶ τούτου εὐξάμενος · ᾔτησεν γὰρ ἐπανελθεῖν τὴν ψυχὴν καὶ ἐνοικισθῆναι πάλιν τῷ σώματι.

28.6.46εἰ δὲ καὶ περὶ τοῦ ἐκκομιζομένου υἱοῦ τῆς χήρας τὸ ὅμοιόν ἐστιν μή, καὶ αὐτὸς ζητήσεις, ἵν’εὕρῃς τὸ ἀκόλουθον τοῖς κατὰ τοὺς τόπους ὅλους · ἡμῖν γὰρ οὐ καθήκει τηλικαύτας ποιεῖσθαι παρεκβάσεις.

28.6.47τάχα δὲ καὶ εἶδεν τηλικοῦτος Ἰησοῦς καὶ τὴν ψυχὴν αὐτὴν τοῦ Λαζάρου, ἤτοι ἀγομένην ὑπὸ τῶν τεταγμένων ἐπὶ τούτοις ὑπ’αὐτοῦ τοῦ πατρικοῦ βουλήματος ἐπακούσαντος τῷ Ἰησοῦ, καὶ ἰδὼν αὐτὴν εἰσιοῦσαν διὰ τοῦ τόπου, ὅθεν ἤρθη λίθος, εἶπεν · πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου.

28.6.48ἀλλ’ἐπεὶ πρὸ τούτου καὶ περὶ ἄλλων μυρίων ᾔτησεν καὶ ἔτυχεν, διὰ τοῦτο οὐ μόνον ἐπὶ τῷ Λαζάρῳ ἀλλὰ καὶ ἐπὶ τοῖς προτέροις εὐχαριστεῖ, φάσκων ἐπὶ μὲν τῷ Λαζάρῳ · πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου · ἐπὶ δὲ τοῖς προτέροις · ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις, καὶ τοῦτο πᾶν, φησίν, εἶπον διὰ τὸν περιεστῶτα ὄχλον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. ταῦτα μὲν ὡς πρὸς τὸ ῥητὸν καὶ τὴν ἀνάστασιν τοῦ Λαζάρου ἀποδεδώκαμεν.

28.6.49 δὲ κατὰ τὸν τόπον ἀναγωγὴ ἐκ τῶν προαποδεδομένων οὐ δυσχερής · ᾔτησεν γὰρ τὸν μετὰ τὴν πρὸς αὐτὸν φιλίαν ἡμαρτηκότα καὶ νεκρὸν γενόμενον τῷ θεῷ δυνάμει θείᾳ παλινδρομῆσαι ἐπὶ τὴν ζωήν, καὶ ἔτυχεν, καὶ εἶδεν ἐν τῷ τοιούτῳ ζωτικὰ κινήματα, ἐφ’οἷς εὐχαριστεῖ τῷ πατρί.

28.6.50περιέστηκεν δὲ ὄχλος τὸν τοιοῦτον νεκρὸν μηδέπω πιστευόντων ὅτι Ἰησοῦν ἀπέστειλεν θεὸς καὶ ὅτι λόγος οὗτος θεόθεν ἀνθρώποις ἐπιδεδήμηκεν. καὶ περιεστώς γε οὗτος ὄχλος ἐθαύμασεν ὅτι δυσώδης ἀπὸ τῶν πρὸς θάνατον ἁμαρτημάτων τις γεγενημένος καὶ ἀποθανὼν τῇ ἀρετῇ ἐπαλινδρόμησεν ἐπ’αὐτήν · καὶ θαυμάσας πιστεύσαι ἄν ποτε τῷ ζωοποιήσαντι αὐτὸν λόγῳ, ὡς θεόθεν ἀνθρώποις ἐπιδημήσαντι.

28.7

28.7.51 Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ ἔτι μέλλων εὔχεσθαι ἐπηκούσθη, καὶ ἀντὶ εὐχῆς εὐχαρίστησεν, κατανοήσας τὴν Λαζάρου ψυχὴν εἰσελθοῦσαν εἰς τὸ σῶμα καὶ δεομένην τῆς ἀπὸ προστάξεως Ἰησοῦ γενησομένης αὐτῷ εὐτονίας πρὸς τὸ ἐξελθεῖν ἀπὸ τοῦ μνημείου.

28.7.52διὸ μετὰ τὴν πρὸς τὸν πατέρα εὐχαριστίαν μεγάλῃ ἐχρήσατο φωνῇ, δύναμιν ἐντιθείσῃ τῷ Λαζάρῳ, μεγάλης χρῄζοντι ὡς οὐδέπω γενομένῳ ὀξυηκόῳ τῆς προκαλουμένης αὐτὸν ἔξω τοῦ μνημείου κραυγῆς.

28.7.53καὶ τοῦτο δὲ νομιστέον ἄξιον εἶναι τοῦ Ἰησοῦ ἔργον, τὸ μὴ μόνον εὔξασθαι ἵνα ζήσῃ νεκρός, ἀλλὰ καὶ ἐμβοῆσαι αὐτῷ καὶ καλέσαι τὸν ἔνδον τοῦ σπηλαίου καὶ τοῦ μνημείου ἐπὶ τὰ ἔξω αὐτοῦ.

28.7.54χρὴ δὲ εἰδέναι ὅτι εἰσίν τινες καὶ νῦν Λάζαροι, μετὰ τὴν φιλίαν Ἰησοῦ ἀσθενήσαντες καὶ ἀποθανόντες καὶ ἐν μνημείῳ καὶ νεκρῶν χώρᾳ μείναντες μετὰ νεκρῶν νεκροί, καὶ μετὰ τοῦτο τῇ εὐχῇ τοῦ Ἰησοῦ ζωοποιηθέντες καὶ ἀπὸ τοῦ μνημείου ἐπὶ τὰ ἔξω αὐτοῦ ὑπὸ Ἰησοῦ τῇ μεγάλῃ αὐτοῦ φωνῇ καλούμενοι · πειθόμενος ἐξέρχεται, τοὺς ἀξίους τῆς νεκρότητος δεσμοὺς ἐκ τῶν προτέρων ἁμαρτημάτων περικείμενος καὶ τὴν ὄψιν περιδεδεμένος ἔτι, καὶ μήτε βλέπων μήτε πορευθῆναι δυνάμενος μήτε τι ἐνεργῆσαι διὰ τοὺς τῆς νεκρότητος δεσμούς, ἕως Ἰησοῦς κελεύσῃ τοῖς λῦσαι αὐτὸν δυναμένοις καὶ ἀφιέναι αὐτὸν ἀπιέναι. καὶ πειράσθω γε πᾶς δυνάμενος λέγειν · δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος χριστοῦ; τοιοῦτος γενέσθαι, ἵνα αὐτῷ Χριστὸς φωνῇ μεγάλῃ εἴπῃ κραυγάσας τῷ μετὰ τὸ ἀποθανεῖν κιρήσαντι μέν, οὐκ ὀξέως δέ, καὶ διὰ τοῦτο δεομένῳ τῆς Ἰησοῦ κραυγῆς τὸ Λάζαρε, δεῦρο ἔξω.

28.7.55καὶ νόμισον εἶναι ἐν ᾅδου μετὰ τῶν σκιῶν καὶ τῶν νεκρῶν καὶ ἐν χώρᾳ νεκρῶν μνημείοις τὸν μετὰ τὸ λαβεῖν ἐπίγνωσιν ἀληθείας καὶ φωτισθέντα, γευσάμενόντε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μέτοχον γενόμενον πνεύματος ἁγίου καὶ καλὸν γευσάμενον θεοῦ ῥῆμα δυνάμειςτε μέλλοντος αἰῶνος, ἀποστατήσαντα τοῦ χριστοῦ καὶ ἐπὶ τὸν ἐθνικὸν παλινδρομήσαντα βίον.

28.7.56ἐπὰν οὖν περὶ τοῦ τοιούτου ἐλθὼν αὐτοῦ εἰς τὸ μνημεῖον καὶ ἔξω αὐτοῦ στὰς Ἰησοῦς εὔξηται καὶ ἐπακουσθῇ, αἰτήσας ἐγγενέσθαι δύναμιν τῇ φωνῇ καὶ τοῖς λόγοις αὐτοῦ, φωνῇ μεγάλῃ κραυγάζει, ἐπὶ τὰ ἔξω τοῦ τῶν ἐθνικῶν βίου καὶ τοῦ μνημείου αὐτῶν καὶ τοῦ σπηλαίου καλῶν γενόμενον οὕτω φίλον.

28.7.57ὅτε ἔστιν ἰδεῖν τὸν ἀκολουθοῦντα τῷ Ἰησοῦ τίνα τρόπον τοιοῦτος ἐξέρχεται μὲν διὰ τὴν Ἰησοῦ φωνήν, ἔτι δὲ σειραῖς τῶν ἰδίων ἁμαρτημάτων δεδεμένος καὶ ἐσφιγμένος, διὰ μὲν τὴν μετάνοιαν καὶ τὸ ἀκηκοέναι τῆς Ἰησοῦ φωνῆς ζῶν, διὰ δὲ τὸ μηδέπω ἀπολελύσθαι τῶν τῆς ἁμαρτίας δεσμῶν μη δὲ ἤδη δύνασθαι ἐλευθέροις ἐπιβαίνειν τοῖς ποσίν, ἀλλὰ μη δὲ ἐνεργεῖν ἀπολελυμένως τὰ διαφέροντα, δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας δεσμοῖς νεκρῶν κειρίαις.

28.7.58καὶ τοιοῦτός γε διὰ τὴν ἐγγενομένην αὐτῷ νεκρότητα πρὸς τοῖς ἐπὶ τῶν χειρῶν καὶ τῶν ποδῶν δεσμοῖς καὶ τὴν ὄψιν τῇ ἀγνοίᾳ κεκάλυπται καὶ περιδέδεται.

28.7.59εἶτ’ἐπεὶ μὴ μόνον ζῆσαι αὐτὸν βεβούληται Ἰησοῦς καὶ ἐν τῷ μνημείῳ μένειν, ἐπὶ τὰ ἔξω τοῦ μνημείου οὗτος ἐλθὼν δέδεται, καθὼς προείρηται, τῆς ζωῆς · καὶ τῷ ἐξεληλυθέναι ἀπὸ τοῦ μνημείου μὴ δύνασθαι, ὅσον δέδεται, λέγει τοῖς δυναμένοις ὑπηρετήσασθαι αὐτῷ Ἰησοῦς · λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν νομίζω ὅτι μὴ συγκαταθέμενος μὲν τῷ περὶ τῆς ἐπιστροφῆς μετὰ τὸ ἡμαρτηκέναι λόγῳ · ἔτι δὲ ἀτονῶν κατ’αὐτὸν βιοῦν, τῷ κατέχεσθαι αὐτοῦ τὰς τῆς ψυχῆς πορευτικὰς καὶ δραστικὰς καὶ θεωρητικὰς δυνάμεις, τοιοῦτος ἐξῆλθεν ἀπὸ τοῦ μνημείου · καὶ ἔτι ἐστὶν δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ὄψις αὐτοῦ σουδαρίῳ περιδέδεται.

28.7.60ἀλλ’ἐπὰν εἰπόντος Ἰησοῦ τοῖς λῦσαι αὐτὸν δυναμένοις, διὰ τὴν πρόσταξιν ὡς δεσπότου τοῦ χριστοῦ, τὸ λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν λυθῇ τοὺς πόδας καὶ τὰς χεῖρας, καὶ ἀποθῆται τὸ ἐπικείμενον αὐτοῦ τῇ ὄψει κάλυμμα ἀφαιρεθέν, πορεύεται τοιαύτην πορείαν, ὥστε φθάσαι αὐτὸν ἐπὶ τὸ ἕνα καὶ αὐτὸν γενέσθαι τῶν συνανακειμένων τῷ Ἰησοῦ.

28.8

28.8.61μετὰ τοῦτο διὰ τὸ ἐξῆλθεν τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις λεκτέον ὅτι διαφορά ἐστι καὶ τῶν δεδεμένων τοὺς πόδας καὶ τὰς χεῖρας, καὶ οὐ ταὐτόν ἐστιν τὴν ἀρχὴν τοῦ δεδέσθαι ἐκ τοῦ νενεκρῶσθαι εἰληφέναι, ὥστε καὶ τοὺς δεσμοὺς ἐπιφέρεσθαι τὸ ὄνομα τῆς νεκρότητος (νῦν γὰρ αἱ κειρίαι νεκρῶν εἰσιν δεσμοί), τῷ τὸ δεδέσθαι κρίσει κυρίου γενέσθαι, τοῦ εἰσελθόντος θεάσασθαι τοὺς ἀνακειμένους καὶ ἰδόντος τὸν μὴ ἐνδεδυμένον ἔνδυμα γάμου, καὶ περὶ αὐτοῦ εἰπόντος · δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας, ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον.

28.8.62ἔστιν δέ τι ἐν τῷ τόπῳ δεόμενον διακρίσεως, ἐν τῷ καὶ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο καὶ ἐν τῷ κάλυμμα ἐπικεῖσθαι τῷ προσώπῳ Μωσέως, ἡνίκα ἐλάλει τῷ λαῷ · τὸ μὲν γὰρ ἐπικείμενον τῇ ὄψει τοῦ Λαζάρου σουδάριον ἐκάλυπτεν αὐτοῦ νενεκρωμένας τὰς ὁράσεις · τὸ δὲ Μωσέως κάλυμμα κατ’οἰκονομίαν ἦν τῷ προσώπῳ αὐτοῦ περικείμενον διὰ τοὺς μὴ χωροῦντας ἀπὸ τοῦ λαοῦ ἐνορᾶν τῇ δόξῃ αὐτοῦ.

28.8.63ζητήσεις δὲ περὶ τοῦ μὴ ἐνδεδυμένου ἔνδυμα γάμου, περὶ οὗ εἴρηται · δήσαντες αὐτὸν ποδῶν καὶ χειρῶν, ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον πότερον εἰσαεὶ μένει δεδεμένος καὶ ἐν τῷ ἐξωτέρω σκότῳ (οὐ γὰρ πρόσκειται τὸ εἰς τὸν αἰῶνα εἰς τοὺς αἰῶνας), λυθήσεταί ποτε.

28.8.64οὐ γὰρ ἐμφαίνεται ἐκ τῆς περὶ αὐτοῦ λέξεως τινὰ περὶ ἀπολύσεως ἐσομένης γεγραμμένα περὶ αὐτοῦ.

28.8.65οὐ δοκεῖ δέ μοι ἀσφαλὲς εἶναι μὴ καταλαβόντα ὁτιποτοῦν, μάλιστα τῷ μὴ γεγράφθαι περὶ αὐτοῦ, ἀποφήνασθαι.

28.8.66ζητήσεις δὲ διὰ τὸ λέγει Ἰησοῦς αὐτοῖς · λύσατε αὐτόν τίσιν αὐτοῖς; οὔτε γὰρ ὅτι μαθηταῖς ἀναγέγραπται οὐθ’ὅτι τῷ περιεστῶτι ὄχλῳ, ἀλλ’οὐ δὲ ὅτι τοῖς μετὰ τῆς Μαρίας οὖσιν Ἰουδαίοις καὶ παραμυθουμένοις αὐτήν · ὑπονοήσαι δ’ἄν τις διὰ τὸ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ καὶ διὰ τὴν κατὰ τὸν τόπον ἀναγωγήν, ὅτι μήποτε κἀκείνοις δύναται εἰρῆσθαι τὸ λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν.

28.9

28.9.67ἔτι ζητῶ εἰ πεπλήρωκεν Ἰησοῦς τὸ ἐπιφερόμενον τῷ Λάζαρος φίλος ἡμῶν κεκοίμηται, τὸ ἀλλὰ πορεύομαι, ἵνα ἐξυπνίσω αὐτόν.

28.9.68ἐφίστημι οὖν μήποτε ἐν τῷ εἰρηκέναι αὐτὸν φωνῇ μεγάλῃ κραυγάσαντα · Λάζαρε, δεῦρο ἔξω ( γὰρ μεγάλη φωνὴ καὶ κραυγὴ οὐκ ἂν ἀτόπως λέγοιτο ἐξυπνικέναι αὐτόν) καὶ ἤδη δύνασθαι ἀποφήνασθαι ἐν τούτῳ μᾶλλον πεπληρῶσθαι τὸ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν, ἤπερ ἐν τῷ τῆς εὐχῆς τοῦ υἱοῦ ἀκούσαντος τὸν πατέρα πεποιηκέναι τὴν Λαζάρου ψυχὴν ἐπανελθεῖν ἐπὶ τὸ ἐν τῷ μνημείῳ ἀποκείμενον αὐτοῦ σῶμα ·

28.9.69εἴποι γὰρ ἄν τις ὅτι μὲν ἀκούσας εὐξαμένου τοῦ υἱοῦ πατὴρ ἐκ νεκρῶν τὸν Λάζαρον ἀνέστησεν · δὲ εἰπὼν φωνῇ μεγάλῃ καὶ κραυγάσας · Λάζαρε, δεῦρο ἔξω ἐπλήρωσεν προεπηγγείλατο · ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν.

28.9.70καὶ τοῦτό γε κατασκευάζων, διαφορὰν διδοὺς τοῦ Λάζαρος φίλος ἡμῶν κεκοίμηται καὶ τοῦ Λάζαρος ἀπέθανεν, ἐρεῖ ὅτι πρὸς μὲν τὸ κεκοίμηται ἐπηγγείλατο εἰπών · ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν · πρὸς δὲ τὸ ἀπέθανεν οὐκ ἀποδέδωκεν τὸ πορεύομαι, ἵνα ἀναστήσω αὐτὸν ἐκ νεκρῶν.

28.9.71ἀλλὰ λύων τὴν ἐν τούτοις δοκοῦσαν εἶναι διαφορὰν καὶ διδοὺς τὴν τοῦ Λαζάρου ἐκ νεκρῶν ἀνάστασιν κοινὸν ἔργον γεγονέναι υἱοῦ τοῦ εὐξαμένου καὶ πατρὸς τοῦ ἐπακούσαντος χρήσεται καὶ τῷ εἰρημένῳ ὑπὸ τοῦ κυρίου πρὸς τὴν Μάρθαν λέγοντος · ἐγώ εἰμι ἀνάστασις καὶ ζωή, παραθήσεται δὲ καὶ τὸ ὥσπερ γὰρ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ υἱὸς οὓς θέλει ζωοποιεῖ.

28.10

28.10.72καὶ τίνα γε οὐκ ἂν κινήσαι πρὸς τὸ πιστεῦσαι τῷ τοῦ Ἰησοῦ κηρύγματι καὶ ἀληθῶς, ὡσπερεὶ ἐκ νεκρότητος καὶ δυσωδίας, τῶν πάνυ ὑπὸ τῆς κακίας καταβεβαπτισμένων, ἀκροτάτῃ μεταβολῇ ἀποσεισαμένων τῇ προστάξει καὶ συνεργείᾳ τοῦ λόγου οὐ μόνον τὴν ἀπὸ τῆς ἁμαρτίας πολλὴν δυσωδίαν ἀλλὰ καὶ τοὺς κατέχοντας δεσμοὺς τὴν πορευτικὴν καὶ τὴν δραστικὴν τῆς ψυχῆς δύναμιν, ἔτι δὲ χωρὶς τούτων καὶ τὴν θεωρητικήν;

28.10.73καταπλαγέντες γὰρ οἱ ἰδόντες τὸν Ἰησοῦν ἐν τοῖς τοιούτοις τοσοῦτον δεδυνημένον, οἱ αὐχοῦντες μὲν περὶ λόγον ἀσχολεῖσθαι θεοῦ, τὸ πλήρωμα δὲ τοῦ λόγου μηδέπω παραδεξάμενοι, καὶ πιστεύσαιεν ἂν μάλιστα ὅσοι ἐληλύθασιν ὡς ἐπὶ νεκρῷ καὶ πάντη ἀπεγνωσμένῳ καὶ αὐτοὶ ἀπογνόντες τὸν τοιοῦτον, παραμυθήσασθαι τὴν ἐπὶ τῇ ἐκπτώσει τοῦ ἀδελφοῦ ὀδυνωμένην · δι’οὓς τάχα πλέον διὰ τὸν ταῦτα παθόντα ἐλθὼν ἐπὶ τὸ σπήλαιον τοῦ νεκροῦ ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν · πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου.

28.10.74ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις. ὅτι γὰρ διὰ τούτους μᾶλλον τὸν Λάζαρον ταύτην ἀνεφθέγξατο πρὸς τὸν πατέρα τὴν εὐχαριστίαν δῆλον ἐκ τοῦ ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.

28.10.75ἐπραγματεύσατο οὖν περὶ τοῦ Λαζάρου διὰ τὸν περιεστῶτα ὄχλον, ἵν’οἱ πολλοὶ τῶν Ἰουδαίων ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἐποίησεν πιστεύσωσιν εἰς αὐτόν.

28.11

28.11.76ἀλλὰ ἄκουε καὶ περὶ τούτων, μὴ μόνον σωματικώτερον · τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπον αὐτοῖς ἐποίησεν Ἰησοῦς.

28.11.77ἔχει μέν τι λέξις ἀμφίβολον, πότερον οἱ ἀπελθόντες πρὸς τοὺς Φαρισαίους καὶ εἰπόντες αὐτοῖς ἐποίησεν Ἰησοῦς ἀπὸ τῶν πολλῶν Ἰουδαίων ἦσαν, τῶν θεασαμένων ἐποίησεν καὶ πιστευσάντων εἰς αὐτόν, βουλόμενοι καὶ τοὺς ἐχθρῶς διακειμένους πρὸς αὐτὸν δυσωπῆσαι διὰ τῆς περὶ τοῦ Λαζάρου ἀπαγγελίας · οἱ λοιποὶ παρὰ τοὺς πολλοὺς καὶ πιστεύσαντας, ὡς μὴ κινηθέντες ἐκ τοῦ γενομένου εἰς τὴν περὶ Ἰησοῦ πίστιν, ὅτι τὸ ὅσον ἐφ’ἑαυτοῖς καὶ πρὸς […] κατ’αὐτοῦ τοὺς Φαρισαίους τὸν ἐν αὐτοῖς πονηρὸν ζῆλον ἐγείροντες διὰ τῆς περὶ τοῦ Λαζάρου ἀπαγγελίας.

28.11.78καὶ δοκεῖ μοι τοῦτο μᾶλλον βούλεσθαι σημαίνειν εὐαγγελιστής.

28.11.79διὸ καὶ ἐπιφέρεται τὸ συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι καὶ τὰ ἑξῆς. πολλοὺς μὲν οὖν εἶπεν τοὺς διὰ τὸ θεάσασθαι τὰ περὶ τὸν Λάζαρον πιστεύσαντας · ὡσπερεὶ δὲ ὀλιγωτέρους ἔφησεν εἶναι τοὺς μὴ τοιούτους, εἰπών · τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον καὶ τὰ ἑξῆς.

28.11.80πρόσχες δὲ καὶ τοῖς λεχθησομένοις εἰ δύναται ἡμᾶς κινῆσαι πρὸς συγκατάθεσιν, ἐπεὶ μὴ εἴρηται μέν · πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων τῶν ἐλθόντων πρὸς τὴν Μαριὰμ καὶ θεασαμένων ἐποίησεν, ἐπίστευσαν εἰς αὐτόν · γέγραπται δέ · πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἐποίησεν ἐπίστευσαν εἰς αὐτόν.

28.11.81καὶ μάλιστα διὰ τὴν ἀναγωγὴν κινοῦμαι μήποτε πάντες οἱ θεασάμενοι, τουτέστιν θεωρήσαντες καὶ συνέντες ἐποίησεν Ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν · οἱ μέντοι γε ἀπελθόντες πρὸς τοὺς Φαρισαίους καὶ εἰπόντες αὐτοῖς ἐποίησεν Ἰησοῦς ἐπεὶ μὴ μεμαρτύρηνται ὅτι ἐθεάσαντο, μήποτε τὸ ἐν ἐπαίνῳ λεγόμενον περὶ τῶν πιστευσάντων οὐκ ἔσχον, τὸ ἐθεάσαντο.

28.11.82ἐδύνατο γάρ, εἴπερ καὶ οὗτοι ἐθεάσαντο, γεγράφθαι ὅτι τινὲς ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπον αὐτοῖς ἐθεάσαντο πεποιηκότα τὸν Ἰησοῦν, ἐθεάσαντο καὶ ἐποίησεν Ἰησοῦς.

28.11.83νυνὶ δὲ τὸ ἐθεάσαντο ἐπὶ τούτων μὲν οὐδαμῶς εἴρηται, ἐπὶ δὲ τῶν πιστευσάντων, οἵτινες καὶ ἐλθόντες ἦσαν πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἐποίησεν Ἰησοῦς · δι’οὕς, οἶμαι, καὶ εἶπε τὸ ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.

28.11.84ἅμα δὲ καὶ περὶ τούτου πρόσχες εἰ δύνασαι τοὺς ἐλθόντας πρὸς τὴν Μαριὰμ καὶ θεασαμένους ἐποίησεν Ἰησοῦς καὶ πιστεύσαντας εἰς αὐτὸν μόνους λέγειν, ἅτε καὶ πολλοὺς ὄντας, ὅτι οὗτοι ἦσαν περιεστὼς τὸν Ἰησοῦν ὄχλος, δι’ὃν εἶπεν τὸ πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου ·

28.11.85ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις. εἰ γὰρ ταῦτα διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπεν, ἵνα πιστεύσωσιν ὅτι πατὴρ αὐτὸν ἀπέστειλεν, καὶ λέγων διὰ τοῦτο εἶπεν, ἵνα περιεστὼς ὄχλος πιστεύσῃ · οὐκ ἂν δὲ μὴ πιστεύσοντός τινος ἐξ αὐτῶν τῷ πατρὶ ἔλεγεν, ὡσεί τις τῶν τὰ μέλλοντα ἀγνοούντων ἀνθρώπων, ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας · μήποτε οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἐποίησεν καὶ πιστεύσαντες εἰς αὐτόν, μόνοι ἦσαν περιεστὼς τὸν Ἰησοῦν ὄχλος · οἱ δὲ λοιποὶ οὔτε ἐθεάσαντο, ἐποίησεν, οὔτε περιειστήκεισαν αὐτόν.

28.12

28.12.86ὡς πρὸς τὸ ῥητὸν οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ἑώρων ὅτι διὰ τὸ μέγεθος ὧν πεποιήκει τεραστίων δυνάμεων Ἰησοῦς δυνατὸν ἦν καὶ πάντα τὸν λαὸν τῶν Ἰουδαίων ὑπαχθῆναι τῇ εἰς αὐτὸν πίστει καὶ ὑπαχθέντα καταφρονῆσαι τῆς ἐν τῷ τόπῳ σωματικῆς λευϊτικῆς καὶ ἱερατικῆς λατρείας, ὥστ’ἂν πρόφασιν τὸ τοιοῦτον γενέσθαι τοῦ, ἅτε μὴ περιεπόντων τὸν τόπον Ἰουδαίων, Ῥωμαίοις ὑπὸ τοῦ σωτῆρος γενέσθαι καὶ τὸν νομιζόμενον παρ’ἐκείνοις ἱερὸν τόπον καὶ πᾶν τὸ ἔθνος Ἰουδαίων, οὐκέτι παντὶ τρόπῳ τηρεῖν ἐθελόντων τὴν περὶ τοῦ Ἰουδαίους ἑαυτοὺς εἶναι ὁμολογίαν.

28.12.87εἶτ’ἐπεὶ πάντων προέκρινον τὴν λατρείαν καὶ τὸν τόπον καὶ τὴν τοῦ ἔθνους σύστασιν τῶν νομισθέντων ἂν εἶναι κρειττόνων παρὰ ταῦτα, διὰ τοῦτο σκοποῦσιν κατὰ τοῦ Ἰησοῦ ἵνα αὐτὸν μὴ ἐάσωσιν ζῆν.

28.12.88ὡς δ’αὔτως οἶμαι καὶ ἐπὶ καθαιρέσει τῆς δόξης αὐτοῦ εἰρηκέναι τὸ οὗτος ἄνθρωπος · ἠπίστουν γὰρ τοῖς καὶ ἀνωτέρω εἰρημένοις περὶ τοῦ θεὸν αὐτὸν εἶναι, ἡνίκα λιθάζειν αὐτὸν ἐβούλοντο ὡς περὶ βλασφημίας, λέγοντες αὐτῷ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν, ὅτε κατὰ τὴν ἑαυτοῦ φιλανθρωπίαν ἀπεκρίνατο, διδάσκων ὅτι πᾶς πρὸς ὃν λόγος τοῦ θεοῦ ἐγένετο θεὸς λέγεται ὑπὸ τοῦ θεοῦ, μὴ δυναμένης λυθῆναι καὶ καταλυθῆναι τῆς τοῦτο ἀποφηναμένης προφητικῆς γραφῆς.

28.12.89ἔστιν δὲ ἐκ τῶν λεγομένων ἀπὸ τῶν Φαρισαίων καὶ τῶν ἀρχιερέων κατανοῆσαι αὐτῶν καὶ τὸ τῆς κακίας ἀνομολογούμενον καὶ τυφλόν · ἀνομολογούμενον μέν, ὅτι ἐμαρτύρουν αὐτῷ καὶ πολλὰ πεποιηκέναι σημεῖα καὶ δύνασθαι τῷ τοσαῦτα σημεῖα πεποιηκότι ἐπιβουλεῦσαι, ὡς μηδὲν ὑπὲρ ἑαυτοῦ ἐν τῷ ἐπιβουλεύεσθαι δυναμένῳ · τυφλὸν δὲ οὐδὲν ἧττον καὶ αὐτὸ τοῦτο ἦν · κατὰ γὰρ τὸν πολλὰ ποιοῦντα σημεῖα ἦν τὸ κρείττον’εἶναι τῆς ἐπιβουλῆς τῶν ἀφιέναι αὐτὸν μὴ θελόντων · εἰ μὴ ἄρα καὶ ἐπίστευον ὅτι ποιεῖ σημεῖα, καὶ ὑπενόουν αὐτὰ μὴ ἀπὸ θείας γίνεσθαι δυνάμεως · ὥστε διὰ τοῦτο μὴ πάντα αὐτὸν δυνηθῆναι, μη δὲ αὑτὸν ῥύσασθαι ἀπὸ τῆς ἐξ ἐκείνων ἐπιβουλῆς.

28.12.90ἐκεῖνοι μὲν οὖν ἐσκόπουν μὴ ἀφιέναι αὐτόν, οἰόμενοι διὰ τοῦτο ἐμποδίσειν τοῖς πιστεύουσιν εἰς αὐτὸν καὶ Ῥωμαίοις, μέλλουσιν αἴρειν αὐτῶν τὸν τόπον καὶ τὸ ἔθνος.

28.12.91ἀλλ’ἐπεὶ κύριος διασκεδάζει βουλὰς ἐθνῶν καὶ ἀθετεῖ λογισμοὺς λαῶν, οὐδὲν ἧττον καὶ οὐκ ἀφῆκαν αὐτόν, καὶ θεὸς αὐτὸν ἀνέστησεν καὶ ἀφῆκεν καὶ πάντα τὰ ἔθνη ἐδούλευσαν αὐτῷ καὶ ἐλθόντες οἱ Ῥωμαῖοι ἦραν αὐτῶν τὸν τόπον.

28.12.92ποῦ γὰρ φασιν ἐκεῖνοι ἁγίασμα; ἦραν δὲ καὶ τὸ ἔθνος, ἐκβάλλοντες αὐτοὺς ἀπὸ τοῦ τόπου καὶ μόγις ἐπιτρέψαντες αὐτοῖς εἶναι ὅπου βούλονται καὶ ἐν τῇ διασπορᾷ.

28.12.93εἰ δὲ χρὴ τολμῆσαι καὶ εἰς ἀναγωγὴν τῶν κατὰ τὰ ῥήματα ταῦτα, φήσομεν ὅτι τὸν τόπον τῶν ἐκ περιτομῆς ἔλαβον τὰ ἔθνη · τῷ γὰρ ἐκείνων παραπτώματι σωτηρία γέγονεν τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς · εἰς δὲ τὰ ἔθνη Ῥωμαῖοι παρελήφθησαν, ἀπὸ τῶν βασιλευόντων οἱ βασιλευόμενοι ὀνομασθέντες.

28.12.94καὶ τὸ ἔθνος δὲ ὑπὸ τῶν ἐξ ἐθνῶν ἤρθη · γέγονεν γὰρ λαὸς οὐ λαός, καὶ οἱ ἐξ Ἰσραὴλ οὐκέτι εἰσὶν Ἰσραήλ, καὶ τὸ σπέρμα οὐκ ἔφθασεν ἐπὶ τὸ γενέσθαι αὐτοὺς τέκνα · καὶ τούτων αἴτιον τὰ πολλὰ τοῦ Ἰησοῦ σημεῖα, καὶ ὅτι ἀφῆκεν αὐτὸν πατήρ, κρείττονα γενόμενον τῆς τῶν ἀρχιερέων καὶ Φαρισαίων συνεδρευσάντων κατ’αὐτοῦ ἐπιβουλῆς.

28.12.95ἀρχιερεῖς δὲ καὶ πᾶσα σωματικὴ ἐν Ἰουδαίοις λατρεία Φαρισαῖοίτε καὶ πᾶσα κατὰ τὸ γράμμα τοῦ νόμου διδασκαλία ἐπιβουλεύει Ἰησοῦ, τῇ ἀληθείᾳ, καὶ βούλεται τύπος, ἵνα ὑφεστήκῃ, ἐμποδίζειν τῇ φανερώσει τῆς ἀληθείας, καὶ ὥσπερ σὰρξ κατὰ τοῦτο ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος.

28.12.96ἀλλ’ἰσχυρότερον ὂν τὸ ἐπιθυμοῦν κατὰ τῆς σαρκὸς πνεῦμα καὶ ἀληθὴς τοῦ σωτῆρος ἡμῶν ἀρχιερωσύνη καὶ πνευματικὴ αὐτοῦ διδασκαλία διαλύει τὸ τῶν κατ’αὐτοῦ βουλευομένων ἀρχιερέων καὶ Φαρισαίων συνέδριον.

28.12.97ταῦτα δὲ ὑποληπτέον καὶ νῦν γίνεσθαι, ὅπερ ἔστιν ἰδεῖν ἐν τοῖς διὰ τῆς τοῦ σωματικοῦ Ἰουδαϊσμοῦ συστάσεως καταλύειν ἐθέλουσιν τὴν πνευματικὴν Χριστοῦ διδασκαλίαν.

28.13

28.13.98οὐχὶ εἴ τις προφητεύει, προφήτης ἐστὶν ἐκεῖνος. γοῦν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, προεφήτευσεν μὲν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ’ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν, οὐ μὴν καὶ προφήτης ἦν.

28.13.99εἰ δὲ καὶ Βαλαὰμ προεφήτευσεν τὰ ἐν τοῖς Ἀριθμοῖς ἀναγεγραμμένα φάσκων · τὸ ῥῆμα ἐὰν ἐμβάλῃ θεὸς εἰς τὸ στόμα μου, τοῦτο λαλήσω, καὶ εἰπὼν τὰ ἀπὸ τοῦ · ἐκ Μεσοποταμίας μετεπέμψατό με καὶ τὰ ἑξῆς, σαφὲς ὅτι προφήτης οὐκ ἦν ·

28.13.100μάντις γὰρ εἶναι ἀναγέγραπται. εἴ τις μὲν οὖν προφήτης ἐστίν, πάντως προφητεύει · εἰ δέ τις προφητεύει, οὐ πάντως ἐστὶν προφήτης.

28.13.101ὡς εἰ καὶ ἐπὶ ἑτέρου τινὸς τῶν κρειττόνων τοιοῦτον ἔλεγον · εἰ μέν τίς ἐστιν δίκαιος, τὸ δίκαιον διώκει ·

28.13.102οὐ μὴν εἴ τις τὸ δίκαιον διώκει, δίκαιός ἐστιν ἐκεῖνος · ὅπερ συνήσεις ἐπιστήσας τῷ δικαίως τὸ δίκαιον διώξῃ, εἴπερ μὴ μάτην τὸ δικαίως προτέτακται τοῦ τὸ δίκαιον διώξῃ. δυνατὸν γάρ, οἶμαι, τὸ δίκαιον διώκειν ἀλλ’οὐ δικαίως · καὶ γὰρ οἱ ποιοῦντες πρὸς τὸ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων ἔργον καθ’αὑτὸ καθῆκον, φέρε εἰπεῖν, εἰς πένητας, δίκαιον μέν τι πεποιήκασιν, οὐ μὴν ἀπὸ ἕξεως δικαιοσύνης ἀλλ’ἀπὸ κενοδοξίας.

28.13.103οἶμαι δ’ὅτι ἀνάλογον τῷ δικαίως τὸ δίκαιον διώξῃ λέγοιτ’ἄν · σωφρόνως τὸ σῶφρον διώξῃ · καὶ ἀνδρείως τὸ ἀνδρεῖον διώξῃ καὶ σοφῶς τὸ σοφὸν διώξῃ καὶ τὰ ἀνὰ λόγον ἐπὶ τῶν λοιπῶν ἀρετῶν.

28.13.104ταῦτα δ’εἴπομεν ὑπὲρ τοῦ παραβαλεῖν ὅμοιόν τι τῷ προφητεύειν μέν τινα, οὐ μὴν προφήτην εἶναι.

28.13.105διὰ τοῦτο δ’οἶμαι συνεχῶς ἐν ταῖς προφητείαις περὶ τῶν προφητῶν λέγεται τὸ εἶπεν Ἱερεμίας προφήτης καὶ εἴ τι τούτοις ὅμοιον · οἱ δὲ περὶ τὰ ὀνόματα δεινοί φασιν ὅτι οὐχὶ εἴ τις ἰατρικόν τι ἐποίησεν τῶν πρὸς ὑγιείαν συμβαλλομένων ἕν, ἰατρός ἐστιν ἐκεῖνος, οὐ δὲ εἴ τις οἰκοδομικόν τι πεποίηκεν, οἰκοδόμος ἐστὶν ἐκεῖνος.

28.13.106ἐκ δὲ τῶν περὶ τὸν Καϊάφαν ἀναγεγραμμένων, προφητεύσαντα περὶ τοῦ σωτῆρος, ἔστιν σαφηνίσαι ὅτι καὶ μοχθηρὰ ψυχὴ ἐπιδέχεταί ποτε τὸ προφητεύειν.

28.13.107κατηγορεῖται γὰρ τοῦ Καϊάφα μοχθηρία, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου ὅτε σωτὴρ ἡμῶν τὴν ἐν τῷ πάσχειν ὑπὲρ ἀνθρώπων ἐπιτελεῖ οἰκονομίαν, ὑπὸ τῶν εὐαγγελιστῶν · Ματθαῖος μὲν γάρ φησι · τότε πορευθεὶς εἷς τῶν δώδεκα, λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπεν · τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια · καὶ μετ’ὀλίγα · ἰδοὺ Ἰούδας, φησίν, εἷς τῶν δώδεκα ἦλθεν, καὶ μετ’αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.

28.14

28.14.108ἐν τούτοις μὲν οὖν νοοῦμεν εἶναι καὶ τὸν Καϊάφαν τοῖς ἀρχιερεῦσιν, ἐπεὶ μεμαρτύρηται ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου. σαφῶς δὲ μετὰ ταῦτα Ματθαῖός φησιν · οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς τὸν Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν · καὶ μετ’ὀλίγα ἐπιφέρει ·

28.14.109 δὲ ἀρχιερεὺς καὶ τὸ συνέδριον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ, ὅπως θανατώσουσιν αὐτόν · καὶ οὐχ εὗρον, πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο εἶπον · οὗτος ἔφη · δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι. καὶ ἀναστὰς ἀρχιερεὺς εἶπεν αὐτῷ · οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; δὲ Ἰησοῦς ἐσιώπα. καὶ ἀρχιερεὺς εἶπεν αὐτῷ · ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς · εἶ σὺ χριστός, υἱὸς τοῦ θεοῦ; λέγει αὐτῷ Ἰησοῦς · σὺ εἶπας · πλὴν λέγω ὑμῖν, ἀπ’ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. τότε ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων · ἐβλασφήμησεν · τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἰδοὺ νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ. τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπον · ἔνοχος θανάτου ἐστίν. εἶτα πάλιν μεθ’ἕτερα ·

28.14.110καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνετο.

28.14.111καὶ πάλιν μετ’ὀλίγα · οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν.

28.14.112εἶτα μετὰ τὴν ἀνάστασιν τοῦ σωτῆρος πορευομένων Μαρίας τῆς Μαγδαληνῆς καὶ τῆς ἄλλης Μαρίας · ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀνήγγειλαν τοῖς ἀρχιερεῦσιν πάντα τὰ γενόμενα. καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόντε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις λέγοντες · εἴπατε ὅτι οἱ μαθηταὶ αὐτοῦ ἐλθόντες νυκτὸς ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων · κἂν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν.

28.14.113Λουκᾶς δὲ ἀνέγραψεν ὅτι εἰσῆλθεν Σατανᾶς εἰς Ἰούδαν ἐπικαλούμενον Ἰσκαριώθ, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα, καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσι καὶ στρατηγοῖς, ὅπως αὐτὸν παραδῷ αὐτοῖς. εἶτα μετ’ὀλίγα · εἶπεν, φησίν, Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ’αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους · ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων; καὶ μετ’ὀλίγα · συλλαβόντες αὐτὸν ἦγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως · καὶ ἔτι μετ’ὀλίγα · εἱστήκεισαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, εὐτόνως κατηγοροῦντες αὐτοῦ.

28.14.114καὶ πάλιν μετ’ὀλίγα · ὡς ἡμέρα ἐγένετο, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖςτε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν.

28.14.115 δὲ Μάρκος φησὶν ὅτι Ἰούδας Ἰσκαριώτης, εἷς τῶν δώδεκα, προσῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτόν. οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι · καὶ μετ’ὀλίγα · ἔτι τοῦ Ἰησοῦ λαλοῦντος παραγίνεται Ἰούδας Ἰσκαριώτης εἷς τῶν δώδεκα, καὶ μετ’αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν γραμματέων καὶ τῶν Φαρισαίων καὶ πρεσβυτέρων ·

28.14.116καὶ μετ’ὀλίγα · ἀπήγαγον τὸν Ἰησοῦν πρὸς Καϊάφαν τὸν ἀρχιερέα, καὶ συνέρχονται πάντες οἱ ἀρχιερεῖς καὶ γραμματεῖς καὶ πρεσβύτεροι .

28.14.117εἶτα πάλιν μετ’ὀλίγα · ἀναστὰς ἀρχιερεὺς ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων · οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν; δὲ ἐσιώπα καὶ οὐδὲν ἀπεκρίνατο. πάλιν ἀρχιερεὺς ἐπηρώτησεν αὐτὸν ἐκ δευτέρου λέγων · σὺ εἶ χριστὸς υἱὸς τοῦ εὐλογητοῦ; δὲ Ἰησοῦς ἀποκριθεὶς λέγει αὐτῷ · σὺ εἶπας ὅτι ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ. δὲ ἀρχιερεὺς διαρρήξας εὐθέως τοὺς χιτῶνας αὐτοῦ .

28.14.118εἶτα μετ’ὀλίγα · πρωῒ συμβούλιον ἐποίησαν οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ τῶν γραμματέων καὶ ὅλον τὸ συνέδριον, καὶ δήσαντες τὸν Ἰησοῦν ἀπήγαγον εἰς τὴν αὐλὴν καὶ παρέδωκαν Πιλάτῳ . εἶτα μετ’ὀλίγα · κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά, αὐτὸς δὲ οὐδὲν ἀπεκρίνετο .

28.14.119 δὲ Ἰωάννης φησὶν ὅτι ἄγουσι τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον .

28.14.120ταῦτα δὲ ἐπὶ πλεῖον ἐξεθέμεθα ὑπὲρ τοῦ διὰ πολλῶν ἁπάντων τῶν εὐαγγελιστῶν μαρτυριῶν παραστῆσαι τὴν χύσιν τῆς τοῦ Καϊάφα κακίας, καὶ ὅτι κατὰ τοῦ Ἰησοῦ ἀγωνιζόμενος οὐδὲν ἧττον προεφήτευσεν · ὅτι μὲν οὖν προεφήτευσεν, σαφῶς ἐδίδαξεν ἡμᾶς Ἰωάννης.

28.15

28.15.121ζητήσεις δὲ εἰ πάντως, εἴ τις προφητεύει, ἐκ πνεύματος ἁγίου προφητεύει, κἄν τισιν φαίνηται μηδεμιᾶς ζητήσεως ἔχεσθαι τὸ λεγόμενον.

28.15.122πῶς δὲ οὐ ζητήσεως ἄξιόν ἐστιν, εἴγε Δαβὶδ μετὰ τὴν ἐπὶ τοῦ Οὐρίου ἁμαρτίαν εὐλαβούμενος ἀφαιρεθῆναι ἀπ’αὐτοῦ τὸ ἅγιον πνεῦμά φησι · τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ’ἐμοῦ ; εἰ δέ τις προσίεται καὶ τὸ ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων σαφῶς δόξει παρίστασθαι ὅτι φεύγει ἀπὸ τῆς δεδολιωμένης ψυχῆς, κἂν πρότερον τύχῃ πρὸ δόλου καὶ ἁμαρτίας γενόμενον ἐκεῖ, τὸ ἅγιον πνεῦμα.

28.15.123οὕτω δὲ ζητήσεως ἄξιόν ἐστιν τὸ περὶ τοῦ ἁγίου πνεύματος εἰ δύναται εἶναι καὶ ἐν ἁμαρτωλῷ ψυχῇ, ὥστ’ἄν τινα εἰπεῖν ὅτι εἴπερ οὐδεὶς δύναται εἰπεῖν Κύριος Ἰησοῦς εἰ μὴ ἐν πνεύματι ἁγίῳ · πολλοὶ δὲ καὶ τῶν ἁμαρτωλῶν διάκεινται πρὸς τὸν Ἰησοῦν ὡς πρὸς κύριον, καὶ ἐν αὐτοῖς ἂν εἴη τὸ ἅγιον πνεῦμα.

28.15.124καὶ τάχα ἐπεὶ οἱ μετὰ τὸ τυχεῖν αὐτοῦ ἁμαρτάνοντες οὐκ ἂν τυγχάνοιεν ἀφέσεως, διὰ τοῦτο λέγεται περὶ τῶν πρὸ τοῦ ἁγίου πνεύματός τινι ἡμαρτημένων τὸ πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς υἱοῖς τῶν ἀνθρώπων · περὶ δὲ τῶν μετὰ τὸ τυχεῖν ἁγίου πνεύματος ἐπταικότων τὸ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσας οὐκ ἔχει ἄφεσιν οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι .

28.15.125βλασφημεῖ γὰρ ἔργοις καὶ λόγοις ἁμαρτίας εἰς τὸ παρὸν πνεῦμα ἅγιον καὶ παρόντος αὐτοῦ ἐν τῇ ψυχῇ ἁμαρτάνων.

28.15.126οὕτω δέ τις φήσει εἰρῆσθαι καὶ τὸ ἐν τῇ πρὸς Ἑβραίους τοῦτον ἀναγεγραμμένον τὸν τρόπον · ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας γευσαμένουςτε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου, καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμειςτε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας . πρόσχες γὰρ ἐν τούτοις τὸ μετόχους γενηθέντας πνεύματος ἁγίου .

28.15.127εἰς δὲ τὸ ἐναντίον, ὡς, εἰ καὶ προεφήτευσεν Καϊάφας, οὐδὲν ἧττον οὐκ ἦν πνεῦμα ἅγιον ἐν αὐτῷ, λεχθείη ἂν τὸ οὔπω γὰρ ἦν πνεῦμα, ὅτι Ἰησοῦς οὔπω ἐδοξάσθη .

28.15.128καὶ εἴπερ οὐκ ἦν πνεῦμα οὐ δὲ ἐν τοῖς ἀποστόλοις πρὸ τοῦ Ἰησοῦν δοξασθῆναι, πόσῳ πλέον οὐκ ἦν ἐν τῷ Καϊάφᾳ; ἀναστὰς δὲ σωτὴρ ἐνεφύσησεν τοῖς μαθηταῖς καὶ λέγει αὐτοῖς ·

28.15.129λάβετε πνεῦμα ἅγιον καὶ τὰ ἑξῆς · τολμηρῶς μὲν οὖν τις παραθήσεται τὰ λεχθησόμενα πρὸς τὸ μὴ ἀπὸ ἁγίου πνεύματος προπεφητευκέναι τὸν Καϊάφαν · ὁμῶς δ’οὖν ἐρεῖ ὅτι δύναται καὶ πονηρὰ πνεύματα μαρτυρεῖν τῷ Ἰησοῦ καὶ προφητεύειν περὶ αὐτοῦ μαρτυρεῖν αὐτῷ, ὥσπερ τὸ λέγον · οἴδαμέν σε τίς εἶ, ἅγιος τοῦ θεοῦ καὶ τὰ παρακαλοῦντα αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν καὶ λέγοντα · ἦλθες ἀπολέσαι ἡμᾶς ;

28.16

28.16.130καὶ ἐν ταῖς Πράξεσι δὲ τῶν ἀποστόλων γέγραπται ταῦτα · ἐγένετο πορευομένων ἡμῶν εἰς τὴν προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνα ὑπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη. αὕτη κατακολουθήσασα Παύλῳ καὶ ἡμῖν ἔκραξεν λέγουσα ὅτι οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας .

28.16.131φήσει οὖν τούτοις συγχρώμενος ὅτι οὐδὲν ἀποδεῖ προφητείας τοῦ πύθωνος λόγος, μαρτυρῶν τοῖς ἀποστόλοις καὶ προτρέπων ὡς ἐπὶ ὁδὸν σωτηρίας καταγγελλομένην πιστεύειν τοὺς ἀκούσαντας.

28.16.132ἐπεὶ δὲ καὶ τὰ τοῦ Βαλαὰμ παρεθέμεθα, πρόσχες εἰ δύναται καὶ περὶ αὐτοῦ λέγεσθαι ὅτι οὐ θεόθεν ἐλάλησεν ἀλλ’ἀπὸ ἀγγέλου · ἔστη, γάρ φησιν, ἄγγελος τοῦ θεοῦ ἐν τῇ ὁδῷ ἐνδιαβάλλειν αὐτόν. καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ καὶ οἱ δύο παῖδες αὐτοῦ μετ’αὐτοῦ. καὶ ἰδοῦσα ὄνος τὸν ἄγγελον τοῦ θεοῦ ἀνθεστηκότα ἐν τῇ ὁδῷ, καὶ τὴν ῥομφαίαν αὐτοῦ ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐξέκλινεν ὄνος ἐκ τῆς ὁδοῦ καὶ ἐπορεύετο εἰς τὸ πεδίον. καὶ ἐπάταξεν Βαλαὰμ τὴν ὄνον ἐν τῇ ῥάβδῳ τοῦ εὐθῦναι αὐτὴν ἐν τῇ ὁδῷ · καὶ ἔστη ἄγγελος τοῦ θεοῦ ἐν ταῖς αὔλαξι τῶν ἀμπέλων, φραγμὸς ἐντεῦθεν καὶ φραγμὸς ἐντεῦθεν . εἶτα μετ’ὀλίγα ·

28.16.133 ἰδοῦσα ὄνος τὸν ἄγγελον τοῦ θεοῦ συνεκάθισεν ὑποκάτω Βαλαάμ . καὶ πάλιν μετ’ὀλίγα · εἶπεν αὐτῷ ἄγγελος τοῦ θεοῦ · διατί ἐπάταξας τὴν ὄνον σου τοῦτο τρίτον; καὶ ἰδοὺ ἐγὼ ἐξῆλθον εἰς διαβολήν σου, ὅτι οὐκ εὐθεῖα ὁδός σου ἐναντίον μου · καὶ ἰδοῦσά με ὄνος ἐξέκλινεν ἀπ’ἐμοῦ τοῦτο τρίτον · καὶ εἰ μὴ ἐξέκλινεν ἀπ’ἐμοῦ, νῦν σὲ μὲν ἂν ἀπέκτεινα ἐκείνην δ’ἂν περιεποιησάμην. καὶ εἶπεν Βαλαὰμ τῷ ἀγγέλῳ · κύριε, ἡμάρτηκα, οὐ γὰρ ἠπιστάμην ὅτι σὺ ἀνθέστηκας εἰς συνάντησίν μοι ἐν τῇ ὁδῷ · καὶ νῦν εἰ μή σοι ἀρέσκει, ἀποστραφήσομαι. καὶ εἶπεν ἄγγελος τοῦ θεοῦ πρὸς Βαλαάμ · συμπορεύθητι μετὰ τῶν ἀνθρώπων · πλὴν τὸ ῥῆμα ἐὰν εἴπω πρὸς σὲ τοῦτο φυλάξῃ λαλῆσαι .

28.16.134παρατήρει γὰρ ὅτι ἄγγελός ἐστιν λέγων · τὸ ῥῆμα ἐὰν εἴπω πρὸς σὲ τοῦτο φυλάξῃ λαλῆσαι .

28.16.135ἀλλὰ φήσεις ὅτι μετ’ὀλίγα ἐφάνη θεὸς τῷ Βαλαὰμ καὶ εἶπεν πρὸς αὐτὸν Βαλαάμ · τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. καὶ ἐνέβαλεν θεὸς ῥῆμα εἰς τὸ στόμα Βαλαὰμ καὶ εἶπεν · ἐπιστραφεὶς πρὸς Βαλαὰμ οὕτω λαλήσεις .

28.16.136καὶ σὺ δὲ πρόσχες πῶς ἀμφότερα ἀληθῆ ἐστὶν καὶ τὸ ὑπὸ τοῦ ἀγγέλου λεγόμενον ἐν τῷ ἐὰν εἴπω πρὸς σὲ τοῦτο φυλάξῃ λαλῆσαι · καὶ τὸ ὑπὸ τῆς γραφῆς ἀπαγγελλόμενον ὅτι ἐνέβαλεν θεὸς ῥῆμα εἰς τὸ στόμα Βαλαὰμ καὶ εἶπεν .

28.16.137τὸ δὲ ἐγενήθη πνεῦμα θεοῦ ἐπ’αὐτῷ ὠβελίσαμεν, μήτε αὐτὸ μήτε παραπλήσιόν τι αὐτῷ εὑρόντες ἐν ταῖς λοιπαῖς ἐκδόσεσιν.

28.16.138πάλιντε αὖ μετ’ὀλίγα · συνήντησεν, φησίν, θεὸς τῷ Βαλαὰμ καὶ ἐνέβαλεν ῥῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν · ἀποστράφηθι πρὸς Βαλαὰκ καὶ τάδε λαλήσεις .

28.17

28.17.139εἰς ταῦτα δὲ πάντα ἀποτολμῶν φήσει ὅτι καὶ ἐπὶ τοῦ Σαοὺλ εἴρηται · πνεῦμα θεοῦ πονηρὸν ἔπνιγεν αὐτόν . ἀλλὰ καὶ πνεῦμα ψευδὲς ἐξελθὸν γέγονεν ἐν στόματι πάντων τῶν προφητῶν τοῦ Ἀχαάβ, εἰπόντος κυρίου · τίς ἀπατήσει τὸν Ἀχαάβ ; καὶ ἐξελθόντος πνεύματος ψευδοῦς καὶ εἰπόντος · ἐγὼ ἀπατήσω .

28.17.140ταῦτα μὲν οὖν εἰς τοὺς τόπους ἐζητήσθω, δυναμένου τινὸς ἀφ’ἑαυτοῦ τὰ ἀκόλουθα τοῖς ἐκτεθεῖσιν ῥητοῖς σκοπῆσαι περὶ τοῦ πῶς προεφήτευσεν Καϊάφας. μήποτε δὲ καὶ ταῦτα εἰς τὴν προφητείαν αὐτοῦ λεκτέον, ὅτι ἐπεὶ μὴ ἅγιος ἦν, εἰ καὶ προεφήτευσεν, ἀλλ’οὐκ ἀπὸ πνεύματος ἁγίου προεφήτευσεν.

28.17.141ὥσπερ δὲ ζητήσεως ἄξιόν ἐστιν πῶς προεφήτευσεν Καϊάφας, οὕτως καὶ ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν ζητήσεις πῶς προεφήτευσαν οἱ ἄγγελοι τοῦ Σαοὺλ σταλέντες ἐπὶ τὸν Δαβίδ, καὶ μετ’αὐτοὺς Σαούλ.

28.17.142γέγραπται γάρ · καὶ ἀπηγγέλη τῷ Σαοὺλ λέγοντες · ἰδοὺ Δαβὶδ εἰς Αὐὼθ ἐν Ῥαμά. καὶ ἀπέστειλεν Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαβίδ, καὶ εἴδοσαν τὴν ἐκκλησίαν τῶν προφητῶν, καὶ Σαμουὴλ εἱστήκει καθεστηκὼς ἐπ’αὐτῶν.

28.17.143καὶ ἐγενήθη ἐπὶ τοὺς ἀγγέλους Σαοὺλ πνεῦμα κυρίου καὶ προεφήτευσαν καὶ αὐτοί. καὶ ἀπηγγέλη τῷ Σαούλ, καὶ ἀπέστειλεν ἀγγέλους ἑτέρους καὶ προεφήτευσαν καὶ αὐτοί.

28.17.144καὶ ἐθυμώθη ὀργῇ Σαούλ, καὶ ἐπορεύθη εἰς Ἀρμαθαῒμ καὶ ἔρχεται ἕως τοῦ φρέατος τοῦ μεγάλου καὶ ἐν τῇ ὁδῷ ἐς Σωφεῖν, καὶ ἐπηρώτησεν καὶ εἶπεν ·

28.17.145ποῦ Σαμουὴλ καὶ Δαβίδ; καὶ εἶπον · ἰδοὺ εἰς Αὐὼθ Ῥαμά. καὶ ἐπορεύθη ἐκεῖθεν εἰς Αὐὼθ Ῥαμά · καὶ ἐγενήθη ἐπ’αὐτὸν πνεῦμα θεοῦ, καὶ ἐπορεύετο πορευόμενος καὶ προφητεύων ἕως ἐλθὼν εἰς Αὐὼθ Ῥαμά. καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτοῦ καὶ προεφήτευσεν ἐνώπιον Σαμουήλ, καὶ ἔπεσεν γυμνὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα. διὰ τοῦτο ἔλεγον · εἰ καὶ Σαοὺλ ἐν προφήταις ;

28.17.146ἀναγκαίως δὲ νομίζω καὶ ταῦτα παρατεθεῖσθαι ὑπὲρ τοῦ φανῆναι πῶς ἁμαρτωλοὶ προφητεύουσιν, καὶ πότερον ἐξ ἁγίου πνεύματος ἀπὸ ἄλλης δυνάμεως, ὅσον γε ἐπὶ τῷ μαρτυρεῖν τῇ ἀληθείᾳ μὴ ψευδομένης.

28.17.147πάλιντε αὖ ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν εὑρίσκονται οἱ τῶν εἰδώλων μάντεις ὑποδεικνύντες τὰ περὶ τῆς κιβωτοῦ, καὶ ὅτι ἐπὰν βόες πρωτοτοκεύουσαι τὴν ὁδὸν Ἰησοῦ τοῦ Βεθσαμυσαίου πορευθῶσιν, σημαίνουσιν ἀπὸ θεοῦ γεγονέναι τὴν πληγὴν τοῖς Φιλιστιαίοις.

28.17.148οὐ δὲ τὰ περὶ τὴν ἐγγαστρίμυθον καὶ τὸν Σαμουὴλ ἐν τοῖς τόποις τούτοις παρασιωπητέον, ἀφ’ὧν ἔμαθεν Σαούλ, ὅτι τῇ ἑξῆς ἔμελλεν ἅμα τοῖς υἱοῖς ἀναιρεθήσεσθαι ἡμέρᾳ.

28.17.149τὸ δὲ ἀκριβὲς ἐν τοῖς τόποις ὄψεται δυνάμενος διαλαβεῖν περὶ διαφόρων δυνάμεων, χειρόνων καὶ κρειττόνων, εἰ δὲ καὶ εἶέν τινες μεταξύ, καὶ περὶ τούτων.

28.17.150πάλιντε αὖ βουλόμενος ἀπὸ χείρονος δυνάμεως προπεφητευκέναι τὸν Καϊάφαν φήσει ὅτι οὐδὲν παράδοξόν ἐστιν πονηρὰν δύναμιν ταῦτα εἰρηκέναι, ὅπου γε οὐ πάντη ἀγνοῶν καὶ διάβολος εὑρίσκεται τὸν Ἰησοῦν υἱὸν ὄντα θεοῦ ἐν τοῖς ἀναγραφεῖσιν ὑπὸ τῶν εὐαγγελιστῶν εἰρῆσθαι ὑπ’αὐτοῦ πρὸς τὸν κύριον.

28.17.151φήσει δὲ ὅτι καὶ πονηρία τις ἔκκειται τῇ ἐνεργούσῃ δυνάμει ταῦτα προφητεύεσθαι περὶ τοῦ σωτῆρος · σκοπὸς γὰρ ἦν αὐτῇ οὐ τὸ πιστοποιῆσαι τοὺς ἀκροωμένους ἀλλ’ἐρεθίσαι τοὺς ἐν τῷ συνεδρίῳ ἀρχιερεῖς καὶ Φαρισαίους κατὰ τοῦ Ἰησοῦ ἵνα αὐτὸν ἀποκτείνωσιν, ὅπερ οὐκ ἦν κατὰ τὸ ἅγιον πνεῦμα ἐνεργῆσαι.

28.18

28.18.152ὅρα γὰρ εἰ μὴ παροξῦναι βούλεται τοὺς ἀκροωμένους εἴτε Καϊάφας εἴτε τὸ ἐνεργοῦν αὐτὸν προφητεύειν πρὸς τὸ ἀποκτεῖναι τὸν Ἰησοῦν διὰ τοῦ ὑμεῖς οὐκ οἴδατε οὐ δὲ λογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται .

28.18.153ἆρά γε λέγων · συμφέρει ἡμῖν ὅπερ μέρος ἦν τῆς προφητείας αὐτοῦ, ἀληθεύει ψεύδεται; εἰ μὲν γὰρ ἀληθεύει, σώζεται Καϊάφας καὶ οἱ ἐν τῷ συνεδρίῳ κατὰ τοῦ Ἰησοῦ ἀγωνιζόμενοι, ἀποθανόντος τοῦ Ἰησοῦ ὑπὲρ τοῦ λαοῦ, καὶ τυγχάνουσι τοῦ συμφέροντος · εἰ δὲ ἄτοπον φάσκειν τὸν Καϊάφαν καὶ τοὺς ἐν τῷ κατὰ τοῦ Ἰησοῦ συνεδρίῳ σώζεσθαι καὶ τοῦ συμφέροντος τετευχέναι ἀποθανόντος τοῦ Ἰησοῦ, δῆλον ὅτι οὐχ ἅγιον πνεῦμα ἦν τὸ ταῦτα ἐνεργῆσαν λέγεσθαι · ἅγιον γὰρ πνεῦμα οὐ ψεύδεται.

28.18.154 δὲ βουλόμενος ἀληθεύειν καὶ ἐν τούτῳ τὸ ἐνεργοῦν τὸν Καϊάφαν, λέγω δὲ τῷ φάσκειν · συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ , βαθύτερον ἐξακούσεται τοῦ συμφέρει ἡμῖν διὰ τὸν περὶ τέλους λόγον, καὶ συγχρήσεται τῷ ὅπως χάριτι ( χωρὶς) θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου , καὶ ἐπιστήσει τῷ ὑπὲρ παντός τῷ χωρὶς θεοῦ ὑπὲρ παντός .

28.18.155συγχρήσεται δὲ καὶ τῷ ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν · ὅτι δὲ οὗτός ἐστιν ἀμνὸς τοῦ θεοῦ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου , ἰδίως ἀκούων τοῦ αἴρεσθαι τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ οὐχὶ μέρους αὐτοῦ.

28.18.156 δὲ λέγων ἀληθὲς εἶναι τὸ συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ φήσει καὶ ὅλα τὰ κατὰ τὸν τόπον προφητείαν εἶναι ἀληθῆ, ἀρχομένην ἀπὸ τοῦ ὑμεῖς οὐκ οἴδατε οὐδέν · οὐδὲν γὰρ ᾔδεισαν οἱ τὸν Ἰησοῦν μὴ γνωρίζοντες Φαρισαῖοι καὶ ἀρχιερεῖς, ὄντα ἀλήθειαν καὶ σοφίαν καὶ δικαιοσύνην καὶ εἰρήνην.

28.18.157 αὐτὸς γάρ ἐστιν εἰρήνη ἡμῶν . ἀλλὰ καὶ οὐκ ἐλογίζοντο οὗτοι οἱ μηδὲν εἰδότες τίνα τρόπον συνέφερεν καὶ αὐτοῖς ἵνα εἷς οὗτος, καθ’ ἄνθρωπός ἐστιν, ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ ·

28.18.158ἄνθρωπος γάρ ἐστιν ἀποθανὼν Ἰησοῦς. διὸ καὶ αὐτός φησι · νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν λελάληκα .

28.18.159καὶ ἐπεὶ ἄνθρωπος μέν ἐστιν ἀποθανών, οὐκ ἦν δὲ ἄνθρωπος ἀλήθεια καὶ σοφία καὶ εἰρήνη καὶ δικαιοσύνη, καὶ περὶ οὗ γέγραπται · θεὸς ἦν λόγος · οὐκ ἀπέθανεν θεὸς λόγος καὶ ἀλήθεια καὶ σοφία καὶ δικαιοσύνη · ἀνεπίδεκτος γὰρ εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, θανάτου.

28.18.160ὑπὲρ τοῦ λαοῦ δὲ ἀπέθανεν οὗτος ἄνθρωπος, τὸ πάντων ζῴων καθαρώτερον, ὅστις τὰς ἁμαρτίας ἡμῶν ἦρεν καὶ τὰς ἀσθενείας, ἅτε δυνάμενος πᾶσαν τὴν ὅλου τοῦ κόσμου ἁμαρτίαν εἰς ἑαυτὸν ἀναλαβὼν λῦσαι καὶ ἐξαναλῶσαι καὶ ἐξαφανίσαι, ἐπεὶ μὴ ἁμαρτίαν ἐποίησεν οὐ δὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, οὐ δὲ ἔγνω ἁμαρτίαν.

28.18.161κατὰ τοῦτο δ’οἶμαι καὶ τὸν Παῦλον εἰρηκέναι οὕτως · τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ · ἁμαρτίαν γὰρ αὐτὸν ἐποίησεν, μὴ γνόντα ἁμαρτίαν, τῷ μηδὲν αὐτὸν ἡμαρτηκότα τὰς πάντων ἁμαρτίας ἀνειληφέναι, καὶ εἰ δεῖ τολμήσαντα εἰπεῖν, πολλῷ μᾶλλον τῶν ἀποστόλων αὐτοῦ περικάθαρμα αὐτὸν τοῦ κόσμου γεγονέναι καὶ πάντων περίψημα, τῶν εἰπόντων · ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι .

28.19

28.19.162περὶ δὲ τοῦ πολλάκις ἐπικρατούντων τινῶν χαλεπῶν ἐν τῷ τῶν ἀνθρώπων γένει, οἷον λοιμῶν ἐπιβλαβῶν νηνεμιῶν λιμῶν, λύεσθαι τὰ τοιαῦτα, οἱονεὶ καταργουμένου τοῦ ἐνεργοῦντος αὐτὰ πονηροῦ πνεύματος, διὰ τὸ ἑαυτόν τινα ὑπὲρ τοῦ κοινοῦ διδόναι, πολλαὶ φέρονται Ἑλλήνων καὶ βαρβάρων ἱστορίαι, τὴν περὶ τοῦ τοιούτου ἔννοιαν οὐκ ἀποπτυόντων οὐ δὲ ἀποδοκιμαζόντων. πότερον μὲν οὖν ἀληθῆ ἐστιν τὰ τοιαῦτα, μή, οὐ τοῦ παρόντος ἐστὶν καιροῦ μετ’ἐξετάσεως διαλαβεῖν.

28.19.163πλὴν δυνάμενος ὑπὲρ ὅλου τοῦ κόσμου, ἵνα πᾶς κόσμος καθαρθῇ, ἀναδέξασθαι ἐπὶ καθαρσίῳ αὐτοῦ ἀπολομένου ἂν εἰ μὴ ἀνεδέξατο τὸ ὑπὲρ αὐτοῦ ἀποθανεῖν, οὔτε ἱστόρηται πώποτε οὔτε ἱστορηθῆναι δύναται, μόνου Ἰησοῦ τὸ πάντων τῆς ἁμαρτίας φορτίον ἐν τῷ ὑπὲρ τῶν ὅλων χωρὶς θεοῦ σταυρῷ ἀναλαβεῖν εἰς ἑαυτόν, καὶ βαστάσαι τῇ μεγάλῃ αὐτοῦ ἰσχύϊ δεδυνημένου.

28.19.164καὶ γὰρ οὗτος μόνος ἐπιστήμων ἦν τοῦ φέρειν μαλακίαν, ὥς φησιν προφήτης Ἡσαΐας λέγων · ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν .

28.19.165καὶ οὗτός γε τὰς ἁμαρτίας ἡμῶν ἔλαβεν καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν, καὶ ὀφειλομένη ἡμῖν εἰς τὸ παιδευθῆναι καὶ εἰρήνην ἀναλαβεῖν κόλασις ἐπ’αὐτὸν γεγένηται.

28.19.166οὕτω γὰρ ἀκούω τοῦ · παιδεία εἰρήνης ἡμῶν ἐπ’αὐτόν . τάχα δὲ καὶ ἐπεὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν , εἴποιμεν ἂν οἱ ἰαθέντες ἐκ τοῦ σταυροῦ ἐλθόντος αὐτῷ τοῦ μώλωπος τὸ ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ, δι’οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ . τοῦτον τὸν Ἰησοῦν παρέδωκεν πατὴρ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ δι’αὐτὰς ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐνώπιον τοῦ κείραντος ἄφωνος .

28.19.167τούτου ἐν τῇ ταπεινώσει, ἣν ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ , κρίσις ἤρθη · οὕτω γὰρ ἀκούω τοῦ · ἐν τῇ ταπεινώσει κρίσις αὐτοῦ ἤρθη · ὡς εἶναι τὰ ἑξῆς ἐν τῇ ταπεινώσει αὐτοῦ κρίσις ἤρθη . οὗτος δὲ ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ τοῦ θεοῦ ἤχθη εἰς θάνατον.

28.19.168οὐκοῦν ἀπέθανεν ἄνθρωπος οὗτος ὑπὲρ τοῦ λαοῦ, καὶ διὰ τοῦτον οὐχὶ ὅλον τὸ ἔθνος ἀπώλετο.

28.19.169καὶ ἐπίστησον εἰ δύνασαι τὸ μὲν ὄνομα τοῦ λαοῦ λαβεῖν εἰς τοὺς ἐκ περιτομῆς, τὸ δὲ τοῦ ἔθνους εἰς τοὺς λοιπούς.

28.19.170ἀπέθανεν γὰρ οὗτος ἄνθρωπος οὐ μόνον ὑπὲρ τοῦ λαοῦ, ἀλλ’ἵνα καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται, ὡς εἰ ἔλεγεν τὸ χρηματίζον ἔθνος καὶ πάντες οἱ ἐθνικοὶ ἀπόλωνται.

28.20

28.20.171ἑξῆς τούτῳ ἐστὶν τὸ τοῦτο ἀφ’ἑαυτοῦ οὐκ εἶπεν . ἐφ’οὗ μανθάνειν οἶμαι ἡμᾶς ὅτι τινὰ μὲν οἱ ἄνθρωποι ἀφ’ἑαυτῶν λέγομεν, μηδεμιᾶς ἡμᾶς ἐνεργούσης εἰς τὸ λέγειν δυνάμεως, ἕτερα δὲ ὡσπερεὶ ὑπηχούσης καὶ ὑποβαλλούσης δυνάμεώς τινος ἡμῖν τὰ λεγόμενα, κἂν μὴ τέλεον ἐξιστώμεθα καὶ ἀπαρακολουθήτως ἔχωμεν ἑαυτοῖς, ἀλλὰ δοκῶμεν παρακολουθεῖν οἷς λέγομεν.

28.20.172ἐνδέχεται δὲ παρακολουθοῦντας ἡμᾶς ἑαυτοῖς λέγομεν, μὴ παρακολουθεῖν τῷ βουλήματι τῶν λεγομένων · ὥσπερ νῦν Καϊάφας ἀρχιερεὺς καὶ ἀφ’ἑαυτοῦ οὐκ εἶπεν καὶ οὗ εἶπεν τὸν νοῦν ὡς προφητείας λεγομένης οὐκ ἐδέχετο.

28.20.173καὶ παρὰ Παύλῳ δὲ νομοδιδάσκαλοί τινές εἰσιν μὴ νοοῦντες μήτε λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται .

28.20.174ἀλλ’οὐχ σοφὸς τοιοῦτος, περὶ οὗ φησὶν ἐν Παροιμίαις Σολομῶν · σοφὸς νοήσει τὰ ἀπὸ ἰδίου στόματος, ἐπὶ δὲ χείλεσιν φορέσει ἐπιγνωμοσύνην .

28.20.175δοκεῖ δέ μοι ὅτι καὶ περίστασις αἰτία ποτὲ γίνεται τοῦ προφητεύειν, ὥσπερ καὶ νῦν τῷ Καϊάφᾳ τὸ εἶναι αὐτὸν ἀρχιερέα τοῦ ἐνιαυτοῦ ἐκείνου, ἔμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ λαοῦ ἵνα μὴ ὅλον τὸ ἔθνος ἀπόληται · ὄντων γὰρ καὶ ἄλλων ἀρχιερέων, ὡς δῆλον ἐξ ὧν προπαρεθέμεθα, οὐδεὶς προφητεύει τοῦ ἐνιαυτοῦ ἔμελλεν πάσχειν Ἰησοῦς ἀρχιερεύς.

28.20.176περίστασις δὲ προφητεύειν πεποίηκεν καὶ τοὺς Σαοὺλ ἀγγέλους, πεμφθέντας ἐπὶ τὸν Δαβίδ, καὶ αὐτὸν τὸν Σαούλ · οἱονεὶ γὰρ τὸ ζητεῖν αὐτοὺς τὸν Δαβὶδ αἴτιον γέγονεν προφητείας, ἀλλὰ τοιαύτης, ὁποία ἀναγέγραπται.

28.20.177ἀλλὰ καὶ Βαλαὰμ οὐκ ἂν ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν τὸ ἐκ Μεσοποταμίας μετεπέμψατό με καὶ τὰ ἑξῆς · μὴ ἰδὼν τὸν Ἰσραὴλ ἐστρατοπεδευκότα · καὶ ἀεὶ ἄλλο μέρος στρατοπέδου βλέπων ἀπὸ τῆς καινότητος τοῦ βλεπομένου ἐκινεῖτο πρὸς τὸ λέγειν περὶ τοῦ Ἰσραήλ.

28.21

28.21.178ἔμελλε τοίνυν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, ὅπερ ἕτερον ἦν τῶν διεσκορπισμένων τέκνων θεοῦ, ὡς δῆλον ἐκ τοῦ Ἰησοῦς ἔμελλεν ἀποθνήσκειν, οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ’ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν .

28.21.179τίνα δὲ τὰ παρὰ τὸ ἔθνος διεσκορπισμένα τέκνα θεοῦ νῦν καιρὸς ἤδη ζητεῖν. περὶ τούτων δὴ οἱ μὲν τὰς φύσεις εἰσάγοντες τοὺς κατ’αὐτοὺς πνευματικοὺς φήσουσιν εἶναι τὰ τέκνα τοῦ θεοῦ, πνευματικῶς οὐκ ἀνακρίναντες πάντα · τοῦτο γὰρ ἀκολουθεῖ λέγειν τοῖς φύσεις εἶναι οἰομένοις, καὶ παρὰ τὸ τοῦ ἀποστόλου βούλημα ἐννοεῖν τοὺς πνευματικούς, διδάσκοντος ὅτι πνευματικὸς ἀνακρίνει πάντα, καὶ ὑπ’οὐδενὸς ἀνακρίνεται .

28.21.180τούτῳ δὲ ἀκολουθεῖ τὸν μὴ ἀνακρίνοντα πάντα μὴ εἶναι πνευματικόν, μηδέπω εἶναι πνευματικόν.

28.21.181ἀλλὰ καὶ εἴ τις ὑπό τινος ἀνακρίνεται, ἐπεὶ πνευματικὸς ὑπ’οὐδενὸς ἀνακρίνεται, οὐκ ἔστιν πνευματικός, οὐκ ἔστιν πω πνευματικός.

28.21.182μήποτ’οὖν βέλτιον λέγειν ὅτι γίνεταί τις πνευματικός, οὐ πρότερον ὤν, ὅστις ἤδη καὶ κυρίως ἐστὶν υἱὸς θεοῦ.

28.21.183τίνα οὖν ἐστιν τὰ λεγόμενα νῦν τέκνα θεοῦ, εἰ μή εἰσιν οἱ κατὰ τοὺς εἰσάγοντας τὰς φύσεις πνευματικοί , ὥρα σκοπεῖν · καὶ ὅρα εἰ τέκνα θεοῦ διεσκορπισμένα ἕτερα παρὰ τὸ ἔθνος δύνασαι νοεῖν τοὺς ἤδη, ὅτε ταῦτα ἐλέγετο, δικαίους ἐν θεῷ, εἴτε προκεκοιμημένους πατριάρχας προφήτας τινας ἄλλους ἐκλεκτοὺς τοῦ θεοῦ, εἴτε καὶ τοὺς ἤδη τότε ἰσχύοντας · ὡς γὰρ ὑπαρχόντων τῶν ἰσχυόντων καὶ μη δὲ νοσούντων φησίν · οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ’οἱ κακῶς ἔχοντες , καὶ ὡς ὄντων δικαίων λέγει · οὐκ ἐλήλυθα καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν .

28.21.184ἔμελλεν οὖν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ μὲν τοῦ ἔθνους ἵνα μὴ ἀπόληται, ὑπὲρ δὲ τῶν τέκνων τοῦ θεοῦ ὄντων ἐν διασκορπισμῷ, ἵνα συναχθῶσιν εἰς ἓν καὶ ἐν αὐτῷ γενήσωνται μία ποίμνη, εἷς ποιμήν · ὅτε οἶμαι πληροῦσθαι τὴν τοῦ σωτῆρος εὐχὴν λέγοντος · ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν .

28.21.185εἰ δέ τι καὶ βαθύτερόν ἐστιν περὶ Ἰσραὴλ οὐ φύσεως ἀλλὰ γένους εἰπεῖν, περὶ οὗ γέγραπται · υἱὸς πρωτότοκός μου Ἰσραήλ ἐστιν , γενομένου ἐν διασκορπισμῷ, καὶ αὐτὸς ἐπιστήσεις, ὡς εἶναι τούτους τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα, ὑπὲρ ὧν ἔμελλεν ἀποθνήσκειν Ἰησοῦς, ἵνα αὐτὰ συναγάγῃ εἰς ἕν.

28.22

28.22.186οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συναγαγόντες συνέδριον καὶ σκεψάμενοι περὶ τοῦ σωτῆρος ἡμῶν τί αὐτῷ ποιητέον αὐτοῖς, Καϊάφα τοῦ ἀρχιερέως τὰ προεκτεθειμένα εἰπόντος, ὑπὸ τῶν λόγων αὐτοῦ παροξυνθέντες συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν τὸν κύριον.

28.22.187διόπερ ζητήσεις ἀπὸ ποίου πνεύματος προεφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ πότερον τὸ ἅγιον πνεῦμα καὶ ἐν τοιούτῳ ἐνήργησεν καὶ αἴτιον γεγένηται τῆς κατὰ τοῦ Ἰησοῦ συμβουλῆς, οὐκ ἐκεῖνο μὲν οὖν, ἄλλο δὲ τὸ δυνάμενον καὶ ἐν τῷ ἀσεβεῖ λαλῆσαι καὶ τοὺς ὁμοίους ἐκείνῳ κατὰ τοῦ Ἰησοῦ κινῆσαι οὐδὲν ἧττον καὶ ἑώρα τι εἰς τὸν Ἰησοῦν, ὡς κατὰ δύναμιν προεξητάσαμεν.

28.22.188 μέντοι βουλόμενος ἀπολογεῖσθαι περὶ τοῦ ἁγίου πνεύματος δοκοῦντος αἰτίου γεγονέναι ἵνα συμβουλεύσωνται ἀποκτεῖναι τὸν Ἰησοῦν ἐκ τῶν λόγων κινηθέντες τοῦ Καϊάφα οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι φησὶν ὅτι οὐκ ἀλλότριόν ἐστιν τὸ τοιοῦτο ἔργον τῆς ἁγιότητος, ἐπεὶ μη δὲ Ἰησοῦς ἀνάξιον ἑαυτοῦ πεποίηκεν εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐλθὼν τῶν ἐν τῷ Ἰσραὴλ καὶ φάσκων · εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται .

28.22.189ὡς γὰρ δεόμεθα λόγου σοφίας εἰς τὸ ἀπολογήσασθαι πῶς ὁμολογῶν εἰς κρῖμα τῷ κόσμῳ τούτῳ ἐπιδεδημηκέναι οὐκ ἀνάξιον ἑαυτοῦ πεποίηκεν, οὕτως καὶ εἰς τὸ ἐκ τῶν διὰ τοῦ Καϊάφα λόγων τοῦ ἁγίου πνεύματος συμβεβουλεῦσθαι τοὺς ἀρχιερεῖς καὶ τοὺς Φαρισαίους ἵνα ἀποκτείνωσιν τὸν Ἰησοῦν.

28.22.190περὶ μὲν οὖν τοῦ · εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον , ὅσα δεδυνήμεθα ἐν τοῖς εἰς τὸν τόπον ἐξηγητικοῖς εἰρήκαμεν · περὶ δὲ τοῦ νῦν προκειμένου τοιαῦτα ἂν λέγοιτο, ὅτι ὥσπερ τὸν ἱερὸν νοῦν τῶν γραφῶν, ἐπὶ ὠφελείᾳ λεγόμενον τῶν ζητούντων ὑπ’αὐτοῦ ὠφεληθῆναι, οἱ ἐπὶ τὸ χεῖρον παρεκδεχόμενοι, ὥστε καὶ ἀφορμὰς ἔχειν δοκεῖν πρὸς κατασκευὴν ἀσεβοῦς διδασκαλίας τῶν ἀδικίαν εἰς τὸ ὕψος λαλούντων, συκοφαντοῦσιν, οὕτως τὴν περὶ τοῦ σωτῆρος ἡμῶν ὑπὸ τοῦ Καϊάφα γενομένην προφητείαν ἀληθεύουσαν ἐν τῷ συμφέρειν ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται, οὐχ ὑγιῶς ἀκούσαντες οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ἀλλὰ ἄλλον νοῦν νομίσαντες εἶναι καὶ βούλημα τῆς τοῦ Καϊάφα συμβουλῆς, ἀπ’ἐκείνης συνεβουλεύσαντο τῆς ἡμέρας ἵνα ἀποκτείνωσιν τὸν Ἰησοῦν.

28.22.191ταῦτα δέ φημι κατὰ τὸ ἀκόλουθον τῇ περὶ τοῦ ἅγιον εἶναι πνεῦμα τὸ διὰ τοῦ Καϊάφα προφητεῦσαν ἐκδοχῇ, οὐ πάντως συνιστὰς τοῦθ’οὕτως ἔχειν, ἀλλὰ καταλιπὼν καὶ τοῖς ἐντυγχάνουσιν κρίνειν ὁπότερον χρὴ παραδέξασθαι περὶ τοῦ Καϊάφα, καὶ ὡς ὑπὸ πόδας τοῦ πνεύματος κεκινημένου.

28.23

28.23.192ταῦτα καὶ τὰ τούτοις παραπλήσια ἀναγεγράφθαι νομίζω βουλομένου τοῦ λόγου ἐπιστρέφειν ἡμᾶς ἀπὸ τοῦ θερμότερον καὶ ἀλογιστότερον ἐπιπηδᾶν τῷ ἕως θανάτου ἀγωνίζεσθαι περὶ τῆς ἀληθείας καὶ μαρτυρεῖν.

28.23.193καλὸν μὲν γὰρ ἐμπεσόντα τὸν περὶ τοῦ ὁμολογεῖν τὸν Ἰησοῦν ἀγῶνα μὴ ἀναδύεσθαι τὴν ὁμολογίαν, μη δὲ μέλλειν περὶ τὸ ὑπεραποθανεῖν τῆς ἀληθείας.

28.23.194οὐκ ἔλαττον δὲ τούτου καλὸν καὶ τὸ μὴ διδόναι ἀφορμὴν τῷ τηλικούτῳ πειρασμῷ, ἀλλὰ παντὶ τρόπῳ περιΐστασθαι αὐτόν, οὐ μόνον διὰ τὸ περὶ τῆς ἐν αὐτῷ ἐκβάσεως ἄδηλον ἡμῖν, ἀλλὰ καὶ ἵνα μὴ ἡμεῖς πρόφασις γενώμεθα τοῦ ἁμαρτωλοτέροις γενέσθαι καὶ ἀσεβεστέροις τοῖς οὐκ ἂν μὲν τῷ ἔργῳ τοῦ ἡμῶν ἐκκεχύσθαι τὸ αἷμα γενομένοις ἐνόχοις, εἰ τὰ παρ’ἑαυτοὺς ποιοῦντες ἐξεκλίνομεν τοὺς μέχρι θανάτου ἡμῖν ἐπιβουλεύοντας, ἐσομένοις δὲ ἐν πλείονι καὶ βαρυτέρᾳ κολάσει παρ’ἡμᾶς εἰ φιλαυτοῦντες καὶ μὴ καὶ τὰ ἐκείνων σκοποῦντες ἐπιδιδῴημεν αὑτοὺς τῷ ἀναιρεῖσθαι, οὐ τῆς ἀνάγκης εἰς τοῦτο καταλαβούσης.

28.23.195εἴπερ γὰρ καὶ πρόφασίς τινι γενόμενος ἁμαρτίας τῷ αὐτὸς ἐπὶ ταύτην κεκινηκέναι τὸν ἁμαρτάνοντα τίσει δίκας ἐπὶ τοῖς δι’αὐτὸν ἀνθρώπων τινὶ ἡμαρτημένοις, πῶς οὐχὶ καὶ παρὸν ἐκ κλῖναι, ἵνα μὴ δεῖνα προδότης χριστιανοῦ γένηται καὶ ἐπίβουλος τῆς κατὰ τὸν Ἰησοῦν θεοσεβείας, μὴ ἐκκλίνας μὲν καὶ προσπαροξύνας δὲ οὐχὶ καὶ περὶ τῆς ἐκείνου ἁμαρτίας δώσει λόγον, κἂν τὸ ὅσον ἐπὶ τῇ εἰς τὸ μαρτυρεῖν προθυμίᾳ καὶ τῇ εἰς τοῦτο ἀνδρείᾳ τιμῆς καὶ ἀποδοχῆς ἄξιος παρὰ τῷ εὐσεβουμένῳ θεῷ καὶ ὁμολογουμένῳ ὑπ’αὐτοῦ σωτῆρι;

28.23.196ὅτι δὲ ἡμῶν ἕνεκεν τὰ τοιαῦτα γέγραπται, ἵν’ἡμεῖς, παράδειγμα ἔχοντες τὸν Ἰησοῦν, καὶ ἐν τοῖς τοιούτοις αὐτοῦ μιμηταὶ γινώμεθα, παραστήσει λέγουσα γραφή · ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ’αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ὥρα αὐτοῦ .

28.23.197ὡς γάρ, κατὰ τὸ ῥητὸν τοῦτο, διὰ τοῦτο οὐδεὶς ἐπέβαλεν ἐπ’αὐτὸν τὴν χεῖρα παρόντα καὶ μὴ φεύγοντα, ἐπεὶ μήπω ἐληλύθει ὥρα αὐτοῦ, οὕτως καὶ χωρὶς τοῦ ἀναχωρεῖν, ἐν τῷ καιρῷ τοῦ μηδέπω αὐτοῦ ἐφεστηκέναι τὴν ὥραν, οὐκ κατεσχέθημεν ἂν ἡμεῖς.

28.23.198διόπερ ἀκουστέον οὐ μόνον τοῦ ἐὰν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν καὶ τῶν ἑξῆς, ἀλλὰ καὶ ὅτι ἡνίκα συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν τὸν Ἰησοῦν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι, τὸ εὐλόγιστον τηρῶν οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλ’οὐ δὲ εἰς ἄλλην πόλιν ἀνεχώρησεν ὄχλων πεπληρωμένην, ἀλλά τινα ἀνακεχωρηκυῖαν.

28.23.200γέγραπται γάρ · οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραῒμ λεγομένην πόλιν .

28.23.201καὶ οὐ μόνος γε ἐκεῖ ἀπελήλυθεν, ἀλλὰ μηδεμίαν ἀφορμὴν διδοὺς τοῖς ζητοῦσιν αὐτὸν καὶ τοὺς μαθητὰς μεθ’ἑαυτοῦ παρείληφεν καὶ ἐκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν .

28.23.202τοιοῦτόν ἐστιν καὶ τὸ ἐν τῷ κατὰ Ματθαῖον γεγραμμένον, ὅτε ἀκούσας ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν · καὶ καταλιπὼν τὴν Ναζαρέθ, ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν, ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ, καὶ ἐπὶ τὸν καιρὸν δὲ φθάσας τοῦ συλληφθῆναι, ἐτήρησεν ὑπὲρ τοῦ μὴ παρ’ἑαυτὸν τοῦτο παθεῖν μήτε ἐν Ἱεροσολύμοις εὑρεθῆναι μήτε ἐν τῷ ἱερῷ, ἔνθα ἐδίδασκεν πολλάκις, μήτε ἐν ἄλλῳ τοιούτῳ τόπῳ · ἐξῆλθεν γὰρ σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τῶν Κεδρών, ὅπου ἦν κῆπος εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.

28.23.203οὕτω δὲ ἀνεχώρει κατ’ἐκεῖνο καιροῦ καὶ οὐκ ἐδημοσίευεν, ὡς δεῖσθαι τοὺς ἀρχιερεῖς καὶ τοὺς Φαρισαίους, βουλομένους αὐτὸν συλλαβεῖν, τοῦ Ἰούδα, διὰ τὸ μεμαθητεῦσθαι αὐτῷ περιεργαζομένου καὶ τοὺς τόπους τῆς ἀναχωρήσεως αὐτοῦ.

28.23.204διὸ τότε Ἰούδας λαβὼν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας, ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων.

28.23.205κατὰ τοῦτον δὲ τὸν τόπον τοῦ εὐαγγελίου δηλοῦται ὅτι εἰ μὲν ἐβούλετο μὴ ἁλῶναι, οὐκ ἂν κατεσχέθη · κατεσχέθη δὲ ταπεινώσας ἑαυτὸν καὶ γενόμενος ὑπήκοος τοῖς κατέχουσιν καὶ μέχρι τοῦ σταυροῦ.

28.23.206ὁπότε γοῦν ἐξῆλθεν, καὶ λέγει τοῖς ἐλθοῦσιν εἰς τὸν κῆπον · τίνα ζητεῖτε; ἀπεκρίθησαν αὐτῷ · Ἰησοῦν τὸν Ναζωραῖον · καὶ ὡς μὲν εἶπεν αὐτοῖς · ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσον χαμαί.

28.23.207εἶτα μετὰ τοῦτο, ὅτι ἐβουλήθη ἀναδέξασθαι τὴν ἐν τῷ πάθει οἰκονομίαν, πάλιν ἠρώτησεν αὐτούς · τίνα ζητεῖτε; οἱ δὲ εἶπον · Ἰησοῦν τὸν Ναζωραῖον.

28.23.208καὶ μετ’ὀλίγα · σπεῖρα καὶ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν ἑκόντα, καὶ ἔδησαν αὐτὸν παρέχοντα ἑαυτὸν τοῖς δεσμοῖς · εἰ γὰρ μὴ ἐβούλετο παθεῖν, εἶπεν ἂν πάλιν · ἐγώ εἰμι · καὶ ἀπῆλθον ἂν οἱ τοσοῦτοι εἰς τὰ ὀπίσω καὶ πάντες ἔπεσον ἂν χαμαί.

28.23.209ὥσπερ δὲ διὰ τῶν τοιούτων διδάσκει ἡμᾶς ἐν διωγμοῖς καὶ ταῖς καθ’ἡμῶν ἐπιβουλαῖς ἀναχωρεῖν, οὕτως ἐν ἄλλοις εὕροις ἂν καὶ ἀπὸ τῶν νομιζομένων εἶναι ἐν κόσμῳ καλῶν ἀναχωροῦντα, ἵνα καὶ διὰ τούτων διδάξῃ φεύγειν τὰ ἐν κόσμῳ ἀξιώματα καὶ τὰς ἐν αὐτῷ ὑπεροχάς.

28.23.210Ἰησοῦς γάρ ποτε γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτόν, ἵνα ποιήσωσιν βασιλέα, ἀνεχώρησεν εἰς τὸ ὄρος · ἀλλ’οὐ μετὰ τῶν μαθητῶν, ἀλλὰ μόνος, μὴ παρέχων μη δὲ τούτοις ἀφορμὴν φιλοῦσιν αὐτὸν καὶ βουληθεῖσιν ἂν μετὰ τῶν θελόντων ποιῆσαι αὐτὸν βασιλέα, ἵν’ἤδη γένηται καὶ κοσμικῶς αὐτῶν βασιλεύς.

28.24

28.24.211ταῦτα μὲν εἰς τὸ ῥητὸν καὶ τὴν ἀπὸ τοῦ εὐαγγελικοῦ γράμματος περὶ ἀναχωρήσεως διδασκαλίαν. εἰς δὲ τὴν ἀναγωγὴν λεχθείη ἂν τοιαῦτα, ὅτι Ἰησοῦς πάλαι μὲν παρρησίᾳ τοῖς Ἰουδαίοις περιεπάτει ὅτε λόγος τοῦ θεοῦ διὰ προφητῶν αὐτοῖς ἐνεπολιτεύετο · Ἰησοῦ γὰρ ἦν παρρησία τάδε λέγει κύριος · ἀλλὰ νῦν οὐκέτι παρρησίᾳ ἐν τοῖς Ἰουδαίοις Ἰησοῦς περιπατεῖ, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν, καὶ οὐκ ἔστιν θεοῦ λόγος ἐν Ἰουδαίοις, καὶ ἀπελθὼν ἐκεῖθεν (λέγω δὲ ἀπὸ τῶν Ἰουδαίων) εἰς τὴν ἐγγὺς τῆς ἐρήμου ἦλθεν χώραν, περὶ ἧς λέγεται · πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον τῆς ἐχούσης τὸν ἄνδρα, καὶ πρὸς ἣν εἴρηται · εὐφράνθητι στεῖρα οὐ τίκτουσα ·

28.24.212ῥῆξον καὶ βόησον οὐκ ὠδίνουσα. ἔστιν δὲ ἐγγὺς τῆς ἐρήμου πόλις Ἐφραΐμ, εἰς ἣν ἦλθεν Ἰησοῦς, οὐκέτι παρρησίᾳ περιπατῶν ἐν τοῖς Ἰουδαίοις.

28.24.213ἑρμηνεύεται δὲ Ἐφραῒμ καρποφορία, ἀδελφὸς ὢν Μανασσῆ, πρεσβυτέρου τοῦ ἀπὸ λήθης λαοῦ.

28.24.214μετὰ γὰρ τὸν ἀπὸ λήθης λαὸν καταλειφθέντα γεγέννηται ἐξ ἐθνῶν καρποφορία, ὅτε ποταμοὺς μὲν τοὺς ἐν τῷ Ἰσραὴλ ἔθετο θεὸς εἰς ἔρημον καὶ διεξόδους τῶν ἐκεῖ ὑδάτων εἰς δίψαν καὶ γῆν αὐτῶν καρποφόρον εἰς ἅλμην, ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ · ἀπὸ δὲ τῶν ἐθνῶν ἔρημον ἔθετο εἰς λίμνας ὑδάτων, καὶ γῆν ἄνυδρον αὐτῶν γῆν εἰς διεξόδους ὑδάτων.

28.24.215καὶ κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συνεστήσαντο πόλιν κατοικεσίας, τὴν ἐκκλησίαν · ἔνθα ἔσπειρεν ἀγροὺς κατὰ τὸν πεσόντα σπόρον ἐπὶ τὴν καλὴν καὶ ἀγαθὴν γῆν καὶ ποιοῦσαν ἑκατονταπλασίονα, καὶ ἐφύτευσεν ἀμπελῶνας · κλήματα γάρ εἰσιν οἱ κυρίου μαθηταί, οἵτινες καὶ ἐποίησαν καρπὸν γεννήματος · καὶ εὐλόγησεν αὐτοὺς καὶ ἐπληθύνθησαν σφόδρα.

28.24.216ἀλλ’οὐ δὲ τοὺς ἐν τούτοις ἀλογωτέρους μικροὺς εἶναι ἐλογίσατο ἀνθρώπους καὶ κτήνη σώζων κύριος · γέγραπται γάρ ·

28.24.217καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν. καὶ οἱ μὲν Ἰουδαῖοι ὠλιγώθησαν καὶ ἐκακώθησαν ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης · καὶ ἐξεχύθη ἐξουδένωσις ἐπὶ τοὺς διὰ τὸν Ἀβραὰμ ἄρχοντας, καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχὶ ἐν ὁδῷ.

28.24.218μετ’ἐκείνους δὲ θεὸς ἐβοήθησεν τῷ ἀπὸ τῶν ἐθνῶν πένητι λαῷ ἐκ πτωχείας καὶ ἔθετο ὡς πρόβατα πατριάν, οὓς ὄψονται εὐθεῖς ἄγγελοι καὶ εὐφρανθήσονται, καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς.

28.24.219τούτοις δὲ μυστικῶς προφητευομένοις ἐν ἑκατοστῷ ἕκτῳ Ψαλμῷ ἐπιφέρεται · τίς σοφὸς καὶ φυλάξει ταῦτα, καὶ συνήσουσιν τὰ ἐλέη τοῦ κυρίου;

28.24.220ἐλεοῦντος γὰρ τοῦ κυρίου τοὺς ἀπὸ τῶν ἐθνῶν σοφὸς ταῦτα φυλάξει, συνιεὶς τὰ ἐλέη τοῦ κυρίου.

28.24.221οὐκοῦν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιπατεῖ ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν τοῦ ὅλου κόσμου, ἐγγὺς τῆς ἐρήμου ἐκκλησίας, εἰς Ἐφραῒμ τὴν καρποφοροῦσαν λεγομένην πόλιν, κἀκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν.

28.24.222καὶ ἔστιν μέχρι τοῦ δεῦρο μετὰ τῶν μαθητῶν αὐτοῦ Ἰησοῦς ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραῒμ λεγομένην πόλιν · πάρεστιν γὰρ τῇ καρποφορίᾳ.

28.24.223καὶ ἐπὶ τῇ γενέσει γε τοῦ Ἐφραῒμ τούτου εἴποι ἂν γεννήσας αὐτὸν σιτομέτρης ἡμῶν κύριος, ταπεινώσας ἑαυτὸν καὶ γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ · ηὔξησέν με θεὸς ἐν τῇ γῇ τῆς ταπεινώσεώς μου.

28.25

28.25.224οὐ τὸ αὐτὸ νομιστέον εἶναι πάσχα τοῦ κυρίου καὶ πάσχα τῶν Ἰουδαίων · τὸ μὲν γὰρ κατὰ τὸν νόμον πάσχα ἐστὶν τοῦ κυρίου, τὸ δὲ τῶν παρανόμων πάσχα τῶν Ἰουδαίων.

28.25.225διὸ παρατηρητέον πότε λέγεται κυρίου τὸ πάσχα καὶ ἄλλαι ἡμέραι, καὶ πότε οὐ τοῦ κυρίου ἀλλὰ τῶν ἐλεγχομένων ἐπὶ ἁμαρτίαις.

28.25.226οἷον ἐν μὲν τῇ Ἐξόδῳ γέγραπται μεθ’ἕτερα κατὰ τὴν πρώτην περὶ πάσχα ἐντολήν · καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς · πάσχα ἐστὶν κυρίου, καὶ κατὰ τὴν δευτέραν · ἐὰν λέγωσιν πρὸς ὑμᾶς οἱ υἱοὶ ὑμῶν · τίς λατρεία αὕτη ὑμῖν; καὶ ἐρεῖτε · θυσία τὸ πάσχα τοῦ κυρίου, ὡς ἐσκέπασεν τοὺς οἴκους τῶν υἱῶν Ἰσραὴλ ἐν Αἰγύπτῳ.

28.25.227ἐν δὲ τῷ Ἡσαΐᾳ οὐχ ἑαυτοῦ ἀλλὰ τῶν ἁμαρτανόντων φησὶν εἶναι κύριος τὰς νουμηνίας καὶ τὰ σάββατα καὶ νηστείαν καὶ ἀργίαν καὶ ἑορτάς.

28.25.228εἰ δὲ τὰς ἑορτάς, δῆλον ὅτι καὶ τὸ πάσχα · μία γὰρ αὕτη τῶν ἑορτῶν ἐστιν. γέγραπται δὲ οὕτως · τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα ὑμῶν καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι · νηστείαν καὶ ἀργίαν, καὶ τὰς νουμηνίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ψυχή μου. καὶ ἔν τινι δὲ τῶν δώδεκα γέγραπται · μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν.

28.25.229καὶ κατὰ τὴν ἐκκειμένην τοίνυν λέξιν τὸ πάσχα οὐ τοῦ κυρίου ἀλλὰ τῶν Ἰουδαίων ἦν · γὰρ σωτὴρ ἡμῶν ἐν αὐτῷ ἐπεβουλεύετο.

28.25.230καὶ διὰ τοῦτο αὐτῶν οἶμαι τὸ πάσχα εἰρῆσθαι αὐτοῖς προφητικῶς τῷ μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν · ἔργον γὰρ οὐχ ἑορτῆς θεοῦ, ἀλλ’ἐναγὲς ἐν αὐτῷ πεποιήκασιν τὸν Ἰησοῦν ἀποκτείναντες.

28.25.231πλὴν πρὸ τοῦ πάσχα τῶν Ἰουδαίων τούτου πολλοὶ ἀνέβησαν εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας, ἵνα ἁγνίσωσιν ἑαυτούς.

28.25.232προλαβὼν δ’ἂν εἴποιμι ὅτι οὐκ ἐνόουν οἱ πολλοὶ πῶς ἂν ἁγνίσαιεν ἑαυτούς · διόπερ δοκοῦντες ἑαυτῶν πάσχα λατρείαν προσφέρειν τῷ θεῷ, τοσοῦτον ἐδέησαν τοῦ ἁγνίσαι ἑαυτοὺς ὥστε ἐναγέστεροι γενέσθαι οὗ ἦσαν ἐναγεῖς πρὶν ἁγνίσωσιν ἑαυτούς. εἶπον γὰρ τῷ Πιλάτῳ οἱ παραδιδόντες αὐτῷ τὸν Ἰησοῦν Ἰουδαῖοι · ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα · δι’οὓς ἔλεγεν τῷ σωτῆρι · μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ σὸν ἔθνος καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί.

28.25.233καὶ οἱ λέγοντές γε ἀναβεβηκέναι ἵνα ἁγνίσωσιν ἑαυτοὺς ἐκραύγασαν λέγοντες τῷ Πιλάτῳ · μὴ τοῦτον ἀπολύσῃς ἀλλὰ τὸν Βαραββᾶν.

28.25.234ἦν δὲ Βαραββᾶς λῃστής. καὶ πάλιν · ἀπεκρίθησαν οἱ Ἰουδαῖοι · ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ὀφείλει ἀποθανεῖν, ὅτι υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν · καὶ πάλιν · οἱ Ἰουδαῖοι ἐκραύγαζον λέγοντες πρὸς τὸν Πιλάτον · ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος · πᾶς βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι. καὶ πάλιν · ἐκραύγασαν οἱ Ἰουδαῖοι · ἆρον, ἆρον, σταύρωσον αὐτόν.

28.25.235καὶ οἱ ἀναβεβηκότες γε πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτοὺς ἔλεγον ἐν αὐτῷ τῷ πάσχα · οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα . ὅπερ δὲ πρὸς τοὺς μαθητὰς εἶπεν προφητεύων σωτὴρ καὶ λέγων · ἔρχεται ὥρα ὅτε πᾶς ἀποκτείνας ὑμᾶς δόξει λατρείαν προσφέρειν τῷ θεῷ · τοῦτο ἀπ’αὐτοῦ ἀρξάμενον πεπλήρωται.

28.25.236οἱ γὰρ ἀξιώσαντες αὐτὸν ἀποθανεῖν ἐδόκουν λατρείαν προσφέρειν τῷ θεῷ, καὶ ἀναβεβήκεισαν εἰς Ἱεροσόλυμα πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς.

28.25.237 δὲ ἀληθὴς ἁγνισμὸς οὐ πρὸ τοῦ πάσχα ἦν ἀλλ’ἐν τῷ πάσχα, ὅτε Ἰησοῦς ἀπέθανεν ὑπὲρ τῶν ἁγνιζομένων ὡς ἀμνὸς θεοῦ, καὶ ἦρεν τὴν ἁμαρτίαν τοῦ κόσμου.

28.25.238καὶ ἐζήτουν γε οὗτοι οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν, οὐχ ἵνα ὠφεληθῶσιν, ἀλλ’ἵνα αὐτὸν ἀποκτείνωσιν πρὸς οὓς εἶπεν ἄν · νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα ἀπὸ τοῦ θεοῦ .

28.25.239καὶ ἐν αὐτῷ γε τῷ ἱερῷ ἑστηκότες ἔλεγον πρὸς ἀλλήλους περὶ τοῦ Ἰησοῦ · τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν ;

28.25.240ἀλλ’οὐχ ὅπου οὗτοι ἑστήκεισαν ἑόρταζεν Ἰησοῦς, ἀλλ’εἰς τὸ μέγα ἀνάγαιον, τὸ σεσαρωμένον καὶ κεκοσμημένον, ὅπου ἐπιθυμίᾳ ἐπεθύμησεν τὸ πάσχα μετὰ τῶν μαθητῶν φαγεῖν πρὸ τοῦ παθεῖν.

28.25.241εἴποις δ’ἂν ὅτι καὶ νῦν ἑστήκασιν ἐν τῷ ἱερῷ ζητοῦντες τὸν Ἰησοῦν, ἐπερειδόμενοι μὲν ὡς ἱεραῖς ταῖς γραφαῖς, διὰ δὲ τὸ ἀγνοεῖν τὸν ἐληλυθότα ζητοῦντες. τοῦτον μὲν κακολογεῖν, ἕτερον δὲ τούτου Χριστὸν ὁμολογεῖν.

28.25.242πρόσχες δὲ εἰ δύνασαι καὶ ἄλλους Ἰουδαίους λέγειν ἀναβαίνοντας εἰς Ἱεροσόλυμα καὶ ἐρχομένους εἰς τὴν πόλιν τοῦ θεοῦ ἀπὸ τῆς ἔξω Ἱεροσολύμων χώρας, καὶ ἐρχομένους ἵνα ἁγνίσαντες ἑαυτοὺς δυνηθῶσιν, ἡνίκα ἂν τὸ πάσχα τυθῇ Χριστός, ἑορτάζειν μὴ ζύμῃ παλαιᾷ , μὴ ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας .

28.25.243καὶ οἱ τοιοῦτοί γε ζητήσουσιν τὸν Ἰησοῦν ἐν τῷ ἱερῷ ἑστηκότες τῶν γραφῶν καὶ ἐπαπορήσουσιν πρὸς ἀλλήλους, εἰ ἐλεύσεται εἰς τὴν ἑορτὴν Ἰησοῦς.

28.26

28.26.244ὅρα πῶς μεμαρτύρηται ἀνακεχωρηκέναι, ἵνα καὶ ἡμεῖς γινώσκωμεν ἐν καιρῷ τὸ τοιοῦτο ποιεῖν. καὶ πρόσχες γε ὅτι οὐκ ᾔδεισαν ὅπου ἐστὶν οὔτε οἱ ἀρχιερεῖς οὔτε οἱ Φαρισαῖοι, καὶ μὴ εἰδότες διδόασιν ἐντολάς, ἵνα ἐάν τις γνῷ ποῦ ἐστὶν μηνύσῃ αὐτοῖς καὶ συλλάβωσιν αὐτόν.

28.26.245καὶ ἄλλως δὲ φήσεις ὅτι οἱ ἐπιβουλεύοντες τῷ Ἰησοῦ οὐκ οἴδασιν ποῦ ἐστιν.

28.26.246διὸ διδόασιν ἑτέρας παρὰ τὰς τοῦ θεοῦ ἐντολάς, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.

28.26.247καί εἰσιν αὐτῶν αἱ ἐντολαὶ ἃς διδόασιν Φαρισαῖοι καὶ ἀρχιερεῖς, τῶν σωματικῶν τυγχάνοντες Ἰουδαίων, κατὰ τοῦ Ἰησοῦ · βούλονται γάρ τινας μηνῦσαι αὐτοῖς τὸν Ἰησοῦν, ἵνα αὐτὸν ὑποχείριον λαβόντες προδῶσιν.

28.26.248καὶ φήσεις πάντα τὸν περιεργαζόμενον τὰ περὶ τὸν χριστιανισμὸν ἐπὶ τῷ αὐτὸν ἀνατρέπειν καὶ κατηγορεῖν Φαρισαῖόν τινα εἶναι καὶ οὐκ ἀγαθὸν ἀρχιερέα, ἄλλων λόγων διδόντα ἐντολάς, οἷς οἴεται διδάξειν αὑτὸν τὰ περὶ τὸν Ἰησοῦν, ἵνα μηνυθέντα αὐτὸν αὐτῷ πιάσῃ καὶ ὑβρίσας ἀποκτείνῃ.

28.26.249ἀλλὰ γὰρ αὐτάρκη περιγραφὴν εἰληφότος καὶ τοῦ ὀγδόου καὶ εἰκοστοῦ τῶν εἰς τὸ κατὰ Ἰωάννην ἐξηγητικῶν τόμου, αὐτοῦ καταπαύσωμεν τὸν λόγον, ἐν τῷ ἐνάτῳ καὶ εἰκοστῷ, θεοῦ διδόντος, ἀρξόμενοι τῶν ἑξῆς.