Commentary on John, 32
32.1.1ἀπὸ θεοῦ διὰ Ἰησοῦ Χριστοῦ εὐοδούμενοι ἐρχώμεθα τὴν μεγάλην τοῦ εὐαγγελίου ὁδὸν καὶ ζῶσαν ἡμῖν, εἰ καὶ γνωσθείη καὶ ὁδευθείη ὑφ’ἡμῶν, ὡς φθάσαι αὐτῆς καὶ ἐπὶ τὸ τέλος.
32.1.2νῦν μέντοι γε οἱονεὶ δευτέρας καὶ τριακοστῆς παρεμβολῆς ἐν τοῖς λεχθησομένοις ἐπιβῆναι πειρώμεθα · καὶ παρείη γε ἡμῖν ὁ στύλος τῆς φωτεινῆς νεφέλης Ἰησοῦ, προάγων ἡμᾶς ὅτε δεῖ, καὶ ἱστὰς ὅτε χρή, ἕως ὅλον καὶ τῇ ὑπαγορεύσει τῶν εἰς τὸ εὐαγγέλιον, ἱερὲ ἀδελφὲ καὶ θεοῦ ἄνθρωπε Ἀμβρόσιε, διεξέλθωμεν τὸ εὐαγγέλιον, μὴ ἐκκακοῦντες ἀπὸ τοῦ μακροῦ τῆς ὁδοιπορίας μη δὲ ἀποκάμνοντες διὰ τὴν ἡμετέραν ἀσθένειαν, ἀλλ’ἐκβιαζόμενοι κατ’ἴχνη βαίνειν τοῦ στύλου τῆς ἀληθείας.
32.1.3πότερον δὲ βούλεται τὸν νοῦν ἡμῶν τελέσαι διὰ τῶν ὑπαγορεύσεων τὴν ὁδοιπορίαν τῆς ὅλου τοῦ κατὰ τὸν Ἰωάννην εὐαγγελίου γραφῆς ἢ μή, αὐτὸς ἂν εἰδείη ὁ θεός.
32.1.4μόνον καὶ ἐνδημοῦντες ἐν τῷ σώματι καὶ ἐκδημοῦντες αὐτοῦ ἐπὶ τῷ ἐνδημῆσαι πρὸς τὸν κύριον ἔξω τοῦ εὐαγγελίου μὴ βαίνοιμεν, ἵνα καὶ τῶν τοὺς μακαρισμοὺς φερόντων ἔργων καὶ λόγων ἐν τῷ παραδείσῳ τῆς τρυφῆς τοῦ θεοῦ ἀπολαύσωμεν.
32.2.5ἐν ταῖς εἰς τὸ κατὰ Λουκᾶν ὁμιλίαις συνεκρίναμεν ἀλλήλαις τὰς παραβολάς, καὶ ἐζητήσαμεν τί μὲν σημαίνει τὸ κατὰ τὰς θείας γραφὰς ἄριστον, τί δὲ παρίστησιν τὸ κατ’αὐτὰς δεῖπνον.
32.2.6καὶ νῦν τοίνυν λελέχθω, ὅτι ἄριστον μέν ἐστιν ἡ πρώτη καὶ πρὸ τῆς συντελείας τῆς ἐν τῷ βίῳ τούτῳ ἡμέρας πνευματικῆς τοῖς εἰσαγομένοις ἁρμόζουσα τροφή · δεῖπνον δὲ ἡ τελευταία καὶ τοῖς ἤδη ἐπὶ πλεῖον προκεκοφόσι παρατιθεμένη κατὰ λόγον.
32.2.7καὶ ἄλλως δ’εἴποι ἄν τις ἄριστον μὲν εἶναι τὸν νοῦν τῶν παλαιῶν γραμμάτων, δεῖπνον δὲ τὰ ἐναποκεκρυμμένα τῇ καινῇ διαθήκῃ μυστήρια.
32.2.8ταῦτα δὲ ἐν προοιμίῳ λέλεκται ἐξετάζοντι πῶς γινομένου δείπνου ἐγείρεται ὁ Ἰησοῦς ἐκ τοῦ δείπνου, καὶ βαλὼν ὕδωρ εἰς τὸν νιπτῆρα ἄρχεται τοὺς τῶν μαθητῶν νίπτειν πόδας.
32.2.9οἶμαι γὰρ ὅτι οἱ μετὰ τοῦ Ἰησοῦ δειπνοῦντες καὶ ἐν τῇ ἐπὶ τέλει τοῦ βίου τούτου ἡμέρᾳ μεταλαμβάνοντες σὺν αὐτῷ τροφῆς δέονται μὲν καθαρσίου τινός, οὐ μὴν περί τι τῶν πρώτων τοῦ τῆς ψυχῆς, ἵν’οὕτως ὀνομάσω, σώματος, ἀλλ’, ὡς ἂν εἴποι τις, χρῄζουσιν ἀποπλύνασθαι τὰ τελευταῖα καὶ τὰ ἔσχατα καὶ τῇ γῇ ἀναγκαίως ὁμιλοῦντα.
32.2.10καὶ τοῦτο τὸ καθάρσιον πρῶτον μὲν ὑπ’οὐδενὸς ἢ τοῦ Ἰησοῦ μόνου γενέσθαι δύναται, δεύτερον δὲ ὑπὸ τῶν μαθητῶν αὐτοῦ, πρὸς οὓς εἶπεν · “καὶ ὑμεῖς ὀφείλετε τοὺς πόδας ἀλλήλων νίπτειν · ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε”.
32.2.11καὶ ὁ εὐαγγελιστής γε ἐν τούτοις μοι δοκεῖ διεγείρων ἡμῶν τὸν νοῦν ἐπὶ τὸ νοητὸν τῶν κατὰ τὸν τόπον μὴ τετηρηκέναι μὲν σωματικὴν περὶ τοῦ νίψασθαι τὴν ἀκολουθίαν, ὅτε πρὸ τοῦ δείπνου καὶ τῆς ἐπὶ τὸ δειπνεῖν ἀνακλίσεως οἱ δεόμενοι τοῦ νίψασθαι τοὺς πόδας νίπτονται · ὑπερβὰς δὲ τὸν καιρὸν ἐκεῖνον τῷ λόγῳ ἤδη ἀνακλιθέντα τὸν Ἰησοῦν ἐπὶ τὸ δειπνεῖν ἐγηγερκέναι ἐκ τοῦ δείπνου, ἵνα δειπνησάντων ἄρξηται νίπτειν τοὺς πόδας τῶν μαθητῶν ὁ διδάσκαλος καὶ ὁ κύριος.
32.2.12πρὸ μὲν γὰρ τοῦ δείπνου ἦσαν λελουμένοι, καὶ γενόμενοι ὅλοι καθαροὶ κατὰ τὸ “λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν κατέναντι τῶν ὀφθαλμῶν ὑμῶν” καὶ τὰ ἑξῆς · μετὰ δὲ τὸ λουτρὸν ἐκεῖνο ἐδεήθησαν δευτέρου ὕδατος εἰς μόνους τοὺς πόδας, τουτέστιν τὰ κατωτάτω τοῦ σώματος.
32.2.13ἀδύνατον γὰρ οἶμαι μηδὲν ῥυπωθῆναι τῆς ψυχῆς μη δὲ τὰ τελευταῖα καὶ τὰ κατωτάτω αὐτῆς, κα- κἂν ὡς ἐν ἀνθρώποις τέλειός τις εἶναι δοκῇ.
32.2.14οἱ μὲν οὖν πολλοὶ καὶ μετὰ τὸ λουτρὸν κονιορτοῦ τῶν ἁμαρτημάτων πληροῦνται κατὰ τὴν κεφαλὴν ἢ ὀλίγῳ ταύτης κατωτέρω · οἱ δὲ γνησίως τῷ Ἰησοῦ μαθητευθέντες, ὡς φθάσαι καὶ ἐπὶ τὸ συνδειπνεῖν αὐτῷ, μόνους τοὺς πόδας δεομένους ἔχουσιν τῆς ὑπὸ τοῦ λόγου νίψεως.
32.2.15ἐνορῶν δὲ διαφοραῖς ἁμαρτημάτων καὶ κατανοῶν τὰ ὡς μὲν πρὸς τὸ ἀκριβὲς καὶ τὸ ἐρρωμένον τοῦ λόγου ἁμαρτήματα, πρὸς δὲ τοὺς πολλοὺς οὐ δὲ νομιζόμενα εἶναι ἁμαρτήματα, ὄψει τίνα ἐστὶν ἐφ’οἷς δέονται οἱ πόδες τοῦ νίψασθαι ὑπὸ τοῦ Ἰησοῦ.
32.2.16καὶ εἴπερ τοιαῦτά ἐστιν τὰ κατὰ τοὺς πόδας μολύσματα, τί ποιήσωμεν οἱ μηδέποτε ἐπὶ τὸ μετὰ τοῦ Ἰησοῦ δεῖπνον ἐφθακότες, μη δὲ τοὺς πόδας μόνους μεμολυμμένοι; λέγοντος Ἰησοῦ τῷ μὴ εἰδότι τότε Πέτρῳ, ἀλλὰ γνωσομένῳ μετὰ ταῦτα τὸ μυστήριον τῆς νίψεως τῶν ὑπὸ Ἰησοῦ καθαριζομένων ποδῶν τὸ “ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ἐμοῦ”.
32.2.17ὅπερ ζητήσεις τί δηλοῖ · πότερον ὅτι οὐ δ’ὅλως ἔχεις μέρος ἐὰν μὴ νίψω σε ἀγαθόν, ἢ οὐ μετ’ἐμοῦ μὲν τοῦ διδασκάλου καὶ κυρίου μετὰ τῶν ἐλαττόνων δέ μου, ἐν οἷς εἰσιν οἱ μετὰ τὸ λούσασθαι μήτε δειπνήσαντες τὸ μετ’ἐμοῦ δεῖπνον μήτε νιψάμενοι ὑπ’ἐμοῦ τοὺς πόδας, ἢ δειπνήσαντες μέν, οὐ νιψάμενοι δέ.
32.2.18ἐγὼ δ’ἐφίστημι διὰ τὸ “ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω · ἐάν τις ἀνοίξῃ μοι τὴν θύραν, εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ’αὐτοῦ, καὶ αὐτὸς μετ’ἐμοῦ”, μήποτε ὁ Ἰησοῦς οὔτε ἀριστᾷ μετά τινος (οὐ γὰρ δεῖται εἰσαγωγῆς καὶ πρώτων μαθημάτων), οὔτε ἀριστᾷ τις μετ’αὐτοῦ, ἀλλ’ὁ μετ’αὐτοῦ ἐσθίων δειπνεῖ μόνον · “πλεῖον, γάρ φησι, Σολομῶντος ὧδε”, περὶ οὗ γέγραπται · “καὶ ἦν τὸ ἄριστον Σαλομὼν τόδε”, ὃ κατείλεκται ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν.
32.2.19καὶ τοῦτο δὲ τολμήσας εἴποιμ’ἂν ὡς ἀκόλουθον τῷ “ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ἐμοῦ”, ὅτι οὐκ ἔνιψεν τοὺς πόδας τοῦ Ἰούδα, ὅτι ἤδη εἰς τὴν καρδίαν βεβλήκει ὁ διάβολος, ἵνα τὸν διδάσκαλον καὶ κύριον παραδῷ, εὑρὼν αὐτὸν οὐκ ἐνδεδυμένον τὴν πανοπλίαν τοῦ θεοῦ καὶ οὐκ ἔχοντα τὸν τῆς πίστεως θυρεόν, ᾧ δύναταί τις πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι.
32.2.20γεγραμμένου γὰρ τοῦ “τοῦ διαβόλου ἤδη βεβληκότος” ἀκούω ὡς καὶ ἐν ἑβδόμῳ Ψαλμῷ τῆς γραφῆς περὶ τούτου διδασκούσης, ὡς τοξότου καὶ βέλη πεπυρωμένα ἐξεργαζομένου τοῖς μὴ πάσῃ φυλακῇ τηροῦσι τὴν ἑαυτῶν καρδίαν.
32.2.21ἔχει δὲ οὕτως ἡ τοῦ Ψαλμοῦ λέξις · “ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει · τὸ τόξον αὐτοῦ ἐνέτεινεν καὶ ἡτοίμασεν αὐτό · καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη θανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν”.
32.2.22πᾶς μὲν οὖν ὁμολογήσει τὸ “ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβεν πόνον καὶ ἔτεκεν ἀνομίαν”, δύνασθαι ἀναφέρεσθαι ἐπὶ τὸν διάβολον · ἄτοπον δὲ μὴ ὁμοίως τούτῳ καὶ αὐτὰ νομίζειν λέγεσθαι · “ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει · τὸ τόξον αὐτοῦ ἐνέτεινεν καὶ ἡτοίμασεν αὐτό · καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη θανάτου” · σκεύη γὰρ θανάτου ἄλλος οὐδεὶς ἐν τῷ τόξῳ ἑαυτοῦ ᾧ ἐνέτεινεν ἡτοίμασεν ἢ οὗ τῷ φθόνῳ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.
32.2.23ἀπὸ τούτων τοίνυν τῶν βελῶν, ἃ τοῖς καιομένοις ἐξειργάσατο ὁ διάβολος, ἐνέβαλεν εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου, ἤδη βεβλημένου ἐν τῷ δείπνῳ οὐχ ὥστε δὲ ἀρέσεσθαι αὐτῷ, ἐπείπερ ἡ τοῦ δείπνου τούτου τροφὴ καὶ ὁ οἶνος ὁ ἐν αὐτῷ οὐκ ἐδύνατο γενέσθαι ἐν καρδίᾳ ὑπὸ τοῦ διαβόλου βεβλημένῃ βέλει περὶ τοῦ προδοθῆναι τὸν τάχα ἑστιάτορα, ἐπεὶ μὴ σαφῶς ἐν τούτοις φαίνεται τίς ἦν, ὑφ’οὗ τὸ δεῖπνον ἐγίνετο, ὡς ἐν τοῖς πρὸ τούτων · “ἐποίησαν, φησίν, αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ”.
32.2.24ἐπὶ μὲν οὖν τοῦ Ἰούδα γέγραπται τὸ “τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης” · τούτῳ δὲ ἀκολούθως λέγοις ἂν περὶ ἑκάστου τῶν ὑπὸ τοῦ διαβόλου εἰς τὴν καρδίαν τετρωμένων · τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν, ἵνα πορνεύσηται, τοῦ δεῖνα, καὶ ἵνα ἀποστερήσῃ, τοῦ δεῖνα, καὶ ἵνα δοξομανῶν εἰδωλολατρείαν ἀναδέξηται τὴν τῶν δοκούντων εἶναι ἐπ’ἀξιώματος, τοῦ δεῖνα, καὶ οὕτως ἐπὶ τῶν λοιπῶν ἁμαρτημάτων ἅπερ ὁ διάβολος βάλλει εἰς τὴν γυμνὴν τοῦ θυρεοῦ τῆς πίστεως καρδίαν · ἐν ᾧ θυρεῷ πίστεως δύναταί τις οὐχ ἓν οὐ δὲ δύο ἀλλὰ καὶ πάντα τὰ βέλη τοῦ πονηροῦ πεπυρωμένα σβέσαι.
32.3.25ἐγγιζούσης τοίνυν τῆς κατὰ τὸ πάθος οἰκονομίας, ἐφ’ὃ ἔμελλεν αὐτὸν παραδιδόναι Ἰούδας Σίμωνος Ἰσκαριώτης τετρωμένος ὑπὸ τοῦ διαβόλου, δείπνου ἤδη γινομένου · “εἰδώς, φησίν, ὁ Ἰησοῦς, ὅτι πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει, ἐγείρεται ἐκ τοῦ δείπνου”.
32.3.26οὐκοῦν τὰ μὴ πρότερον ὄντα ἐν ταῖς χερσὶν τοῦ Ἰησοῦ δίδοται ὑπὸ τοῦ πατρὸς εἰς τὰς χεῖρας αὐτοῦ, καὶ οὐ τινὰ μὲν τινὰ δ’οὔ, ἀλλὰ πάντα · ὅπερ πνεύματι καὶ ὁ Δαβὶδ βλέπων φησὶ τὸ “εἶπεν ὁ κύριος τῷ κυρίῳ μου · κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου”.
32.3.27καὶ γὰρ οἱ ἐχθροὶ τοῦ Ἰησοῦ μέρος τι τῶν πάντων ἦσαν οὓς ᾔδει, ὅσον ἐπὶ τῇ προγνώσει, δεδόσθαι ἀπὸ τοῦ πατρὸς αὐτῷ ὁ Ἰησοῦς. ἵνα δὲ σαφέστερον θεωρήσωμεν τί ἔστιν τὸ “πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας”, προσχῶμεν τῷ “ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ † κυρίῳ πάντες ζωοποιηθήσονται”.
32.3.28ἀλλ’εἰ καὶ πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ἐν τῷ χριστῷ πάντες ζωοποιηθήσονται, οὐ συγχεῖται ἡ δικαιοσύνη τοῦ θεοῦ καὶ τὸ κατ’ἀξίαν ἕκαστον οἰκονομεῖσθαι · ὅπερ δηλοῦται ἐπιφερομένου τῷ “οὕτως ἐν τῷ χριστῷ πάντες ζωοποιηθήσονται” τοῦ “ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι”.
32.3.29πάλιντε αὖ τὰ διάφορα νοήσεις τάγματα τῶν ἐν Χριστῷ ζωοποιηθησομένων ὅτε πληροῦται τὸ “πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας”, ἐπιστήσας τῷ “ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος”, ὅπερ τέλος μετὰ τοῦ χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ ἐνστήσεται, ὅτε “παραδώσει τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί”, πρότερον καταργήσας “πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν”.
32.3.30ταῦτα δ’οἶμαι ἐστὶν πρὸς ἃ ἡ πάλη, ἵνα μηκέτι ᾖ ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις, πρὸς ἃ ἡ πάλη, καὶ διὰ τοῦτο μηκέτι ὑπάρχῃ πάλη, καταργηθείσης πάσης ἀρχῆςτε καὶ ἐξουσίας καὶ δυνάμεως.
32.3.31κινεῖ δέ με εἰς τὸ τὴν καταργουμένην “πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν” εἶναι τὰ πρὸς ἃ ἡ πάλη τὸ ἐπιφερόμενον παρὰ τῷ Παύλῳ τούτοις τὸ “δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ”. εἶτα · “ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος”.
32.3.32καὶ συνᾴδει γε τῷ “πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας αὐτοῦ”, ὅπερ σαφέστερον ἐκτιθέμενός φησιν ὁ ἀπόστολος · “ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα”.
32.3.33εἰ δὲ ἅπαντα ὑποτέτακται, καὶ τοῦτο δῆλον, ὅτι “ὑποτέτακται πάντα ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα” · καὶ οὗτος περὶ οὗ γέγραπται · “ἐνώπιον κυρίου παντοκράτορος ἐτραχηλίασεν”, τῶν ὑποτασσομένων αὐτῷ ἔσται, νικηθεὶς ἐπὶ τῷ εἶξαι τῷ λόγῳ καὶ ὑποταγῆναι τῇ εἰκόνι τοῦ θεοῦ, καὶ γενέσθαι ὑποπόδιον τῶν Χριστοῦ ποδῶν.
32.3.34τὴν τοίνυν οἰκονομίαν βλέπων ἐπὶ τὸ χρηστὸν τέλος ὁδεύουσαν ἤδη διὰ τὸ “τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης · ᾔδει ὅτι πάντα ἔδωκεν αὐτῷ ὁ πατήρ”, καὶ ἔδωκεν εἰς τὰς χωρούσας τὰ πάντα χεῖρας, ἵνα ᾖ τὰ πάντα αὐτῷ ὑποχείρια, ἢ πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, τουτέστιν εἰς τὰς πράξεις αὐτοῦ καὶ τὰ ἀνδραγαθήματα · “ὁ πατήρ μου, γάρ φησιν, ἕως ἄρτι ἐργάζεται, κα- κἀγὼ ἐργάζομαι”.
32.3.35διὰ τὰ ἐξελθόντα δὲ ἀπὸ τοῦ θεοῦ ἐξῆλθεν ἀπὸ τοῦ θεοῦ, ἔξω γενομένου τοῦ θεοῦ καὶ τοῦ μὴ βουληθέντος προηγουμένως ἐξελθεῖν ἀπὸ τοῦ πατρός, ἵνα ἔλθῃ τὰ ἐξελθόντα εἰς τὰς χεῖρας ὁδῷ καὶ τάξει τοῦ Ἰησοῦ, καὶ οἰκονομηθῇ πρὸς τὸν θεὸν ὑπάγειν ἀκολουθοῦντα αὐτῷ, διὰ τὸ ἀκολουθεῖν αὐτῷ ἐσόμενα πρὸς τὸν θεόν.
32.3.36Πέτρῳ μὲν οὖν εἴρηταί ποτε · “ὅπου ἐγὼ ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσεις δὲ ὕστερον” (ἔτι γὰρ εἶχεν ὁ Πέτρος τὸ μὴ ἐπιτρέπον αὐτῷ ἀκολουθεῖν τῷ λόγῳ ἤδη τότε) ·
32.3.37τὸ δ’ὅμοιον νοεῖν σε δεῖ, ἀλλὰ κατά τινα δικαίαν ἀναλογίαν, λεχθησόμενον πρὸς ἕκαστον τῶν πάντων ὃ ἔδωκεν τῷ υἱῷ ὁ πατὴρ εἰς τὰς χεῖρας · ἑκάστῳ μὲν γὰρ τῶν πάντων λεχθήσεται τὸ “ἀκολουθήσεις δέ μοι ὕστερον”.
32.3.38ἀλλ’εἰ μὴ ἅμα ἀκολουθήσουσιν, οὐκ ἐπὶ τὸν αὐτὸν ἀναφέρεται καιρὸν τὸ ἑκάστῳ τῶν ἀκολουθησόντων αὐτῷ ἁρμόζον τὸ ὕστερον ἐν τῷ “ἀκολουθήσεις δὲ ὕστερον”.
32.3.39καὶ τοῦτό μοι νόει καὶ περὶ πάντων τῶν καταργουμένων, εἴτε ὅταν καταργήσῃ πᾶσαν ἀρχήν, εἴτε πᾶσαν ἐξουσίαν, εἴτε πᾶσαν δύναμιν, καὶ ἁπαξαπλῶς · “ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ · ἔσχατος ἐχθρὸς καταργηθήσεται ὁ θάνατος”.
32.3.40“εἰδὼς οὖν ὁ Ἰησοῦς ὅτι πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει”, καὶ εἰδὼς † ὅσον ἐφ’οἷς κεκινήμεθα, ὡς διηγησάμεθα παριστάντες τὸ φανὲν ἡμῖν εἰς τὸ “ἀπὸ τοῦ θεοῦ ἐξῆλθεν” καὶ εἰς τὸ “πρὸς τὸν θεὸν ὑπάγει”, “ἐγείρεται, φησίν, ἐκ τοῦ δείπνου”, ὅπερ μετὰ τοῦτο κατανοήσωμεν μετὰ τῶν ἑξῆς.
32.3.41καὶ ὅρα εἰ δύνασαι ἐν τούτοις λέγειν ὅτι ἀπεριστάτως μὲν αὐτὸν εὔφρανεν τὸ μετὰ τῶν μαθητῶν δειπνεῖν · περιστατικῶς δὲ καὶ ἀναγκαίως διὰ τοὺς μαθητὰς ἀπὸ τοῦ δείπνου ἐγείρεται, καὶ ἐπὶ ποσὸν τοῦ δειπνεῖν παύεται, ἕως τοὺς τῶν μαθητῶν καθαρίσῃ πόδας, οὐ δυναμένων ἔχειν μέρος μετ’αὐτοῦ, ἐὰν μὴ αὐτὸς αὐτοὺς νίψῃ.
32.4.42τί οὖν λέγεται μετὰ τὸ “ἐγείρεται ἐκ τοῦ δείπνου” κατανοήσωμεν. “τίθησιν, φησί, τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διεζώσατο”.
32.4.43καὶ ἐν τούτοις δὲ εἴποιμεν ἂν τοῖς μὴ βουλομένοις ἀπὸ τῶν ῥητῶν ἀναβαίνειν καὶ νοητῶς νοεῖν τὰ παρατιθέμενα ἐν τούτοις τῆς ψυχῆς βρώματα · τί γὰρ ἐλύπει ἐνδεδυμένον αὐτὸν νίψαι τοὺς πόδας τῶν μαθητῶν;
32.4.44ἀλλὰ μή πως ἐὰν ἴδωμεν ἀξίως τοῦ Ἰησοῦ τὰ ἐνδύματα αὐτοῦ, ἃ περιέκειτο δειπνῶν καὶ εὐφραινόμενος μετὰ τῶν μαθητῶν, ἐννοήσωμεν τίνα κόσμον περίκειται ὁ γενόμενος σὰρξ λόγος.
32.4.45τοῦτον δὲ ἔν τινι ὑφάσματι λέξεων πρὸς λέξεις καὶ φωνῶν πρὸς φωνὰς συνεστηκότα ἀποτίθεται, καὶ γυμνότερος μετὰ δουλικοῦ σχήματος, ὅπερ δηλοῦται διὰ τοῦ “λαβὼν λέντιον διεζώσατο”, γίνεται, ἵνα καὶ μὴ πάντη γυμνὸς ᾖ καὶ μετὰ τὸ νίψαι οἰκειοτέρῳ ὑφάσματι ἀπομάξῃ τοὺς τῶν μαθητῶν πόδας.
32.4.46καὶ ὅρα ἐν τούτοις πῶς ἑαυτὸν σμικρύνει ὁ μέγας καὶ δεδοξασμένος λόγος γενόμενος σάρξ, ἵνα νίψῃ τοὺς πόδας τῶν μαθητῶν · “βάλλει, γάρ φησιν, ὕδωρ εἰς τὸν νιπτῆρα”.
32.4.47Ἀβραὰμ μὲν οὖν ἡνίκα “ἀναβλέψας τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν, καὶ ἰδοὺ ἄνδρες ἱστήκεισαν ἐπάνω αὐτοῦ · καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπεν · κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου” · οὐκ αὐτὸς λαμβάνει ὕδωρ οὐ δὲ ἐπαγγέλλεται νίπτειν τοὺς πόδας αὐτῶν ὡς ξένων ἐλθόντων πρὸς αὐτόν, ἀλλά φησι · “ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν”.
32.4.48ἀλλ’οὐ δὲ Ἰωσὴφ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας τῶν ἕνδεκα ἀδελφῶν, ἀλλ’ὁ ἐπὶ τοῦ οἴκου Ἰωσὴφ ἄνθρωπος “ἐξήγαγεν πρὸς αὐτοὺς τὸν Συμεών, καὶ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας αὐτῶν”.
32.4.49ὁ δὲ εἰπών · “ἦλθον οὐχ ὡς ὁ ἀνακείμενος ἀλλ’ὡς ὁ διακονῶν καὶ δικαίως λέγων τὸ” μάθετε ἀπ’ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ “, αὐτὸς βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα · ᾔδει γὰρ ὅτι οὐδεὶς οὕτω δύναται νίψαι τοὺς πόδας τῶν μαθητῶν, ὡς διὰ τὸ νίψασθαι ἔχειν αὐτοὺς τὴν μερίδα μετ’αὐτοῦ, ὡς αὐτός ·
32.4.50τὸ δὲ ὕδωρ, κατ’ἐμέ, τοιόσδε λόγος ἦν, νίπτων τοὺς πόδας τῶν μαθητῶν, ἐλθόντας ἐπὶ τὸν ὑπὸ τοῦ Ἰησοῦ παρατιθέμενον αὐτοῖς νιπτῆρα.
32.4.51εἶτα ζητῶ τί δήποτε οὐ γέγραπται μὲν τὸ” ἔνιψεν τοὺς πόδας τῶν μαθητῶν “, λέλεκται δὲ τὸ” καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν “.
32.4.52ἆρα γὰρ συνήθειά ἐστιν τοιαύτη τῶν γραφῶν, καθ’ἣν δοκεῖ μὴ εὐλόγως, ὡς πρὸς τὴν τῶν πολλῶν συνήθειαν, προτάσσεσθαι τὸ” ἤρξατο “; ἢ τότε μὲν” ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν “ὁ Ἰησοῦς, οὐ μὴν ἐπαύσατο τότε νίψας αὐτῶν τοὺς πόδας;
32.4.53ὕστερον γὰρ ἔνιψε καὶ ἐτέλεσε τὸ νίπτειν, ἐπεὶ ἐμολύνθησαν κατὰ τὸ” πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ “, καὶ τὸ πρὸς Πέτρον λεγόμενον τὸ” οὐ μὴ φωνήσει ἀλέκτωρ, ἕως ἂν ἀρνήσῃ με τρίς “.
32.4.54τούτων γὰρ γενομένων τῶν ἁμαρτημάτων, νίψεως πάλιν ἐδέοντο οἱ μολυνθέντες τῶν μαθητῶν πόδες, οὓς ἤρξατο νίπτειν ἡνίκα ἐγείρεται ἐκ τοῦ δείπνου, συνετέλεσεν δὲ τὸ νίπτειν καθαρίσας αὐτοὺς οὐκέτι μολυνθησομένους.
32.4.55οὕτω δὲ καὶ τότε μὲν ἤρξατο ἐκμάσσειν τοὺς πόδας τῶν μαθητῶν, συνετέλεσεν δὲ ἐκμάσσων, ὅτε συνετέλεσεν καὶ νίπτων.
32.5.56τοῖς νῦν ὑπὸ τοῦ Πέτρου λεγομένοις ἐν καιρῷ χρησόμεθα παραδείγματος ἕνεκεν, εἴ που δέοι, ὅτι ἐστὶν δυνατόν τινα κατὰ πρόθεσιν βελτίστην λέγειν διὰ τὸ ἀνεπίστημον τὰ μηδαμῶς ἑαυτῷ συμφέροντα.
32.5.57εἰ γὰρ συμφέρον μὲν ἦν πρὸς τὸ ἔχειν μέρος μετὰ τοῦ Ἰησοῦ τὸ νίψασθαι τοὺς πόδας ὑπ’αὐτοῦ, Πέτρος δὲ μὴ ἐπιστάμενος, ὅτι συμφέρον τοῦτο ἦν, πρότερον μὲν εἶπεν οἱονεὶ ἐπαπορῶν δυσωπητικῶς τὸ” κύριε, σύ μου νίπτεις τοὺς πόδας “; δεύτερον δὲ τὸ” οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα “, καὶ τὰ λεγόμενα κωλυτικὰ ἦν ἔργου τοῦ φέροντος αὐτὸν ἐπὶ τὸ ἔχειν μετὰ τοῦ σωτῆρος τὸ μέρος, δῆλον ὅτι εἰ καὶ ὑγιεῖ προθέσει καὶ σεβασμίῳ πρὸς τὸν διδάσκαλον τοῦτο ἔλεγεν, ἐπιβλαβῶς ἑαυτῷ ἔλεγεν.
32.5.58τοῦ δὲ τοιούτου εἴδους τῶν ἁμαρτημάτων ὁ βίος πεπλήρωται τῶν ἐν τῷ πιστεύειν προτιθεμένων μὲν τὰ κρείττονα, διὰ δὲ ἄγνοιαν τὰ ἐπὶ τὸ ἐναντίον φέροντα λεγόντων ἢ καὶ πραττόντων.
32.5.59καὶ τοιοῦτοί γέ εἰσιν οἱ τὸ” μὴ ἅψῃ, μὴ γεύσῃ, μὴ θίγῃς “φάσκοντες περὶ πάντων τῶν εἰς φθορὰν καὶ ἀπόχρησιν τῶν ἀνθρώπων, κατά τινα πολὺ τῆς θείας ὑποβεβηκυῖαν τῆς” ὡς ἄνθρωπος ἀποθάνῃ “διδασκαλίαν.
32.5.60τί δὲ δεῖ περὶ τῶν ἐν ταῖς αἱρέσεσιν κλυδωνιζομένων καὶ περιφερομένων παντὶ ἀνέμῳ ἐπὶ τὴν κυβείαν τῶν ἀνθρώπων λέγειν, διαλαλούντων ὡς σωτήρια τὰ ὀλέθρια καὶ ὡς ἐπὶ σεβασμῷ τοῦ Ἰησοῦ τὰ ψευδῆ περὶ αὐτοῦ δοξαζόντων;
32.5.61πολλάκις δὲ τὸν Πέτρον τοιοῦτον ἡ γραφὴ ἐσημειώσατο, θερμότερον εἰς τὸ ἐπαγγέλλεσθαι τὰ φαινόμενα αὐτῷ κρείττονα · καθάπερ καὶ ἐν τῷ ἀνεξετάστως εἰρημένῳ καὶ ἀθετητικῶς τῆς Ἰησοῦ περὶ τῶν μαθητῶν προφητείας εἰπόντος · ” πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ “, καὶ τὴν αἰτίαν παριστάντος ἐν τῷ” γέγραπται γάρ · πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης “. ἀνεξετάστως γὰρ πρὸς τοῦτο καὶ ἀθετητικῶς τῆς Ἰησοῦ ἀποφάσεως εἶπεν τὸ” εἰ καὶ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐ σκανδαλισθήσομαι “.
32.5.62καὶ τοῦτο ἔτι τότε προπετὲς ὂν ἐν τῇ ψυχῇ αὐτοῦ αἴτιον οἶμαι γέγονεν τοῦ ὑπὲρ τὸ μέτρον τοῦ τῶν λοιπῶν σκανδαλισμοῦ ἡμαρτηκέναι αὐτόν, ἀρνησάμενον τὸν Ἰησοῦν τρὶς πρὶν ἀλεκτοροφωνίας.
32.5.63διόπερ ἐπιστήσας τῇ τοιαύτῃ προτέρᾳ ἑαυτοῦ προπετείᾳ ὠφελήθη καὶ τὰ μέγιστα, ὡς γενέσθαι στιβαρώτατος καὶ μακροθυμότατος · ὅπερ δηλοῦται Παύλου μὲν εἰπόντος αὐτῷ” ἔμπροσθεν πάντων · εἰ σὺ Ἰουδαῖος ὑπάρχων ἐθνικῶς καὶ οὐκ Ἰουδαϊκῶς ζῆς, πῶς τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν “; καὶ τὰ ἑξῆς · τοῦ δὲ μετὰ στίβους σιωπήσαντος καὶ τὸ κατὰ τὸν τόπον εὔλογον ἀνεξικακώτατα μὴ παραστήσαντος, περὶ οὗ ἐν τῇ πρὸς Γαλάτας οἰκειότερόν τις διαλήψεται.
32.5.64καὶ ἐν ταῖς Πράξεσι δὲ τῶν ἀποστόλων τὸ καθεστηκὸς αὐτοῦ, τὴν αὐτὴν εἰκόνα μεταμορφωθέντος, τοῖς ἑκάστῳ ἐφιστᾶσι καὶ προσέχουσι φανεῖται.
32.6.65καὶ ἐνθάδε τοίνυν ἐγερθέντι τῷ Ἰησοῦ ἐκ τοῦ δείπνου καὶ θέντι τὰ ἱμάτια καὶ διαζωσαμένῳ ὃ εἴληφεν λέντιον, καὶ βάλλοντι ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἀρξαμένῳ τοὺς πόδας νίπτειν τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος, πάντες μὲν παρεῖχον τοὺς πόδας, ἀκολούθως τῇ περὶ τοῦ Ἰησοῦ προλήψει θεωροῦντες ὅτι οὐκ ἂν ὁ τηλικοῦτος ἀλόγως καί, ὡς ἂν οἱ πολλοὶ λέγοιεν, βαρεῖν τοὺς μαθητὰς θέλων, νίπτοι αὐτῶν τοὺς πόδας, ἀλλά τι χρήσιμον ἐπιτελῶν ὃ περιέμενον γνώσεσθαι ὕστερον, ἐννοοῦντες μή ποτε σύμβολόν τινος ταῦτα πράττοιτο · μόνος δὲ ὁ Πέτρος τῷ προχειροτέρῳ ἐνιδὼν καὶ οὐδένα ἕτερον λογισμὸν ἐκείνῳ παρατιθείς, ὡς σέβων τὸν Ἰησοῦν οὐ παρεῖχεν αὐτοῦ εἰς τὸ νίψασθαι τοὺς πόδας, ἀλλὰ πρότερον μὲν δυσωπεῖν αὐτὸν ἐπειρᾶτο ἐν τῷ” κύριε, σύ μου νίπτεις τοὺς πόδας “; μετὰ δὲ τοῦτο δέον αὐτὸν πεισθῆναι τὸ” ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα “, φησὶ τὸ” οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα “.
32.6.66ἄλλως δὲ τῶν λοιπῶν μαθητῶν ἐμπιστευσάντων ἑαυτοὺς τῷ Ἰησοῦ καὶ περὶ μηδενὸς ἀντιλεγόντων αὐτῷ, οὗτος δι’ὧν λέγει, εἰ καὶ ὑγιῶς ἔδοξεν προτίθεσθαι, οὐ μόνον τοῦ Ἰησοῦ κατηγορεῖ, ὡς ἀλόγως ἀρξαμένου νίπτειν τοὺς τῶν μαθητῶν πόδας, ἀλλὰ καὶ τῶν συμφοιτητῶν.
32.6.67εἰ γὰρ αὐτὸς μέν, ὡς ᾠήθη, τὸ καθῆκον ἐν τῷ κωλύειν ἐθέλειν ἐποίησεν, ἐκεῖνοι δὲ μὴ ἑωράκασιν αὐτό, κατηγόρησεν ἐκείνων, παρὰ τὸ καθῆκον ἑαυτῶν τοὺς πόδας ἐμπαρεσχηκότων τῷ Ἰησοῦ · καὶ εἰ ἐφρόνειτε τῷ εὐλόγῳ μὴ δεῖν ἀντιλέγειν καὶ εὔλογον ἐνόμιζεν εἶναι τὸ γινόμενον ἐν τῷ νίπτεσθαι τοὺς πόδας τῶν μαθητῶν ὑπὸ τοῦ Ἰησοῦ, οὐκ ἂν ἀντέλεγεν τῷ γινομένῳ.
32.6.68φαίνεται οὖν ἀκρίτως μὴ εὔλογον νενομικέναι εἶναι τὸ περὶ τοῦ νίψαι τοὺς πόδας τῶν μαθητῶν τοῦ Ἰησοῦ βούλημα. εἰ δὲ χρὴ μέχρι τῶν ἐλαχίστων εἶναι νομιζομένων ἐρευνᾶν τὴν γραφήν, ζητήσαι τις ἂν τί δήποτε, πρώτου κατειλεγμένου τοῦ Πέτρου εἰς τὸν ἀριθμὸν τῶν δώδεκα, τάχα ὡς τῶν λοιπῶν τιμιωτέρου, ἐπεὶ καὶ ὁ ἀληθῶς πάντων ἔσχατος Ἰούδας ἦν, ὑπὸ τῆς μοχθηρᾶς διαθέσεως ἐπὶ τὰ τελευταῖα ἀνταπερριμμένος, ὁ Ἰησοῦς ἀρξάμενος νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος, οὐκ ἀπὸ Πέτρου ἤρξατο.
32.6.69καὶ λεκτέον πρὸς τοῦτο ὅτι ὥσπερ ἰατρὸς πλείοσιν ἀρρώστοις κατὰ τὴν ἰατρικὴν διακονούμενος, ἀπὸ τῶν κατεπειγόντων καὶ χείρονα πεπονθότων τὴν ἀρχὴν ποιεῖται τῆς θεραπείας, οὕτως ὁ ἐρρυπωμένους τοὺς πόδας νίπτων τῶν μαθητῶν ἄρχεται ἀπὸ τῶν μᾶλλον ἐρρυπωμένων, καὶ τάχα ἐπὶ τελευταῖον ἦλθεν τὸν Πέτρον, ὡς ἔλαττον πάντων δεόμενον τῆς νίψεως τῶν ποδῶν.
32.6.70τάχα δὲ καὶ εἰς τὸ δοκεῖν ἀντιλέγειν ἡ ἐγγὺς καθαρότητος κατάστασις τῶν ποδῶν αὐτοῦ συνεβάλλετο.
32.7.71βασανιζόμενον δὲ τὸ ὑπὸ τοῦ Ἰησοῦ εἰρημένον τὸ” ὁ λελουμένος οὐκ ἔχει χρείαν νίψασθαι, ἀλλ’ἔστιν καθαρὸς ὅλος · καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ’οὐχὶ πάντες “τάχα ἂν ὑποβάλλοι νοῦν τοιοῦτον, ὡς ἤδη νιψαμένων τοὺς πόδας ὑπὸ τοῦ Ἰησοῦ τῶν μαθητῶν, καὶ πρὸς τῷ λελοῦσθαι οὐκέτι ἐχόντων χρείαν νίψασθαι, ἔτι δὲ καὶ αὐτοῦ τοῦ Πέτρου ἤδη ὄντος καθαροῦ, καὶ πρὶν νίψῃ τοὺς πόδας αὐτοῦ ὁ Ἰησοῦς.
32.7.72ἐὰν δέ τις πρὸς ταῦτα ζητῇ τί δηποτοῦν εἰπών · ” ὁ λελουμένος οὐκ ἔχει χρείαν νίψασθαι, ἀλλ’ἔστι καθαρὸς ὅλος “, μὴ χρείαν ἐχόντων νίψασθαι τῶν μαθητῶν, νίπτει τοὺς πόδας αὐτῶν ὁ Ἰησοῦς, λεκτέον αὐτῷ τὸ” παντὶ τῷ ἔχοντι δοθήσεται καὶ προστεθήσεται “.
32.7.73ἐπεὶ τοίνυν εἶχον καὶ οἱ μαθηταὶ τὸ εἶναι καθαροί, προστίθησιν Ἰησοῦς τῇ καθαρότητι αὐτῶν καὶ τὸ νίπτειν αὐτῶν τοὺς πόδας · οὔτε τοὺς μὴ λελουμένους νίψων ἂν οὔτε τοὺς μὴ ὅλους καθαρούς, ἀλλ’οὕτως ὥστ’ἂν εἰπεῖν περὶ τῶν οὕτως καθαρῶν · κα- κἂν γάρ τις ᾖ τέλειος ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ Ἰησοῦ, ἵν’οὕτως ὀνομάσω, καθαρότητος ἀπούσης, εἰς καθαρὸν οὐ λογισθήσεται.
32.7.74καὶ ταῦτα δὲ ὕστερον ἐκτίθεμαι, ὑποπεσόντα μετὰ τὸ ὑπαγορευθῆναι τὰ πρότερα, σωζόντων ἡμῶν καὶ τὴν τάξιν τῶν ὑπεισελθόντων νοῦν, ὡς πρότερον μὲν ἔβλεπεν ῥυπωθέντας τοὺς πόδας τῶν μαθητῶν δεδεῆσθαι τῆς ἀπὸ τοῦ Ἰησοῦ νίψεως, νῦν δ’ὅτι διὰ τοῦτ’αὐτῶν ἔνιψεν τοὺς πόδας, ἐπεὶ ἦσαν ὡς ἐν ἀνθρώποις καθαροὶ ἀλλ’οὐχὶ καὶ παρὰ θεῷ · χωρὶς γὰρ Ἰησοῦ οὐδεὶς παρὰ θεῷ καθαρὸς γίνεται, κα- κἂν πρὸ τούτου νομισθῇ διά τινος ἐπιμελείας αὑτὸν καθαρὸν πεποιηκέναι.
32.7.75τοῖς δ’ὡς ἐν ἀνθρώποις καθαροῖς ἤδη γεγενημένοις, καὶ λουσαμένοις τὸ τοῦ Ἰησοῦ βάπτισμα, καὶ νιψαμένοις ὑπ’αὐτοῦ τοὺς πόδας, ἐνοικεῖν καὶ τὸ ἅγιον δύναται πνεῦμα καὶ ἡ ὡς ἔνδυμα ἐξ ὕψους δύναμις.
32.7.76ὁ μὲν οὖν Πέτρος μὴ θεωρῶν τὸν λόγον τοῦ βουλήματος Ἰησοῦ, ἀρξαμένου νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος, λέγει αὐτῷ · ” κύριε, σύ μου νίπτεις τοὺς πόδας “; ἐπαπορητικῶς καὶ δυσωπητικῶς τοῦτο φάσκων · ὁ δὲ Ἰησοῦς” ἀπεκρίθη καὶ εἶπεν αὐτῷ “, διδάσκων ὅτι μυστήριον τοῦτο ἦν, τὸ” ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα “.
32.7.77τί δὲ ἦν ὃ ἐποίει νίπτων τοὺς πόδας τῶν μαθητῶν ὁ Ἰησοῦς; ἢ εἰργάζετο διὰ τοῦ νίπτειν αὐτῶν τοὺς πόδας καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος ὡραίους αὐτούς, μελλόντων αὐτῶν εὐαγγελίσασθαι τὰ ἀγαθά;
32.7.78ὅτε γὰρ ἔνιψεν τοὺς πόδας τῶν μαθητῶν ὁ Ἰησοῦς, τότε, οἶμαι, πεπλήρωται τὸ περὶ τῶν ἀποστόλων αὐτοῦ προφητικῶς εἰρημένον · ” ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά “.
32.7.79εἰ δὲ πόδας μαθητῶν νίπτων ὡραίους αὐτοὺς ποιεῖ, τί φήσομεν ἀπὸ τοῦ ἀληθινοῦ κάλλους ἐγγίνεσθαι τοῖς ὑπὸ Ἰησοῦ βαπτισαμένοις ὅλοις ἐν πνεύματι ἁγίῳ καὶ πυρί;
32.7.80ὡραῖοι δὲ οἱ πόδες ἐγένοντο τῶν εὐαγγελιζομένων τὰ ἀγαθά, ἵνα νιψάμενοι καὶ καθηράμενοι καὶ ἐκμαξάμενοι ὑπὸ τῶν Χριστοῦ χειρῶν, ἐπιβῆναι δυνηθῶσιν τῆς ἁγίας ὁδοῦ καὶ ὁδεύειν τὸν εἰπόντα τὸ” ἐγώ εἰμι ἡ ὁδός “.
32.7.81μόνος γὰρ καὶ πᾶς ὁ νιψάμενος τοὺς πόδας ἀπὸ τοῦ Ἰησοῦ ὁδεύει τὴν ὁδὸν ταύτην τὴν ζῶσαν καὶ φέρουσαν πρὸς τὸν πατέρα, καὶ οὐ χωρεῖ ἡ ὁδὸς αὕτη πόδας μεμολυσμένους καὶ τοὺς ἔτι μὴ καθαρούς.
32.7.82Μωσῆς μὲν οὖν ἐδεῖτο ὑπολύσασθαι τὸ ὑπόδημα ἀπὸ τῶν ποδῶν αὐτοῦ ἐπείπερ ἐφ’ὃν ἐφθάκει τόπον, ἐν ᾧ εἱστήκει, γῆ ἁγία ἦν ·
32.7.83ὁμοίως δὲ ὁ τοῦ Ναυῆ Ἰησοῦς. οἱ δὲ μαθηταὶ τοῦ Ἰησοῦ, ἵνα ὁδεύσωσιν τὴν ζῶσαν καὶ ἔμψυχον ὁδόν, οὐ μόνον ἀρκοῦνται τῷ μὴ ἔχειν ὑποδήματα κατὰ τὴν ὁδόν, τοῦτο τοῖς ἀποστόλοις αὐτοῦ ἐντειλαμένου τοῦ Ἰησοῦ, ἀλλὰ γὰρ ἔδει πρὸς τὸ ὁδεῦσαι τὴν ὁδὸν ταύτην αὐτοῖς καὶ τὸ νίψασθαι ὑπὸ τοῦ Ἰησοῦ ἀποθεμένου τὰ ἱμάτια, τάχα μὲν ἵνα καθαροὺς αὐτῶν τοὺς πόδας ποιήσῃ καθαρωτέρους, τάχα δὲ ἵνα τὸν ἐν τοῖς ποσὶ τῶν μαθητῶν ῥύπον ἀναλάβῃ εἰς τὸ ἑαυτοῦ σῶμα διὰ τοῦ λεντίου, ᾧ μόνῳ περιεζωσμένος ἦν. αὐτὸς γὰρ τὰς ἀσθενείας ἡμῶν φέρει.
32.8.84ὅρα γοῦν ὅτι μέλλων νίπτειν τοὺς πόδας τῶν μαθητῶν οὐκ ἄλλον καιρὸν ἐπελέξατο ἢ ὅτε ὁ διάβολος ἤδη βεβλήκει εἰς τὴν καρδίαν, ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης, καὶ ἡ ὑπὲρ ἀνθρώπων ἔμελλεν γίνεσθαι οἰκονομία.
32.8.85πρὸ γὰρ τούτου εὔκαιρον οὐκ ἦν νίψασθαι τοὺς πόδας ὑπὸ τοῦ Ἰησοῦ τοὺς μαθητάς. τίς γὰρ ἂν τὸν ἐν τῷ μεταξὺ ἕως τοῦ πάθους ῥύπον τῶν ποδῶν αὐτῶν ἀπένιψεν ἄν; ἀλλ’οὐ δὲ ἐν τῷ καιρῷ τοῦ πάθους · ἄλλος γὰρ Ἰησοῦς οὐκ ἦν ὁ νίπτων αὐτῶν τοὺς πόδας.
32.8.86ἀλλ’οὐ δὲ μετὰ τὴν οἰκονομίαν · ἤδη γὰρ ὥρα τοῦ ἁγίου πνεύματος ἐπιδημήσαντος τοῖς μαθηταῖς ἦν, γενομένοις καθαροῖς καὶ νιψαμένοις τοὺς πόδας, καὶ ἤδη ἔχουσιν ἑτοίμους αὐτοὺς καὶ ὡραίους πρὸς τὸ ἐν τῷ πνεύματι εὐαγγελίζεσθαι τὰ ἀγαθά.
32.8.87τοιοῦτον οὖν ἐστιν τὸ” ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα “· σύμβολόν ἐστιν τὸ νίψασθαι ὑμῶν τοὺς πόδας ὑπ’ἐμοῦ τοῦ καθαρθῆναι τὰς βάσεις τῶν ψυχῶν ὑμῶν, ἵνα γένωνται ὡραῖοι, μελλόντων ὑμῶν εὐαγγελίζεσθαι τὰ ἀγαθὰ καὶ καθαροῖς τοῖς ποσὶν ἐπιβαίνειν ταῖς τῶν ἀνθρώπων ψυχαῖς.
32.8.88τοῦτο δὲ τὸ μυστήριον σὺ νῦν μὲν οὐκ οἶδας, ἅτε μηδέπω χωρῶν τὴν γνῶσιν αὐτοῦ, εὐκαιρότερον ἐσομένην ἐν σοὶ ἐπὰν νίψῃ τοὺς πόδας ὑπ’ἐμοῦ · μετὰ δὲ ταῦτα γνώσει ἐν τῷ τοῦτο συνιέναι φωτιζόμενος τῇ περὶ οὐκ εὐκαταφρονήτου καὶ βραχέος τινὸς γνώσει.
32.8.89ταῦτα δὲ λέγοντος τῷ Πέτρῳ τοῦ Ἰησοῦ, ὁ μαθητὴς ἀποκρίνεται οὐκ ἐπιστημονικὴν ἀπόκρισιν, πλὴν φαντασίαν ἐξαποστέλλουσαν τοῦ πρὸς τὸν Ἰησοῦν τιμητικοῦ καὶ σεβασμίου, φαντασίαν διεψευσμένην ἔτι.
32.8.90διόπερ, ἐπεὶ μὴ συμφέρουσα ἦν τῷ Πέτρῳ ἡ ἀπόκρισις αὐτοῦ, οὐκ ἐᾷ αὐτὴν γενέσθαι ἀληθῆ ὁ τὰ ἐπὶ βλάβῃ ἀληθευσόμενα τῇ τοῦ λέγοντος πρεπόντως ἑαυτοῦ τῇ χρηστότητι κωλύων.
32.8.91ὁ μὲν γὰρ Πέτρος φησίν · ” οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα “καὶ ἀπεφήνατο, κρίναντος τοῦ Ἰησοῦ νίπτειν αὐτοῦ τοὺς πόδας, τὸ μὴ νιφθήσεσθαι ὑπ’αὐτοῦ καὶ μὴ νιφθήσεσθαι εἰς τὸν ἅπαντα αἰῶνα · ὁ δὲ βλέπων λυσιτελέστερον εἶναι τὸ ἐν τούτῳ ψεύσασθαι τὸν Πέτρον τοῦ ἀληθεῦσαι αὐτὸν ὑποδείκνυσι τὸ ἐν τῷ μὴ δεῖν ἀληθεύειν τοῦτο εἰρηκότα λυσιτελές, φήσας · ” ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ἐμοῦ “.
32.8.92εἴπερ οὖν ὁ Πέτρος ἔμελλεν ἀποφηνάμενος μὲν τὸ” οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα “, καὶ ἀληθεύων ἐν τούτῳ μὴ ἕξειν μετὰ τοῦ Ἰησοῦ μέρος, ἔμελλεν δὲ ἔχειν μέρος μὴ ἀληθεύων, ἐφ’ᾧ φθάσας εἶπεν προπετῶς, τί ἄλλο πράττειν ἐχρῆν ἢ μὴ ἀληθεύειν;
32.8.93ἵνα μὴ τὸ ἀληθεύειν τοῦτο ποιήσῃ αὐτὸν μὴ ἔχειν μετὰ τοῦ Ἰησοῦ μέρος, ψεύστην αὐτὸν ἀποδείξαντος ἐν τῷ νίψασθαι τοὺς πόδας αὐτοῦ.
32.8.94γέγραπται γάρ · ” πᾶς ἄνθρωπος ψεύστης “· εὐκαίρως δέ ποτε χρησόμεθα τῷ ῥητῷ ἐπὶ τῶν προπετέστερον καὶ ἀκρίτως εἰπόντων τι ποιήσειν ὅπερ αὐτοῖς μὴ λυσιτελεῖ ἐμμένουσι τῷ κακῶς κεκριμένῳ.
32.8.95ὑποδεικνύντες γὰρ αὐτοῖς ὅτι οὐχ ἕξουσιν μὲν μετὰ τοῦ Ἰησοῦ μέρος, τὴν προπετῆ ἐν ἐπαγγελείᾳ τηρήσαντες φωνήν, δυνήσονται δὲ ἀθετηθέντος τοῦ προειρημένου ἐλπίδα ἔχειν ἀγαθήν, ἀποστήσομεν αὐτοὺς τοῦ ἐμμένειν τοῖς κακῶς κεκριμένοις, κα- κἂν μετὰ ὅρκου διὰ πολλὴν προπέτειαν τὸ τοιοῦτόν ποτε γένηται.
32.8.96καὶ φήσομεν ὅτι ὥσπερ ὁ εἰπὼν Πέτρος · ” οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα “, κωλύεται ἐμμένειν τῇ τοῦ λελεγμένου ὁμολογίᾳ, ἵνα ἔχῃ μετὰ τοῦ Ἰησοῦ μέρος, οὕτως καὶ σὺ ὁ δεῖνα ἁμαρτὼν τὴν προπέτειαν καὶ ἀκρίτως ἐπαγγειλάμενος τόδε, βέλτιον ἂν ποιήσαις μεταθέμενος ἐπὶ τὸ τόδε πρᾶξαι εὐλογώτερον ἀπὸ τοῦ ἐμμένειν τῷ κακῶς κριθέντι.
32.8.97ἐπιστήσαντες δὲ τῷτε” ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα “, καὶ τῷ” ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ἐμοῦ “, οἱ μὴ βουλόμενοι τοῦτο καὶ τὰ τούτῳ παραπλήσια τροπολογεῖν αἰδεσθέντες παραδεξάσθωσαν τὸ τοιοῦτον εἶδος τῶν εὐαγγελικῶν ἐξετάσεων · ἢ μὴ βουλόμενοι δεικνύτωσαν πῶς εὔλογόν ἐστιν τόν, ὡς ἂν ἐκεῖνοι λέγοιεν, διὰ σεβασμὸν τοῦ Ἰησοῦ εἰπόντα · ” οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα “τῷ διδασκάλῳ ἀκοῦσαι ὡς ἄρα οὐχ ἕξει μέρος μετὰ τοῦ υἱοῦ τοῦ θεοῦ, ὡς διὰ μέγιστον ἁμάρτημα τὸ μὴ ἠθεληκέναι νενίφθαι τοὺς πόδας ὑπ’αὐτοῦ.
32.8.98τὸ μὲν γὰρ” ἐὰν τόδε τὸ πταῖσμα ποιήσεις, οὐχ ἕξεις μέρος μετ’ἐμοῦ “χώραν ἂν εἶχε λεγόμενον περὶ τῶν προφανῶς ἁμαρτημάτων · τὸ δὲ” ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ἐμοῦ “οὐδαμῶς ἔχει τὸ εὔλογον κατὰ τοῦ ἱσταμένου ἐν τῷ τοὺς σωματικοὺς πόδας μὴ ἠθεληκέναι νίψασθαι τὸν Πέτρον.
32.8.99νίπτοντος δὲ αὐτοῦ τοὺς πόδας, ἀνημερώτατα, ὅπερ οὐ θέμις λέγειν, ὁ διδάσκαλος δόξει ἀποκεκρίσθαι τῷ τιμῶντι αὐτὸν μαθητῇ, ὅπερ ἐστὶν ἀτοπώτατον.
32.9.100διὰ τοῦτο παρέχωμεν τῷ Ἰησοῦ τοὺς πόδας ἡμῶν καὶ νῦν ἐγειρομένῳ ἐκ τοῦ δείπνου, καὶ τιθέντι τὰ ἱμάτια καὶ λαμβάνοντι λέντιον καὶ διαζωννύντι ἑαυτόν, καὶ βάλλοντι ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἀρχομένῳ νίπτειν τοὺς πόδας ἡμῶν, ὡς μαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ, ᾧ δι’ἡμᾶς γενόμενος ἐν μέσῳ ἡμῶν ὡς ὁ διακονῶν διαζώννυται.
32.9.101ἐὰν γὰρ μὴ ποιήσωμεν τοῦτο, οὐχ ἕξομεν μετ’αὐτοῦ μέρος οὐ δὲ ὡραῖοι ἔσονται οἱ πόδες ἡμῶν, καὶ μάλιστα ὅτε ζηλοῦντες τὰ μείζονα χαρίσματα θέλομεν ἐγκαταταχθῆναι τοῖς εὐαγγελιζομένοις τὰ ἀγαθά.
32.9.102πλὴν ὅτι προπετής ἐστι Πέτρος ἀκούσας τὸ” ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ἐμοῦ “αἰτούμενος ἐν τῷ παρασχεῖν τοὺς πόδας τῷ Ἰησοῦ, ὑπερβάλλειν ἐθέλει τὰ μέτρα τῆς αἰτήσεως αὐτοῦ, καὶ παρεῖχεν νιφθησομένους ὑπὸ τοῦ Ἰησοῦ οὐκέτι τοὺς πόδας μόνους, ἀλλ’ἤδη καὶ τὰς χεῖρας, ἃς οὐκέτι νίπτεσθαι ὁ Ἰησοῦς ἤθελεν, ὅταν ἄρτον ἐσθίωσιν, καταφρονῶν τῶν λεγομένων ὅτι” οἱ μαθηταί σου οὐ νίπτονται τὰς χεῖρας, ὅταν ἄρτον ἐσθίωσιν “, καὶ πρὸς ταῖς χερσὶν τὴν κεφαλήν, ἣν οὐ δὲ κατακαλύπτεσθαι ἔτι Ἰησοῦς ἐβούλετο, ἐφ’ἧς ἡ εἰκὼν καὶ ἡ δόξα ἤδη ἦν τοῦ θεοῦ.
32.9.103ἀρκεῖται γὰρ ἡμῖν, ἐπὰν ἔλθωμεν εἰς τα- ταὐτὸ τοῖς τοῦ Ἰησοῦ μαθηταῖς καιροῦ, τὸ τοὺς πόδας αὐτῷ παρέχειν νίψοντι καὶ ἐκμάσσοντι μόνους · ” ὁ γὰρ λελουμένος οὐκ ἔχει χρείαν νίψασθαι, ἀλλ’ἔστιν καθαρὸς ὅλος “· εἰ δέ τις μή ἐστιν ὅλος καθαρός, οὐκ ἐλούσατο.
32.9.104ζητήσαι δέ τις ἄν, εἰ ὁ λελουμένος οὐκ ἔχει χρείαν νίψασθαι ἀλλ’ἔστιν καθαρός, καὶ ἦσαν οἱ τοῦ Ἰησοῦ μαθηταὶ καθαροί, ὡς λελουμένοι, πῶς βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν ὁ Ἰησοῦς;
32.9.105εἰς τοῦτο δὲ καὶ προλαβόντες μὲν ἐκ μέρους εἰρήκαμεν καὶ νῦν ἐκείνοις ταῦτα προσθήσομεν.
32.9.106τὸ” χρείαν ἔχομεν “ἐπὶ τῶν ἀναγκαίων, ὧν ἄνευ διαζῆν τις οὐ δύναται, τέτακται · ὥστ’ἂν ἐν σωματικοῖς εἰπεῖν χρείαν ἔχειν τὸν ἄνθρωπον οὐ πλειόνων, ἀλλὰ τούτων μόνων, περὶ ὧν φησιν ὁ Παῦλος · ” ἔχοντες δὲ διατροφὴν καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα “· τὰ δὲ εἰς πλοῦτον καὶ τρυφὴν συμβαλλόμενα ἐκ περιουσίας τοῖς ἁβροδιαίτοις περιγίνεται, οὐχ ὡς χρειώδη καὶ ὧν οὐκ ἄνευ, ἀλλ’ὡς περισσά · οὕτω τοίνυν καὶ ἐπὶ τῶν θειοτέρων χρεία μὲν ἡμῖν τῶν εἰσαγόντων εἰς ζωὴν καὶ ποιούντων εἶναι ἐν τῷ λέγοντι · ” ἐγώ εἰμι ἡ ζωή “· τὰ δὲ ὑπὲρ ταῦτα, περὶ ὧν λέγεται · ” κατατρύφησον τοῦ κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου “, καὶ ὅσα νοεῖται κατὰ τὸν παράδεισον τῆς τρυφῆς καὶ τὸν πλοῦτον καὶ τὴν δόξαν, τὰ ἐν τῇ ἀριστερᾷ τῆς σοφίας, κατὰ τὸν εἰπόντα · ” μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς, ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα “ὑπὲρ τὴν χρείαν εἶναι λεχθείη ἄν.
32.9.107καὶ μήποτε τοιοῦτόν ἐστιν τὸ μετὰ τὸ λούσασθαι νίψασθαι τοὺς πόδας ὑπὸ τοῦ τηλικούτου διδασκάλου καὶ σωτῆρος · τὸ γὰρ χάρισμα τοῦ θεοῦ ὑπερπαίει τὴν χρείαν, ὥσπερ καὶ τὸ εἶναι ἐν δόξῃ ἡλίου ἢ σελήνης ἢ ἀστέρων ἐν τῇ ἱερᾷ τῶν νεκρῶν ἀναστάσει.
32.9.108οὐκ ἔχει μὲν οὖν χρείαν ὁ καθαρὸς καὶ λουσάμενος νίψασθαι · νίπτεται δέ, κατὰ τὸ προαποδεδομένον, ἐπεὶ” τῷ ἔχοντι παντὶ προστεθήσεται “; καὶ ὡς ὁ Ἰωάννης φησί · ” καὶ ὁ καθαρὸς καθαρισθήτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω “.
32.9.109τὸ δὲ” ὑμεῖς καθαροί ἐστε “ἀναφέρεται ἐπὶ τοὺς ἕνδεκα, ᾧ ἐπιφέρεται τὸ” οὐχὶ πάντες “διὰ τὸν Ἰσκαριώτην · ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν, ἤδη ὄντα οὐ καθαρόν, πρῶτον μὲν ὅτι περὶ τῶν πτωχῶν οὐκ ἔμελεν αὐτῷ, ἀλλ’ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν · ὕστερον δὲ ἐπεὶ” δείπνου γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης “, οὐκ ἀπώσατο τὸ βεβλημένον.
32.9.110διόπερ οἱ μὲν λουσάμενοι καθαροὶ ἕνδεκα ἔτι ἐγένοντο καθαρώτεροι, νιψάμενοι τοὺς πόδας ὑπὸ τοῦ Ἰησοῦ · ὁ δὲ ἤδη μὴ καθαρὸς Ἰούδας (” ὁ ῥυπαρός, γάρ φησι, ῥυπανθήτω ἔτι “) γέγονε ῥυπαρώτερος καὶ ἀκάθαρτος, ὅτε μετὰ τὸ ψωμίον εἰσῆλθεν ὁ Σατανᾶς.
32.10.111εἰκὸς τοὺς νοήσαντας τὸ μέγεθος τῆς Ἰησοῦ δυνάμεως καὶ συνέντας τί πεποίηκεν νίψας τοὺς πόδας τῶν μαθητῶν, ἵνα καὶ τὰ τελευταῖα καὶ τὰ τυχόντα αὐτῶν καθάρῃ ἀποπλύνας καὶ τὰ τῇ γῇ ὁμιλοῦντα σώματα, ὧν ἦν τὰ σώματα ἐκεῖνα σύμβολον, θαυμάσαντας τὸ ἐν τῇ νίψει ἔργον οὐκ ἂν τολμῆσαι καὶ αὐτοὺς τὸ τηλικοῦτο πρᾶξαι, μικροτέρους εἶναι νομίζοντας ἑαυτοὺς τοῦ νίπτειν τοὺς πόδας τοῦ ἔσω καὶ ἐν κρυπτῷ ἀνθρώπου, τῶν τὰ αὐτὰ ἀσπαζομένων τοῦ θεοῦ δόγματα, εἰ μὴ ὁ Ἰησοῦς διὰ τῶν ἐκκειμένων ἐπὶ τοῦτο αὐτοὺς προετρέψατο, τὸ σχῆμα τοῦ δειπνοῦντος, ὅτε διδάσκειν αὐτοὺς ἤμελλεν δειπνήσαντας τὰ λεγόμενα, ἀναλαβών.
32.10.112δυσωπητικώτατα μὲν γὰρ καὶ ἐπὶ τὴν γνῶσιν τοῦ γινομένου προτρεπτικώτατα λέλεκται τὸ” γινώσκετε τί πεποίηκα ὑμῖν “;
32.10.113ὅπερ ἤτοι ἐρωτηματικῶς ἀναγνωστέον, ἵν’ἐμφαίνῃ τὸ τοῦ γενομένου μέγεθος · ἢ προστακτικῶς, ἵνα αὐτῶν διεγείρῃ τὸν νοῦν εἰς τὸ διὰ τοῦ ἐπιστῆσαι τῷ ἔργῳ λαβεῖν αὐτοῦ τὴν γνῶσιν.
32.10.114διδασκαλικώτατα δὲ μετὰ τοῦ δυσωπητικοῦ λέλεκται τὸ” ὑμεῖς φωνεῖτέ με “ὁ δικάσκαλος” καὶ “ὁ κύριος”, καὶ καλῶς λέγετε · εἰμὶ γάρ. εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας “.
32.10.115ὁ μὲν οὖν Ἰησοῦς ἔνιψεν τοὺς πόδας τῶν μαθητῶν, ᾗ διδάσκαλος αὐτῶν, καὶ τοὺς πόδας τῶν δούλων, ᾗ κύριος ἦν.
32.10.116διδασκαλίᾳ γὰρ ὁ ἀπὸ γῆς καὶ τῶν κοσμικῶν πραγμάτων κονιορτός, φθάνων οὐκ ἐπὶ ἄλλο τι ἢ ἐπὶ τὰ τελευταῖα καὶ τὰ κάτω τῶν μαθητῶν, ἀποκαθαίρεται · ἀλλὰ καὶ τῇ κυριότητι τοῦ ἄρχοντος, ἐξουσιάζοντος τῶν διὰ τὸ ἔτι ἔχειν τὸ τῆς δουλείας πνεῦμα κα- κἂν τὸν τυχόντα μολυσμὸν ἔτι δεχομένων, τὰ μολύνοντα τοὺς πόδας ἀποβάλλεται.
32.10.117καὶ οὐκ ἄν τις εὖ φρονῶν λέγοι ᾗ θύρα ἐστὶν τὸν Ἰησοῦν, ἢ ᾗ ποιμήν, ἢ ᾗ ἰατρός, νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ δούλων. ἐγὼ δ’ἡγοῦμαι ὅτι ἐπιδέχονται τὸ δεῖσθαι τῆς ἀπὸ τοῦ διδασκάλου νίψεως οἱ πόδες τῶν μαθητῶν, ὅσον οὐδέπω εἰλήφασιν τὸ ἀρκετόν, ἀλλ’ἔτι λείπουσιν εἰς τὸ” ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ “.
32.10.118καὶ τοῦτο τέλος ἐστὶν τὸ πρὸς τὸν μαθητὴν τοῦ διδασκάλου, ᾗ διδάσκαλος, ποιῆσαι τὸν μαθητὴν ὡς ἑαυτόν, ἵνα μηκέτι δέηται τοῦ διδασκάλου, ᾗ διδάσκαλος, εἰ καὶ ἄλλως αὐτοῦ δεήσεται.
32.10.119ὡς γὰρ τέλος τοῦ ἰατροῦ, οὗ χρῄζουσι μὲν οἱ κακῶς ἔχοντες, οὐ χρείαν δὲ ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, τὸ παῦσαι τοὺς κακῶς ἔχοντας ἀπὸ τοῦ κακῶς ἔχειν, ἵνα μηκέτι αὐτοῦ χρῄζωσιν, οὕτω τέλος διδασκάλου περιποιῆσαι τῷ μαθητῇ τὸ λεγόμενον ἀρκετὸν ἐν τῷ” ἀρκετὸν τῷ μαθητῇ, ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ “.
32.10.120περὶ δὲ τοῦ σωτῆρος, ὄντος κυρίου, αὐτόθεν πλεῖόν ἐστιν ἰδεῖν παρὰ τοὺς ἄλλους κυρίους, μὴ βουλομένους ἵνα γένηται ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ.
32.10.121τοιοῦτος δὲ ὁ τῆς πατρικῆς ἀγαθότητος καὶ τῆς ἀγάπης αὐτοῦ υἱός · κύριος γὰρ ὢν ἐνειργάζετο τοῖς δούλοις τὸ γενέσθαι ὡς ὁ κύριος αὐτῶν, ὅτε οὐκέτι ἕξουσιν τὸ πνεῦμα τῆς δουλείας πάλιν εἰς φόβον, ἀλλὰ λήψονται τὸ πνεῦμα τῆς υἱοθεσίας, ἐν ᾧ κράζουσιν · ” ἀββᾶ, ὁ πατήρ “.
32.10.122πρὶν οὖν γένωνται ὡς ὁ διδάσκαλος καὶ ὁ κύριος, δέονται τῆς νίψεως τῶν ποδῶν, ὡς ἐνδεεῖς τῶν μαθητῶν, καὶ ὡς ἔτι τὸ πνεῦμα τῆς δουλείας ἔχοντες εἰς φόβον · ἐπὰν δέ τις αὐτῶν κατὰ τὸ” ἀρκετὸν τῷ μαθητῇ, ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ “γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ καὶ ὁ κύριος αὐτοῦ, τότε μιμήσασθαι δύναται τὸν νίψαντα τοὺς πόδας τῶν μαθητῶν, καὶ νίψαι τοὺς πόδας τῶν μαθητῶν ὡς ὁ διδάσκαλος, ὃν ὁ θεὸς ἔταξεν ἐν τῇ ἐκκλησίᾳ μετὰ τοὺς πρώτην χώραν ἐν αὐτῇ εἰληχότας ἀποστόλους καὶ δεύτερον προφήτας.
32.11.123εἰ δὲ τὸ” τῷ ἀδελφῷ σου δουλεύσεις “φθάνειν δύναται ἐπὶ τοὺς ὑποδεεστέρους, καὶ τὸ” γίνου κύριος τοῦ ἀδελφοῦ σου “ἐπὶ τοὺς ὡς ὁ Ἰακὼβ κρείττονας, δῆλον ὅτι γενόμενος ὁ δοῦλος ὡς ὁ κύριος νίπτει τοὺς πόδας τῶν δουλευόντων τῇ παρ’αὐτῷ διδασκαλίᾳ, ἐπεὶ τὸ” ὑμεῖς φωνεῖτέ με “ὁ διδάσκαλος” καὶ “ὁ κύριος”, καὶ καλῶς λέγετε · εἰμὶ γάρ “οὐκ ἀξιῶ μηδὲν ἔχειν βαθύτερον καὶ παρὰ τὸ ὑπὸ τῶν πολλῶν νενοημένον · οὐ πᾶσι γὰρ τοῖς λέγουσι · ” κύριε, Κύριε “λεχθήσεται ὑπὸ τοῦ Ἰησοῦ τὸ” ὑμεῖς φωνεῖτέ με “ὁ κύριος” καὶ καλῶς λέγετε “.
32.11.124οὐ καλῶς οὖν λέγουσι · ” κύριε “οἱ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ φήσοντες · ” κύριε, Κύριε, οὐκ ἐν τῷ ὀνόματί σου ἐφάγομεν, καὶ ἐν τῷ ὀνόματί σου ἐπίομεν, καὶ ἐν τῷ ὀνόματί σου δαιμόνια ἐξεβάλομεν καὶ δυνάμεις πεποιήκαμεν “;
32.11.125φήσει γοῦν αὐτοῖς ὁ Ἰησοῦς · ” ἀποχωρεῖτε ἀπ’ἐμοῦ · οὐδέποτε ἔγνων ὑμᾶς, ὅτι ἐργάται ἐστὲ ἀδικίας “· οὐκ ἂν δὲ λέγουσιν αὐτοῖς καλῶς τὸ” κύριε, Κύριε “εἶπεν τὸ” ἀποχωρεῖτε ἀπ’ἐμοῦ “.
32.11.126ἀλλὰ καὶ τὸ” οὐ πᾶς ὁ λέγων μοι · κύριε, κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν “παρίστησιν ὅτι οὐ πᾶς ὁ λέγων · ” κύριε, κύριε “, μαρτυρηθείη ἂν ὑπ’αὐτοῦ ὡς νῦν οἱ ἀπόστολοι, πρὸς οὓς εἶπεν · ” καλῶς λέγετε ·
32.11.127εἰμὶ γάρ “. καὶ γὰρ ἀληθῶς κακία μὲν αὐτῶν οὐκέτι κυρία ἦν, ὁ λόγος δέ, καὶ ἁπαξαπλῶς ὁ κύριος, ἡ πᾶσα ἔμψυχος καὶ ζῶσα ἀρετή.
32.11.128ἀλλὰ καὶ εἴπερ” οὐδεὶς δύναται εἰπεῖν · κύριος Ἰησοῦς, εἰ μὴ ἐν πνεύματι ἁγίῳ “, καὶ νοοῦμεν ἐν τούτῳ τί ἔστιν τὸ εἰπεῖν · ” κύριος Ἰησοῦς “· ὁ ἐν πνεύματι ἁγίῳ λέγων · ” κύριος Ἰησοῦς “καλῶς λέγει.
32.11.129εἰ δὲ καὶ ὁ καλῶς λέγων πάντως ἐν πνεύματι ἁγίῳ λέγει, ζητήσεις διὰ τὸ νῦν” καὶ καλῶς λέγετε “συνεξεταζόμενον τῷ” οὔπω γὰρ ἦν πνεῦμα, ὅτι Ἰησοῦς οὔπω ἐδοξάσθη “.
32.11.130γνησίως οὖν δουλεύοντος τῷ λόγῳ ἔργον ἐστὶν τὸ καλῶς εἰπεῖν · ” κύριος Ἰησοῦς “καὶ τοῦ ἀνάλογον τούτῳ μαθητοῦ τὸ καλῶς εἰπεῖν τῷ σωτῆρι τὸ” ὁ διδάσκαλος “· πρὸς ὃν λέγοιτ’ἂν τὸ” εἰμὶ γάρ “, οὐκ ἂν λεχθησόμενον ὑπὸ τοῦ λόγου τῷ δουλεύοντι τῇ ἁμαρτίᾳ καὶ τῷ μαθητευομένῳ τοῖς ψεύδεσιν.
32.12.131πλὴν καὶ ἅγιον ὄντα ἐνδέχεται δεῖσθαι τῆς νίψεως τῶν ποδῶν, ἐπεὶ καὶ ἡ καταλεγομένη εἰς ἐκκλησιαστικὴν τιμὴν χήρα ἐξετάζεται μετὰ τῶν ἄλλων καλῶν καὶ ἐν τῷ” εἰ ἁγίων πόδας ἔνιψεν “· γελοῖον γὰρ οἶμαι τυγχάνειν τὸ στῆναι ἐπὶ τοῦ ῥητοῦ καί, φέρε εἰπεῖν, τὴν ἔχουσαν πάντα τὰ χαρακτηρίζοντα τὴν ἁγίαν χήραν καὶ τούτῳ μόνῳ λείπουσαν, μὴ κατατετάχθαι εἰς ἐκκλησιαστικὴν τιμήν, πολλάκις διὰ παιδισκῶν καὶ οἰκετῶν φιλοφρονησαμένην, ἐν ᾧ καιρῷ ηὐπόρει καὶ εἶχεν τὰ ἐπιτήδεια, τοὺς ξένους ἢ τοὺς ἁπαξαπλῶς δεομένους τοῦ φιλάνθρωπόν τι ἔργον ἀπ’αὐτῆς παθεῖν.
32.12.132καὶ μὴ θαυμάσῃς εἰ ἀνάγειν σε δεῖ τὸ” εἰ ἁγίων πόδας ἔνιψεν “, ὅπου κελεύονται ἀνάλογον τοῖς πρεσβυτέροις πρεσβύτιδες εἶναι καὶ καλοδιδάσκαλοι.
32.12.133ὅρα δὲ εἰ μὴ καὶ ἐργῶδές ἐστιν τὸ πάνθ’ὁντινοῦν μαθητευόμενον τῷ χριστῷ, θέλοντα πληροῦν τὴν λέγουσαν ἐντολήν · ” καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας “, ὡς ὀφειλόμενον ἔργον ἐθέλειν ποιεῖν τὸ νίψαι τοὺς σωματικοὺς καὶ αἰσθητοὺς πόδας τῶν ἀδελφῶν, ὥστε τοὺς ἐν ὁποιᾳποτοῦν ὑποθέσει βίου τυγχάνοντας πιστοὺς τοῦτο ποιεῖν, εἴτε ἐν ἐκκλησιαστικῇ δοκοῦντας εἶναι ὑπεροχῇ ἐπισκόπους καὶ πρεσβυτέρους, εἴτε καὶ ἐν ἄλλοις κοσμικοῖς τισιν ἀξιώμασιν · ὥστε κατὰ τοῦτο καὶ τὸν δεσπότην ἥκειν ἐπὶ τὸ νίπτειν τοὺς πόδας τοῦ πιστεύοντος δούλου, καὶ τοὺς γονεῖς τοῦ υἱοῦ · ὅπερ ἔθος ἢ οὐ γίνεται ἢ εἰς ὑπερβολὴν σπανιώτατα, καὶ παρὰ τοῖς πάνυ ἁπλουστέροις καὶ ἀγροικοτέροις γίνεται.
32.12.134μνημονευτέον δὲ εἰς ταῦτα καὶ τῶν εἰρημένων εἰς τὸ” ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ἐμοῦ “, ἀλλὰ καὶ τοῦ” γινώσκετε, τί πεποίηκα ὑμῖν “;
32.12.135καὶ γὰρ πρέπει ὑπόδειγμα ἡμῖν τὸν Ἰησοῦν δεδωκέναι τοῦ νίπτειν πόδας ἀνάλογον τοῖς τροπικῶς ὑπὸ τῆς νύμφης ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων εἰρημένοις ἐν τῷ” ἐνιψάμην τοὺς πόδας μου, πῶς μολυνῶ αὐτούς “;
32.12.136πρόσχες δὲ τῷ” ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε “συνεξετάζων αὐτὸ τῷ” ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ἐμοῦ “.
32.12.137ἐὰν δέ τις πρὸς ταῦτα λέγῃ, ὅτι κα- κἂν ἀλληγορῆται, οὐδὲν ἧττον γέγονε καὶ κατὰ τὸ ῥητόν, ἀκουστέον μετὰ τοῦ τροπικοῦ καὶ τῆς φασκούσης λέξεως · ” εἰ οὖν ἔνιψα τοὺς πόδας ὑμῶν, ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε “· λεκτέον πρὸς τὸν τοιοῦτον · ἄρ’ἐπεὶ κατὰ τὸ ῥητὸν γέγονεν τὸ εἰρημένον πρὸς τὸν εἰπόντα Πέτρον · ” οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα “τὸ” ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ἐμοῦ “· καὶ ἡμεῖς κατὰ τὸ ῥητὸν τοῖς κατ’εὐλάβειαν μὴ ἐμπαρέχουσιν ἑαυτῶν τοὺς πόδας ἡμῖν ἵνα αὐτοὺς νίψωμεν φήσομεν καὶ τολμήσομεν εἰπεῖν τοῖς τοιούτοις τὸ” ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ἐμοῦ “.
32.12.138εἰ δὲ ἐνταῦθα οὐ δυσωπεῖ τὸ ὃ εἶπον, ἐπίσκεψαι τί σε χρὴ λέγειν πρὸς τὴν περὶ τοῦ εἰ χρὴ καὶ τὴν λέξιν πάντως τηρεῖν ἐπαπόρησιν.
32.12.139ὅτι μὲν οὖν ποτε καθήξει τῷδε μὲν νίψαι τοὺς πόδας τοῦ δεῖνα μαθητοῦ Ἰησοῦ, τῷδε δὲ ἐμπαρασχεῖν αὐτοὺς νιφθησομένους ὑπ’αὐτοῦ, ὡς ἀπὸ ἀγάπης καὶ φιλοφροσύνης τὸν μὲν ποιῆσαι, τὸν δὲ παρασχεῖν, καὶ αὐτὸς ἂν ὁμολογήσαιμι.
32.12.140εἰ δὲ φήσομεν ἕκαστον τῶν μὴ συνειδότων ἑαυτῷ τοῦτο πεποιηκέναι καὶ ἁγίων οὕτω τοὺς πόδας νενιφέναι ὀφειλομένην τινὰ ἐντολὴν μὴ ἀποδεδωκέναι τὴν” ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας “ὥρα που λέγειν, ἐγγύς που πάντας ὀφειλέτας εἶναι τῆς ἐντολῆς ταύτης.
32.13.141ἔτι καὶ ταῦτα ἔχεσθαί μοι δοκεῖ τοῦ δεῖν τὰ περὶ τῆς τῶν ποδῶν νίψεως τροπολογεῖν · τὸ γὰρ” εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτὰ “οὐδενὸς ποιητέου προειρημένου ἢ περὶ τῆς νίψεως τῶν ποδῶν, ἐπ’ἐκείνην τὴν ἀναφορὰν ἔχει.
32.13.142τὰ δὲ κατὰ τὸν τόπον μαθήματα, πῶςτε πόδες μαθητῶν μολύνονται ἤδη λουσαμένων, καὶ τίνα τρόπον πλύνονται, εἰδέναι ὡς ὁ λόγος βούλεται, καὶ ποιεῖν ὡς θέλει ὁ Ἰησοῦς, ἀληθῶς μακαρίων ἐστὶν ἔργον.
32.13.143οὐ γὰρ τὸ τηλικοῦτον ὄνομα τὸ” μακάριον “εὔλογον ἐπὶ τοῖς τυχοῦσιν φῆσαι παρεῖναί τισιν, ἐφ’ᾧ καὶ οἰκέτης ἂν πλύνων τοὺς πόδας τοῦ δεσπότου μακάριος ἂν κατ’αὐτὸ τοῦτο δόξαι τυγχάνειν καὶ κόλαξ καὶ ὑποκριτής · ὃ γὰρ ἡμεῖς ἀποδίδομεν, νίπτειν τοὺς πόδας μαθητῶν Ἰησοῦ μεγάλου τινός ἐστιν καὶ Ἰησοῦν ἐν ἑαυτῷ ἔχοντος καὶ ἁπαξαπλῶς μακαρίου.
32.13.144χρὴ δὲ εἰδέναι τοῦτο, ὅτι παράκειται τῷ ῥητῷ τούτῳ ὅμοια · ἐν μὲν τῷ κατὰ Ματθαῖον τὸ” οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐ δὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. ἀρκετὸν τῷ μαθητῇ, ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ “· ἐν δὲ τῷ κατὰ Λουκᾶν τὸ” οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον · κατηρτισμένος δὲ πᾶς ἔστω ὡς ὁ διδάσκαλος αὐτοῦ “.
32.13.145ἑξῆς τούτῳ ἐστὶν ζητῆσαι τὸ” οὐ περὶ πάντων ὑμῶν λέγω “ἐπὶ τί λελεγμένον ἀνοίσομεν. ὁ μὲν οὖν τις φήσει ἐπὶ τὸ” μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά “· οὐ γὰρ μακάριος Ἰούδας. οὐ νομίζω δὲ ὑγιῶς ἐπὶ τοῦτο ἀναφέρεσθαι τὸ λεγόμενον.
32.13.146τοῦτο γὰρ ὅλον καὶ περὶ Ἰούδα καὶ παντὸς οὑτινοσοῦν, κα- κἂν φαυλότατος ᾖ, ἀληθὲς τὸ Μακάριος εἶ ὁ δεῖνα ἐὰν ποιήσῃς τάδε · ὡς εἰ λέγοιμι καὶ τῷ ἀκολάστῳ, εἰ καὶ μὴ ἀκούσεται τῶν λεγομένων μη δὲ σωφρονήσει · ” μακάριος εἶ, ἐὰν σωφρονήσῃς “· καὶ τῷ σοφίαν ἐξουδενοῦντι, εἰ καὶ ἐπιβαίνει τῇ προαιρέσει ταύτῃ · ” μακάριος εἶ, ἐὰν σοφίαν καὶ παιδείαν ἀναλάβῃς “.
32.13.147μήποτε οὖν τὸ” οὐ περὶ πάντων ὑμῶν λέγω “ἀνοίσομεν εἰς τὸ εἰρημένον τὸ” οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ “.
32.13.148ἐπεὶ γὰρ” πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστιν τῆς ἁμαρτίας “, ἐποίει δὲ τὴν ἁμαρτίαν ὁ Ἰούδας, καὶ μάλιστα τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν αὐτοῦ ἵνα παραδῷ τὸν σωτῆρα, δοῦλος ἦν Ἰούδας τῆς ἁμαρτίας.
32.13.149δοῦλος δὲ ὢν τῆς ἁμαρτίας, οὐκ ἦν τοῦ λόγου τοῦ θεοῦ δοῦλος.
32.13.150οὕτω δὲ οὐ δὲ ἀπόστολος τοῦ Ἰησοῦ ἔτι ἦν · ἤδη γὰρ τοῦ διαβόλου ἐγεγόνει, βεβληκότος εἰς τὴν καρδίαν αὐτοῦ ἵνα παραδῷ τὸν σωτῆρα.
32.13.151διὸ ἀρνούμενος αὐτὸν εἶναι δοῦλον ἑαυτοῦ ὁ σωτὴρ καὶ ἀπόστολον εἶπεν μετὰ τὸ” οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐ δὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν “τὸ” οὐ περὶ πάντων ὑμῶν λέγω “.
32.14.152μετὰ τοῦτο ἴδωμεν τὸ” ἐγὼ οἶδα τίνας ἐξελεξάμην “, ὅπερ ἁπλούστερον μὲν τοιοῦτόν ἐστιν · τίς ἐστιν ἕκαστος ὧν ἐξελεξάμην οἶδα · οἶδα οὖν καὶ τίς ἐστιν ὁ Ἰούδας καὶ οὐ λανθάνει με, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν αὐτοῦ τὰ κατ’ἐμοῦ. καὶ τοιοῦτον δὲ ἔχει νοῦν διά τινα τῆς γραφῆς περὶ τοῦ” οἶδα “συνήθειαν καὶ τῶν ὁμοίων τῇ λέξει ταύτῃ · ὁποῖόν ἐστιν καὶ τὸ” ἔγνων “.
32.14.153φησί που ὁ σωτὴρ ἐρεῖν τοῖς λέξουσιν · ” τῷ ὀνόματί σου ἐφάγομεν, καὶ ἐπίομεν, καὶ δαιμόνια ἐξεβάλομεν “τὸ” οὐδέποτε ἔγνων ὑμᾶς “καὶ τὸ” οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ “· ὅπερ ἐὰν ἁπλούστερον νοῆται, παρὰ τὸ ἀξίωμα δόξομεν τοῦ σωτῆρος ὑπολαμβάνειν.
32.14.154ἀλλὰ μήποτε ἐπεὶ” ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ “, τοὺς μὴ ὄντας αὐτοῦ οὐκ ἔγνω, καὶ ὥς φησι περί τινων τὸ” οὐδέποτε ἔγνων ὑμᾶς “, οὕτω εἴποι ἂν καὶ περὶ τοῦ Ἰούδα, εἰ μὲν † οὖν · ” οὐδέποτε ἔγνων σε “· εἰ δὲ γενόμενος μεταπέπτωκεν, λεχθείη ἂν πρὸς αὐτόν · ” οὐκ οἶδά σε πόθεν εἶ “.
32.14.155καὶ νῦν οὖν τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν αὐτοῦ τὰ κατὰ τοῦ Ἰησοῦ, οὐκ οἶδεν αὐτὸν ὁ Ἰησοῦς. διὸ οὐκ εἶπεν · ” νῦν ἐγὼ οἶδα πάντας τοὺς παρόντας “, ἀλλ’” ἐγὼ οἶδα τίνας ἐξελεξάμην “, ὡς εἰ ἔλεγεν” τοὺς ἐκλεκτούς μου “.
32.14.156οὐ περὶ πάντων δὲ τῶν παρόντων φημὶ τὸ” ἐγὼ οἶδα τίνας ἐξελεξάμην “καὶ γίνεται τὸ γινόμενον ὑπὸ τοῦ ἑνὸς ἐξ ὑμῶν παραδώσοντός με, ἵνα πληρωθῇ ἡ λέγουσα γραφή · ” ὁ τρώγων μου τὸν ἄρτον, ἐπῆρεν ἐπ’ἐμὲ τὴν πτέρναν αὐτοῦ “.
32.14.157παραπέφρασται δὲ τὸ ῥητὸν ἀπὸ τοῦ τεσσαρακοστοῦ Ψαλμοῦ οὕτως ἔχον · ” καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ’ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ἐμὲ πτερνισμόν “.
32.14.158οὐκοῦν ὁ σωτὴρ τὸ ῥητὸν τοῦτο περὶ τοῦ Ἰούδα καὶ ἑαυτοῦ φησιν εἰρῆσθαι. ἐν ᾧ ζητήσεις, πῶς ἄνθρωπος εἰρήνης Ἰούδας ἦν καὶ ἐπ’αὐτὸν ὁ σωτὴρ ἤλπισεν.
32.14.159δηλοῦσθαι οὖν διὰ τούτων νομίζω ὅτι γνησίως ποτὲ ἐπεπιστεύκει · οὐ γὰρ ἂν μηδέποτε υἱὸν εἰρήνης γενόμενον αὐτὸν ἀποστέλλων μετὰ τῶν λοιπῶν ἀποστόλων ἔλεγεν καὶ αὐτῷ · τοῖς γὰρ δώδεκα ἀναγέγραπται εἰρηκέναι τὸ” εἴπατε, εἰρήνη τῷ οἴκῳ τούτῳ. καὶ ἐὰν ἐκεῖ ᾖ υἱὸς εἰρήνης, ἡ εἰρήνη ὑμῶν ἐπ’αὐτὸν ἀναπαύσεται · εἰ δὲ μή γε, ἡ εἰρήνη ὑμῶν ἐφ’ὑμᾶς ἀνακάμψει “.
32.14.160καὶ γὰρ ὅρα μεθ’ὅσα ὁ διάβολος ἔβαλεν αὐτοῦ εἰς τὴν καρδίαν τὰ κατὰ τοῦ σωτῆρος, εἰ καὶ πρὸ ὀλίγου κλέπτης εἶναι μεμαρτύρηται.
32.14.161οὐκ ἂν δ’οἶμαι ἀρχῆθεν κλέπτης ὢν ἐπιστεύθη τὸ γλωσσόκομον · ἄξιος οὖν τοῦ πιστευθῆναι ὤν, εἰ καὶ προεγνώσθη μεταπεσούμενος, ἐπιστεύθη.
32.14.162καὶ τηλικοῦτος ἦν ἄνθρωπος εἰρήνης Χριστοῦ, ὡς ἐλπίδας ἀγαθάς ποτε τὸν Ἰησοῦν ἐπ’αὐτῷ, ὡς καλῷ ἀποστόλῳ, ἐσχηκέναι · ἄκουε γὰρ τοῦ” ἐφ’ὃν ἤλπισα “.
32.14.163ἐγὼ δ’οἶμαι ὅτι καὶ λόγων ἀπορρήτων τροφιμωτάτων κεκοινώνηκεν τοῖς ἀποστόλοις, ἀπὸ Ἰησοῦ λαβών, περὶ ὧν εἶπεν ·
32.14.164” ὁ ἐσθίων ἄρτους μου “. τὸ δὲ” ἐμεγάλυνεν ἐπ’ἐμὲ πτέρναν αὐτοῦ “μεταπέφρασται εἰς τὸ” ἐπῆρεν ἐπ’ἐμὲ πτέρναν αὐτοῦ “, ὡς τα- ταὐτὸν εἶναι τὸ” ἐμεγάλυνεν “τῷ” ἐπῆρεν “.
32.14.165καὶ εἰ χρὴ τὴν” ἐπῆρεν ἐπ’ἐμὲ τὴν πτέρναν αὐτοῦ “καὶ” ἐμεγάλυνεν ἐπ’ἐμὲ πτερνισμὸν αὐτοῦ “σαφηνίσαι λέξιν, φήσομεν ὅτι τοῦτο ποιεῖ ὁ λὰξ ἐντείνων τινί · τοιοῦτος δὲ καὶ Ἰούδας ἦν, τὸν υἱὸν τοῦ θεοῦ καταπατῶν.
32.14.166καὶ τρώγων ἦν μετὰ τοῦ Ἰησοῦ τὸν ἄρτον αὐτοῦ, ὅτε βάψας ὁ Ἰησοῦς τὸ ψωμίον λαμβάνει, καὶ δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτῃ.
32.14.167ἐπῆρεν δὲ Ἰούδας ἐπὶ τὸν διδάσκαλον τὴν πτέρναν αὐτοῦ, ὅτε μετὰ τὸ ψωμίον εἰσῆλθεν ὁ Σατανᾶς εἰς τὸν Ἰούδαν.
32.14.168εἰ δὲ δύναται καὶ τὸ” ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με “συνεξεταζόμενον τῷ” ἐπῆρεν ἐπ’ἐμὲ τὴν πτέρναν αὐτοῦ “ἀναφέρεσθαι ἐπὶ τὸν Ἰούδαν, γενόμενον ἐν τῇ μερίδι τοῦ Ἰησοῦ καὶ κτῆμα χρηματίσαντα αὐτοῦ καὶ ἀπόστολον, πτέρναν δὲ διὰ τὸ τελευταῖον αὐτὸν γεγονέναι τροπικῶς λεγόμενον, καὶ αὐτὸς συνεπισκέψει.
32.15.169τὴν ἀναφορὰν ἡ λέξις αὕτη ἔχει ἐπὶ τὸ προειρημένον τὸ” οὐ περὶ πάντων ὑμῶν λέγω · ἐγὼ οἶδα τίνας ἐξελεξάμην · ἀλλ’ἵνα ἡ γραφὴ πληρωθῇ · ὁ τρώγων μετ’ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν ἐπ’ἐμὲ τὴν πτέρναν αὐτοῦ “· τοῦτο γὰρ τὸ ἐσόμενον, ἵνα ἡ γραφὴ πληρωθῇ περὶ τοῦ ἐπαίροντος ἐπ’ἐμὲ τὴν πτέρναν αὐτοῦ, ὅς ἐστι τρώγων μετ’ἐμοῦ τὸν ἄρτον, ἀπ’ἄρτι λέγω ὑμῖν, καὶ λέγω πρὸ τοῦ γενέσθαι, ἵνα, ἐπὰν γένηται τὸ πληρωθησόμενον τῶν προφητευθέντων ἐν τῇ γραφῇ, πιστεύσητε ὅτι ἐγώ εἰμι περὶ οὗ ταῦτα πεπροφήτευται, ἀπὸ τοῦ τρώγοντος μετ’αὐτοῦ τὸν ἄρτον ἐπάραντος τὴν ἑαυτοῦ πτέρναν κατ’αὐτοῦ.
32.15.170ζητήσαι δ’ἄν τις πῶς εἴρηται τοῖς μαθηταῖς, ὧν ἔνιψεν τοὺς πόδας ὁ Ἰησοῦς, ὡς μηδέπω πιστεύσασιν ὅτι καὶ αὐτὸς εἴη ὁ χριστός, τὸ” ἀπ’ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι “καὶ διὰ τοῦτο λέγω” ἵν’ὅταν γένηται πιστεύσητε ὅτι ἐγώ εἰμι “ὁ προφητευθεὶς χριστός.
32.15.171καὶ ὅρα εἰ δυνάμεθα, μὴ κατηγοροῦντες τῶν τηλικούτων Ἰησοῦ μαθητῶν ὡς οὐδέπω πεπιστευκότων, καὶ τὸ βούλημα σώζειν τοῦ εἰ πόντος ·
32.15.172” ἵνα πιστεύητε ὅταν γένηται ὅτι ἐγώ εἰμι “. ὁ παραλαμβάνων σοφίας θεωρήματα ἔσθ’ὅτε ἐπὶ προτέροις, δι’ἃ ἤδη σοφός ἐστιν, ἀναλαμβάνει δεύτερα, ἐφ’οἷς οὐ πρότερον ἦν σοφός, καὶ σοφώτερος ἔσται · καθὼς λέγεται καὶ τὸ” τῶνδε γὰρ ἀκούσας σοφός, σοφώτερος ἔσται “.
32.15.173ὥσπερ οὖν, εἰ ἐλέγετο τῷ σοφῷ τάδε τινὰ καὶ ἐπεφέρετο · ταῦτά σε ποιεῖ σοφόν · οὐ πάντως ἂν ἐκ τοῦ μὴ σοφοῦ σοφὸν ἐνοήσαμεν ἀλλὰ καὶ ἐκ σοφοῦ σοφώτερον, ὡς ἐπιγινομένης τῆς προκοπῆς καὶ ὁδευούσης ἐπὶ τὴν τελειότητα · οὕτω μοι νόει καὶ τὸν πιστεύοντα δύνασθαι πιστότερον γενέσθαι.
32.15.174καὶ γὰρ οἱ ἀπόστολοι, προσελθόντες ποτὲ τῷ κυρίῳ, οὐχ ἑαυτῶν κατηγοροῦντες ὡς ἀπίστων ἔλεγον αὐτῷ τὸ” κύριε, πρόσθες ἡμῖν πίστιν “· καὶ γὰρ ἐν τῷ” πρόσθες “σαφῶς παρίσταται ὅτι πίστιν εἶχον χωροῦσαν προσθήκην.
32.15.175εἴπερ οὖν συνήκαμεν ταῦτα, νόει μοι τὰς προσθήκας τῶν πιστοποιούντων μετά τινα πρότερον πιστοποιήσαντα προστιθέναι τῇ πίστει · ὥστε καὶ τοὺς μαθητὰς πρὸς οἷς εἶχον πιστοποιητικοῖς καὶ τοῦτο προσειληφέναι τὸ βλέπειν πληρουμένην τὴν λέγουσαν γραφήν · ” ὁ τρώγων μου τὸν ἄρτον, ἐπῆρεν ἐπ’ἐμὲ τὴν πτέρναν αὐτοῦ “, παριστάντος τοῦ προφητευομένου ὅτι αὐτὸς ἦν περὶ οὗ ταῦτα ἐθεσπίζετο.
32.15.176καὶ ἄκουε τοῦ” ἵνα πιστεύητε “ὡς ἴσον δυναμένου τῷ” ἵνα † πιστεύητε ἐνεργῆτε “, παραμένοντες τῷ πιστεύειν καὶ μηδεμίαν ἀφορμὴν πρὸς τὸ μετατίθεσθαι ἴσχοντες.
32.15.177καὶ εἴ τοι μὴ μεγέθει μεγάλη ἡ πίστις ἦν ἢ πλήθει πολλή, οὐκ ἂν ἔλεγεν ὁ Παῦλος τὸ” κα- κἂν ἔχω πᾶσαν τὴν πίστιν “.
32.15.178ὥσπερ γὰρ ὁ τέλειος καὶ πάσας ἔχων τὰς ἀρετάς, τελείαν ἑκάστην ἀναλαβών, τελείαν ἔχει τὴν σοφίαν καὶ τελείαν τὴν σωφροσύνην, οὕτω δὲ καὶ τὴν εὐσέβειαν καὶ τὰς λοιπάς · οὕτως ἄν τις εἴποι τῇ τοῦ πιστεύειν ἀρετῇ τέλειος τὸ πᾶσαν ἔχειν τὴν πίστιν.
32.15.179ταῦτα δέ φημι ὡς οὐ κυρίως ἂν λεχθησομένης τῆς ἀτελοῦς σοφίας ἢ σωφροσύνης ἢ εὐσεβείας ἢ τῶν λοιπῶν ἀρετῶν, ἀλλὰ καταχρηστικῶς, καὶ τῶν ἐν ἑκάστῃ ἀρετῇ προκοπῶν ὁμωνύμως τῇ τελείᾳ ὀνομαζομένων.
32.15.180οὕτω γὰρ σοφὸς λέγεται ὁ ἁμαρτάνων μέν τινα ὡς ἐλέγχου δεῖσθαι, οὐ μὴν καὶ μισῶν τοὺς ἐλέγχοντας ἀλλὰ καὶ μᾶλλον ἀγαπῶν, καθ’ὃ γέγραπται ·
32.15.181” ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε “. οὕτω δὲ καὶ σοφὸς λέγεται, ἐπιδεκτικὸς ὢν ἑτέρων θεωρημάτων σοφίας καὶ μηδέπω ἔχων τὰ δεύτερα, καθ’ὃ λέγεται καὶ τὸ” δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται “.
32.15.182ἀλλὰ γὰρ ἐπὶ ταῦτα ἐληλύθαμεν, δεικνύντες ὅτι ἐνδέχεται τὸν ἤδη πιστεύοντα μανθάνειν τινά, ἵνα πάλιν πιστεύῃ, καὶ διὰ τῆς προσθήκης τῶν μαθημάτων προστιθέναι τῇ πίστει.
32.16.183εἰ δὲ βουλόμεθα εἰδέναι τίς ἐστιν ὁ πᾶσαν ἔχων τὴν πίστιν, λάβωμεν ἐπὶ παραδείγματος κεφαλαιωδῶς τὰ ἐν τῷ πιστεύεσθαι σώζοντα τὸν πιστεύοντα, φέρε εἰπεῖν, ὄντα τὸν ἀριθμὸν ἑκατόν, καὶ λέγωμεν ὅτι ὁ μὲν τὰ προειρημένα ἑκατὸν ἀδιστάκτως παραδεχόμενος καὶ ἑκάστῳ αὐτῶν βεβαίως πιστεύων πᾶσαν ἔχει τὴν πίστιν · ὁ δὲ λείπων ἔν τινι ἀριθμῷ τῶν ἐν τῷ πιστεύεσθαι σωζόντων, ἢ τῇ πρὸς τὰ πιστευόμενα βεβαιότητι, τοσοῦτον λείπει τοῦ πᾶσαν ἔχειν τὴν πίστιν, ὅσοις ἀριθμοῖς πιστεύων ἐνδεῖ ἢ ὅσον ἀφέστηκεν τῆς περὶ τῶν πιστευομένων βεβαιότητος εἴτε πάντων εἴτε τινῶν · ἵν’ἐπὶ τοῦ παρόντος δοθῇ τισὶν μὲν δύνασθαι βεβαίως πιστεύειν τινά, τισὶν δὲ πιστεύειν μέν, οὐ βεβαίως δέ · πλὴν ὁμολογουμένως δοθείη ἂν ἀμήχανον ἀποδείκνυσθαι τὸν ἐν ἑνὶ ἀτελῆ πρὸς μηδὲν ἔχειν βεβαιότητα, ὅτι οὐ τὸ ἴσον ἀπόστημα ἀπὸ τῆς πρὸς τὰ πιστευόμενα βεβαιότητος ἀπέχει ἕκαστος τῶν, ἵν’οὕτως ὀνομάσω, κατὰ τὴν γραφὴν ὀλιγοπίστων καὶ τὴν πρὸς τὰ πιστευόμενα βεβαιότητα οὐδέπω ἀνειληφότων.
32.16.184τούτοις δὲ ἕπεται διὰ τὸ” κατὰ τὴν πίστιν σου γενηθήτω σοι “καὶ διὰ τὸ” ἡ πίστις σέσωκέν σε “ἑκάστῳ ἀπαντῆσαι κατὰ τὴν ἐν τῇ δικαίᾳ κρίσει τοῦ θεοῦ ἀμοιβὴν ἀνάλογον τοσῇδε καὶ τοιᾷδε πίστει καὶ σωτηρίαν · εἴ γέ ἐστίν τις καὶ ἐν ταύτῃ σωζομένων διαφορά, ὡς τὸ” ὧι μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν “φθάνειν καὶ ἐπὶ τὰ μέτρα τῆς πίστεως καὶ τὰ μέτρα τῆς ἀπὸ θεοῦ ἀμοιβῆς καὶ σωτηρίας.
32.16.185ὁ δὲ τὸν τούτων κατανοήσας λόγον θεωρήσει πῶς εὐλόγως ὡς μὴ δυναμένοις κρίνειν τοῖς ἀνθρώποις λέγεται · ” μὴ κρίνετε, ἵνα μὴ κριθῆτε “καὶ τὸ” μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος “.
32.16.186πάλιντ’αὖ ἐπεὶ ἔλεγον ὡς ἐπὶ παραδείγματος, ἑκατὸν ὄντων τῶν σωζόντων ἐν τῷ πιστεύεσθαι, τὸν μὲν τοῖς ἑκατὸν βεβαίως πιστεύοντα πᾶσαν ἔχειν τὴν πίστιν, τὸν δὲ λείποντα τῇ πρός τινα τῶν ἑκατὸν πίστει ἢ τῇ πρὸς τὰ πιστευόμενα βεβαιότητι διαφόρως μὴ πᾶσαν ἔχειν τὴν πίστιν, ἐκθήσομεν σαφηνείας ἕνεκεν τοιαῦτα.
32.16.187” πρῶτον πάντων πίστευσον ὅτι εἷς ἔστιν ὁ θεός, ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας καὶ ποιήσας ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα “.
32.16.188χρὴ δὲ καὶ πιστεύειν ὅτι κύριος Ἰησοῦς Χριστός, καὶ πάσῃ τῇ περὶ αὐτοῦ κατὰ τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα ἀληθείᾳ.
32.16.189δεῖ δὲ καὶ εἰς τὸ ἅγιον πιστεύειν πνεῦμα, καὶ ὅτι αὐτεξούσιοι ὄντες κολαζόμεθα μὲν ἐφ’οἷς ἁμαρτάνομεν, τιμώμεθα δὲ ἐφ’οἷς εὖ πράττομεν.
32.16.190φέρε οὖν καθ’ὑπόθεσιν, εἴ τις δοκῶν πιστεύειν εἰς τὸν Ἰησοῦν μὴ πιστεύοι ὅτι εἷς ἐστιν ὁ θεὸς ὁ νόμου καὶ εὐαγγελίου, οὗ τὴν δόξαν οὐρανοί, ὡς ὑπ’αὐτοῦ γεγενημένοι, διηγοῦνται, καὶ τὸ στερέωμα ἀναγγέλλει τὴν ποίησιν τῶν χειρῶν αὐτοῦ, ὡς ἔργον τυγχάνον αὐτῶν, οὗτος ἂν μεγίστῳ λείποι τῆς πίστεως κεφαλαίῳ.
32.16.191ἢ πάλιν εἴ τις πιστεύων ὅτι ὁ ἐπὶ Ποντίου Πιλάτου σταυρωθεὶς ἱερόν τι χρῆμα καὶ σωτήριον τῷ κόσμῳ ἐπιδεδήμηκεν, ἀλλ’οὐκ ἐκ παρθένου τῆς Μαρίας καὶ ἁγίου πνεύματος τὴν γένεσιν ἀνείληφεν, ἀλλ’ἐξ Ἰωσὴφ καὶ Μαρίας, καὶ τούτῳ ἂν λείποι εἰς τὸ πᾶσαν ἔχειν τὴν πίστιν τὰ ἀναγκαιότατα.
32.16.192πάλιντε αὖ εἰ τὴν μὲν θεότητά τις αὐτοῦ παραδέχοιτο, τῇ δὲ ἀνθρωπότητι προσκόπτων μηδὲν ἀνθρώπινον περὶ αὐτὸν πιστεύοι γεγονέναι, ἢ ὑπόστασιν εἰληφέναι, καὶ τούτῳ ἂν λείποι πρὸς πᾶσαν τὴν πίστιν οὐ τὰ τυχόντα.
32.16.193ἢ εἰ ἀνάπαλιν τὰ μὲν περὶ αὐτὸν ἀνθρώπινα προσίοιτο, τὴν δὲ ὑπόστασιν τοῦ μονογενοῦς καὶ πρωτοτόκου πάσης κτίσεως ἀθετοῖ, καὶ οὗτος ἂν οὐ δύναιτο λέγειν πᾶσαν ἔχειν τὴν πίστιν.
32.16.194καὶ οὕτως καθεξῆς μοι νόει, ἵνα θεωρήσωμεν ὁπηλίκον ἐστὶν τὸ ἀνελλιπῶς καὶ βεβαίως πᾶσαν τὴν πίστιν ἔχειν, τοσοῦτον δυναμένην, ὅτε πᾶσά ἐστιν ἐν ἀνθρώπου ψυχῇ, ὥστε ἅτινά ποτέ ἐστιν τὰ ὄρη μεθιστάνειν αὐτὰ δύνασθαι · πάντων μὲν τῶν ἀνθρώπων δυναμένων μεθιστάνειν τὸ δεικνύμενον ὑπὸ τοῦ Ἰησοῦ ὄρος, καὶ τὰ δεικνύμενα αὐτῷ, εἰ δὲ λείποι τινὰ τῇ πάσῃ πίστει, λείπει τῇ δυνάμει τοῦ μετατιθέναι ὄρη.
32.16.195καὶ χρήσομαί γε καὶ τοιούτῳ εἰς ταῦτα παραδείγματι · ὥσπερ καθέλκουσιν οἱ τοσοῦτοι, τοιάνδε δύναμιν ἔχοντες, πρώτως εἰς θάλασσαν τὴν ναῦν, εἰ δὲ λείποιεν οὗτοι κα- κἂν ἑνὶ τῶν συνεργῶν ἢ τῇ δυνάμει τινός, οὐκ ἂν καθέλκοιτο ἡ ναῦς · οὕτως οἱονεὶ πολλοὶ μετατιθέντες εἰσὶν τὰ ὄρη ἡ πᾶσα πίστις · τοσοῦτον δὲ λείπει τῇ δυνάμει τῆς τῶν ὀρῶν μεταθέσεως ὅσον λείπει πρὸς τὸ πᾶσαν τὴν πίστιν ἔχειν ὁ ἔτι κατ’αὐτὴν ἀτελής.
32.16.196καὶ ὅρα εἰ μὴ χρησίμως ὅλα ταῦτα ἐξήτασται διὰ τοὺς μαθητὰς ὧν ἔνιψεν ὁ Ἰησοῦς τοὺς πόδας, πρὸς οὓς εἶπεν, ὡς ἂν ὑπολάβοι ὁ μὴ ἐξετάσας, ὡς μηδέπω πιστεύσαντας τὸ” ἀπ’ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα πιστεύητε ὅταν γένηται ὅτι ἐγώ εἰμι “· ἅμα δὲ καὶ ἀναπτυσσόμενος ὁ λόγος δείκνυσιν πηλίκη μέν ἐστιν ἡ κατὰ τὴν πᾶσαν πίστιν ἀρετή, καὶ ὅτι σπανίως εὑρισκομένη · πόσῳ δ’ἕκαστος ἡμῶν ἀπολείπεται τοῦ τὴν πᾶσαν ἔχειν πίστιν, ὥστε ὄρη μεθιστάνειν.
32.16.197πλὴν οὐκ εὐκαταφρόνητον πρὸς τὸ ποιεῖν πιστεύειν ἐστίν, κατὰ τὰ νῦν προκείμενα, τὸ τοὺς προφήτας μὲν προτεθεσπικέναι τὰ περὶ τοῦ Ἰησοῦ, κατὰ δὲ τὸν λόγον αὐτῶν ἀπηντηκέναι τῷ σωτῆρι τὰ προειρημένα.
32.17.198ὁ Ἰησοῦς πέμπει οὐ μόνον ἁγίους, ἀλλὰ καὶ ἁγίους καὶ ἀγγέλους · καὶ πέμπει μὲν τοὺς διὰ τὸ ἀποστέλλεσθαι ὑπ’αὐτοῦ ἀποστόλους ὀνομαζομένους.
32.17.199ἤδη δὲ τούτων οἱ μὲν ἄνθρωποί εἰσιν, οἱ δὲ δυνάμεις κρείττους. οὐ γὰρ ἁμαρτησόμεθα τὸ” ἀπόστολος “ὄνομα τάσσοντες καὶ ἐπὶ τούτων, περὶ ὧν γέγραπται · ” πάντες εἰσὶν λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν “.
32.17.200εἰ γὰρ παρὰ τὸ ἀποστέλλεσθαι ἀπόστολοι, πάντες δέ εἰσιν ὑπὸ τοῦ ποιοῦντος” τοὺς ἀγγέλους αὐτοῦ πνεῦμα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα “εἰς διακονίαν ἀποστελλόμενοι, ὄντες λειτουργικὰ πνεύματα, καὶ οὗτοι ἂν εἶεν ἀπόστολοι τοῦ ἀποστέλλοντος αὐτούς. καὶ ἕκαστός γε τῶν πεμπομένων ἀπό τινος, ἀπόστολός ἐστιν τοῦ πέμψαντος.
32.17.201καθ’ὃ καὶ ἐν τοῖς ἀνωτέρω λέλεκται μετὰ τὸ” οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐ δὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν “.
32.17.202κατὰ τοῦτο δὲ οὐχ ἁμαρτήσει καὶ τὸν Ἰωάννην ἀπόστολον λέγων θεοῦ διὰ τὸ” ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης “, καὶ τὸν Ἡσαΐαν διὰ τὸ” τίνα ἀποστελῶ, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον “; ὅτε ἀπεκρίνατο λέγων · ” ἰδού εἰμι ἐγώ, ἀπόστειλόν με “.
32.17.203τί δὲ περὶ τούτων λέγω, ὅτε καὶ ἐν τῇ πρὸς Ἑβραίους ὁ τηλικοῦτος ἡμῶν σωτὴρ ἀπόστολος εἴρηται τοῦ πατρός; γέγραπται γάρ · ” ἔχοντες οὖν ἀρχιερέα μέγαν καὶ ἀπόστολον Ἰησοῦν Χριστόν “.
32.17.204καὶ νῦν οὖν ὃν ἐὰν ἀποστέλλῃ ὁ σωτὴρ διακονησόμενον τῇ τινων σωτηρίᾳ, ὁ ἀποστελλόμενος ἀπόστολός ἐστιν Ἰησοῦ Χριστοῦ.
32.17.205ἀλλ’ὁ ἀπόστολος, ὥσπερ τοῦ ἀποστείλαντός ἐστιν ἀπόστολος, οὕτως τισὶν πρὸς οὓς ἀποστέλλεται μόνοις ἐστὶν ἀπόστολος.
32.17.206ὅπερ νοῶν ὁ Παῦλος ἔλεγεν · ” εἰ καὶ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμί · ἡ γὰρ σφραγίς μου τῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ “.
32.17.207ἔξεστιν οὖν τινα εἶναι ἀπόστολον Ἰησοῦ Χριστοῦ ἑνὶ μόνῳ ἐξαποσταλέντα, εἰ ἑνὶ μόνῳ θεοῦ προνοίᾳ τὸν λόγον διηκονήσατο.
32.17.208καὶ ταῦτά φαμεν, ἵνα πάλιν βλέπωμεν τὴν τῶν χρηματισάντων Ἰησοῦ Χριστοῦ ἀποστόλων ὑπεροχήν · ” δεξιάς, γάρ φησιν, ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν “. οὐκοῦν Παῦλος ἔθνεσι μόνοις ἀπόστολος ἦν, καὶ Πέτρος ὅλῃ τῇ περιτομῇ.
32.17.209ἡμῶν δὲ κα- κἂν ἀξιωθῇ τις, ὡς παρέστησεν ὁ ἀπόστολος, τοῦ γενέσθαι ἑνί που ἢ ὀλίγῳ πλείοσιν, ἀπόστολος γίνεται.
32.17.210κα- κἂν γένηται δέ, μὴ ἐπαιρέσθω, μεμνημένος τοῦ” ὃ δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ “· οὐ γὰρ πάντως εἰ ζητεῖται, τὸ ζητούμενον εὑρίσκεται.
32.17.211ταῦτα διὰ τὸ” ὁ λαμβάνων ἐάν τινα πέμψω “, ὅσους ἐνδέχεται πέμπεσθαι ὑπὸ τοῦ Ἰησοῦ, κα- κἂν μή, οὓς εἰθίκαμεν ὀνομάζειν ἀποστόλους, τοιοῦτοι ὦσιν, καὶ ὅτι ἐνδέχεται καὶ τῆς ἀνθρώπων φύσεως κρείττονα ὄντα πέμπεσθαι ὑπὸ τοῦ Ἰησοῦ.
32.17.212ὁ οὖν λαμβάνων ὃν ἂν πέμψῃ ὁ Ἰησοῦς, τὸν ἐν τῷ ἀποσταλέντι Ἰησοῦν λαμβάνει · ὁ δὲ λαμβάνων τὸν Ἰησοῦν, πατέρα λαμβάνει · ὁ ἄρα λαμβάνων ὃν ἂν πέμψῃ ὁ Ἰησοῦς λαμβάνει τὸν πέμψαντα τὸν Ἰησοῦ πατέρα.
32.17.213δύναται δὲ καὶ τοιοῦτος ὁ λόγος εἶναι · ὁ μὲν λαμβάνων ὃν ἐὰν ἐγὼ πέμψω, ἐμὲ λαμβάνει, καὶ μέχρι τοῦ ἐμὲ παραδέξασθαι φθάνει · ὁ δὲ μὴ διά τινός μου ἀποστόλου ἐμὲ λαμβάνων, ἀλλὰ χωρῶν ἐμὲ οὐκ ἀπ’ἀνθρώπων οὐ δὲ δι’ἀνθρώπων διακονούμενον, ἀλλ’ἐπιδημοῦντα ταῖς τῶν εὐτρεπισάντων ἑαυτοὺς πρὸς τὴν ἐμὴν παραδοχὴν ψυχαῖς, τὸν πέμψαντά με λαμβάνει πατέρα, ὡς μὴ μόνον ἐμὲ τὸν χριστὸν εἶναι ἐν αὐτῷ ἀλλὰ καὶ τὸν πατέρα.
32.17.214ἔστιν δὲ ἐκ τούτων καὶ τὰ κατ’ἐναντιότητα νοῆσαι · ὁ γὰρ λαμβάνων ὃν ἐὰν πέμψῃ ὁ υἱὸς τοῦ πονηροῦ, ἐκεῖνος τὸν ἀντίχριστον λαμβάνει · ὁ δὲ λαμβάνων τὸν υἱὸν τοῦ πονηροῦ καὶ παραδεξάμενος τὸν ἀντίχριστον λόγον, ὑποκρινόμενον εἶναι ἀλήθειαν καὶ ψευδῶς ἐπαγγελλόμενον εἶναι δικαιοσύνην, οὗτος αὐτὸν λαμβάνει τὸν πονηρόν.
32.17.215διὸ προσέχωμεν, ἵν’ὡς καλοὶ τραπεζῖται δοκιμάζωμεν μὲν τὸν τῶν ἀληθῶν διάκονον, ἀποδοκιμάζωμεν δὲ τὸν τῶν ψευδῶν.
32.17.216ἐνθάδε μὲν οὖν” ὁ λαμβάνων, φησίν, ἐάν τινα πέμψω, ἐμὲ λαμβάνει · ὁ δὲ ἐμὲ λαμβάνων, λαμβάνει τὸν πέμψαντά με “καὶ” ὁ θεωρῶν ἐμέ, θεωρεῖ τὸν πέμψαντά με “· οὔτε δὲ εἴρηται · ” ὁ πιστεύων εἰς ὑμᾶς, πιστεύει εἰς ἐμέ “οὔτε” ὁ θεωρῶν ὑμᾶς, θεωρεῖ ἐμέ “. λαμβάνειν μὲν γὰρ ἡμᾶς βούλεται τοὺς ἀποστόλους ἑαυτοῦ, οὐ μὴν καὶ πιστεύειν εἰς αὐτούς.
32.17.217λαμβάνωμεν οὖν τοὺς ὑπὸ τοῦ λόγου ἡμῖν ἀποστελλομένους καὶ αὐτὸν τὸν λόγον τοῦ θεοῦ · μηδέποτε δὲ παραδεξώμεθα ἀπόστολον ἀντιχρίστου καὶ λόγον ψευδῆ.
32.18.218ἀνωτέρω εἶπεν · ” νῦν ἡ ψυχή μου τετάρακται “· νῦν δὲ λέγεται ὅτι” ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι “. καὶ ζητῶ τοιαῦτα εἰς τὸν τόπον · τί δήποτε οὐκ εἴρηται ἀνάλογον τῷ” νῦν ἡ ψυχή μου τετάρακται “τὸ” τὸ πνεῦμα τοῦ Ἰησοῦ τετάρακται “, ἢ ἀνάλογον τῷ” ἐταράχθη τῷ πνεύματι “τὸ” νῦν ἡ ψυχή μου τετάρακται “; καὶ ταῦτα ζητεῖν ἐτόλμησα μετρίως, τηρήσας ἐν πάσῃ τῇ γραφῇ διαφορὰν ψυχῆς καὶ πνεύματος καὶ μέσον μέν τι θεωρῶν εἶναι τὴν ψυχὴν καὶ ἐπιδεχομένην ἀρετὴν καὶ κακίαν, ἀνεπίδεκτον δὲ τῶν χειρόνων τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ · τὰ γὰρ κάλλιστα καρποὶ λέγονται εἶναι τοῦ πνεύματος, οὐχ ὡς ἂν οἰηθείη τις, τοῦ ἁγίου, ἀλλὰ τοῦ ἀνθρωπίνου.
32.18.219πρὸς ἀντιδιαστολὴν γὰρ τούτου φανερὰ λέγεται εἶναι τὰ ἔργα τῆς σαρκός, πάντα ψεκτὰ τυγχάνοντα, ἐπεὶ μηδὲν ἔργον σαρκὸς ἐπαινετόν.
32.18.220ἅπαξ δὲ μέχρι τοῦ δεῦρο εὗρον πνεῦμα φαύλου σκληρύνεσθαι λεγόμενον ὑπὸ κυρίου τοῦ θεοῦ.
32.18.221γέγραπται γὰρ οὕτως ἐν τῷ Δευτερονομίῳ · ” καὶ οὐκ ἠθέλησεν Σηὼν βασιλεὺς Ἐσσεβῶν παρελθεῖν ἡμᾶς δι’αὐτοῦ, ὅτι ἐσκλήρυνεν κύριος ὁ θεὸς τὸ πνεῦμα αὐτοῦ, καὶ κατίσχυσεν καρδίαν αὐτοῦ, ἵνα παραδοθῇ εἰς τὰς χεῖράς σου ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ “.
32.18.222ἀλλὰ τὰ περὶ μὲν τούτου οἰκειότερον ἐν τοῖς εἰς τὸ Δευτερονόμιον ἐξετασθείη ἄν.
32.18.223νῦν δὲ πρόκειται λέγειν πῶς τὰ προειρημένα” εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη “οὐ τὴν ψυχὴν οὐ δὲ τῇ ψυχῇ, ἀλλ’οὐ δὲ τοῦ πνεύματος, ἀλλὰ” τῷ πνεύματι “. ἵν’οὖν τὸ περὶ τοῦ πνεύματος παρατήρημα μὴ διαπίπτῃ, λεκτέον ὅτι ἐν μὲν τῷ” νῦν ἡ ψυχή μου τετάρακται “τὸ τῆς ταραχῆς πάθος ψυχῆς ἦν, ἐν δὲ τῷ” ἐταράχθη τῷ πνεύματι ὁ Ἰησοῦς “, ὅπερ ἐστὶν τὸ ἀνθρώπινον, τὸ πάθος ἦν ἐρχόμενον τῇ ἐπικρατείᾳ τοῦ πνεύματος.
32.18.224ὡς γὰρ ὁ ἅγιος ζῇ πνεύματι, προκατάρχοντι τῶν ἐν τῷ ζῆν καὶ πάσης πράξεως καὶ εὐχῆς καὶ τοῦ πρὸς θεὸν ὕμνου, οὕτως πᾶν ὅ τί ποτ’ἂν ποιῇ, ποιεῖ πνεύματι, ἀλλὰ κα- κἂν πάσχῃ, πάσχει πνεύματι.
32.18.225εἰ δὲ ὁ ἅγιος, πόσῳ μᾶλλον ταῦτα λεκτέον περὶ τοῦ τῶν ἁγίων ἀρχηγοῦ Ἰησοῦ, οὗ τὸ πνεῦμα τοῦ ἀνθρώπου, ἐν τῷ ἀνειληφέναι αὐτὸν ὅλον ἄνθρωπον, τὸ ἐν αὐτῷ διέσεισεν τὰ λοιπὰ ἐν αὐτῷ ἀνθρώπινα;
32.18.226καὶ οὕτως” ἐταράχθη τῷ πνεύματι “, ἵνα μαρτυρήσῃ καὶ ἵνα εἴπῃ μετὰ τοῦ θείου οἱονεὶ ὅρκου τοῦ ἀμὴν τὸ” λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με “.
32.18.227τοῦ γὰρ πνεύματος, οἶμαι, θεωρήσαντος τὸ ἤδη ἀπὸ τοῦ διαβόλου βεβλημένον εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου, ἵνα τὸν διδάσκαλον παραδῷ, φωτισθεὶς εἰς τὸ ἐσόμενον ἐταράχθη · καὶ ἐπεὶ ἡ ταραχὴ ἀπὸ τῆς ἐν πνεύματι γνώσεως γεγένηται, ὃ καὶ ἐν ταραχῇ ἐγένετο,” Ἰησοῦς, εἴρηται, ἐταράχθη τῷ πνεύματι “.
32.18.228τάχα δὲ καὶ κατὰ μίαν ἐκδοχὴν τὴν” ἡ σὰρξ ἀσθενής “καὶ ἡ σὰρξ τετάρακται · ταῦτα δ’ἦν ὁ Ἰησοῦς, περὶ οὗ ὑπὸ τοῦ Γαβριὴλ πρὸς τὴν Μαρίαν εἴρηται τὸ” καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρί, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν · οὗτος ἔσται μέγας, καὶ υἱὸς ὑψίστου κληθήσεται “.
32.18.229σημείωσαι δὲ τίνα τρόπον ἐν τοῖς ἐξεταζομένοις τὸ ἐμαρτύρησεν ἀναφέρεται εἰς τὸ” εἷς ἐξ ὑμῶν παραδώσει με “.
32.18.230καὶ τοῦτο γὰρ λεγόμενον καὶ προφητευόμενον τοῖς μαθηταῖς περὶ Ἰούδα, τοῦ ἑνὸς ἐξ αὐτῶν, μαρτυρία ἦν ὁμώνυμος, οἶμαι, τῷ παρὰ τὸ μαρτυρεῖν καὶ ἀποθνήσκειν ὑπὲρ θεοσεβείας σημαινομένῳ.
32.18.231οὐ γὰρ τα- ταὐτὰ νομίζω σημαίνεσθαι ἐν τῷ” ἐμαρτύρησεν “, ὅτε δηλοῦται τὸ ῥῆμα, παρ’ὃ ὁ μάρτυς ἐσχημάτισται τοῦ θεοῦ καὶ τοῦ χριστοῦ αὐτοῦ, καὶ νῦν ὅτε ἀναφέρεται ἐπὶ τὸ” εἷς ἐξ ὑμῶν παραδώσει με “.
32.18.232ἔτι κατὰ δύναμιν ἐγὼ ἐφίστημι καὶ τῷ” εἷς ἐξ ὑμῶν “, ἀναφερομένῳ ἐπὶ τὸν Ἰούδαν, μήποτε ἐμφαίνει τὸ ἀπὸ τάξεως ἀποστολικῆς, ἐν ᾗ καὶ αὐτὸς ὕψωται τῷ διάθεσίν ποτε παραπλησίαν τοῖς λοιποῖς ἀποστόλοις ἔχειν αὐτόν, ἀποπεπτωκέναι.
32.18.233οὕτως γὰρ ἐγὼ ἤκουσα καὶ τοῦ” ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν “, ἐπεὶ μη δὲ ἐκεῖ εἴρηται · ” ὡς ἡμεῖς “ἢ” ὡς ἐγώ “, ἀλλὰ διὰ τὸν ἕνα ἐκπεσόντα τῆς μακαριότητος, τὸ” ὡς εἷς ἐξ ἡμῶν “· τὸ δὲ” ὡς εἷς “συνᾴδειν μοι δοκεῖ καὶ μετὰ τοῦ” ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε “, τῷ” καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε “. πλειόνων γὰρ ἀρχόντων γενομένων, εἷς πέπτωκεν, ᾧ παραπλησίως μιμούμενοι τὴν ἐκείνου πτῶσιν πίπτουσιν οἱ ἁμαρτάνοντες.
32.18.234ὡς γὰρ ἐκεῖνος ἐν θεότητι τυγχάνων πέπτωκεν, οὕτω καὶ πρὸς οὓς ὁ λόγος φησὶ τὸ” ἐγὼ εἶπα · θεοί ἐστε, καὶ υἱοὶ ὑψίστου πάντες “, ἀποπεσόντες τῆς μακαριότητος, οὐ προηγουμένως ὄντες ἄνθρωποι, ὡς ἄνθρωποι ἀποθνήσκουσιν καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτουσιν.
32.18.235νομίζω δὲ καὶ θαυμαστικῶς εἰρῆσθαι τοιούτῳ νῷ τὸ λεγόμενον · ὁ παραδώσων με οὐκ ἀλλότριος τῶν ἐμῶν μαθητῶν ἐστιν, ἀλλ’οὐ δὲ εἷς τῶν πολλῶν μαθητῶν, ἀλλὰ εἷς τῶν ἐν ἐκλογῇ μοι τετιμημένων ἀποστόλων.
32.18.236πολλοὶ μὲν οὖν, καταψηφιζόμενοι τοῦ Ἰησοῦ, φασίν · ” σταύρου, σταύρου αὐτόν “καὶ” αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον “.
32.18.237τὸ δὲ παραδοῦναι αὐτὸν ἔργον ἦν ἑωρακότος καὶ νενοηκότος αὐτόν · διδάσκαλον γὰρ αὐτὸν ἐπιστάμενος τῶν τηλικῶνδε καὶ τοσῶνδε μαθημάτων, ἃ κατ’ἰδίαν μετὰ τῶν ἀποστόλων ἤκουσεν, καὶ κύριον αὐτὸν εἰδώς, παραδιδοὺς αὐτόν, ὃ ἔγνω μέγεθος αὐτοῦ παρέδωκεν, οὐκ ἂν ποιήσαντος τοῦτό τινος τὸ μέγεθος αὐτοῦ μὴ τεθεωρηκότος.
32.18.238τὸν μὲν γὰρ μέγαν παραδέδωκεν, οὐ καθ’ὃ μέγας ἐστίν, ἐπεὶ μὴ εἶδεν καθ’ὃ μέγας ἐστίν · ὁ δὲ καὶ μαθὼν πῶς μέγας ἦν καὶ ἀκροατὴς γενόμενος τοῦ μεγέθους τῆς ἐν αὐτῷ σοφίας καὶ λόγου καὶ χάριτος καὶ προδοὺς αὐτόν, προέδωκεν ὅλον καθ’ὃ εἶδεν μέγεθος.
32.18.239διὰ τοῦτο συνέφερεν αὐτῷ εἰ μὴ ἐγεννήθη, εἴτε τὴν τῆς παλιγγενεσίας γένεσιν, ὡς ἂν βαθύτερόν τις ἀκούσαι, εἴτε καὶ τὴν κοινότερον νοουμένην · περὶ ἧς ὁ πραγμάτων ἑαυτὸν ἀπαλλάττειν θέλων, καὶ ζητήσας ὅτι ᾧ συμφέρει, ὄντι συμφέρει, καὶ ὑπονοήσας ὅτι οὐκ ἂν μὴ ὄντι αὐτῷ συνέφερεν, ἐπὶ τὴν δευτέραν κατελθὼν διήγησιν, ἐκείνην μᾶλλον παραδέξεται.
32.19.240εἰ μὲν προφανὴς ἦν τοῖς Ἰησοῦ μαθηταῖς ἡ τοῦ Ἰούδα κακία, κα- κἂν ἔγνωστο, εἰπόντος τοῦ σωτῆρος ὅτι” εἷς ἐξ ὑμῶν παραδώσει με “, τίς ἦν ὁ παραδώσων τὸν διδάσκαλον. νυνὶ δὲ βλέπουσιν” εἰς ἀλλήλους οἱ μαθηταί, ἀπορούμενοι περὶ τίνος λέγει “.
32.19.241καὶ γὰρ Ἰούδας τάχα μὲν ἐκ προτέρων χρηστοτέρων ἐδυσώπει τοὺς ἀποστόλους πρὸς τὸ μηδὲν ὑπονοῆσαι περὶ αὐτοῦ φαῦλον · τάχα δὲ καὶ τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν, ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης, οὐκ ἦν τῆς πονηρίας ἐξ ὅλων · λείμματος γὰρ προαιρέσεως ἀγαθῆς ὑπάρχοντος ἐν αὐτῷ, ἰδὼν ὅτι κατεκρίθη, ἡνίκα” δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν Πιλάτῳ τῷ ἡγεμόνι “,” μεταμεληθεὶς ἔστρεφεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι καὶ πρεσβυτέροις λέγων · ἥμαρτον παραδοὺς αἷμα ἀθῷον “· ὅτε εἰπόντων αὐτῶν · ” τί πρὸς ἡμᾶς; σὺ ὄψῃ “· ῥίψας ὁ φιλάργυρος Ἰούδας τὰ ἀργύρια” ἀπελθὼν ἀπήγξατο “, μη δὲ περιμείνας ἰδεῖν τοῦ περὶ τὸν Ἰησοῦν παρὰ τῷ Πιλάτῳ κρίματος τὸ τέλος.
32.19.242καὶ γέγονεν αὐτῷ οὔτε καθαρὰ ἀπὸ ἁμαρτίας μετάνοια, οὔτε ἄκρατος πρός τι χρηστότερον ἡ πονηρία. εἰ μὲν γὰρ καθαρῶς μετενόει κα- κἂν ὡς ὁ λῃστὴς εἰπών · ” μνήσθητί μου, Ἰησοῦ, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου “, προσελθὼν τῷ σωτῆρι ἐποίει τὰ παρ’αὐτοῦ, πρὸς τὸ ἐξιλάσασθαι αὐτὸν ἐπὶ τῇ φθασάσῃ γεγονέναι προδοσίᾳ.
32.19.243εἰ δὲ πάντη τὴν τοῦ καλοῦ ἔννοιαν ἐξεληλακὼς ἦν τῆς ἑαυτοῦ ψυχῆς, οὔτ’ἂν μετεμελήθη ἰδὼν ὅτι κατεκρίθη ὁ Ἰησοῦς · ἀλλὰ καὶ προσετίθει ἂν λόγους κατηγορῶν αὐτοῦ συγγενεῖς τῇ προδοσίᾳ ·
32.19.244ἀλλὰ καὶ ἀπολαύων ἂν ὡς φιλάργυρος ὧν ἔλαβεν τριάκοντα ἀργυρίων,” τὴν τιμὴν τοῦ τετιμημένου “, οὔτ’ἂν ἐβουλεύσατο ἀπώσασθαι τὰ ἀργύρια οὔτ’ἂν ἔστρεψεν αὐτὰ τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις, οὔτ’ἂν ἐπ’αὐτῶν ἐκείνων ἐξωμολογήσατο, αὑτοῦ μὲν κατηγορῶν, τὸν δὲ διδάσκαλον καὶ ἐγκωμιάζων ἐν τῷ ·
32.19.245” ἥμαρτον παραδοὺς αἷμα δίκαιον “. ἀλλὰ καὶ τὸ ἀπάγξασθαι αὑτὸν οὐδεὶς ἄλλος ἐποίησεν ἢ ὁ βεβληκὼς αὐτοῦ εἰς τὴν καρδίαν ἵνα παραδῷ τὸν σωτῆρα · καὶ τόπον γε κατ’ἀμφότερα ἔδωκεν τῷ διαβόλῳ.
32.19.246ταῦτα δὲ κατὰ δύναμιν ἐπεξειργασάμην ἅμα μὲν παριστὰς τοῖς οἰομένοις αὐτὸν φύσει γεγονέναι ἀνεπίδεκτον σωτηρίας, ὅτι οὐ τοιοῦτος ἦν, ἅμα δὲ διηγούμενος ὅτι εὐλόγως οἱ μαθηταὶ ἐπὶ τῷ τοῦ κυρίου λόγῳ” ἔβλεπον εἰς ἀλλήλους, ἀπορούμενοι περὶ τίνος λέγει “.
32.19.247ἀρκεῖ δὲ παραθέσθαι καὶ προφητικὴν λέξιν ἀπὸ τοῦ τεσσαρακοστοῦ Ψαλμοῦ, παριστᾶσαν ὅτι ἅγιος ὢν μεταπέπτωκεν, ἐπεὶ γέγραπται · ” καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ’ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ἐμὲ πτερνισμόν “.
32.19.248ἀλλὰ καὶ τὸ” εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν “ἐπ’αὐτὸν ἀναφερόμενον δηλοῖ ὅτι οὐκ ἀρχῆθεν ἐχθρὸς ἦν.
32.19.249ἀλλὰ καὶ τὸ” εἰ ὁ μισῶν με ἐμεγαλορημόνησεν, ἐκρύβην ἂν ἀπ’αὐτοῦ “παρίστησιν ὅτι καὶ ἠγάπα ποτὲ τὸν Ἰησοῦν, φθάσας ἐπὶ τὸ καὶ ἰσόψυχος αὐτῷ τυγχάνειν, ἐπεὶ γέγραπται · ” σὺ δὲ ἄνθρωπε ἰσόψυχε, καὶ ἡγεμών μου, καὶ γνωστέ μου “.
32.19.250καὶ ἄλλα δ’ἂν εὕροις μυρία, ἐξ ὧν συνήσεις ὅτι εἰκότως οἱ μαθηταὶ” ἔβλεπον εἰς ἀλλήλους, ἀπορούμενοι περὶ τίνος λέγει “.
32.19.251ὁ δὲ Λουκᾶς ἀνέγραψεν ὅτι εἰπόντος τοῦ σωτῆρος · ” πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ’ἐμοῦ ἐπὶ τῆς τραπέζης. ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου κατὰ τὸ ὡρισμένον αὐτῷ πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’οὗ παραδίδοται “οἱ μαθηταὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τίς” ἄρα εἴη ἐξ αὐτῶν ὁ μέλλων τοῦτο πράσσειν “· συνεζήτουν γὰρ” ἀπορούμενοι περὶ τίνος λέγει “.
32.19.252ἀλλὰ κατὰ μὲν τὸν Λουκᾶν οὐκ ἐμφαίνεται ὅτι ἕκαστος καὶ ἑαυτὸν ὑπενόει · κατὰ δὲ τὸν Ματθαῖον καὶ τὸν Μάρκον καὶ τοῦτο παρίσταται.
32.19.253ὁ μὲν γὰρ Ματθαῖός φησι · ” καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν · μήτι ἐγώ εἰμι, κύριε “;
32.19.254ὁ δὲ Μάρκος ὅτι” ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς καθ’ἕνα ·
32.19.255μήτι ἐγώ; καὶ ἄλλος · μήτι ἐγώ “; ἐμέμνηντο γάρ, οἶμαι, ἄνθρωποι ὄντες, ὅτι τρεπτή ἐστιν ἡ προαίρεσις τῶν ἔτι προκοπτόντων καὶ ἐπιδεχομένη τὸ ἐναντία θέλειν οἷς πρότερον προέθετο.
32.19.256τάχα δὲ καὶ μαθόντες πρὸς ἃ ἡμῖν ἐστιν ἡ πάλη, εὐλαβοῦντο διὰ τὸ ἐν ἀνθρώποις ἄδηλον μήποτε νικηθέντες παραδέξωνται καὶ τὴν περὶ τοῦ διδασκάλου προδοσίαν.
32.19.257καὶ γὰρ ὁ Πέτρος πρόθεσιν μὲν εἶχεν, ὅτε διαβεβαιούμενος ἔλεγεν · ” εἰ καὶ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐ σκανδαλισθήσομαι “μὴ ἀρνήσασθαι τὸν Ἰησοῦν · ἐκνικηθεὶς δὲ ὑπὸ τοῦ τῆς δειλίας πνεύματος πρὸ ἀλεκτοροφωνίας τρὶς αὐτὸν ἠρνήσατο.
32.19.258ἐκ τῶν τοιούτων δὴ λόγων διδασκόμεθα · ” ὁ στήκων βλεπέτω μὴ πέσῃ “καὶ” μὴ καυχῶ τὰ εἰς αὔριον, οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα “. τάχα δὲ καὶ τὸ” ἔβλεπον εἰς ἀλλήλους οἱ μαθηταὶ “πρὸς τῷ ἁπλούστερον νοουμένῳ καὶ τοιοῦτόν τι δηλοῖ, ὅτι ἕκαστος κατὰ τὸ δυνατὸν ἀνθρωπίνῃ φύσει ἐνεώρα εἰς τὴν προαίρεσιν τοῦ ἑτέρου, ἐπαπορῶν εἰ δύναται ἡ τοιαῦτα πράξασα ψυχὴ καὶ οὕτω πρὸς τὸν ἀψευδῆ διδάσκαλον διατεθεῖσα, ἀληθῶς μαρτυρήσαντα ἐν τῷ εἰρηκέναι · ” ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με “, ἐπὶ τοσοῦτον ἐκτραπῆναι καὶ ἐπιλαθέσθαι τῶν τοῦ διδασκάλου μαθημάτων, ὡς καὶ ἐπὶ τὴν προδοσίαν αὐτοῦ φθάσαι.
32.19.259ἐμφαντικὴ γὰρ ἡ περὶ τῶν μαθητῶν λέξις ἡ” ἀπορούμενοι περὶ τίνος λέγει “· οὐ γὰρ εὐπόρουν ἐννοῆσαι περὶ τίνος τὸ προειρημένον ἦν, ἀλλ’ἦσαν περὶ τούτου ἀπορούμενοι καὶ οὐδὲν οὔτε νοεῖν οὔτε λέγειν σαφὲς εὑρίσκοντες.
32.20.260ὁ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ ἀνακείμενος, εἷς τῶν μαθητῶν ὃν ἠγάπα ὁ Ἰησοῦς, ἔοικεν ὁ γράψας τὸ εὐαγγέλιον εἶναι Ἰωάννης · ἐπὶ γὰρ τῷ τέλει τοῦ εὐαγγελίου γέγραπται ὡς” ἐπιστραφεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ, καὶ εἶπεν · κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; τοῦτον οὖν ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ · κύριε, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ Ἰησοῦς · ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ “; σύ μοι ἀκολούθει. ἐξῆλθεν οὖν ὁ λόγος εἰς τοὺς ἀδελφούς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει. οὐκ εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει, ἀλλ’·
32.20.261ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ”; ὅτι δὲ ὁ μαθητὴς οὗτος ὁ γράψας τὸ εὐαγγέλιον Ἰωάννης ἐστὶν δῆλον ἐκ τῶν ἐπιφερομένων οὕτως ἐχόντων ὅτι “οὗτός ἐστιν ὁ μαθητὴς ὁ καὶ μαρτυρῶν περὶ τούτων, ὁ γράψας ταῦτα”.
32.20.262παρατήρει δὲ ἐν ἀμφοτέροις τοῖς τόποις τοῦ εὐαγγελίου τίνα τρόπον ὁ Πέτρος, ὡς ἐπὶ πλεῖον αὐτῷ θαρρῶν καὶ προσκεκλιμένος, ὅπου μὲν “νεύει αὐτῷ καὶ λέγει · εἰπὲ τίς ἐστιν, περὶ οὗ ὁ Ἰησοῦς προδώσοντός φησιν”, ὅπου δὲ ἰδὼν αὐτὸν ἀκολουθοῦντα ὡς φροντίζων αὐτοῦ μᾶλλον παρὰ τοὺς λοιποὺς λέγει τῷ Ἰησοῦ περὶ αὐτοῦ · “κύριε, οὗτος δὲ τί”; βουλόμενος μαθεῖν καὶ τὸ κατὰ τὸν Ἰωάννην τέλος ὁμοίως τῷ ἐγνωκέναι τὰ περὶ αὑτοῦ, ὅτι ὅταν γηράσῃ ἐκτενεῖ τὰς χεῖρας αὐτοῦ, καὶ ἄλλος αὐτὸν ζώσει καὶ οἴσει ὅπου οὐ θέλει.
32.20.263εἴπερ δὲ ἃ ἐλάλει ῥήματα ὁ Ἰησοῦς πνεῦμά ἐστιν καὶ οὐ γράμμα, δι’ὅλων ζωή ἐστιν καὶ οὐδαμῶς θάνατος, καὶ μιμούμενος αὐτὸν ὁ μαθητὴς ὃν ἠγάπα πνεῦμα καὶ ζωὴν ἀναγράφει, ἀκουστέον τοῦ “ἦν ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ” ἀξίως τιμῆς, ἧς πρέπει διδόναι τὸν υἱὸν τοῦ θεοῦ καὶ λαμβάνειν τὸν ἀγαπώμενον ὑπ’αὐτοῦ.
32.20.264καὶ νομίζω ὅτι εἰ καὶ συμβολικῶς τότε ἀνακείμενος Ἰωάννης ἦν ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, τοῦ γέρως τούτου ἀξιωθεὶς ὡς ἐξαιρέτου ἀγάπης κριθεὶς ἄξιος τῆς ἀπὸ τοῦ διδασκάλου, τὸ συμβολικὸν τοῦτο παρίστησιν ὅτι Ἰωάννης ἀνακείμενος τῷ λόγῳ καὶ τοῖς μυστικωτέροις ἐναναπαυόμενος, ἀνέκειτο ἐν τοῖς κόλποις τοῦ λόγου, ἀνάλογον τῷ καὶ αὐτὸν εἶναι ἐν τοῖς κόλποις τοῦ πατρός, κατὰ τὸ “ὁ μονογενὴς θεός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο”.
32.20.265εἰ μὴ ταπεινότερον δὲ ἀκούομεν καὶ τοῦ “ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν † ἀπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ”, τοιοῦτόν τι καὶ περὶ τοῦ κόλπου Ἀβραὰμ νοήσομεν · ὅπερ ἐὰν οὕτως […] ἐσόμεθα, ἀπολογησάμενοι πρὸς τὴν κατ’ἄγνοιαν περὶ τῆς γραφῆς ἐπαπόρησιν, λεχθεῖσαν ὑπὸ τοῦ βουληθέντος ἀθετῆσαι τὴν περὶ τὸν πλούσιον καὶ τὸν πένητα διήγησιν · εἰ γὰρ ἀνέκειτο, φησίν, εἰς τὸν κόλπον τοῦ Ἀβραὰμ ὁ Λάζαρος, ἕτερος πρὸ τοῦ τοῦτον ἐξελθεῖν τὸν βίον ἦν ἂν ἐν τῷ κόλπῳ τοῦ Ἀβραάμ, καὶ πρὸ ἐκείνου ἄλλος.
32.20.266ἀλλὰ καὶ ἄλλου, φησί, δικαίου ἐξελθόντος ὁ πτωχὸς ὑπαναστήσεται · οὐ γὰρ ἑώρα τὸν κόλπον τοῦ Ἀβραὰμ ὁ περὶ τούτων ἐπαπορῶν, καὶ ὅτι δυνατόν ἐστιν μυρίους ἐν τῷ κόλπῳ τοῦ Ἀβραὰμ ἅμα ἀναπαύσεσθαι, κοινωνοῦντας τῶν ἀποκαλυφθέντων αὐτῷ.
32.21.267εἰ δὲ καὶ ἄλλον τόπον περὶ τῆς τοῦ κόλπου ὀνομασίας δεήσει παραθέσθαι ἀπὸ τῆς γραφῆς, φέρε ἐξετάσωμεν τίνα τρόπον εἶπεν κύριος τῷ Μωϋσῇ · “πάλιν εἰσένεγκον τὴν χεῖρά σου εἰς τὸν κόλπον σου. καὶ εἰσήνεγκεν τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον αὐτοῦ, καὶ ἐξήνεγκεν αὐτὴν ἐκ τοῦ κόλπου αὐτοῦ καὶ ἐγένετο ἡ χεὶρ αὐτοῦ λεπρῶσα ὡσεὶ χιών. καὶ εἶπεν · εἰσένεγκον τὴν χεῖρά σου εἰς τὸν κόλπον σου. καὶ εἰσήνεγκε τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον αὐτοῦ, καὶ ἐξήνεγκεν αὐτὴν ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ πάλιν ἀπεκατεστάθη εἰς τὴν χρόαν τῆς σαρκὸς αὐτοῦ”.
32.21.268χαλεπὸν μὲν οὖν ἰδεῖν καὶ ὑπὲρ ἡμᾶς, τίνος σύμβολον εἶναι δύναται τὸ σημεῖον τοῦτο. ἐπεὶ δὲ χρὴ καὶ ἡμᾶς μὴ ἀργεῖν ἀπὸ τοῦ ζητεῖν καὶ τὸ ὑποπῖπτον εἰς κρίσιν παραδοῦναι τῷ ἐντευξομένῳ, φήσομεν ὅτι ἡ χεὶρ πράξεων πολλαχοῦ σύμβολόν ἐστιν · ὁ δὲ κόλπος Μωϋσέως δύο δυνάμεις ἔχει, τὴν μὲν προτέραν καὶ κατὰ τὰ τοῦ γράμματος νοήματα, ποιοῦσαν τὴν πρᾶξιν τοῦ πράττοντος ὡσεὶ χιών, ὅσον ἐπὶ τῇ Ἑβραίων φωνῇ, καὶ λεπρῶσαν · τὴν δὲ δευτέραν καὶ κατὰ τὸν πνευματικὸν νόμον, καθαρὰν ἀποδεικνύουσαν τὴν πολιτείαν καὶ ἀποκαθιστανομένην εἰς τὸ βούλημα τῆς φύσεως τοῦ λόγου.
32.21.269καὶ τήρει γε ὅτι ἐπιφέρεται τούτοις τὸ “ἐὰν μὴ πιστεύσωσίν σοι μη δὲ εἰσακούσωσιν τῆς φωνῆς τοῦ σημείου τοῦ πρώτου, πιστεύσουσίν σοι τῆς φωνῆς τοῦ σημείου τοῦ δευτέρου” · ὁ γὰρ μὴ πιστεύσας τῇ ἐκ δοχῇ τοῦ γράμματος, διὰ μεγαλόνοιαν πιστεύει τῇ πνευματικῇ τοῦ νόμου διηγήσει.
32.21.270ἐὰν δέ τις μὴ πιστεύσῃ τοῖς δυσὶ σημείοις τούτοις, τῷ μὲν προτέρῳ ὅτι λεπρὰν ποιεῖ τὴν πρᾶξιν, τῷ δὲ δευτέρῳ ὅτι ἀποκαθίστησιν αὐτὴν εἰς τὸ κατὰ φύσιν, τὸ ὕδωρ τούτῳ αἷμα γίνεται.
32.21.271γέγραπται γάρ · “καὶ ἔσται ἐὰν μὴ πιστεύσωσίν σοι τοῖς δυσὶ σημείοις τούτοις μη δὲ εἰσακούσωσιν τῆς φωνῆς σου, λήψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν, καὶ ἔσται τὸ ὕδωρ ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ αἷμα ἐπὶ τοῦ ξηροῦ”.
32.21.272καὶ πρόσχες δὲ ὅτι ἐπὶ τούτου τοῦ σημείου οὐκέτι λέγεται τὸ ἢ “πιστεύσωσίν σοι”, ἢ οὐ πιστεύσουσιν.
32.21.273δηλοῦται γὰρ ὅτι τῷ μὴ πιστεύσαντι τοῖς δυσὶ σημείοις τὸ λαμβανόμενον ἀπὸ τοῦ ποταμοῦ ὕδωρ αἷμα γίνεται, δι’ἀπιστίαν ποτίμου ἀπολαύειν οὐ δυναμένῳ λόγου.
32.21.274ἀλλὰ γὰρ ἐπανέλθωμεν, πλείονα τοῦ δέοντος διὰ τὸν κόλπον τοῦ Ἰησοῦ παραλαβόντες εἰς τὸν τόπον ἐπὶ τὸ προκείμενον, καὶ μαθόντες ὅτι ὃν ἠγάπα ὁ Ἰησοῦς ἦν ἀνακείμενος ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, πάντα πράττωμεν πρὸς τὸ ἐγκριθῆναι τῇ ἐξαιρέτῳ αὐτοῦ ἀγάπῃ · οὕτω γὰρ καὶ αὐτοὶ ἀνακεισόμεθα ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ · νεύει δὲ τῷ ἀγαπωμένῳ μαθητῇ Σίμων Πέτρος, καὶ μὴ ἀρκούμενος τῷ νεύματι φησὶν αὐτῷ ·
32.21.275“εἰπὲ τίς ἐστιν περὶ οὗ λέγει”. ἐπεὶ οὖν τὸ νεύειν ἐν ταῖς Παροιμίαις εἰς διαβολὴν λαμβάνεται · ὁ γὰρ φαῦλος “ἐννεύει μὲν ὀφθαλμῷ, φησίν, σημαίνει δὲ ποδί, διδάσκει δὲ νεύμασι δακτύλων, καὶ διεστραμμένῃ καρδίᾳ τεκταίνεται κακά” καὶ “ὁ ἐννεύων ὀφθαλμοῖς μετὰ δόλου συνάγει ἀνδράσι λύπας”, λεκτέον ὅτι φαῦλον οὐ τὸ νεύειν ἐστίν, ἀλλὰ τὸ νεύειν ὀφθαλμῷ, τοῦτ’ἔστιν πλαγιάζειν τὸν ὀφθαλμὸν καὶ μὴ ὀρθὰ βλέπειν, καὶ τὸ νεύειν μετὰ δόλου ἐστὶν τὸ ψεκτόν · νεύειν δὲ φιλομαθῶς Πέτρου ἔργον ἦν, καὶ ἀκολούθως τῷ τοιούτῳ νεύματι λέγειν τῷ συμφοιτητῇ, ὡς παρρησίαν πλείονα ἔχοντι πρὸς τὸν διδάσκαλον ·
32.21.276“εἰπὲ τίς ἐστιν περὶ οὗ λέγει”. ἐβούλετο γὰρ ἴσως τὸ κατὰ τὴν προδοσίαν, ἣν προδίδωσιν Ἰούδας τὸν Ἰησοῦν, μυστήριον ἰδεῖν, ὅπερ ἵνα μάθῃ ὁ Πέτρος, Ἰωάννης πρότερον ἀνακείμενος ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ ἐπαναβέβηκεν καὶ ἀνέπεσεν ἐπὶ τὸ στῆθος.
32.21.277καὶ τάχα μὴ ἀναπεσόντι ἐπὶ τὸ στῆθος, ἀλλὰ μείναντι ἐπὶ τοῦ ἀνακεῖσθαι ἐν τῷ κόλπῳ, οὐκ ἂν παρέδωκεν ὃν ἐπόθει μανθάνειν Ἰωάννης ἢ Πέτρος λόγον.
32.21.278εἰ καὶ ἀνακείμενος οὖν πρότερον μὲν ἦν ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὕστερον δὲ ἀνέπεσεν ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ, διὰ τοῦ δευτέρου ἐν τοῖς τελευταίοις τοῦ εὐαγγελίου χαρακτηρίζεται ὡς μείζονος καὶ διαφέροντος ὁ τοῦ Ἰησοῦ γνήσιος μαθητής.
32.21.279γέγραπται γὰρ ὅτι “ἐπιστραφεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν · κύριε, τίς ἐστιν ὁ παραδιδούς σε”; οὐ γὰρ γέγραπται · “ὃς ἦν ἀνακείμενος ἐν τῷ κόλπῳ Ἰησοῦ”.
32.22.280τί δὲ καὶ ἀποκρινόμενος εἶπεν ὁ κύριος θεωρήσωμεν. “ἐκεῖνος, φησίν, ἐστὶν ᾧ ἐγὼ βάψω τὸ ψωμίον καὶ δώσω αὐτῷ”. εἶπεν οὖν τοῦτο ὁ Ἰησοῦς, καὶ “βάψας τὸ ψωμίον λαμβάνει καὶ δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου”.
32.22.281καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς, οὐ δυνηθεὶς πρότερον εἰσελθεῖν, οὐ δὲ εὐθέως ἅμα τῷ βεβληκέναι εἰς τὴν καρδίαν ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης.
32.22.282ἐχρῆν γάρ, οἶμαι, διὰ τῆς δόσεως τοῦ ψωμίου ἀντιλαβεῖν αὐτὸ ἀπὸ τοῦ ἀναξίου ἔχειν τὸ κρεῖττον ὃ ἐδόκει ἔχειν · ἀπὸ γὰρ τοῦ μὴ ἔχοντος καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’αὐτοῦ.
32.22.283ἀφαιρεθεὶς οὖν ὁ Ἰούδας ὡς ἀνάξιος τοῦ κρείττονος τοῦ εἰ πόντος, κεχώρηκε τὴν εἰς αὐτὸν τοῦ Σατανᾶ εἴσοδον.
32.22.284παραδείγματος δὲ ἕνεκεν ἵνα νοηθῇ πῶς ψωμίον μὲν ἔδωκεν ὁ κύριος τῷ Ἰούδᾳ, ἐκεῖνος δὲ τότε ἀπέθετο κρεῖττόν τι ἐνυπάρχον ἐν αὐτῷ, καὶ τάχα τὴν εἰρήνην, ὑποστρέφουσαν ἀπὸ τοῦ ἀκούσαντος καὶ μὴ παραδεξαμένου ἐπὶ τὸν εἰπόντα, κατὰ τὸ λελεγμένον ὅτι “ἐὰν μὲν ᾖ ἐκεῖ υἱὸς εἰρήνης, ἡ εἰρήνη ὑμῶν ἐπ’αὐτὸν ἀναπαύσεται · ἐὰν δὲ μὴ ᾖ ἐκεῖ υἱὸς εἰρήνης; ἡ εἰρήνη ὑμῶν ἐφ’ὑμᾶς ἀνακάμψει”, παραθησόμεθα καὶ ἀπὸ τῆς πρὸς Κορινθίους δευτέρας ἐπιστολῆς ταῦτα οὕτως γεγραμμένα · “τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα”.
32.22.285κατανοήσας γὰρ τὴν ἐν τούτοις ἀντίδοσιν χοϊκῶν πρὸς πνευματικά, δυνήσῃ ἰδεῖν πῶς τῷ μὴ ἀξίῳ ἄρτου ψωμίον ἐπιδέδωκεν, ἵνα διὰ τοῦ ψωμίου ἀφέλῃ αὐτοῦ, ὡς ἀναξίου ἔτι ἀκούειν · “καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου” τὴν εἰρήνην (“ὁ ῥυπαρὸς γὰρ ῥυπανθήτω ἔτι”), ἧς ἀφαιρεθείσης ὁ ἐπιτηρῶν καιροὺς τῆς εἰς τὴν ψυχὴν εἰσόδου αὐτοῦ, καὶ τὸν διδόντα αὐτῷ τόπον εἰσελθεῖν, εἰς τὸν Ἰούδαν εἰσῆλθεν.
32.22.286ἅμα δὲ παρατήρει ὅτι πρότερον μὲν οὐκ εἰσῆλθεν ὁ Σατανᾶς εἰς τὸν Ἰούδαν, ἀλλὰ βεβλήκει μόνον εἰς τὴν καρδίαν “ἵνα παραδῷ Ἰούδας Σίμωνος Ἰσκαριώτης τὸν διδάσκαλον” · κατὰ δὲ τὰ νῦν ἐξεταζόμενα μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς ἐκεῖνον.
32.22.287διόπερ καὶ ἡμεῖς φυλαττώμεθα, μήποτε ὁ διάβολος βάλῃ εἰς τὴν καρδίαν ἡμῶν ὁτιποτοῦν τῶν πεπυρωμένων αὐτοῦ βελῶν · ἐὰν γὰρ βάλῃ, ἐπιτηρεῖ μετὰ τοῦτο καὶ αὐτὸς εἰσελθεῖν.
32.22.288ζητήσαι δ’ἄν τις, διὰ τί οὐ γέγραπται · “ἐκεῖνός ἐστιν, ᾧ ἐγὼ δώσω τὸ ψωμίον”, ἀλλὰ μετὰ προσθήκης τῆς “βάψω” · “βάψω, γάρ φησι, τὸ ψωμίον καὶ δώσω”.
32.22.289καὶ “βάψας τὸ ψωμίον λαμβάνει καὶ δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτῃ”. ὡς ἐν τοιούτοις δὴ τόποις πρόσχες εἰ δύνασαι τὸν εἰλικρινῆ ἄρτον ἀβαφῆ φάσκειν εἶναι καὶ καθ’αὑτὸν τρόφιμον · τὸ δὲ τῷ Ἰούδᾳ ἐπιδιδόμενον καὶ οὐκ ἄρτος ἦν τὸ ψωμίον, καὶ οὐ ψωμίον ἀβαφές, ἀλλὰ βεβαμμένον τῷ δυναμένῳ ἀποσπάσαι τῆς ψυχῆς αὐτοῦ τὴν ἀπὸ τοῦ λόγου ἐπὶ ποσὸν ἐγγινομένην βαφήν, ἵνα μετὰ τὸ ψωμίον εἰσέλθῃ εἰς ἐκεῖνον ὁ Σατανᾶς.
32.22.290ἐγὼ δὲ ζητήσαιμ’ἂν ὡς τούτῳ συγγενὲς τὸ ἀπὸ τοῦ κατὰ Ματθαῖον · “ὁ ἐμβάψας τὴν χεῖρα μετ’ἐμοῦ ἐν τῷ τρυβλίῳ, οὗτός με παραδώσει”, καὶ τὸ ἀπὸ τοῦ κατὰ Μάρκον “ὁ ἐμβαπτόμενος μετ’ἐμοῦ εἰς τὸ τρυβλίον” καὶ τὸ ἀπὸ τοῦ κατὰ Λουκᾶν δέ, εἰ καὶ μὴ ὀνομάζει τὸ “ἐμβάψας”, ἀλλ’ᾗ φησί γε · “πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ’ἐμοῦ ἐπὶ τῆς τραπέζης”.
32.22.291ὁ μὲν οὖν περὶ τούτου ἀληθὴς λόγος παρὰ τοῖς ἐμοῦ εὑρεθείη ἂν πολλῷ σοφωτέροις · ἐγὼ δὲ στοχάζομαι, μήποτε καὶ τὸ ἀναιδὲς τοῦ Ἰούδα καὶ ἐν τούτῳ ἐμφαίνεται, μὴ τιμῶντος τὸν διδάσκαλον ἐν τῷ συνεσθίειν μη δὲ παραχωροῦντος αὐτῷ τῆς εἰς τὸ τρυβλίον ἐμβάψεως, ὡς παρεχώρουν οἱ λοιποί.
32.22.292διόπερ ἐκείνων μὲν οὐδεὶς ἐνέβαπτεν τὴν χεῖρα εἰς τὸ τρυβλίον μετ’αὐτοῦ · οὗτος δέ, οὐκ ἀξιῶν μετ’αὐτῶν ἐμβάπτειν, μετ’αὐτοῦ ἐνέβαπτε τὴν ἰσότητα θέλων ἔχειν πρὸς αὐτόν, δέον αὐτῷ παραχωρεῖν τῆς ὑπεροχῆς.
32.22.293τάχα οὖν τοῦ αὐτοῦ ἔχεται καὶ τὸ “πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ’ἐμοῦ ἐπὶ τῆς τραπέζης”. καὶ χαριεντιζόμενος δέ ποτε εἰς προτροπὴν νέοις περὶ τῆς ἐν ἑστιάσει τιμῆς τῶν πρεσβυτέρων συγχρήσει τῷ ῥητῷ, ἵνα μὴ συνθλίβωσι τὴν χεῖρα τῶν πρεσβυτέρων. γέγραπται γὰρ καὶ τοῦτο · “μὴ συνθλίβου μετ’αὐτοῦ ἐν τῷ τρυβλίῳ”.
32.22.294οὐκ ἀγνοοῦντες δὲ δόξαν περιέργου ζητήσεως καὶ πείθειν μὴ δυναμένης τὸν ἀκροατὴν ἀπολογίας ἀποφέρεσθαι παρὰ τοῖς τούτων ἀκούουσιν ταῦτα ἐτολμήσαμεν, κρεῖττον εἶναι νομίζοντες τὸ πάντα βασανίζειν τοῦ παρελθεῖν τι ἀβασάνιστον τῶν γεγραμμένων.
32.23.295εἰσελθόντος μέντοι τοῦ Σατανᾶ εἰς τὸν Ἰούδαν, “λέγει, φησίν, αὐτῷ ὁ Ἰησοῦς · ὃ ποιεῖς ποίησον τάχιον”. τίνι δὲ “αὐτῷ” ἀμφίβολον, ἐπεὶ δύναται αὐτῷ τῷ Ἰούδᾳ ἢ τῷ Σατανᾷ εἰρηκέναι ὁ κύριος · “ὃ ποιεῖς ποίησον τάχιον” προκαλούμενος τὸν ἀνταγωνιστὴν ἐπὶ τὴν πάλην, ἢ τὸν προδότην ἐπὶ τὸ διακονῆσαι τῇ σωτηρίῳ τῷ κόσμῳ ἐσομένῃ οἰκονομίᾳ, ἣν οὐκέτι μέλλειν οὐ δὲ βραδύνειν, ἀλλ’ὅση δύναμις ταχύνειν ἤθελεν, οὐ δειλιῶν, ὡς οἴονταί τινες τῶν μὴ νοησάντων τίνα τρόπον εἶπε · “πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο”, ἀλλὰ θαρραλεώτατα ἐπὶ τὸν ἀγῶνα, ἵν’οὕτως εἴπω, ἀποδυόμενος.
32.23.296νομίζω δὲ καὶ τὸν εἰκοστὸν ἕκτον Ψαλμὸν ἐκ προσώπου τοῦ σωτῆρος προφητεύεσθαι παρὰ τὸν καιρὸν τοῦ πάθους, καὶ τοῦ πονηροῦ πανστρατεὶ ἀγωνιζομένου κατ’αὐτοῦ · οὕστινας ἰδὼν ὁπλιζομένους κατ’αὐτοῦ καὶ κονιομένους, ἡνίκα “παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ” φησίν · “κύριος φωτισμός μου, καὶ σωτήρ μου κύριος, τίνα φοβηθήσομαι; κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω; ἐν τῷ ἐγγίζειν ἐπ’ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν. ἐὰν παρατάξηται ἐπ’ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου · ἐὰν ἐπαναστῇ ἐπ’ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω”.
32.23.297πλὴν τὸ λεγόμενον εἴτε τῷ Σατανᾷ εἴτε τῷ Ἰούδᾳ ὑπὸ τοῦ Ἰησοῦ τὸ “ὃ ποιεῖς, ποίησον τάχιον” οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἴρηται.
32.23.298οἱ μὲν γὰρ διὰ τὸ ἐπικεῖσθαι τὴν τοῦ πάσχα ἑορτὴν ᾤοντο λέγειν αὐτὸν τῷ ἔχοντι τὸ γλωσσόκομον τῶν ἀναλωμάτων καὶ τῶν εἰς τὴν χρείαν τῶν πτωχῶν διδομένων ὅτι ὠνήσεται οὗτος ὧν χρῄζομεν εἰς τὴν ἑορτήν, ἢ ἐκ τῶν συναχθέντων δώσει τοῖς πτωχοῖς.
32.23.299ὁ γὰρ Ἰησοῦς οὐ τοῦτο ἔλεγεν, ἀλλὰ βλέπων καὶ τὸν εἰσελθόντα καὶ τὸν παραδεξάμενον αὐτὸν καὶ πᾶσαν τὴν κατ’αὐτοῦ ἐπιβουλήν, ἐπὶ τὸν ἀγῶνα ἀποδυόμενος καὶ ἐπὶ τὸ ἀριστεῦσαι ὑπὲρ σωτηρίας ἀνθρώπων κατὰ τοῦ πονηροῦ εἶπεν τὸ “ὃ ποιεῖς, ποίησον τάχιον”.
32.24.300ὁ μὲν σωτὴρ ἔλεγεν · “ὃ ποιεῖς, ποίησον τάχιον” τῷ Ἰούδᾳ · ὁ δὲ προδότης ἐν τούτῳ μόνῳ νῦν τῷ διδασκάλῳ πείθεται. λαβὼν γὰρ τὸ ψωμίον οὐκ ἐμέλλησεν οὐ δὲ ἐβράδυνεν, ἀλλ’ὡς γέγραπται · “ἐξῆλθεν εὐθύς”, ποιῆσαι τάχιον κατὰ τὴν πρόσταξιν τοῦ Ἰησοῦ τὸ τῆς προδοσίας ἔργον.
32.24.301καὶ ἀληθῶς “ἐξῆλθεν” · οὐ γὰρ μόνον κατὰ τὸ ἁπλούστερον ἐξῆλθεν τοῦ οἴκου, ἐν ᾧ τὸ δεῖπνον ἐγίνετο, ἀλλὰ καὶ τέλεον ἐξῆλθεν ἀπὸ τοῦ Ἰησοῦ, ἀνάλογον τῷ “ἐξῆλθον ἐξ ἡμῶν”.
32.24.302ἐγὼ δ’οἶμαι ὅτι οὐ δὲ ὁ εἰσελθὼν μετὰ τὸ ψωμίον εἰς τὸν Ἰούδαν Σατανᾶς ἐχώρει φέρειν τὸ εἶναι ἐν τῷ αὐτῷ τόπῳ μετὰ τοῦ Ἰησοῦ · οὐδεμία γὰρ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ ἐστίν.
32.24.303εἰ δὲ μὴ περιέργως ζητῶ τί δήποτε οὐ πρόσκειται τῷ “λαβὼν τὸ ψωμίον” τὸ “καὶ φαγών”, καὶ αὐτὸς ἐπιστήσεις.
32.24.304ὅπου γὰρ βούλεται, προστίθησιν καὶ τὸ φαγεῖν ὁ λόγος τῷ λαβεῖν · ὥσπερ ἐπὶ τοῦ τῆς εὐλογίας ἄρτου γέγραπται, ὅτι εἶπεν τοῖς μαθηταῖς ὁ Ἰησοῦς ·
32.24.305“λάβετε, φάγετε”. ἆρ’οὖν λαβὼν τὸ ψωμίον οὐκ ἔφαγεν ὁ Ἰούδας; φέρε οὖν, εἰ καὶ μὴ συνᾴδειν τινὰ δόξει τῶν λεχθησομένων τοῖς προειρημένοις, γυμνάσωμεν τὰ κατὰ τὸν τόπον, κρινοῦντος τοῦ ἐντευξομένου ὁπότερα χρὴ παραδέξασθαι τῶν λεγομένων.
32.24.306“βάψας, φησί, τὸ ψωμίον” ὁ Ἰησοῦς, καὶ δῆλον ὅτι ἐάσας αὐτὸ ἐν τῷ τρυβλίῳ λαμβάνει · οὕτω γὰρ νοήσεις τὸ “βάψας οὖν τὸ ψωμίον”, ἵνα μὴ παρέλκῃ τὸ λαβεῖν.
32.24.307εἶτα λέγεται ὅτι “δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου. καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς”. “μετὰ τὸ ψωμίον” οὖν, τάχα μὴ βρωθὲν ὑπὸ τοῦ Ἰούδα, προλαβόντος τοῦ εἰσελθόντος εἰς τὸν Ἰούδαν Σατανᾶ τὴν χρῆσιν τοῦ ψωμίου, ἵνα μὴ ὄνηται ὁ Ἰούδας τῆς ἀπὸ τοῦ Ἰησοῦ δόσεως τοῦ ψωμίου.
32.24.308τὸ μὲν γὰρ εἶχεν δύναμιν ὠφελητικὴν τῷ χρησομένῳ · ὁ δὲ ἅπαξ βαλὼν αὐτοῦ εἰς τὴν καρδίαν ἵνα παραδῷ τὸν διδάσκαλον, φοβούμενος μὴ τὸ βεβλημένον ἐκπέσῃ τοῦ βληθέντος διὰ τῆς τοῦ ψωμίου χρήσεως, προλαβὼν ἅμα τῷ λαβεῖν τὸν Ἰούδαν τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτόν, ὅτε καὶ εἰρημένου τοῦ “ὃ ποιεῖς ποίησον τάχιον” λαβὼν τὸ ψωμίον ὁ Ἰούδας “ἐξῆλθεν εὐθύς”.
32.24.309καὶ οὕτως δ’ἂν οὐκ ἀπιθάνως εἰς τὸν τόπον λέγοιτο · ὥσπερ ὁ ἀναξίως ἐσθίων τὸν ἄρτον τοῦ κυρίου ἢ πίνων αὐτοῦ τὸ ποτήριον εἰς κρῖμα ἐσθίει καὶ πίνει, τῆς μιᾶς ἐν τῷ ἄρτῳ κρείττονος δυνάμεως καὶ ἐν τῷ ποτηρίῳ ὑποκειμένῃ μὲν διαθέσει κρείττονι ἐνεργαζομένης τὸ βέλτιον, χείρονι δὲ ἐμποιούσης τὸ κρῖμα · οὕτω τὸ ἀπὸ τοῦ Ἰησοῦ ψωμίον ὁμογενὲς ἦν τῷ δοθέντι καὶ τοῖς λοιποῖς ἀποστόλοις ἐν τῷ “λάβετε, φάγετε”, ἀλλ’ἐκείνοις μὲν εἰς σωτηρίαν, τῷ δὲ Ἰούδᾳ εἰς κρῖμα, ὡς μετὰ τὸ ψωμίον εἰσεληλυθέναι εἰς αὐτὸν τὸν Σατανᾶν.
32.24.310νοείσθω δὲ ὁ ἄρτος καὶ τὸ ποτήριον τοῖς μὲν ἁπλουστέροις κατὰ τὴν κοινοτέραν περὶ τῆς εὐχαριστίας ἐκδοχήν, τοῖς δὲ βαθύτερον ἀκούειν μεμαθηκόσιν κατὰ τὴν θειοτέραν καὶ περὶ τοῦ τροφίμου τῆς ἀληθείας λόγου ἐπαγγελίαν · ὡς εἰ ἐν παραδείγματι ἔλεγον ὅτι καὶ ὁ κατὰ τὸ σωματικὸν τροφιμώτατος ἄρτος πυρετὸν μὲν ὑποκείμενον αὔξει, εἰς ὑγείαν δὲ καὶ εὐεξίαν ἀνάγει.
32.24.311διὸ πολλάκις λόγος ἀληθὴς ψυχῇ νοσούσῃ οὐ δεομένῃ τοιαύτης τροφῆς διδόμενος ἐπιτρίβει αὐτὴν καὶ πρόφασις αὐτῇ χειρόνων γίνεται ·
32.24.312καὶ οὕτως καὶ τὰ ἀληθῆ λέγειν κινδυνῶδές ἐστι. ταῦτα δέ μοι εἴρηται διὰ τὸ ψωμίον ὃ ἐμβάψας “δίδωσιν Ἰούδᾳ Σίμωνος † Ἰσκαριώτῃ”, καὶ κεκινήκαμεν λόγον τὸν εἰς ἑκάτερα, εἴτε χρὴ λέγειν αὐτὸν βεβρωκέναι λαβόντα, εἴτε κεκωλῦσθαι ἀπὸ τοῦ εἰσελθόντος εἰς τὸν Ἰούδαν Σατανᾶ.
32.24.313εἰ δὲ χρὴ ὡς μὴ εἰκῆ παρερριμμένον ὑπὸ τοῦ εὐαγγελιστοῦ ἐξετάσαι καὶ τὸ “ἦν δὲ νύξ”, λεκτέον ὅτι συμβολικῶς τότε ἡ αἰσθητὴ νὺξ ἦν, εἰκὼν τυγχάνουσα τῆς γενομένης ἐν τῇ ψυχῇ Ἰούδα νυκτός, ἡνίκα τὸ ἐπιφερόμενον σκότος ἐπάνω τῆς ἀβύσσου, ὁ Σατανᾶς, εἰσῆλθεν εἰς αὐτόν · “ἐκάλεσεν γὰρ ὁ θεὸς τὸ σκότος νύκτα”, ἧς γε νυκτός, φησὶν ὁ Παῦλος, οὐκ ἐσμὲν τέκνα οὐ δὲ σκότους, λέγων · “ἄρ’οὖν, ἀδελφοί, οὐκ ἐσμὲν νυκτὸς οὐ δὲ σκότους” καὶ τὸ “ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν”.
32.24.314οὐκ ἦν οὖν νὺξ τοῖς νιπτομένοις τοὺς πόδας ὑπὸ τοῦ Ἰησοῦ ἀλλ’ἡμέρα λαμπροτάτη καθαιρομένοις καὶ ἀπορρυπτομένοις τοὺς ἐν τοῖς ποσὶν τῆς ψυχῆς αὐτῶν ῥύπους, καὶ κατ’ἐξοχὴν οὐκ ἦν νὺξ τῷ ἀνακειμένῳ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ · ἠγάπα γὰρ αὐτὸν ὁ Ἰησοῦς, καὶ τῇ ἀγάπῃ ἔλυεν πάντα σκότον.
32.24.315ἀλλ’οὐ δὲ Πέτρῳ ὁμολογοῦντι τὸ “σὺ εἶ ὁ χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος” ἀποκαλύψαντος αὐτῷ τοῦ οὐρανίου πατρός, νὺξ ἦν, ἀλλὰ νὺξ ἅμα αὐτῷ καὶ ἄρνησις ἦν.
32.24.316καὶ νῦν τοίνυν ὅτε λαβὼν τὸ ψωμίον ὁ Ἰούδας ἐξῆλθεν εὐθύς, τότε ἐξελθόντι αὐτῷ νὺξ ἦν · οὐ γὰρ παρῆν αὐτῷ ὁ ἀνήρ, ᾧ ὄνομα Ἀνατολή, καταλιπόντι ἐν τῷ ἐξεληλυθέναι τὸν τῆς δικαιοσύνης ἥλιον. καὶ ἐδίωκε μὲν τὸν Ἰησοῦν ὁ Ἰούδας, τῆς σκοτίας πεπληρωμένος · ἀλλ’ἡ σκοτία καὶ ὁ ἀνειληφὼς αὐτὴν οὐ κατείληφεν τὸ διωκόμενον φῶς.
32.24.317διὸ καὶ ὅτε εἶπεν ὡς δικαιοσύνης λόγον τὸ “ἥμαρτον παραδοὺς αἷμα δίκαιον” “ἀπελθὼν ἀπήγξατο”, τοῦ ἐν αὐτῷ Σατανᾶ μέχρι τῆς ἀγχόνης αὐτὸν χειραγωγήσαντος καὶ ἐπὶ ταύτην αὐτὸν ἀναρτήσαντος, ὅτε καὶ τῆς ψυχῆς αὐτοῦ ὁ διάβολος ἥψατο · οὐ γὰρ ἦν τοιοῦτος ὡς λεχθῆναι περὶ αὐτοῦ ὑπὸ κυρίου, ὅπερ εἴρηται περὶ τοῦ Ἰὼβ πρὸς τὸν διάβολον · “ἀλλὰ τῆς ψυχῆς αὐτοῦ μὴ ἅψῃ”.
32.25.318ἀρχὴ τοῦ δεδοξάσθαι τὸν υἱὸν τοῦ ἀνθρώπου μετὰ τὰς ἐπὶ τοῖς σημείοις καὶ τέρασι δόξας καὶ τὴν ἐπὶ τῇ μεταμορφώσει τὸ ἐξεληλυθέναι τὸν Ἰούδαν μετὰ τοῦ εἰσελθόντος εἰς αὐτὸν Σατανᾶ ἀπὸ τοῦ τόπου, ἔνθα ἦν ὁ Ἰησοῦς.
32.25.319διὸ εἶπεν ὁ κύριος τὸ “νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου”. ἔτι δὲ καὶ τὸ “ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν” εἴρηται ὑπὸ τοῦ σωτῆρος, σημαίνοντος “ποίῳ θανάτῳ δοξάσει τὸν θεόν” · ἐδόξασεν γὰρ καὶ ἐν τῷ ἀποθνήσκειν τὸν θεόν.
32.25.320διὰ τοῦτο, ὅτε ἡ ἀρχὴ τῆς οἰκονομίας τοῦ μέλλειν ἀποθνήσκειν τὸν Ἰησοῦν ἐνηργεῖτο, ἐξελθόντος μετὰ τὸ ψωμίον τοῦ Ἰούδα, ἵνα πραγματεύσηται κατὰ τοῦ Ἰησοῦ, εἴρηται τὸ “νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου”.
32.25.321εἶτ’ἐπεὶ οὐκ ἔνεστιν δοξασθῆναι τὸν χριστὸν μὴ ἐνδοξαζομένου αὐτῷ τοῦ πατρός, διὰ τοῦτο πρόσκειται τῷ “νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου” τὸ “καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ”.
32.25.322πλὴν ἡ διὰ τὸν ὑπὲρ ἀνθρώπων θάνατον δόξα οὐ τοῦ μὴ πεφυκότος ἀποθνήσκειν ἦν μονογενοῦς λόγου καὶ σοφίας καὶ ἀληθείας, καὶ ὅσα ἄλλα εἶναι λέγεται τῶν ἐν τῷ Ἰησοῦ θειοτέρων, ἀλλὰ τοῦ ἀνθρώπου, ὃς ἦν καὶ υἱὸς τοῦ ἀνθρώπου, γενόμενος ἐκ σπέρματος Δαβὶδ τὸ κατὰ σάρκα.
32.25.323διόπερ ἀνωτέρω μὲν εἶπεν · “νῦν ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα” · ἐν τοῖς ἐξεταζομένοις δὲ λέγει τὸ “νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου”.
32.25.324τοῦτον δ’, οἶμαι, καὶ ὁ θεὸς ὑπερύψωσεν, γενόμενον ὑπήκοον “μέχρι θανάτου, θανάτου δὲ σταυροῦ” · ὁ γὰρ λόγος ἐν ἀρχῇ πρὸς τὸν θεόν, ὁ θεὸς λόγος, οὐκ ἐπεδέχετο τὸ ὑπερυψωθῆναι.
32.25.325ἡ δὲ ὑπερύψωσις τοῦ υἱοῦ τοῦ ἀνθρώπου, γενομένη αὐτῷ δοξάσαντι τὸν θεὸν ἐν τῷ ἑαυτοῦ θανάτῳ, αὕτη ἦν, τὸ μηκέτι ἕτερον αὐτὸν εἶναι τοῦ λόγου ἀλλὰ τὸν αὐτὸν αὐτῷ.
32.25.326εἰ γὰρ “ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν”, ὡς καὶ ἐπὶ τούτου καὶ τοῦ πνεύματος μηκέτι ἂν λέγεσθαι τὸ “δύο εἰσίν”, πῶς οὐχὶ μᾶλλον τὸ ἀνθρώπινον τοῦ Ἰησοῦ μετὰ τοῦ λόγου λέγοιμεν γεγονέναι ἕν, ὑπερυψωμένου μὲν τοῦ μὴ ἁρπαγμὸν ἡγησαμένου “τὸ εἶναι ἴσα θεῷ”, μένοντος δὲ ἐν τῷ ἰδίῳ ὕψει ἢ καὶ ἀποκαθισταμένου ἐπ’αὐτὸ τοῦ λόγου, ὅτε πάλιν ἦν πρὸς τὸν θεόν, θεὸς λόγος ὢν ἄνθρωπος;
32.25.327εἰ δὲ τῷ θανάτῳ τοῦ Ἰησοῦ δοξάσαντος τὸν θεὸν τότε “ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας ἐν τῷ ξύλῳ” καὶ τὸ “εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς” […] ἐν τούτοις γὰρ πᾶσιν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ τοῦ θεοῦ δοξασθέντος ἐν αὐτῷ.
32.26.328ἐπεὶ δὲ ὁ δοξαζόμενος ὑπό τινος δοξάζεται, ζητήσεις ἐν τῷ “ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου” τὸ ὑπὸ τίνος; ὁμοίως δὲ καὶ ἐν τῷ “ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ”.
32.26.329ὑπὲρ δὲ τῆς τῶν ῥητῶν σαφηνείας ἐπιμελῶς προσχῶμεν πρώτῳ μὲν λεγομένῳ τῷ “νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου” · δευτέρῳ δὲ τῷ “καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ” · τρίτῳ δὲ τοιούτῳ συνημμένῳ “εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὑτῷ” · τετάρτῳ δὲ τῷ “καὶ εὐθὺς δοξάσει αὐτόν”.
32.26.330ἐὰν μὴ ἄρα τοῦτο φάσκῃ τις ἀναλαβεῖν εἰς συμπλοκὴν τὴν ἐν τῷ λήγοντι τοῦ συνημμένου, ἵνα ἄρχηται μὲν τὸ συνημμένον ἀπὸ τοῦ “ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ”, λήγῃ δὲ εἰς τὸ “καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὑτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν”, ἀναγκαίως δὲ προσχῶμεν τῷ τῆς δόξης ὀνόματι, οὐ κειμένῳ ἐπὶ τοῦ παρά τισι τῶν Ἑλλήνων μέσου πράγματος, καθ’ὃ ὁρίζονται εἶναι δόξαν τὸν ἀπὸ τῶν πολλῶν ἔπαινον, δῆλον ὅτι ἐπ’ἄλλου παρὰ τοῦτο κεῖται ὄνομα ἐκ τοῦ ἐν τῇ Ἐξόδῳ οὕτω εἰρημένου ·
32.26.331“καὶ δόξης κυρίου ἐπλήσθη ἡ σκηνή. καὶ οὐκ ἠδυνάσθη Μωϋσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ’αὐτὴν ἡ νεφέλη καὶ δόξης κυρίου ἐπλήσθη ἡ σκηνή”.
32.26.332καὶ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν τοῦτο ἀναγεγραμμένον τοῦτον τὸν τρόπον · “καὶ ἐγένετο ὡς ἐξῆλθον οἱ ἱερεῖς ἐκ τοῦ ἁγίου, καὶ ἡ νεφέλη ἔπλησεν τὸν οἶκον κυρίου.
32.26.333καὶ οὐκ ἐδύναντο οἱ ἱερεῖς στῆναι λειτουργίαν ἐνώπιον τῆς νεφέλης, ὅτι ἔπλησεν δόξα κυρίου τὸν οἶκον”.
32.26.334καὶ περὶ τῆς Μωϋσέως δὲ δόξης ἐν τῇ Ἐξόδῳ τοιαῦτα λέλεκται · “ὡς δὲ κατέβαινε Μωϋσῆς ἐκ τοῦ ὄρους, καὶ αἱ δύο πλάκες τῆς διαθήκης ἐπὶ τῶν χειρῶν Μωϋσῆ · καταβαίνοντος δὲ αὐτοῦ ἐκ τοῦ ὄρους, καὶ Μωϋσῆς οὐκ ᾔδει ὅτι δεδόξασται ἡ ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ ἐν τῷ λαλεῖν αὐτὸν αὐτῷ. καὶ εἶδεν Ἀαρὼν καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ τὸν Μωϋσῆν, καὶ ἦν δεδοξασμένη ἡ ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ · καὶ ἐφοβήθησαν ἐγγίσαι αὐτῷ”.
32.27.335τοῦτο τὸ περὶ τῆς δόξης σημαινόμενον καὶ ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ διὰ τούτων δηλοῦται · “καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν ἡ ἰδέα τοῦ προσώπου αὐτοῦ ἑτέρα, καὶ ἠλλοιώθη ὁ ἱματισμὸς αὐτοῦ καὶ ἐγένετο λευκός, ἐξαστράπτων. καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας · οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἔμελλεν πληροῦν ἐν Ἱερουσαλήμ”.
32.27.336καὶ ὁ Παῦλος δὲ ὅρα ἐπὶ τίσι τὸ ὄνομα τῆς δόξης παραλαμβάνει · ὅπου μὲν γὰρ λέγει · “εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην · πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; εἰ γὰρ τῇ διακονίᾳ τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης δόξῃ. καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης · εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ” · ὅπου δὲ “ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος”.
32.27.337καὶ πάλιν μετ’ὀλίγα · “εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον, ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ καταυγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ”.
32.27.338καὶ πάλιν μετ’ὀλίγα · “ὅτι ὁ θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψει, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ” ἕκαστον δὲ τούτων ἀκριβῶς νῦν διηγήσασθαι οὐκ ἀπαιτεῖ ἡ προκειμένη τῆς εὐαγγελικῆς λέξεως διήγησις · πλὴν ὡς διὰ βραχέων τοσαῦτα λεκτέον · ὅσον μὲν κατὰ τὸ σωματικὸν θειοτέρα τις γέγονεν ἐπιφάνεια ἐν τῇ σκηνῇ καὶ ἐν τῷ ναῷ συντελεσθεῖσιν καὶ ἐν τῷ προσώπῳ Μωϋσέως, τῇ θείᾳ φύσει ὁμιλήσαντος · ὅσον δὲ κατὰ τὴν ἀναγωγὴν τὰ περὶ θεοῦ ἀκριβῶς γινωσκόμενα καὶ τῷ ἐπιτηδείῳ δι’ὑπερβολὴν καθαρότητος νῷ θεωρούμενα δόξα ἂν λέγοιτο εἶναι θεοῦ ὀφθεῖσα · ἐπεὶ ὁ κεκαθαρμένος καὶ ὑπεραναβὰς πάντα ὑλικὰ νοῦς, ἵνα ἀκριβώσῃ τὴν θεωρίαν τοῦ θεοῦ, ἐν οἷς θεωρεῖ θεοποιεῖται.
32.27.339λεκτέον τοιοῦτον εἶναι τὸ δεδοξάσθαι τὸ πρόσωπον τοῦ θεωρήσαντος τὸν θεὸν καὶ ὁμιλήσαντος αὐτῷ καὶ συνδιατρίψαντος τοιαύτῃ θέᾳ, ὡς τοῦτο εἶναι τροπικῶς τὸ δεδοξασμένον πρόσωπον Μωϋσέως, θεοποιηθέντος αὐτῷ τοῦ νοῦ.
32.27.340κατὰ τοῦτο δὲ καὶ ὁ ἀπόστολος ἔλεγεν τὸ “ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα”.
32.27.341ὥσπερ δὲ ἡ τοῦ νυκτερινοῦ φωτὸς λαμπρότης ἀνατείλαντος τοῦ ἡλίου ἀμαυροῦται, οὕτω ἡ ἐπὶ Μωϋσέως δόξα ὑπὸ τῆς ἐν Χριστῷ.
32.27.342σύγκρισιν γὰρ οὐκ εἶχεν ἡ ἐν Χριστῷ ὑπεροχή, ἣν γινώσκων τὸν πατέρα ἐδόξασεν περὶ αὐτοῦ, πρὸς τὰ ὑπὸ Μωϋσέως γνωσθέντα καὶ δοξάσαντα τὸ πρόσωπον τῆς ψυχῆς αὐτοῦ.
32.27.343διὸ καταργουμένη εἴρηται ἡ ἐπὶ Μωϋσέως δόξα ἀπὸ τῆς ὑπερβαλλούσης ἐν Χριστῷ δόξης.
32.28.344τούτων δὲ ἡμῶν κατὰ δύναμιν ἐν βραχέσιν εἰς ἃ παρεθέμεθα λελεγμένων, ἐπανέλθωμεν ἐπὶ τὸ “νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ”.
32.28.345γινώσκων οὖν τὸν πατέρα ὁ υἱός, αὐτῷ τῷ γινώσκειν αὐτόν, ὄντι μεγίστῳ ἀγαθῷ καὶ † ὁποῖον ἂν ἄγοι ἐπὶ τελείαν γνῶσιν, ἣν γινώσκει ὁ υἱὸς τὸν πατέρα, ἐδοξάσθη.
32.28.346οἶμαι δ’ὅτι καὶ ἑαυτὸν γινώσκων, ὅπερ καὶ αὐτὸ οὐ μακρὰν ἀποδεῖ τοῦ προτέρου, ἐδοξάσθη ἐκ τοῦ αὑτὸν ἐγνωκέναι.
32.28.347εἰ δὲ ἡ περὶ τῶν ὅλων γνῶσις συμπληροῖ τὸ μέγεθος τῆς δόξης αὐτοῦ ὅσα ἐστὶν κρυπτὰ καὶ ἐμφανῆ γινώσκοντος, ζητήσεις καὶ μήποτε τοῦτό ἐστιν τὸ εἶναι αὐτοσοφία, ἢ τῷ λεγομένῳ αὐτουιῷ τοῦ ἀνθρώπου τὸ δεδοξάσθαι ἐκ τοῦ ἡνῶσθαι τῇ σοφίᾳ. ταύτην δὲ πᾶσαν τὴν δόξαν, ἣν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, δωρησαμένου τοῦ πατρὸς ἐδοξάσθη.
32.28.348πολλῶν δὲ ὄντων τῶν συμπληρούντων τὴν δόξαν πᾶσαν τοῦ ἀνθρώπου, τὸ κατ’ἐξοχὴν τούτων ἁπάντων ὁ θεός ἐστιν, ὃς τῷ γινώσκεσθαι ἀπὸ τοῦ υἱοῦ οὐχ ἁπλῶς ἐστι δοξαζόμενος ἀλλ’ἐν υἱῷ δοξαζόμενος.
32.28.349καθ’ὃ καὶ τολμηρὸν μὲν καὶ μεῖζον ἢ καθ’ἡμᾶς ἐστὶν τὸ εἰς ἐξέτασιν ἑαυτοὺς ἐπιδοῦναι τηλικούτου λόγου · ὅμως δὲ τολμητέον ὑποβάλλειν τὸν ἐν τῷ τόπῳ ζητηθῆναι δυνάμενον.
32.28.350ζητῶ δὲ εἰ ἔνεστιν δοξασθῆναι τὸν θεὸν παρὰ τὸ δοξάζεσθαι ἐν υἱῷ, ὡς ἀποδεδώκαμεν, μειζόνως αὐτὸν ἐν ἑαυτῷ δοξαζόμενον, ὅτε ἐν τῇ ἑαυτοῦ γινόμενος περιωπῇ, ἐπὶ τῇ ἑαυτοῦ γνώσει καὶ τῇ ἑαυτοῦ θεωρίᾳ, οὔσῃ μείζονι τῆς ἐν υἱῷ θεωρίας, ὡς ἐπὶ θεοῦ χρὴ νοεῖν τὰ τοιαῦτα, δεῖν λέγειν ὅτι εὐφραίνεται ἄφατόν τινα εὐαρέστησιν καὶ εὐφροσύνην καὶ χαράν, ἐφ’ἑαυτῷ εὐαρεστούμενος καὶ χαίρων.
32.28.351χρῶμαι δὲ τούτοις τοῖς ὀνόμασιν, οὐχ ὡς κυρίως ἂν λεχθησομένοις ἐπὶ θεοῦ, ἀλλὰ ἀπορῶν τῶν, ἵν’οὕτως ὀνομάσω, ἀρρήτων ῥημάτων, ἃ μόνος αὐτὸς δύναται, καὶ μετ’αὐτὸν ὁ μονογενὴς αὐτοῦ ἐν κυριολεξίᾳ λέγειν ἢ φρονεῖν περὶ αὐτοῦ.
32.28.352ἐπεὶ δὲ ἐν τῷ τόπῳ γεγόναμεν τοῦ τὸν θεὸν δοξάζεσθαι ἐν Χριστῷ, παρακειμένως ἂν ζητήσαιμεν πῶς δοξάζοιτο καὶ ἐν τῷ ἁγίῳ πνεύματι καὶ ἐν πᾶσιν οἷς ὤφθη δόξα κυρίου ἢ ὀφθήσεται.
32.28.353ὅλης μὲν οὖν οἶμαι τῆς δόξης τοῦ θεοῦ αὐτοῦ ἀπαύγασμα εἶναι τὸν υἱόν, κατὰ τὸν εἰπόντα Παῦλον · “ὃς ὢν ἀπαύγασμα τῆς δόξης”, φθάνειν μέντοι γε ἀπὸ τοῦ ἀπαυγάσματος τούτου τῆς ὅλης δόξης μερικὰ ἀπαυγάσματα ἐπὶ τὴν λοιπὴν λογικὴν κτίσιν · οὐκ οἶμαι γάρ τινα τὸ πᾶν δύνασθαι χωρῆσαι τῆς ὅλης δόξης τοῦ θεοῦ ἀπαύγασμα ἢ τὸν υἱὸν αὐτοῦ.
32.28.354νῦν οὖν, ὅτε ἡ οἰκονομία τοῦ ὑπὲρ πάντων πάθους τοῦ υἱοῦ τοῦ ἀνθρώπου γίνεται οὐ χωρὶς θεοῦ, “διὸ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν” · “ἐδοξάσθη, φησίν, ὁ υἱὸς τοῦ ἀνθρώπου οὐ μόνος” · καὶ “ὁ θεὸς γὰρ ἐδοξάσθη ἐν αὐτῷ”, καὶ οὕτως δ’ἂν τὰ κατὰ τὸν τόπον τις διηγήσαιτο.
32.28.355γέγραπται · “οὐδεὶς ἔγνω τὸν υἱόν, εἰ μὴ ὁ πατήρ” καὶ εἴρηται · “καὶ μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ’ἢ ὁ πατήρ μου ὁ οὐράνιος”.
32.28.356ὅσον οὖν οὐκ ἔγνωστο ὁ υἱὸς τῷ κόσμῳ (“ἐν τῷ κόσμῳ γὰρ ἦν, καὶ ὁ κόσμος δι’αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω”), οὐδέπω ἐν κόσμῳ δεδόξαστο, καὶ ἦν ἡ ζημία τοῦ μὴ δεδοξάσθαι αὐτὸν ἐν τῷ κόσμῳ οὐ τοῦ μὴ δεδοξασμένου ἀλλὰ τοῦ μὴ δοξάζοντος αὐτὸν κόσμου.
32.28.357ὅτε δὲ ἀπεκάλυψεν ὁ οὐράνιος πατὴρ οἷς ἀπεκάλυψεν ἀπὸ τοῦ κόσμου οὖσιν τὴν τοῦ Ἰησοῦ γνῶσιν, τότε ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τοῖς ἐγνωκόσιν αὐτόν, καὶ δι’ἧς ἐδοξάσθη δόξης ἐν τοῖς ἐγνωκόσιν αὐτόν, περιεποίησεν δόξαν τοῖς ἐγνωκόσιν αὐτόν · οἱ γὰρ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφοῦνται.
32.29.358ὅρα δὲ πόθεν “ἀπὸ δόξης” φησί, καὶ ποῦ “εἰς δόξαν” · ἀπὸ δόξης τῆς τοῦ δοξαζομένου, εἰς δόξαν τὴν τῶν δοξαζόντων.
32.29.359ἡνίκα οὖν ἦλθεν ἐπὶ τὴν οἰκονομίαν, ἀφ’ἧς ἔμελλεν ἀνατέλλειν τῷ κόσμῳ καὶ γινωσκόμενος δοξάζεσθαι ἐπὶ δόξῃ τῶν δοξαζόντων αὐτόν, εἶπεν τὸ “νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου” καὶ ἔτι “οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ” · ἔμελλεν δὲ ἐκ τῆς οἰκονομίας ἀποκαλύπτειν τὸν πατέρα ὁ υἱός, διὰ τοῦτο · “καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ”. ἢ τὸ “καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ” συνεξετάσεις τῷ “ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα τὸν πέμψαντά με” · θεωρεῖται γὰρ ἐν τῷ λόγῳ, ὄντι θεῷ καὶ εἰκόνι τοῦ θεοῦ τοῦ ἀοράτου, ὁ γεννήσας αὐτὸν πατήρ, τοῦ ἐνιδόντος τῇ εἰκόνι τοῦ ἀοράτου θεοῦ εὐθέως ἐνορᾶν δυναμένου καὶ τῷ πρωτοτύπῳ τῆς εἰκόνος τῷ πατρί.
32.29.360ἔτι δὲ καὶ οὕτως σαφέστερον ἂν τὰ κατὰ τὸν τόπον λαμβάνοιτο · ὡς διά τινας τὸ ὄνομα τοῦ θεοῦ βλασφημεῖται ἐν τοῖς ἔθνεσιν, οὕτω διὰ τοὺς ἁγίους, ὧν βλέπεται τὰ καλὰ ἔργα λαμπρότατα ἔμπροσθεν τῶν ἀνθρώπων, δοξάζεται τὸ ὄνομα τοῦ πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς.
32.29.361ἐν τίνι οὖν ἐδοξάσθη τοσοῦτον ὅσον ἐν τῷ Ἰησοῦ, ἐπεὶ ἁμαρτίαν οὐκ ἐποίησεν μη δὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, μη δὲ ἔγνω ἁμαρτίαν;
32.29.362καὶ τοιοῦτος οὖν ὢν ὁ υἱὸς ἐδοξάσθη, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ.
32.29.363εἰ δὲ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ, ἀντιδωρεῖται αὐτῷ ὁ πατὴρ τὸ μεῖζον οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου πεποίηκεν · μεῖζον γὰρ τῷ δοξάσαντι τὸν θεόν, ἐλάττονι τὸν διαφέροντα, κατὰ τὸ “ὁ πατὴρ ὁ πέμψας με μείζων μου ἐστίν” τὸ δοξασθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐν τῷ θεῷ, τὸν ἐλάττονα ἐν τῷ κρείττονι.
32.29.364καὶ πολλῷ γε ὑπερέχουσα ἡ δόξα ἐν τῷ υἱῷ ἐστιν ὅτε δοξάζει αὐτὸν ὁ πατήρ, ἢ ἐν τῷ πατρὶ ὅτε ἐδοξάσθη ὁ πατὴρ ἐν τῷ υἱῷ.
32.29.365καὶ ἔπρεπέν γε τὸν μείζονα, ἀμειβόμενον τὴν δόξαν ἣν ἐδόξασεν αὐτὸν ὁ υἱός, χαρίσασθαι τῷ υἱῷ τὸ δοξάσαι αὐτὸν ἐν αὐτῷ, ἵν’ὁ υἱὸς ᾖ ἐν τῷ θεῷ δοξαζόμενος. εἶτ’ἐπεὶ ὅσον οὐδέπω ταῦτα γίνεσθαι ἔμελλεν (λέγω δὲ τὸ δοξάζεσθαι τὸν υἱὸν ἐν τῷ θεῷ), διὰ τοῦτο ἐπιφέρει τὸ “καὶ εὐθὺς δοξάσει αὐτόν”.
32.29.366ταῦτα δὲ οὐκ ἀγνοοῦμεν πολλῷ εἶναι ἐλάττονα ὧν χωρεῖ ὁ τόπος ἐξεταζόμενος, ἀποκαλύπτοντος τοῦ θεοῦ, καὶ ἐπιδημοῦντος τοῦ λόγου αὐτοῦ εἰς τὸ παραστῆσαι τὴν δόξαν τοῦ θεοῦ, καὶ ᾧ δύναται δωρήσασθαι ὁ πατὴρ δωρούμενος γνωσθῆναι τὴν πᾶσαν δόξαν τοῦ θεοῦ.
32.29.367διὸ ὡς βραχεῖς καὶ πολλῷ ταπεινότεροι τῆς ἀξίας τῶν λόγων, καὶ ἐπὶ τοῖς ἐκτεθεῖσιν χάριτας ὁμολογοῦμεν τῷ θεῷ, οὖσιν πολλῷ μείζοσιν τῆς ἡμετέρας ἀξίας.
32.30.368συναγαγὼν ἐκ τῶν εὐαγγελίων τὰς ὡς ὑπὸ πατρὸς λεγομένας τοῦ σωτῆρος ἡμῶν πρὸς τέκνα φωνάς, θάρρει λέγειν ὅτι τινῶν ὁ σωτὴρ πατήρ ἐστιν · τῷ μὲν γὰρ παραλυτικῷ φησί · “θάρσει, τέκνον · ἀφίενταί σοι αἱ ἁμαρτίαι” · τῇ δὲ αἱμορροούσῃ · “θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε” · καὶ νῦν τοῖς μαθηταῖς λέγει τὸ “τεκνία”, ἐμφαίνοντος, οἶμαι, τὶ καὶ τοῦ ὑποκοριστικοῦ καὶ διδάσκοντος τὴν ἔτι βραχύτητα τῆς τῶν ἀποστόλων ψυχῆς τότε.
32.30.369ἐὰν δέ τις ζητῇ · ἆρ’οὖν ὁ παραλυτικὸς, ἀκούων “τέκνον” ἐντελέστερος ἦν τῶν πρὸς οὓς ὁ λόγος φησί · “τεκνία”; ἀκούσει ὅτι εἴ τις μέν ἐστιν τεκνίον, πάντως ἐστὶν τέκνον ·
32.30.370διὸ οὐ κεκώλυται τὸν παραλυτικόν, λεγόμενον “τέκνον”, εἶναι καὶ τεκνίον · ὥστε οὐκ ἀνάγκη τὸν ὀνομασθέντα τέκνον, τὸν παραλυτικόν, εἶναι ἐντελέστερον τῶν πρὸς οὓς ὁ λόγος εἶπεν τὸ “τεκνία”.
32.30.371χρὴ δὲ εἰδέναι ὅτι οὐχ ὥσπερ ἐπὶ τῶν ἀνθρώπων οὐ δύναται τὸ τέκνον γενέσθαι ὕστερον ἀδελφὸς οὗ ἔφθασεν εἶναι τέκνον, οὕτως ἀδύνατον μεταβαλεῖν ἐκ τέκνου Ἰησοῦ πρὸς τὸ γενέσθαι αὐτοῦ ἀδελφόν.
32.30.372οὗτοι γοῦν πρὸς οὓς εἶπεν · “τεκνία” μετὰ τὴν τοῦ σωτῆρος ἀνάστασιν, ὡσπερεὶ μεταποιωθέντες ἀπὸ τῆς ἀναστάσεως Ἰησοῦ, γίνονται τοῦ πρότερον εἰπόντος “τεκνία” ἀδελφοί.
32.30.373διὸ γέγραπται · “πορεύου πρὸς τοὺς ἀδελφούς, καὶ εἰπὲ αὐτοῖς · ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ θεόν μου καὶ θεὸν ὑμῶν”.
32.30.374καὶ τάχα † ὥσπερ ἔστιν μεταβαλεῖν ἐκ δούλου Ἰησοῦ · δοῦλοι δὲ ἦσαν οἱ μαθηταὶ πρὸ τοῦ εἶναι τεκνία, ὡς δῆλον ἐκ τοῦ “ὑμεῖς φωνεῖτέ με” ὁ διδάσκαλος “καὶ” ὁ κύριος “, καὶ καλῶς λέγετε, εἰμὶ γάρ” καὶ τοῦ “οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ” ἀναγεγραμμένου πρὸ τοῦ “τεκνία, ἔτι μικρὸν μεθ’ὑμῶν εἰμι” · ἐπιστήσεις δὲ εἰ ὁ δοῦλος πρότερον μαθητὴς γίνεται, εἶτα τεκνίον, εἶτα ἀδελφὸς Χριστοῦ καὶ υἱὸς τοῦ θεοῦ.
32.30.375μαθητὴν δὲ ἐν τούτοις λεκτέον τὸν ἐκ τοῦ παρέχειν αὐτὸν παραληψόμενον τὴν τοῦ λόγου ἐπιστήμην, μανθάνοντα ἀπὸ τοῦ τηλικούτου διδασκάλου τὴν σοφίαν τοῦ θεοῦ.
32.30.376τὸ δὲ “ἔτι μικρὸν μεθ’ὑμῶν εἰμι” κατὰ μὲν τὸ ἁπλούστερον ὡς πρὸς τὸ ῥητὸν σαφές ἐστιν, ἐπεὶ ὅσον οὐδέπω ἔμελλεν μηκέτι ἔσεσθαι μετὰ τῶν μαθητῶν · πρότερον μὲν συλληφθεὶς ὑπὸ τῆς σπείρας καὶ τοῦ χιλιάρχου καὶ τῶν Ἰουδαϊκῶν ὑπηρετῶν, οἵτινες δήσαντες αὐτὸν ἀπήγαγον πρὸς Ἄνναν πρῶτον · μετὰ δὲ τοῦτο τῷ Πιλάτῳ παραδοθεὶς καὶ ἑξῆς τὴν ἐπὶ σταυρῷ καταδικασθείς · εἶτα ποιήσας ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
32.30.377κατὰ δὲ τὸ βαθύτερον ζητήσεις μήποτε μετὰ τὸ “μικρὸν” οὐκέτι ἦν μετ’αὐτῶν · οὐ τῷ μὴ παρεῖναι αὐτοῖς κατὰ σάρκα καὶ τῷ τὴν ψυχὴν αὐτοῦ εἰς ᾅδου καταβεβηκέναι (τούτου γὰρ ἕνεκεν οὐκ ἐκωλύετο εἶναι καὶ μετὰ τῶν μαθητῶν ὁ εἰπών · “ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, καὶ ἐγώ εἰμι ἐν μέσῳ αὐτῶν” καὶ “ἰδοὺ ἐγὼ μεθ’ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος”) ἀλλὰ τῷ, πληρωθέντος τοῦ “πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ · γέγραπται γάρ · πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης”, μηκέτι εἶναι μετ’αὐτῶν τὸν μετὰ τῶν ἀξίων μόνων τυγχάνοντα.
32.30.378πρὸς τοῦτο δ’ἄν τις ἀνθυποφέροι τὸ “μέσος ὑμῶν στήκει ὃν ὑμεῖς οὐκ οἴδατε” λέγων αὐτὸν εἶναι καὶ μετὰ τῶν μὴ γινωσκόντων αὐτόν.
32.30.379ὅρα δὲ μήποτε οὐ τα- ταὐτόν ἐστιν τὸ εἶναι αὐτὸν μετά τινος, ὅπερ ἐν ἐπαγγελίᾳ ὡς ἀξίοις δίδοται, τῷ ἑστηκέναι αὐτὸν καὶ μὴ γινωσκόμενον ἐν μέσῳ τῶν μὴ γινωσκόντων.
32.30.380ἐν ἐπαγγελίᾳ μὲν γὰρ τὸ “ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, κα- κἀγώ εἰμι ἐν μέσῳ αὐτῶν” καὶ τὸ “ἰδοὺ ἐγὼ μεθ’ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος” · οὐ τοιοῦτον δὲ τὸ “μέσος ὑμῶν στήκει ὃν ὑμεῖς οὐκ οἴδατε”.
32.30.381καὶ ἐν τῷ προκειμένῳ τοίνυν ὁ εἰπών · “ἰδοὺ ἐγὼ μεθ’ὑμῶν εἰμι” φησὶ τὸ “ἔτι μικρὸν μεθ’ὑμῶν εἰμι”. ὁ δὲ λέγων · “ἔτι μικρὸν μεθ’ὑμῶν εἰμι” οὐκ ἂν παρόντι αἰσθητῶς τῷ Ἰούδᾳ, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν αὐτοῦ ἵνα παραδῷ τὸν σωτῆρα, εἶπεν ἂν αὐτῷ τὸ “μετὰ σοῦ εἰμι” (οὐκέτι γὰρ ἦν μετ’αὐτοῦ) οὐ δ’ὅτε βάψας τὸ ψωμίον ἐδίδου αὐτῷ, ἀλλ’ὅτε μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς, πολλῷ πλέον οὐκ ἦν Χριστὸς μετὰ τοῦ Ἰούδα, μακρύναντος ἑαυτὸν ἀπὸ τοῦ σωτῆρος ·
32.30.382“τίς γὰρ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ”;
32.31.383εἰ καὶ μικρὸν δὲ ἔτι μετὰ τῶν τεκνίων ἔμελλεν εἶναι ὁ πατὴρ αὐτῶν Ἰησοῦς, χρὴ εἰδέναι τὸ μετὰ τὸ “μικρὸν” ἐκεῖνο · εἰ καὶ μὴ ἦν μετ’αὐτῶν, οὐδὲν ἧττον ἐκεῖνοι ζητεῖν ἔμελλον τὸν Ἰησοῦν, ὡς ὁ Πέτρος μετὰ τὸ ἀρνήσασθαι πικρῶς ἔκλαιεν, οἶμαι, ζητῶν τὸν Ἰησοῦν.
32.31.384νῦν μὲν οὖν τὸ “ἔτι μικρὸν μεθ’ὑμῶν εἰμι” λέλεκται, ὀλίγῳ δὲ ὕστερον · “μικρόν, φησί, καὶ οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με”, ὅτε λεγόντων τῶν μαθητῶν · “τί ἐστιν τοῦτο ὃ λέγει μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ · γνοὺς ὁ Ἰησοῦς καὶ ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, εἶπεν αὐτοῖς · περὶ τούτου ζητεῖτε μετ’ἀλλήλων ὅτι εἶπον · μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς · ὁ κόσμος χαρήσεται · ὑμεῖς δὲ λυπηθήσεσθε, ἀλλ’ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται”.
32.31.385τὸ γὰρ “μικρὸν” ἐκεῖνο ἐν ᾧ οὐκ ἐθεώρουν αὐτόν, ἐζήτουν Ἰησοῦν · διὸ ἔκλαιον καὶ ἐθρήνουν, τῆς λύπης αὐτῶν εἰς χαρὰν μεταβαλλούσης, ὅτε ἐπληροῦτο τὸ “καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με”.
32.31.386ἐν οἷς ἐξετάσεις εἰ ὁ μετὰ μικρὸν μὴ θεωρῶν αὐτόν, εἰ μέλλει μετὰ τοῦτο ὄψεσθαι αὐτόν, μετ’οὐ πολὺ πάντως ὄψεται αὐτόν, νοούντων ἡμῶν τὸ “καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με”.
32.31.387τὸ δὲ ζητεῖν τὸν Ἰησοῦν ζητεῖν ἐστιν τὸν λόγον καὶ τὴν σοφίαν καὶ τὴν δικαιοσύνην καὶ τὴν ἀλήθειαν καὶ τὴν δύναμιν τοῦ θεοῦ, ἅπερ πάντα ἐστὶν ὁ χριστός.
32.31.388τινὲς δὲ ζητοῦσιν αὐτὸν τῶν ἑωρακότων σημεῖα, καὶ σὺν τῷ ἑωρακέναι λαβόντων ἀπ’αὐτοῦ ἄρτον καὶ φαγόντων, αἰτίου τοῦ ζητεῖν αὐτοῖς γενομένου τοῦ τεθράφθαι ἀπὸ τοῦ λόγου · “ζητεῖτε γάρ με, φησίν, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ’ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε”.
32.31.389εἶτα ἐπεὶ πρότερον τοῖς Ἰουδαίοις εἰρήκει · “ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε · ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν” ἐπ’ἐκεῖνο ἀναφέρων τὸ προκείμενον φησί · “καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι”.
32.31.390ὡς γὰρ ἐκείνοις, φησί, τοῦτ’εἶπον, οὕτω καὶ ὑμῖν · ἀλλὰ καὶ ὑμῖν τοῦτο λέγω οὐ περὶ πλείονος χρόνου.
32.31.391οὕτω γὰρ ἀκούω τοῦ “καὶ ὑμῖν λέγω ἄρτι”, ὅπερ οὐκ ἔστιν τα- ταὐτὸν τῷ “καὶ ὑμῖν λέγω” χωρὶς τῆς προσθήκης τῆς “ἄρτι”. Ἰουδαῖοι μὲν γάρ, οὓς προέβλεπεν ἐν τῇ ἑαυτῶν ἁμαρτίᾳ ἀποθανουμένους, οὐκ ἐπὶ βραχυνόμενον χρόνον οὐκ ἐδύναντο ἥκειν ὅπου ὑπῆγεν ὁ Ἰησοῦς · οἱ δὲ μαθηταί, μεθ’ὃν ἔμελλεν μικρὸν χρόνον μηκέτι ἔσεσθαι μετ’αὐτῶν, διὰ τὰ προειρημένα οὐκ ἐδύναντο ἕπεσθαι τῷ λόγῳ ἀπιόντι ἐπὶ τὰς ἑαυτοῦ οἰκονομίας.
32.32.392καὶ εἰ μὲν μὴ προτέτακτο τοῦ “ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν” τὸ “καθὼς εἶπον τοῖς Ἰουδαίοις” κα- κἂν ἁπλούστερον ἐδοκοῦμεν ταῦτα εἰρῆσθαι, ἀναφερόμενα ἐπὶ τὴν ἀπὸ τοῦ βίου ἔξοδον τῆς Ἰησοῦ ψυχῆς · νυνὶ δὲ καὶ οἱ Ἰουδαῖοι ἀποθνήσκειν ἔμελλον, καὶ ὁ Ἰησοῦς ἀποθανὼν καταβαίνειν εἰς ᾅδου.
32.32.393πῶς ὅπου ὁ Ἰησοῦς ὑπῆγεν ἐκεῖνοι οὐκ ἐδύναντο ἀπελθεῖν; ἀλλ’ἐρεῖ τις, ἐπεὶ καὶ ἐν τῷ παραδείσῳ ἔμελλεν γίνεσθαι τοῦ θεοῦ, ἔνθα οἱ μὲν ἐν ταῖς ἁμαρτίαις αὐτῶν ἀποθανούμενοι γίνεσθαι οὐκ ἔμελλον, οἱ δὲ τοῦ Ἰησοῦ μαθηταὶ τότε μὲν οὖν οὐκ ἐδύναντο ἐκεῖ γενέσθαι, ὕστερον δὲ διὰ τοῦτο πρὸς μὲν τοὺς ἐν ταῖς ἁμαρτίαις αὐτῶν ἀποθανουμένους Ἰουδαίους λέλεκται τὸ “ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν” · πρὸς δὲ τοὺς μαθητάς · “ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν ἄρτι”.
32.32.394τὸ γὰρ ἑξῆς τῆς λέξεώς ἐστιν τοιοῦτον · “καθὼς εἶπον τοῖς Ἰουδαίοις καὶ ὑμῖν λέγω · ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν ἄρτι”. καὶ οὕτω δὲ οὐκ ὀλίγην ἔχει ζήτησιν ὁ τόπος, διὰ τὸ “ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς ποιήσει τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας”.
32.32.395πῶς γὰρ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ποιήσει ἐν τῇ καρδίᾳ τῆς γῆς, ὃς ἅμα τῇ ἐξόδῳ ἐν τῷ παραδείσῳ ἔμελλεν ἔσεσθαι τοῦ θεοῦ, κατὰ τὸ “σήμερον μετ’ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ τοῦ θεοῦ”; οὕτω δὲ ἐτάραξέν τινας ὡς ἀσύμφωνον τὸ εἰρημένον, ὥστε τολμῆσαι αὐτοὺς ὑπονοῆσαι προστεθῆσθαι τῷ εὐαγγελίῳ ἀπό τινων ῥαδιουργῶν αὐτὸ τὸ “σήμερον μετ’ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ τοῦ θεοῦ”.
32.32.396ἡμεῖς δέ φαμεν ἁπλούστερον μὲν ὅτι τάχα πρὶν ἀπελθεῖν εἰς τὴν λεγομένην καρδίαν τῆς γῆς ἀπεκατέστησεν εἰς τὸν παράδεισον τοῦ θεοῦ τὸν εἰπόντα αὐτῷ · “μνήσθητί μου ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου” · βαθύτερον δὲ ὅτι πολλαχοῦ τὸ “σήμερον” ἐν τῇ γραφῇ καὶ ἐπὶ ὅλον παρατείνει τὸν ἐνεστηκότα αἰῶνα · ὥσπερ δὲ καὶ ἐν τῷ “ἐφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον” καὶ “οὗτος πατὴρ Μωαβιτῶν μέχρι τῆς σήμερον ἡμέρας” καὶ “σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, † καὶ μὴ ἀπόστητε ἀπὸ κυρίου”.
32.32.397ἐν τῇ σήμερον ἡμέρᾳ ἐπαγγέλλεται αὐτῷ, ἀξιώσαντι μνησθῆναι αὐτοῦ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, τὸ ἐν τῷ ἐνεστηκότι αἰῶνι πρὸ τοῦ μέλλοντος ποιῆσαι αὐτὸν γενέσθαι σὺν αὐτῷ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
32.32.398ἀλλὰ τοῦτο μὲν διὰ μέσου ἐν παρεκβάσει εἰς τὸ προειρημένον εἰρήσθω · τοῖς δὲ μαθηταῖς, ἀκολουθεῖν βουλομένοις τῷ Ἰησοῦ, οὐχ ὡς ἂν οἱ ἁπλούστεροι ὑπολάβοιεν σωματικῶς, ἀλλ’ὡς δηλοῖ τὸ “ὃς ἂν μὴ ἄρῃ τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθήσει ὀπίσω μου, οὐκ ἔστιν μου ἄξιος εἶναι μαθητής” φησὶν νῦν ὁ κύριος ὅτι “ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν ἄρτι”.
32.32.399εἰ γὰρ ἐβούλοντο ἀκολουθεῖν τῷ λόγῳ καὶ ὁμολογεῖν αὐτὸν μὴ σκανδαλιζόμενοι ἐν αὐτῷ, ἀλλὰ οὐκ ἐδύναντό πω τοῦτο ποιεῖν · “οὔπω γὰρ ἦν πνεῦμα, ὅτι Ἰησοῦς οὔπω ἐδοξάσθη” καὶ “οὐδεὶς δύναται εἰπεῖν Κύριος Ἰησοῦς εἰ μὴ ἐν πνεύματι ἁγίῳ”.
32.32.400ἄπεισιν δὲ ὁ λόγος τὰς ἑαυτοῦ πορείας, καὶ ἀκολουθεῖ μὲν αὐτῷ ὁ λόγῳ ἑπόμενος · οὐ δύναται δὲ ἀκολουθεῖν ὁ μὴ εὐτρεπισμένος ὥστ’εὐτόνως κατ’ἴχνη βαίνειν, τοῦ λόγου ὁδηγοῦντος πρὸς τὸν ἑαυτοῦ πατέρα τοὺς πάντα πράττοντας ἵνα καὶ δύνωνται αὐτῷ ἕπεσθαι καὶ ἀκολουθῶσιν αὐτῷ, ἕως ἂν εἴπωσιν τῷ χριστῷ · “ἐκολλήθη ὀπίσω σου ἡ ψυχή μου”.
32.32.401αὐτάρκη δὲ περιγραφὴν εἰληφότος τοῦ λβʹ τῶν εἰς τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον ἐξηγητικῶν, αὐτοῦ που καταπαύσομεν τὸν λόγον.