Origen

Commentary on John, 2

2.1

2.1.1αὐτάρκως κατὰ τὴν παροῦσαν δύναμιν, ἱερὲ ἀδελφὲ Ἀμβρόσιε καὶ κατὰ τὸ εὐαγγέλιον μεμορφωμένε, ἐν τοῖς πρὸ τούτων διαλαβόντες τί ἐστιν εὐαγγέλιον καὶ τίς ἀρχή, ἐν ἦν λόγος, τίςτε λόγος ἐν ἀρχῇ, ἀκολούθως νῦν ἐπισκοποῦμεν πῶς λόγος ἦν πρὸς τὸν θεόν.

2.1.2χρήσιμον τοίνυν συναγαγεῖν εἰς τοῦτο λόγον ἀναγεγραμμένον γεγονέναι πρός τινας, οἷον λόγος κυρίου, ὃς ἐγενήθη πρὸς Ὠσηέ, τὸν τοῦ Βεηρεί καὶ λόγος γενόμενος πρὸς Ἡσαΐαν, υἱὸν Ἀμώς, περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλήμ καὶ λόγος γενόμενος πρὸς Ἱερεμίαν περὶ τῆς ἀβροχίας.

2.1.3πῶς οὖν λόγος κυρίου ἐγενήθη πρὸς Ὠσηέ, καὶ λόγος ἐστὶν γενόμενος πρὸς Ἡσαΐαν, υἱὸν Ἀμώς, καὶ πάλιν λόγος πρὸς Ἱερεμίαν περὶ τῆς ἀβροχίας, ἐπισκοπητέον, ἵν’ὡς παρακείμενον εὑρεθῆναι δυνηθῇ, πῶς λόγος ἦν πρὸς τὸν θεόν.

2.1.4 μὲν οὖν πολὺς ἁπλούστερον ἐκλήψεται τὰ περὶ τῶν προφητῶν εἰρημένα ὡς λόγου κυρίου τοῦ λόγου γενομένου πρὸς αὐτούς. μήποτε δέ, ὥς φαμεν τόνδε τινὰ πρὸς τόνδε γίνεσθαι, οὕτως νῦν θεολογούμενος υἱὸς λόγος ἐγενήθη πρὸς Ὠσηέ, ἀποσταλεὶς ὑπὸ τοῦ πατρὸς πρὸς αὐτόν · κατὰ μὲν τὴν ἱστορίαν πρὸς τὸν υἱὸν τοῦ Βεηρεί, προφήτην Ὠσηέ, κατὰ δὲ μυστικὸν λόγον πρὸς τὸν σῳζόμενον Ὠσηὲ γὰρ ἑρμηνεύεται σῳζόμενος υἱὸν Βεηρεί, ὃς ἑρμηνεύεται φρέατα · πηγῆς γὰρ ἐκ βάθους ἀναβλυστανούσης, σοφίας θεοῦ, ἕκαστος τῶν σῳζομένων υἱὸς γίνεται.

2.1.5καὶ οὐδὲν θαυμαστὸν οὕτως υἱὸν φρεάτων εἶναι τὸν ἅγιον, ἀπὸ τῶν ἀνδραγαθημάτων πολλαχοῦ υἱὸν ὀνομαζόμενον, παρὰ μὲν τὸ λάμπειν αὐτοῦ τὰ ἔργα ἔμπροσθεν τῶν ἀνθρώπων φωτός, παρὰ δὲ τὸ ἔχειν τὴν εἰρήνην τοῦ θεοῦ τὴν ὑπερέχουσαν πάντα νοῦν εἰρήνης · ἔτι δὲ διὰ τὴν ἀπὸ τῆς σοφίας ὠφέλειαν, τέκνον σοφίας · ἐδικαιώθη, γάρ φησιν, σοφία ἀπὸ τῶν τέκνων αὐτῆς.

2.1.6οὕτως οὖν πάντα ἐρευνῶν θείῳ πνεύματι καὶ τὰ βάθη τοῦ θεοῦ, ὥστε ἀποφθέγξασθαι αὐτόν · βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ, δύναται εἶναι φρεάτων υἱός, πρὸς ὃν λόγος τοῦ κυρίου γίνεται.

2.1.7ὁμοίως λόγος καὶ πρὸς Ἡσαΐαν ἔρχεται, διδάσκων τὰ ἐν ἐσχάταις ἡμέραις ἀπαντησόμενα τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλήμ · ὡσαύτως δὲ καὶ πρὸς Ἱερεμίαν θείῳ μετεωρισμῷ ἐπαρθέντα · ἑρμηνεύεται γὰρ μετεωρισμὸς Ἰαώ.

2.1.8ἀλλὰ πρὸς μὲν τοὺς ἀνθρώπους πρότερον οὐ χωροῦντας τὴν τοῦ υἱοῦ τοῦ θεοῦ, λόγου τυγχάνοντος, ἐπιδημίαν λόγος γίνεται · πρὸς δὲ τὸν θεὸν οὐ γίνεται, ὡς πρότερον οὐκ ὢν πρὸς αὐτόν, παρὰ δὲ τὸ ἀεὶ συνεῖναι τῷ πατρὶ λέγεται · καὶ λόγος ἦν πρὸς τὸν θεόν · οὐ γὰρ ἐγένετο πρὸς τὸν θεόν.

2.1.9καὶ ταὐτὸν ῥῆμα τὸ ἦν τοῦ λόγου κατηγορεῖται, ὅτε ἐν ἀρχῇ ἦν καὶ ὅτε πρὸς τὸν θεὸν ἦν, οὔτε τῆς ἀρχῆς χωριζόμενος οὔτε τοῦ πατρὸς ἀπολειπόμενος, καὶ πάλιν οὔτε ἀπὸ τοῦ μὴ εἶναι ἐν ἀρχῇ γινόμενος ἐν ἀρχῇ οὔτε ἀπὸ τοῦ μὴ τυγχάνειν πρὸς τὸν θεὸν ἐπὶ τὸ πρὸς τὸν θεὸν εἶναι γινόμενος · πρὸ γὰρ παντὸς χρόνου καὶ αἰῶνος ἐν ἀρχῇ ἦν λόγος, καὶ λόγος ἦν πρὸς τὸν θεόν.

2.1.10ἐπεὶ τοίνυν εἰς εὕρεσιν τοῦ καὶ λόγος ἦν πρὸς τὸν θεὸν παρεθέμεθα λέξεις προφητικάς, πῶς ἐγένετο πρὸς Ὠσηὲ καὶ Ἡσαΐαν καὶ Ἱερεμίαν, παρετηρήσαμέντε οὐ τὴν τυχοῦσαν διαφορὰν τοῦ ἐγενήθη καὶ ἐγένετο πρὸς τὸ ἦν, προσθήσομεν, ὅτι ἐν μὲν τῷ πρὸς τοὺς προφήτας γίνεσθαι φωτίζει τοὺς προφήτας τῷ φωτὶ τῆς γνώσεως, ποιῶν αὐτοὺς ἅτε ἔμπροσθεν βλέποντας ὁρᾶν, πρὸ αὐτοῦ οὐ κατενόουν · πρὸς δὲ τὸν θεὸν τὸ θεός ἐστι τυγχάνων ἀπὸ τοῦ εἶναι πρὸς αὐτόν.

2.1.11καὶ τάχα τοιαύτην τινὰ τάξιν Ἰωάννης ἐν τῷ λόγῳ ἰδὼν οὐ προέταξε τὸ θεὸς ἦν λόγος τοῦ λόγος ἦν πρὸς τὸν θεόν, ὅσον ἐπὶ ταῖς ἀποφάσεσιν οὐδὲν ἂν κωλυθέντος τοῦ εἱρμοῦ πρὸς τὸ καθ’αὑτὸ ἰδεῖν ἑκάστου τῶν ἀξιωμάτων τὴν δύναμιν · ἓν γὰρ ἀξίωμα τὸ ἐν ἀρχῇ ἦν λόγος καὶ δεύτερον τὸ λόγος ἦν πρὸς τὸν θεόν καὶ ἑξῆς καὶ θεὸς ἦν λόγος.

2.1.12ἀλλ’ἐπεὶ τάχα τάξιν τινὰ δηλοῖ τὸ πρῶτον τετάχθαι τὸ ἐν ἀρχῇ ἦν λόγος κατὰ τὸ οὕτως ἑξῆς τὸ καὶ λόγος ἦν πρὸς τὸν θεὸν καὶ τρίτον τὸ καὶ θεὸς ἦν λόγος, διὰ τοῦτο, ἵνα δυνηθῇ ἀπὸ τοῦ πρὸς τὸν θεὸν εἶναι λόγος νοηθῆναι γινόμενος θεός, λέγεται · καὶ λόγος ἦν πρὸς τὸν θεόν, ἔπειτα · καὶ θεὸς ἦν λόγος.

2.2

2.2.13πάνυ δὲ παρατετηρημένως καὶ οὐχ ὡς ἑλληνικὴν ἀκριβολογίαν οὐκ ἐπιστάμενος Ἰωάννης ὅπου μὲν τοῖς ἄρθροις ἐχρήσατο ὅπου δὲ ταῦτα ἀπεσιώπησεν, ἐπὶ μὲν τοῦ λόγου προστιθεὶς τὸ , ἐπὶ δὲ τῆς θεὸς προσηγορίας ὅπου μὲν τιθεὶς ὅπου δὲ αἴρων.

2.2.14τίθησιν μὲν γὰρ τὸ ἄρθρον, ὅτε θεὸς ὀνομασία ἐπὶ τοῦ ἀγενήτου τάσσεται τῶν ὅλων αἰτίου, σιωπᾷ δὲ αὐτό, ὅτε λόγος θεὸς ὀνομάζεται. ὡς δὲ διαφέρει κατὰ τούτους τοὺς τόπους θεὸς καὶ θεός, οὕτως μήποτε διαφέρῃ λόγος καὶ λόγος.

2.2.15ὃν τρόπον γὰρ ἐπὶ πᾶσι θεὸς θεὸς καὶ οὐχ ἁπλῶς θεός, οὕτως πηγὴ τοῦ ἐν ἑκάστῳ τῶν λογικῶν λόγου λόγος, τοῦ ἐν ἑκάστῳ λόγου οὐκ ἂν κυρίως ὁμοίως τῷ πρώτῳ ὀνομασθέντος καὶ λεχθέντος λόγος.

2.2.16καὶ τὸ πολλοὺς φιλοθέους εἶναι εὐχομένους ταράσσον, εὐλαβουμένους δύο ἀναγορεῦσαι θεοὺς καὶ παρὰ τοῦτο περιπίπτοντας ψευδέσι καὶ ἀσεβέσι δόγμασιν, ἤτοι ἀρνουμένους ἰδιότητα υἱοῦ ἑτέραν παρὰ τὴν τοῦ πατρὸς ὁμολογοῦντας θεὸν εἶναι τὸν μέχρι ὀνόματος παρ’αὐτοῖς υἱὸν προσαγορευόμενον, ἀρνουμένους τὴν θεότητα τοῦ υἱοῦ τιθέντας δὲ αὐτοῦ τὴν ἰδιότητα καὶ τὴν οὐσίαν κατὰ περιγραφὴν τυγχάνουσαν ἑτέραν τοῦ πατρός, ἐντεῦθεν λύεσθαι δύναται ·

2.2.17λεκτέον γὰρ αὐτοῖς, ὅτι τότε μὲν αὐτόθεος θεός ἐστι, διόπερ καὶ σωτήρ φησιν ἐν τῇ πρὸς τὸν πατέρα εὐχῇ · ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεόν · πᾶν δὲ τὸ παρὰ τὸ αὐτόθεος μετοχῇ τῆς ἐκείνου θεότητος θεοποιούμενον οὐχ θεὸς ἀλλὰ θεὸς κυριώτερον ἂν λέγοιτο, οὗ πάντως πρωτότοκος πάσης κτίσεως, ἅτε πρῶτος τῷ πρὸς τὸν θεὸν εἶναι σπάσας τῆς θεότητος εἰς ἑαυτόν, ἐστὶ τιμιώτερος, τοῖς λοιποῖς παρ’αὐτὸν θεοῖς ὧν θεὸς θεός ἐστι κατὰ τὸ λεγόμενον · θεὸς θεῶν κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν διακονήσας τὸ γενέσθαι θεοῖς, ἀπὸ τοῦ θεοῦ ἀρυσάμενος εἰς τὸ θεοποιηθῆναι αὐτούς, ἀφθόνως κἀκείνοις κατὰ τὴν αὐτοῦ χρηστότητα μεταδιδούς.

2.2.18ἀληθινὸς οὖν θεὸς θεός, οἱ δὲ κατ’ἐκεῖνον μορφούμενοι θεοὶ ὡς εἰκόνες πρωτοτύπου · ἀλλὰ πάλιν τῶν πλειόνων εἰκόνων ἀρχέτυπος εἰκὼν πρὸς τὸν θεόν ἐστι λόγος, ὃς ἐν ἀρχῇ ἦν, τῷ εἶναι πρὸς τὸν θεὸν ἀεὶ μένων θεός, οὐκ ἂν δ’αὐτὸ ἐσχηκὼς εἰ μὴ πρὸς θεὸν ἦν, καὶ οὐκ ἂν μείνας θεός, εἰ μὴ παρέμενε τῇ ἀδιαλείπτῳ θέᾳ τοῦ πατρικοῦ βάθους.

2.3

2.3.19ἀλλ’ἐπεὶ εἰκὸς προσκόψειν τινὰς τοῖς εἰρημένοις, ἑνὸς μὲν ἀληθινοῦ θεοῦ τοῦ πατρὸς ἀπαγγελλομένου παρὰ δὲ τὸν ἀληθινὸν θεὸν θεῶν πλειόνων τῇ μετοχῇ τοῦ θεοῦ γινομένων, εὐλαβουμένους τὴν τοῦ πᾶσαν κτίσιν ὑπερέχοντος δόξαν ἐξισῶσαι τοῖς λοιποῖς τῆς θεὸς προσηγορίας τυγχάνουσι, πρὸς τῇ ἀποδεδομένῃ διαφορᾷ, καθ’ἣν ἐφάσκομεν πᾶσι τοῖς λοιποῖς θεοῖς διάκονον εἶναι τῆς θεότητος τὸν θεὸν λόγον, καὶ ταύτην παραστατέον.

2.3.20 γὰρ ἐν ἑκάστῳ λόγος τῶν λογικῶν τοῦτον τὸν λόγον ἔχει πρὸς τὸν ἐν ἀρχῇ λόγον πρὸς τὸν θεὸν ὄντα λόγον θεόν, ὃν θεὸς λόγος πρὸς τὸν θεόν · ὡς γὰρ αὐτόθεος καὶ ἀληθινὸς θεὸς πατὴρ πρὸς εἰκόνα καὶ εἰκόνας τῆς εἰκόνος, διὸ καὶ κατ’εἰκόνα λέγονται εἶναι οἱ ἄνθρωποι, οὐκ εἰκόνες οὕτως αὐτόλογος πρὸς τὸν ἐν ἑκάστῳ λόγον. ἀμφότερα γὰρ πηγῆς ἔχει χώραν, μὲν πατὴρ θεότητος, δὲ υἱὸς λόγου.

2.3.21ὥσπερ οὖν θεοὶ πολλοὶ ἀλλ’ἡμῖν εἷς θεός, πατήρ, καὶ πολλοὶ κύριοι ἀλλ’ἡμῖν εἷς κύριος, Ἰησοῦς Χριστός, οὕτως πολλοὶ λόγοι ἀλλ’ἡμῖν εὐχόμεθα ὅπως ὑπάρξῃ ἐν ἀρχῇ λόγος πρὸς τὸν θεὸν ὤν, θεὸς λόγος.

2.3.22ὃς γὰρ οὐ χωρεῖ τοῦτον τὸν λόγον, τὸν ἐν ἀρχῇ πρὸς τὸν θεόν, ἤτοι αὐτῷ γενομένῳ σαρκὶ προσέξει, μεθέξει τῶν μετεσχηκότων τινὸς τούτου τοῦ λόγου, ἀποπεσὼν τοῦ μετέχειν τοῦ μετεσχηκότος ἐν πάντη ἀλλοτρίῳ τοῦ λόγου λόγῳ ἔσται καλουμένῳ.

2.3.23σαφὲς δὲ ἔσται τὸ εἰρημένον ἐκ παραδειγμάτων τῶν περὶ τοῦ θεοῦ καὶ τοῦ θεοῦ λόγου καὶ θεῶν ἤτοι μετεχόντων θεοῦ λεγομένων μὲν οὐδαμῶς δὲ ὄντων θεῶν, καὶ πάλιν λόγου θεοῦ καὶ λόγου γενομένου σαρκὸς καὶ λόγων ἤτοι μετεχόντων πως τοῦ λόγου, λόγων δευτέρων τρίτων παρὰ τὸν πρὸ πάντων, νομιζομένων μὲν λόγων οὐκ ὄντων δὲ ἀληθῶς λόγων ἀλλ’, ἵν’οὕτως εἴπω, ὅλον τοῦτο ἀλόγων λόγων, ὥσπερ καὶ ἐπὶ τῶν λεγομένων μέν, οὐκ ὄντων δὲ θεῶν τάξαι τις ἂν ἀντὶ τοῦ ἀλόγων λόγων τὸ οὐ θεῶν θεῶν.

2.3.24 μὲν οὖν θεὸς τῶν ὅλων τῆς ἐκλογῆς ἐστι θεός, καὶ πολὺ μᾶλλον τοῦ τῆς ἐκλογῆς σωτῆρος · ἔπειτα τῶν ἀληθῶς θεῶν ἐστι θεός, καὶ ἁπαξαπλῶς ζώντων καὶ οὐ νεκρῶν ἐστι θεός. δὲ θεὸς λόγος τάχα τῶν ἐν αὐτῷ ἱστάντων τὸ πᾶν καὶ τῶν πατέρα αὐτὸν νομιζόντων ἐστὶν θεός.

2.3.25ἥλιος δὲ καὶ σελήνη καὶ ἀστέρες, ὥς τινες τῶν πρὸ ἡμῶν διηγήσαντο, ἀπενεμήθησαν τοῖς μὴ ἀξίοις ἐπιγράφεσθαι τὸν θεὸν τῶν θεῶν θεὸν αὐτῶν εἶναι. οὕτω δὲ ἐξεδέξαντο κινηθέντες ἐκ τῶν ἐν τῷ Δευτερονομίῳ τὸν τρόπον τοῦτον ἐχόντων · μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς καὶ λατρεύσῃς αὐτοῖς, ἀπένειμεν αὐτὰ κύριος θεός σου πᾶσι τοῖς ἔθνεσιν. ὑμῖν δὲ οὐχ οὕτως ἔδωκε κύριος θεός σου.

2.3.26πῶς γὰρ ἀπένειμε πᾶσι τοῖς ἔθνεσιν ἥλιον καὶ σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ θεός, οὐχ οὕτως δεδωκὼς αὐτὰ τῷ Ἰσραήλ; τῷ τοὺς μὴ δυναμένους ἐπὶ τὴν νοητὴν ἀναδραμεῖν φύσιν, δι’αἰσθητῶν θεῶν κινουμένους περὶ θεότητος, ἀγαπητῶς κἂν ἐν τούτοις ἵστασθαι καὶ μὴ πίπτειν ἐπὶ εἴδωλα καὶ δαιμόνια.

2.3.27οὐκοῦν οἱ μὲν θεὸν ἔχουσι τὸν τῶν ὅλων θεόν, οἱ δὲ παρὰ τούτους δεύτεροι ἱστάμενοι ἔτι τὸν υἱὸν τοῦ θεοῦ τὸν Χριστὸν αὐτοῦ · καὶ τρίτοι οἱ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, ἀπὸ θεοῦ μὲν πλανηθέντες, πλὴν πλάνην πολλῷ διαφέρουσαν καὶ κρείττονα τῶν καλούντων θεοὺς ἔργα χειρῶν ἀνθρώπων, χρυσὸν καὶ ἄργυρον, τέχνης ἐμμελετήματα. τελευταῖοι δέ εἰσιν οἱ λεγομένοις μὲν θεοῖς ἀνακείμενοι οὐδαμῶς δὲ οὖσιν θεοῖς.

2.3.28οὕτω τοίνυν οἱ μέν τινες μετέχουσιν αὐτοῦ τοῦ ἐν ἀρχῇ λόγου καὶ πρὸς τὸν θεὸν λόγου καὶ θεοῦ λόγου, ὥσπερ Ὠσηὲ καὶ Ἡσαΐας καὶ Ἱερεμίας καὶ εἴ τις ἕτερος τοιοῦτον ἑαυτὸν παρέστησεν, ὡς τὸν λόγον κυρίου τὸν λόγον γενέσθαι πρὸς αὐτόν.

2.3.29ἕτεροι δὲ οἱ μηδὲν εἰδότες εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον, τὸν γενόμενον σάρκα λόγον τὸ πᾶν νομίσαντες εἶναι τοῦ λόγου, Χριστὸν κατὰ σάρκα μόνον γινώσκουσι · τοιοῦτον δέ ἐστι τὸ πλῆθος τῶν πεπιστευκέναι νομιζομένων.

2.3.30καὶ τρίτοι λόγοις μετέχουσί τι τοῦ λόγου ὡς πάντα ὑπερέχουσι λόγον προσεσχήκασι, καὶ μήποτε οὗτοί εἰσιν οἱ μετερχόμενοι τὰς εὐδοκιμούσας καὶ διαφερούσας ἐν φιλοσοφίᾳ παρ’Ἕλλησιν αἱρέσεις.

2.3.31τέταρτοι δὲ παρὰ τούτους οἱ πεπιστευκότες λόγοις πάντη διεφθορόσι καὶ ἀθέοις, τὴν ἐναργῆ καὶ σχεδὸν αἰσθητὴν πρόνοιαν ἀναιροῦσι καὶ ἄλλο τι τέλος παρὰ τὸ καλὸν ἀποδεχομένοις.

2.3.32εἰ καὶ ἐδόξαμεν δὲ παρεκβεβηκέναι, οἶμαι δ’ὅτι παρακειμένως ὑπὲρ τοῦ σαφῶς ἰδεῖν τέσσαρα τάγματα κατὰ τὸ θεὸς ὄνομα καὶ τέσσαρα κατὰ τὸ λόγος τοῦτο πεποιήκαμεν. ἦν γὰρ θεὸς καὶ θεός, εἶτα θεοὶ διχῶς, ὧν τοῦ κρείττονος τάγματος ὑπερέχει θεὸς λόγος ὑπερεχόμενος ὑπὸ τοῦ τῶν ὅλων θεοῦ. καὶ πάλιν ἦν λόγος, τάχα δὲ καὶ λόγος, ὁμοίως τῷ θεὸς καὶ θεός, καὶ οἱ λόγοι διχῶς. οἰκεῖοίτε ἄνθρωποι οἱ μὲν τῷ πατρί, μερίδες ὄντες αὐτοῦ · καὶ τούτοις παρακείμενοι, οὕς νῦν σαφέστερον λόγος ἡμῖν παρίστησιν, οἱ ἐπὶ τὸν σωτῆρα φθάσαντες καὶ τὸ πᾶν ἐν αὐτῷ ἱστάντες. καὶ τρίτοι οἱ προειρημένοι, ἥλιον καὶ σελήνην καὶ ἀστέρας νομίζοντες θεοὺς καὶ ἐν αὐτοῖς ἱστάμενοι. ἐπὶ πᾶσι δὲ καὶ ἐν τῇ κάτω χώρᾳ οἱ τοῖς ἀψύχοις καὶ νεκροῖς εἰδώλοις ἐκκείμενοι.

2.3.33τὸ δὲ ἀνάλογον καὶ ἐπὶ τῶν κατὰ τὸν λόγον εὑρίσκομεν. οἱ μὲν γὰρ αὐτῷ τῷ λόγῳ κεκόσμηνται · οἱ δὲ παρακειμένῳ τινὶ αὐτῷ καὶ δοκοῦντι εἶναι αὐτῷ τῷ πρώτῳ λόγῳ, οἱ μηδὲν εἰδότες εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον, οἱ τὸν λόγον σάρκα ὁρῶντες · καὶ τρίτοι, οὓς πρὸ βραχέος εἰρήκαμεν. τί δὲ δεῖ λέγειν περὶ τῶν νομιζομένων μὲν ἐν λόγῳ τυγχάνειν, ἀποπεπτωκότων δὲ οὐ μόνον αὐτοῦ τοῦ καλοῦ ἀλλὰ καὶ τῶν ἰχνέων τῶν μετεχόντων αὐτοῦ;

2.4

2.4.34διὰ τῶν προειρημένων τριῶν προτάσεων τάγματα τρία διδάξας ἡμᾶς εὐαγγελιστὴς συγκεφαλαιοῦται τὰ τρία εἰς ἕν, λέγων τὸ οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.

2.4.35πρῶτον δὲ τῶν τριῶν μεμαθήκαμεν, ἐν τίνι ἦν λόγος, ὅτι ἐν ἀρχῇ, καὶ πρὸς τίνα οὗτος ἦν, ὅτι πρὸς τὸν θεόν, καὶ τίς λόγος ἦν, ὅτι θεός. οἱονεὶ οὖν δεικνὺς τὸν προειρημένον θεὸν λόγον διὰ τοῦ οὗτος, καὶ συνάγων εἰς τετάρτην πρότασιν τότε ἐν ἀρχῇ ἦν λόγος καὶ τὸ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν λόγος φησίν · οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.

2.4.36δύναται μέντοι γε τὸ τῆς ἀρχῆς ὄνομα λαμβάνεσθαι καὶ ἐπὶ τῆς τοῦ κόσμου ἀρχῆς, μανθανόντων ἡμῶν διὰ τῶν λεγομένων ὅτι πρεσβύτερος λόγος τῶν ἀπ’ἀρχῆς γενομένων ἦν. εἰ γὰρ ἐν ἀρχῇ ἐποίησεν θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, τὸ δὲ ἐν ἀρχῇ ἦν σαφῶς πρεσβύτερόν ἐστι τοῦ ἐν ἀρχῇ πεποιημένου, οὐ μόνον στερεώματος καὶ ξηρᾶς, ἀλλὰ οὐρανοῦ καὶ γῆς πρεσβύτερός ἐστιν λόγος.

2.4.37τάχα δὲ οὐκ ἀτόπως τις ζητήσαι ἂν διὰ τί οὐκ εἴρηται · ἐν ἀρχῇ ἦν λόγος τοῦ θεοῦ καὶ λόγος τοῦ θεοῦ ἦν πρὸς τὸν θεόν καὶ θεὸς ἦν λόγος τοῦ θεοῦ. ἀκόλουθον δέ ἐστιν τὸν ζητοῦντα, τί δήποτε οὐ γέγραπται · ἐν ἀρχῇ λόγος τοῦ θεοῦ, καὶ τὰ ἑξῆς, πλείονας ἀποφαίνεσθαι λόγους καὶ τάχα ἑτερογενεῖς ὧν μέν τις τοῦ θεοῦ λόγος, ἕτερος δὲ φέρε εἰπεῖν ἀγγέλων λόγος, καὶ ἄλλος ἀνθρώπων, καὶ οὕτως ἐπὶ τῶν λοιπῶν λόγων.

2.4.38εἰ δὲ λόγος, τάχα καὶ σοφία καὶ δικαιοσύνη. ἄτοπον δὲ πλείονας φάσκειν τῆς λόγος προσηγορίας κυρίως τυγχάνειν καὶ τῆς σοφία καὶ τῆς δικαιοσύνη. καὶ πληχθησόμεθα πρὸς τὸ μὴ δεῖν ζητεῖν πλείονας λόγους καὶ σοφίας καὶ δικαιοσύνας, κυρίως οὕτως ὀνομαζόμενα, ἀπὸ τῆς ἀληθείας.

2.4.39πᾶς γὰρ ὁστισοῦν ὁμολογήσαι ἂν μίαν εἶναι τὴν ἀλήθειαν · οὐ γὰρ καὶ ἐπ’αὐτῆς τολμήσαι ἄν τις λέγειν ἑτέραν εἶναι τὴν τοῦ θεοῦ ἀλήθειαν καὶ ἑτέραν τὴν τῶν ἀγγέλων καὶ ἄλλην τὴν τῶν ἀνθρώπων · ἐν γὰρ τῇ φύσει τῶν ὄντων μία περὶ ἑκάστου ἀλήθεια.

2.4.40εἰ δὲ ἀλήθεια μία, δῆλον ὅτι καὶ κατασκευὴ αὐτῆς καὶ ἀπόδειξις σοφία τυγχάνουσα μία εὐλόγως ἂν νοοῖτο, πάσης τῆς νομιζομένης σοφίας οὐ κρατούσης τῆς ἀληθείας οὐ δὲ σοφίας ἂν ὑγιῶς χρηματιζούσης. εἰ δ’ἀλήθεια μία καὶ σοφία μία, καὶ λόγος ἀπαγγέλλων τὴν ἀλήθειαν καὶ τὴν σοφίαν ἁπλῶν καὶ φανερῶν εἰς τοὺς χωρητικοὺς εἷς ἂν τυγχάνοι.

2.4.41καὶ οὐχὶ ταῦτά φαμεν ἀρνούμενοι τὴν ἀλήθειαν καὶ τὴν σοφίαν καὶ τὸν λόγον εἶναι τοῦ θεοῦ, ἀλλὰ δεικνύντες τὸ χρήσιμον τοῦ σεσιωπῆσθαι τοῦ θεοῦ, καὶ μὴ ἀναγεγράφθαι · ἐν ἀρχῇ ἦν λόγος τοῦ θεοῦ.

2.5

2.5.42 αὐτὸς δὲ Ἰωάννης ἐν τῇ Ἀποκαλύψει καὶ μετὰ τῆς προσθήκης αὐτὸν ὀνομάζει τῆς θεοῦ λέγων · καὶ εἶδον οὐρανὸν τὸν ἀνεῳγμένον · καὶ ἰδοὺ ἵππος λευκὸς καὶ καθήμενος ἐπ’αὐτὸν καλούμενος πιστὸς καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ · οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά · ἔχων ὄνομα γεγραμμένον, οὐδεὶς οἶδεν εἰ μὴ αὐτός, καὶ περιβεβλημένος ἱμάτιον ῥεραντισμένον αἵματι, καὶ ἐκέκλητο τὸ ὄνομα αὐτοῦ λόγος τοῦ θεοῦ. καὶ τὰ στρατεύματα αὐτοῦ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐπὶ ἵπποις λευκοῖς ἐνδεδυμένοις βύσσινον καθαρόν. καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη, καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ · καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τῆς ὀργῆς τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ παντοκράτορος. καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον · βασιλεὺς βασιλέων καὶ κύριος κυρίων .

2.5.43ἀναγκαίως δὲ καὶ ἀπολύτως εἴρηται καὶ λόγος καὶ μετὰ προσθήκης λόγος τοῦ θεοῦ · ὧν εἰ τὸ ἕτερον σεσιώπητο, ἀφορμὰς ἂν εἴχομεν τοῦ παρεκδέξασθαι καὶ ἀποπεσεῖν τῆς περὶ τοῦ λόγου ἀληθείας. εἰ γὰρ λόγος μὲν ἀναγέγραπτο λόγος δὲ θεοῦ μὴ εἴρητο, οὐ σαφῶς ἐμανθάνομεν, ὅτι οὗτος λόγος λόγος τοῦ θεοῦ ἐστι.

2.5.44πάλιντ’αὖ εἰ λόγος μὲν θεοῦ προσηγόρευτο, λόγος δὲ ἀπολύτως οὐκ εἴρητο, κἂν πολλοὺς λόγους ἀναπλάσσοντες κατὰ τὴν πρὸς ἕκαστον τῶν λογικῶν σχέσιν μάτην ἂν πολλοὺς κυρίως οὕτως ὀνομαζομένους παρεδεξάμεθα.

2.5.45καλῶς μέντοι γε διαγράφων τὰ περὶ τοῦ λόγου τοῦ θεοῦ ἐν τῇ Ἀποκαλύψει ἀπόστολος καὶ εὐαγγελιστής, ἤδη δὲ καὶ διὰ τῆς Ἀποκαλύψεως καὶ προφήτης, φησὶ τὸν τοῦ θεοῦ λόγον ἑωρακέναι ἐν ἀνεῳγότι τῷ οὐρανῷ ἐφ’ἵππῳ λευκῷ ὀχούμενον.

2.5.46τί δὲ αἰνίττεται τὸ ἀνεῷχθαι τὸν οὐρανὸν καὶ λευκὸς ἵππος καὶ τὸ ἐπ’αὐτοῦ καθέζεσθαι τὸν καλούμενον τοῦ θεοῦ λόγον, πρὸς τῷ εἶναι θεοῦ λόγον καὶ πιστὸν καὶ ἀληθινὸν καὶ ἐν δικαιοσύνῃ κρίνοντα καὶ πολεμοῦντα λεγόμενον, κατανοητέον, ἵνα ἔτι μᾶλλον προβιβασθῶμεν τῷ ἐκλαβεῖν τὰ περὶ τοῦ λόγου τοῦ θεοῦ .

2.5.47κεκλεῖσθαι δὲ ἡγοῦμαι τὸν οὐρανὸν τοῖς ἀσεβέσι καὶ τὴν εἰκόνα τοῦ χοϊκοῦ φέρουσιν, ἀνεῷχθαι δὲ τοῖς δικαίοις καὶ κεκοσμημένοις τῇ τοῦ ἐπουρανίου εἰκόνι · τοῖς μὲν γάρ, ἅτε κάτω τυγχάνουσι καὶ ἐν σαρκὶ ἔτι ὑπάρχουσιν, ἀποκέκλεισται τὰ κρείττονα οὐ συνιέναι αὐτὰ οὐ δὲ τὸ κάλλος αὐτῶν δυναμένοις, ἐπεὶ μὴ βούλονται κατανοεῖν συγκύπτοντες καὶ μὴ ἐπιδιδόντες αὑτοὺς εἰς τὸ ἀνακύπτειν · τοῖς δὲ διαφέρουσιν, ἅτε τὸ πολίτευμα ἔχουσιν ἐν οὐρανοῖς, τὰ οὐράνια τῇ κλειδὶ τοῦ Δαβὶδ ἀνέῳγε θεωρούμενα, τοῦ θείου λόγου ἀνοίγοντος αὐτὰ καὶ σαφηνίζοντος διὰ τοῦ ὀχεῖσθαι ἵππῳ, φωναῖς τὰ σημαινόμενα ἀπαγγελλούσαις, λευκῷ διὰ τὸ φανερὸν καὶ τὸ λευκὸν καὶ φωτεινὸν τῆς γνώσεως.

2.6

2.6.48καθέζεται δὲ ἐπὶ τὸν λευκὸν ἵππον καλούμενος πιστός , ἱδρυμένος βεβαιώτερον καί, ἵν’οὕτως εἴπω, βασιλικώτερον ἐν φωναῖς ἀνατραπῆναι μὴ δυναμέναις, παντὸς ἵππου ὀξύτερον καὶ τάχιον τρεχούσαις καὶ παρευδοκιμούσαις ἐν τῇ φορᾷ πάντα τὸν ἀνταγωνιστὴν ὑποκριτὴν λόγου νομιζόμενον λόγον καὶ ἀληθείας δοκοῦσαν ἀλήθειαν.

2.6.49καλεῖται δὲ πιστὸς ἐπὶ τοῦ λευκοῦ ἵππου οὐ διὰ τὸ πιστεύειν ὅσον διὰ τὸ πιστευτὸς εἶναι, τουτέστι, τοῦ πιστεύεσθαι ἄξιος · κύριος γὰρ κατὰ τὸν Μωσέα πιστὸς καὶ ἀληθινός · καὶ ἀληθινὸς γὰρ πρὸς ἀντιδιαστολὴν σκιᾶς καὶ τύπου καὶ εἰκόνος, ἐπεὶ τοιοῦτος ἐν τῷ ἀνεῳγότι οὐρανῷ λόγος · γὰρ ἐπὶ γῆς οὐ τοιοῦτος ὁποῖος ἐν οὐρανῷ, ἅτε γενόμενος σὰρξ καὶ διὰ σκιᾶς καὶ τύπων καὶ εἰκόνων λαλούμενος.

2.6.50τὰ δὲ πλήθη τῶν πεπιστευκέναι νομιζομένων τῇ σκιᾷ τοῦ λόγου καὶ οὐχὶ τῷ ἀληθινῷ λόγῳ θεοῦ ἐν τῷ ἀνεῳγότι οὐρανῷ τυγχάνοντι μαθητεύεται. διόπερ Ἱερεμίας φησί · πνεῦμα προσώπου ἡμῶν Χριστὸς κύριος, οὗ εἴπομεν · ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν .

2.6.51οὗτος δὴ λόγος τοῦ θεοῦ πιστὸς καλούμενος καὶ ἀληθινὸς καλεῖται καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ, τῇ αὐτοδικαιοσύνῃ καὶ αὐτοκρίσει τὸ κατ’ἀξίαν ἑκάστου τῶν ὄντων ἀπονέμειν ἀπὸ θεοῦ δύνασθαι λαβὼν καὶ κρίνειν.

2.6.52οὐδεὶς γὰρ τῶν μετεχόντων δικαιοσύνης καὶ τῆς τοῦ κρίνειν λαὸν δυνάμεως οὕτω πάντη ἐναπομάξασθαι ἑαυτοῦ τῇ ψυχῇ δυνήσεται τοὺς τῆς δικαιοσύνης τύπους καὶ τοῦ κρίνειν, ὥστε ἐν μηδενὶ ἀποδεῖν τῆς αὐτοδικαιοσύνης καὶ τῆς αὐτοκρίσεως, ὡς οὐ δὲ γράφων εἰκόνα οἷόςτε ἔσται μεταδοῦναι πάντων τῶν τοῦ γραφομένου ἰδιωμάτων τῇ γραφῇ.

2.6.53διὰ τοῦτο δὴ ἡγοῦμαι τὸν Δαβὶδ λέγειν τὸ οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν · οὐ γὰρ ἁπαξαπλῶς εἶπε πᾶς ἄνθρωπος πᾶς ἄγγελος , ἀλλὰ πᾶς ζῶν , ὅτι κἂν τῆς ζωῆς τις μετέχῃ καὶ πάντη τὴν νεκρότητα ἀποσείσηται, οὐ δ’οὕτως ὡς πρὸς σὲ δικαιωθῆναι δυνήσεται παραπλησίως τῇ ζωῇ, οὐ δὲ δυνατὸν τὸν μετέχοντα τῆς ζωῆς καὶ διὰ τοῦτο ζῶντα χρηματίζοντα αὐτὸν γενέσθαι ζωήν, καὶ τὸν μετέχοντα δικαιοσύνης καὶ διὰ τοῦτο δίκαιον καλούμενον ἐξισωθῆναι πάντη τῇ δικαιοσύνῃ.

2.7

2.7.54ἔργον δὲ τοῦ λόγου ὥσπερ κρίνειν ἐν δικαιοσύνῃ οὕτω καὶ πολεμεῖν ἐν δικαιοσύνῃ, ἵν’ἐκ τοῦ τοὺς ἐχθροὺς λόγῳ καὶ δικαιοσύνῃ οὕτω πολεμεῖν ἀναιρουμένων τῶν ἀλόγων καὶ τῆς ἀδικίας λέγεσθαι ἐνοικήσῃ καὶ δικαιώσῃ, ἐκβάλλων τὰ ἐναντία τῆς ψυχῆς τοῦ, ἵν’οὕτως εἴπω, ἐπὶ σωτηρίᾳ αἰχμαλωτισθέντος ὑπὸ Χριστοῦ.

2.7.55ἔτι δὲ μᾶλλον ἔστιν τὸν τοῦ λόγου πόλεμον ἰδεῖν ὃν πολεμεῖ, ἐπὰν αὐτὸς μὲν πρεσβεύῃ περὶ ἀληθείας, δ’ὑποκρινόμενος εἶναι λόγος οὐ λόγος ὤν, καὶ ἑαυτὴν ἀναγορεύσασα ἀλήθειαν οὐκ ἀλήθεια τυγχάνουσα ἀλλὰ ψεῦδος φάσκῃ εἶναι ἑαυτὴν τὴν ἀλήθειαν. τότε γὰρ καθοπλισάμενος λόγος κατὰ τοῦ ψεύδους ἀναλοῖ αὐτὸ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργεῖ τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ .

2.7.56καὶ ὅρα, εἰ δύναται κατὰ τὸ νοητὸν ταῦτα ὑπὸ τοῦ ἀποστόλου ἐν τῇ πρὸς Θεσσαλονικεῖς παρίστασθαι ἐπιστολῇ. τί γάρ ἐστι τὸ ἀναλούμενον τῷ πνεύματι τοῦ στόματος Χριστοῦ, Χριστοῦ τυγχάνοντος λόγου καὶ ἀληθείας καὶ σοφίας, τὸ ψεῦδος; καὶ τί τὸ καταργούμενον τῇ ἐπιφανείᾳ τῆς παρουσίας Χριστοῦ, σοφίας καὶ λόγου νοουμένου, πᾶν τὸ ἐπαγγελλόμενον εἶναι σοφία, τυγχάνον δὲ ἕν τούτων, ὧν θεὸς δράσσεται ἐν τῇ πανουργίᾳ αὐτῶν ; ἔτι Ἰωάννης θαυμασιώτατα ἐν τοῖς περὶ τοῦ ὀχουμένου τῷ λευκῷ ἵππῳ λόγου φησὶ καὶ τὸ οἱ ὀφθαλμοὶ δὲ αὐτοῦ ὡς φλὸξ πυρός .

2.7.57ὡς γὰρ φλὸξ τὸ λαμπρὸν ἅμα καὶ φωτιστικόν, ἔτι δὲ καὶ πυρῶδες ἔχει καὶ ἀναλωτικὸν τῶν ὑλικωτέρων, οὕτως οἱ, ἵν’οὕτως εἴπω, ὀφθαλμοὶ τοῦ λόγου, οἷς βλέπει καὶ πᾶς μετέχων αὐτοῦ, πρὸς τῷ διὰ τῶν ἐνυπαρχουσῶν αὐτῷ ἀκτίνων ἀντιλαμβάνεσθαι τῶν νοητῶν ἀναλοῦσι καὶ ἀφανίζουσι τὰ ὑλικώτερα καὶ παχύτερα τῶν νοημάτων · πάντα δὲ τὴν ἰσχνότητα καὶ λεπτότητα ἐκπέφευγε τῆς ἀληθείας τὰ ὁπωσποτοῦν ψευδόμενα.

2.8

2.8.58πάνυ δὲ τεταγμένως μετὰ τὸν ἐν δικαιοσύνῃ κρίνοντα καὶ κατὰ τὸ ἐν δικαιοσύνῃ κρίνειν πολεμοῦντα, ἑξῆς δὲ τῷ πολεμεῖν φωτίζοντα, ἐπιφέρεται τὸ ἐπὶ τὴν κεφαλὴν εἶναι αὐτοῦ πολλὰ διαδήματα. εἰ μὲν γὰρ ἓν ἦν καὶ μονοειδὲς τὸ ψεῦδος, καθ’οὗ τὸν στέφανον ἡττωμένου ἐλάμβανεν νικήσας πιστὸς καὶ ἀληθινὸς λόγος, καὶ ἓν διάδημα περικεῖσθαι εὐλόγως ἂν ἀναγέγραπτο ἐπικρατήσας τῶν ἐναντίων θεοῦ λόγος.

2.8.59νυνὶ δὲ πολλῶν ὄντων τῶν ἐπαγγελλομένων τὴν ἀλήθειαν ψευδῶν, καθ’ὧν στρατευσάμενος λόγος στεφανοῦται, πολλὰ γίνεται τὰ διαδήματα τῇ κεφαλῇ τοῦ πάντα νικήσαντος περικείμενα καὶ ἑκάστης δὲ ἀποστατησάσης ἐνεργείας κρατῶν πολλὰ διαδήματα τῷ νικᾶν περιτίθεται.

2.8.60ἑξῆς μετὰ τὰ διαδήματα ἀναγέγραπται ἔχειν ὄνομα γεγραμμένον οὐδεὶς οἶδεν εἰ μὴ αὐτός · οὗτος γὰρ ἔμψυχος λόγος ἐπίσταταί τινα μόνος, διὰ τὸ ὑποδεέστερον ἐν τοῖς ἑξῆς γενητοῖς τῆς φύσεως αὐτοῦ οὐδενὸς χωροῦντος πάντα, ἐκεῖνος καταλαμβάνει θεωρεῖν. τάχα δὲ καὶ οἱ μετέχοντες ἐκείνου τοῦ λόγου μόνοι παρὰ τοὺς μὴ μετέχοντας ἴσασι τὰ μὴ εἰς ἐκείνους φθάνοντα.

2.8.61οὐ γυμνὸς δὲ τῷ Ἰωάννῃ ὁρᾶται τῷ ἵππῳ ὀχούμενος τοῦ θεοῦ λόγος · περιβέβληται γὰρ ἱμάτιον ῥεραμμένον αἵματι, ἐπείπερ ἴχνη περίκειται γενόμενος λόγος σάρξ, καὶ διὰ τὸ γεγονέναι σὰρξ ἀποθανών, ὡς προχυθῆναι αὐτοῦ καὶ αἷμα ἐπὶ τὴν γῆν νύξαντος τοῦ στρατιώτου τὴν πλευρὰν αὐτοῦ, ἐκείνου τοῦ πάθους. τάχα γὰρ κἂν ὁπωσποτὲ ἐν τῇ τοῦ λόγου ὑψηλοτάτῃ καὶ ἀνωτάτῃ θεωρίᾳ γενώμεθα καὶ τῆς ἀληθείας, οὐ πάντη ἐπιλησόμεθα τῆς ἐν σώματι ἡμῶν γενομένης δι’αὐτοῦ εἰσαγωγῆς.

2.8.62τούτῳ τῷ τοῦ θεοῦ λόγῳ τὰ ἐν τῷ οὐρανῷ στρατεύματα ἀκολουθεῖ πάντα, λόγῳ ἑπόμενα ἡγουμένῳ καὶ μιμούμενα αὐτὸν ἐν πᾶσι, καὶ μάλιστα τῷ ἐπιβεβηκέναι ὁμοίως αὐτῷ ἵπποις λευκοῖς · πάντα γὰρ ἐνώπιον τοῖς νοοῦσι. καὶ ὥσπερ ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμὸς ἐπὶ τῷ τέλει τῶν πραγμάτων, οὕτως οἶμαι ὅτι ἀπέδρα ἀσάφεια καὶ ἀπορία, πάντων ἐπιμελῶς καὶ τρανῶς προπιπτόντων τῶν τῆς τοῦ θεοῦ σοφίας μυστηρίων.

2.8.63ἐπισκέψαι δὲ τοὺς λευκοὺς ἵππους τῶν ἀκολουθούντων τῷ λόγῳ, ἐνδεδυμένους βύσσινον λευκὸν καὶ καθαρόν , εἰ μή, ἐπεὶ βύσσος ἀπὸ γῆς γίνεται, τῶν ἐπὶ γῆς διαλέκτων, ἃς ἠμφιεσμέναι εἰσὶν αἱ σημαίνουσαι φωναὶ καθαρῶς τὰ πράγματα, τύποι τυγχάνουσι τὰ βύσσινα ἐνδύματα. ταῦτα δὴ ἐπὶ πλεῖον ἐκ τῆς Ἀποκαλύψεως διδασκούσης περὶ λόγου θεοῦ εἴρηται, ἵνα ἀκριβέστερον τὰ περὶ αὐτοῦ νοήσωμεν.

2.9

2.9.64τοῖς μὴ ἀκριβοῦσιν τὰς διαφόρους ἐν τοῖς ἀπαγγελλομένοις προτάσεις δόξει ταυτολογεῖν εὐαγγελιστής, οὐδὲν πλέον λέγων ἐν τῷ οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν παρὰ τὸ καὶ λόγος ἦν πρὸς τὸν θεόν .

2.9.65τηρητέον δὲ ὅτι ἐν μὲν τῷ λόγος ἦν πρὸς τὸν θεὸν οὐ μανθάνομεν τὸ πότε ἐν τίνι ἦν πρὸς τὸν θεόν , κατὰ τὸ τέταρτον ἀξίωμα προσκείμενον · τέσσαρα γὰρ ἀξιώματα, ἅπερ παρά τισι προτάσεις καλοῦνται, ἔστιν ἐνθάδε, ὧν τὸ τέταρτον οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν .

2.9.66οὐ ταὐτὸν δὲ τὸ λόγος ἦν πρὸς τὸν θεόν · καὶ τὸ οὗτος ἦν οὐχὶ ἁπλῶς πρὸς τὸν θεόν, ἀλλὰ πότε ἐν τίνι πρὸς τὸν θεόν · οὗτος, γάρ φησιν, ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν . ἀλλὰ καὶ τὸ οὗτος κατὰ δεῖξιν ἐκφερόμενον νομισθήσεται ἐπὶ τοῦ λόγου τετάχθαι ἐπὶ τοῦ θεοῦ ὑπὸ τοῦ μὴ ἰσχνότερον ἐρευνῶντος, ἵνα καὶ εὕρῃ σύλληψιν τῶν προτέρων γινομένην ἐν τῇ οὗτος προσηγορίᾳ τῆςτε λόγος ἐπινοίας καὶ τῆς θεός, ἵνα δεῖξις συναγάγῃ εἰς ἓν τὰ τῇ ἐπινοίᾳ διάφορα · οὐ γὰρ ἐν τῇ ἐπινοίᾳ τῇ λόγος ἐστὶν θεός, οὐ δὲ ἐν τῇ θεὸς λόγος.

2.9.67τάχα δὲ συγκεφαλαίωσίς ἐστι τῶν τριῶν προτάσεων εἰς μίαν τὴν οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν · καθ’ γὰρ ἐν ἀρχῇ ἦν λόγος , οὐ μεμαθήκειμεν ὅτι πρὸς τὸν θεόν · καθ’ δὲ πρὸς τὸν θεὸν λόγος ἦν, οὐκ ἐγινώσκομεν σαφῶς, ὅτι ἐν ἀρχῇ πρὸς τὸν θεὸν ἦν · καθ’ δὲ θεὸς λόγος ἦν , οὔτε τὸ ἐν ἀρχῇ αὐτὸν εἶναι ἐδηλοῦτο οὔτε ὅτι πρὸς τὸν θεὸν ἐτύγχανεν.

2.9.68ἐν δὲ τῇ οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεὸν ἀπαγγελίᾳ, τοῦ οὗτος ἐπὶ τοῦ λόγου καὶ θεοῦ νοουμένου, καὶ τοῦ ἐν ἀρχῇ οὕτω συναπτομένου τοῦτε πρὸς τὸν θεὸν προστιθεμένου, οὐδὲν παραλείπεται τῶν ἐν ταῖς τρισὶ προτάσεσιν, οὐ συγκεφαλαιοῦται συναγομένων εἰς ἕν.

2.9.69ὅρα δὲ εἰ κατὰ τὸ δισσὸν ὀνομάζεσθαι τὸ ἐν ἀρχῇ δυνατὸν ἡμᾶς μανθάνειν πράγματα δύο · ἓν μὲν ὅτι ἐν ἀρχῇ ἦν λόγος , ὡς εἰ καθ’αὑτὸν ἦν καὶ μὴ πάντως πρός τινα · ἕτερον δὲ ὅτι ἐν ἀρχῇ πρὸς τὸν θεὸν ἦν . καὶ οἶμαι, ὅτι οὐ ψεῦδος εἰπεῖν περὶ αὐτοῦ, ὅτι ἐν ἀρχῇ ἦν καὶ ἐν ἀρχῇ πρὸς τὸν θεὸν , οὔτε πρὸς τὸν θεὸν μόνον τυγχάνων, ἐπεὶ καὶ ἐν ἀρχῇ ἦν , οὔτε ἐν ἀρχῇ μόνον ὢν καὶ οὐχὶ πρὸς τὸν θεὸν ὢν, ἐπεὶ οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν .

2.10

2.10.70οὐδέποτε τὴν πρώτην χώραν ἔχει τὸ δι’οὗ , δευτέραν δὲ ἀεί · οἷον ἐν τῇ πρὸς Ῥωμαίους · Παῦλος δοῦλος, φησί, Χριστοῦ Ἰησοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὑτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, δι’οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ .

2.10.71 γὰρ θεὸς τὸ εὐαγγέλιον ἑαυτοῦ προεπηγγείλατο διὰ τῶν προφητῶν, ὑπηρετούντων τῶν προφητῶν καὶ ἐχόντων τὸν λόγον τοῦ δι’οὗ , καὶ πάλιν θεὸς ἔδωκε χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσι τοῖς ἔθνεσι Παύλῳ καὶ τοῖς λοιποῖς, καὶ ἔδωκε διὰ Χριστοῦ Ἰησοῦ τοῦ σωτῆρος, ἔχοντος τὸ δι’οὗ .

2.10.72καὶ ἐν τῇ πρὸς Ἑβραίους αὐτὸς Παῦλός φησιν · ἐπ’ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι’οὗ καὶ ἐποίησε τοὺς αἰῶνας , διδάσκων ἡμᾶς, ὅτι θεὸς τοὺς αἰῶνας πεποίηκε διὰ τοῦ υἱοῦ, ἐν τῷ τοὺς αἰῶνας γίνεσθαι τοῦ μονογενοῦς ἔχοντος τὸ δι’οὗ . οὕτω τοίνυν καὶ ἐνθάδε εἰ πάντα διὰ τοῦ λόγου ἐγένετο, οὐχ ὑπὸ τοῦ λόγου ἐγένετο, ἀλλ’ὑπὸ κρείττονος καὶ μείζονος παρὰ τὸν λόγον. τίς δ’ἂν ἄλλος οὗτος τυγχάνῃ πατήρ;

2.10.73ἐξεταστέον δέ, ἀληθοῦς ὄντος τοῦ πάντα δι’αὐτοῦ ἐγένετο , εἰ καὶ τὸ πνεῦμα τὸ ἅγιον δι’αὐτοῦ ἐγένετο. οἶμαι γὰρ ὅτι τῷ μὲν φάσκοντι γενητὸν αὐτὸ εἶναι καὶ προιεμένῳ τὸ πάντα δι’αὐτοῦ ἐγένετο · ἀναγκαῖον παραδέξασθαι, ὅτι καὶ τὸ ἅγιον πνεῦμα διὰ τοῦ λόγου ἐγένετο, πρεσβυτέρου παρ’αὐτὸ τοῦ λόγου τυγχάνοντος. τῷ δὲ μὴ βουλομένῳ τὸ ἅγιον πνεῦμα διὰ τοῦ Χριστοῦ γεγονέναι ἕπεται τὸ ἀγέννητον αὐτὸ λέγειν, ἀληθῆ τὰ ἐν τῷ εὐαγγελίῳ τούτῳ εἶναι κρίνοντι.

2.10.74ἔσται δέ τις καὶ τρίτος παρὰ τοὺς δύο, τόντε διὰ τοῦ λόγου παραδεχόμενον τὸ πνεῦμα τὸ ἅγιον γεγονέναι καὶ τὸν ἀγέννητον αὐτὸ εἶναι ὑπολαμβάνοντα, δογματίζων μη δὲ οὐσίαν τινὰ ἰδίαν ὑφεστάναι τοῦ ἁγίου πνεύματος ἑτέραν παρὰ τὸν πατέρα καὶ τὸν υἱόν · ἀλλὰ τάχα προστιθέμενος μᾶλλον, ἐὰν ἕτερον νομίζῃ εἶναι τὸν υἱὸν παρὰ τὸν πατέρα, τῷ τὸ αὐτὸ αὐτὸ τυγχάνειν τῷ πατρί, ὁμολογουμένως διαιρέσεως δηλουμένης τοῦ ἁγίου πνεύματος παρὰ τὸν υἱὸν ἐν τῷ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ · ὃς δ’ἂν βλασφημήσῃ εἰς τὸ ἅγιον πνεῦμα, οὐχ ἕξει ἄφεσιν οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι .

2.10.75ἡμεῖς μέντοι γε τρεῖς ὑποστάσεις πειθόμενοι τυγχάνειν, τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα, καὶ ἀγέννητον μηδὲν ἕτερον τοῦ πατρὸς εἶναι πιστεύοντες, ὡς εὐσεβέστερον καὶ ἀληθὲς προσιέμεθα τὸ πάντων διὰ τοῦ λόγου γενομένων τὸ ἅγιον πνεῦμα πάντων εἶναι τιμιώτερον, καὶ τάξει πρῶτον πάντων τῶν ὑπὸ τοῦ πατρὸς διὰ Χριστοῦ γεγενημένων.

2.10.76καὶ τάχα αὕτη ἐστὶν αἰτία τοῦ μὴ καὶ αὐτὸ υἱὸν χρηματίζειν τοῦ θεοῦ, μόνου τοῦ μονογενοῦς φύσει υἱοῦ ἀρχῆθεν τυγχάνοντος, οὗ χρῄζειν ἔοικε τὸ ἅγιον πνεῦμα διακονοῦντος αὐτοῦ τῇ ὑποστάσει, οὐ μόνον εἰς τὸ εἶναι ἀλλὰ καὶ σοφὸν εἶναι καὶ λογικὸν καὶ δίκαιον καὶ πᾶν ὁτιποτοῦν χρὴ αὐτὸ νοεῖν τυγχάνειν κατὰ μετοχὴν τῶν προειρημένων ἡμῖν Χριστοῦ ἐπινοιῶν.

2.10.77οἶμαι δὲ τὸ ἅγιον πνεῦμα τήν, ἵν’οὕτως εἴπω, ὕλην τῶν ἀπὸ θεοῦ χαρισμάτων παρέχειν τοῖς δι’αὐτὸ καὶ τὴν μετοχὴν αὐτοῦ χρηματίζουσιν ἁγίοις, τῆς εἰρημένης ὕλης τῶν χαρισμάτων ἐνεργουμένης μὲν ἀπὸ τοῦ θεοῦ, διακονουμένης δὲ ὑπὸ τοῦ Χριστοῦ, ὑφεστώσης δὲ κατὰ τὸ ἅγιον πνεῦμα.

2.10.78καὶ κινεῖ με εἰς τὸ ταῦθ’οὕτως ἔχειν ὑπολαβεῖν Παῦλος περὶ χαρισμάτων οὕτω που γράφων · διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δ’αὐτὸ πνεῦμα · καὶ διαιρέσεις διακονιῶν εἰσί, καὶ αὐτὸς κύριος · καὶ διαιρέσεις ἐνεργημάτων εἰσί, καὶ αὐτός ἐστι θεὸς ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν .

2.11

2.11.79ἔχει δὲ ἐπαπόρησιν διάτε τὸ πάντα δι’αὐτοῦ ἐγένετο καὶ τὸ ἀκολουθεῖν τὸ πνεῦμα γενητὸν ὂν διὰ τοῦ λόγου γεγονέναι, πῶς οἱονεὶ προτιμᾶται τοῦ Χριστοῦ ἔν τισι γραφαῖς, ἐν μὲν τῷ Ἡσαΐᾳ ὁμολογοῦντος Χριστοῦ οὐχ ὑπὸ τοῦ πατρὸς ἀπεστάλθαι μόνου, ἀλλὰ καὶ ὑπὸ τοῦ ἁγίου πνεύματος φησὶ γάρ · καὶ νῦν κύριος ἀπέστειλέ με καὶ τὸ πνεῦμα αὐτοῦ , ἐν δὲ τῷ εὐαγγελίῳ ἄφεσιν μὲν ἐπαγγελλομένου ἐπὶ τῆς εἰς αὐτὸν ἁμαρτίας, ἀποφαινομένου δὲ περὶ τῆς εἰς τὸ ἅγιον πνεῦμα βλασφημίας, ὡς οὐ μόνον ἐν τούτῳ τῷ αἰῶνι μὴ ἐσομένης ἀφέσεως τῷ εἰς αὐτὸ δυσφημήσαντι, ἀλλ’οὐ δὲ ἐν τῷ μέλλοντι .

2.11.80καὶ μήποτε οὐ πάντως διὰ τὸ τιμιώτερον εἶναι τὸ πνεῦμα τὸ ἅγιον τοῦ Χριστοῦ οὐ γίνεται ἄφεσις τῷ εἰς αὐτὸ ἡμαρτηκότι, ἀλλὰ διὰ τὸ Χριστοῦ μὲν πάντα μετέχειν τὰ λογικά, οἷς δίδοται συγγνώμη μεταβαλλομένοις ἀπὸ τῶν ἁμαρτημάτων, τοῦ δὲ ἁγίου πνεύματος τοὺς κατηξιωμένους μηδεμιᾶς εὔλογον εἶναι συγγνώμης τυχεῖν, μετὰ τηλικαύτης καὶ τοιαύτης συμπνοίας τῆς εἰς τὸ καλὸν ἔτι ἀποπίπτοντας καὶ ἐκτρεπομένους τὰς τοῦ ἐνυπάρχοντος πνεύματος συμβουλίας.

2.11.81εἰ δὲ κατὰ τὸν Ἡσαΐαν φησὶν κύριος ἡμῶν ὑπὸ τοῦ πατρὸς ἀπεστάλθαι καὶ τοῦ πνεύματος αὐτοῦ, ἔστι καὶ ἐνταῦθα περὶ τοῦ ἀποστείλαντος τὸν Χριστὸν πνεύματος ἀπολογήσασθαι, οὐχ ὡς φύσει διαφέροντος ἀλλὰ διὰ τὴν γενομένην οἰκονομίαν τῆς ἐνανθρωπήσεως τοῦ υἱοῦ τοῦ θεοῦ, ἐλαττωθέντος παρ’αὐτὸ τοῦ σωτῆρος.

2.11.82εἰ δὲ ἐν τούτῳ προσκόπτει τις τῷ λέγειν ἠλαττῶσθαι παρὰ τὸ ἅγιον πνεῦμα τὸν σωτῆρα ἐνανθρωπήσαντα, προσακτέον αὐτὸν ἀπὸ τῶν ἐν τῇ πρὸς Ἑβραίους λεγομένων ἐπιστολῇ, καὶ ἀγγέλων ἐλάττονα διὰ τὸ πάθημα τοῦ θανάτου ἀποφηναμένου τοῦ Παύλου γεγονέναι τὸν Ἰησοῦν · φησὶ γάρ · τὸν δὲ βραχύ τι παρ’ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον .

2.11.83 τάχα ἔστι καὶ τοῦτο εἰπεῖν, ὅτι ἐδεῖτο κτίσις ὑπὲρ τοῦ ἐλευθερωθῆναι ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, ἀλλὰ καὶ τὸ τῶν ἀνθρώπων γένος μακαρίας καὶ θείας δυνάμεως ἐνανθρωπούσης, ἥτις διορθώσεται καὶ τὰ ἐπὶ τῆς γῆς, καὶ ὡσπερεὶ ἐπέβαλλέ πως τῷ ἁγίῳ πνεύματι πρᾶξις αὕτη, ἥντινα ὑπομένειν οὐ δυνάμενον προβάλλεται τὸν σωτῆρα, ὡς τὸ τηλικοῦτον ἆθλον μόνον ἐνεγκεῖν δυνάμενον, καὶ τοῦ πατρὸς ὡς ἡγουμένου ἀποστέλλοντος τὸν υἱὸν συναποστέλλει καὶ συμπροπέμπει τὸ ἅγιον πνεῦμα αὐτόν, ἐν καιρῷ ὑπισχνούμενον καταβῆναι πρὸς τὸν υἱὸν τοῦ θεοῦ καὶ συνεργῆσαι τῇ τῶν ἀνθρώπων σωτηρίᾳ.

2.11.84τοῦτο δὲ πεποίηκεν, ὅτε τῷ σωματικῷ εἴδει ὡσεὶ περιστερὰ ἐφίπταται μετὰ τὸ λουτρὸν αὐτῷ καὶ ἐπιστὰν οὐ παρέρχεται, τάχα ἐν ἀνθρώποις τοῦτο πεποιηκὸς τοῖς μὴ δυνηθεῖσιν ἀδιαλείπτως φέρειν αὐτοῦ τὴν δόξαν. διόπερ σημαίνει Ἰωάννης περὶ τοῦ γνῶναι, ὅστις ποτέ ἐστιν Χριστός, οὐχὶ μόνην τὴν ἐπὶ τὸν Ἰησοῦν κατάβασιν τοῦ πνεύματος ἀλλὰ πρὸς τῇ καταβάσει τὴν ἐν αὐτῷ μονήν.

2.11.85γέγραπται γὰρ εἰρηκέναι τὸν Ἰωάννην ὅτι πέμψας με βαπτίζειν εἶπεν · ἐφ’ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’αὐτὸν, οὗτός ἐστιν βαπτίζων ἐν πνεύματι ἁγίῳ καὶ πυρί . οὐ γὰρ λέγεται · ἐφ’ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον μόνον, τάχα καὶ ἐπ’ἄλλους καταβεβηκότος αὐτοῦ, ἀλλὰ καταβαῖνον καὶ μένον ἐπ’αὐτόν .

2.11.86ταῦτα δὲ ἐπὶ πολὺ ἐξήτασται σαφέστερον ἰδεῖν βουλομένοις, πῶς, εἰ πάντα δι’αὐτοῦ ἐγένετο, καὶ τὸ πνεῦμα διὰ τοῦ λόγου ἐγένετο, ἓν τῶν πάντων τυγχάνον ὑποδεέστερον τοῦ δι’οὗ ἐγένετο νοούμενον, εἰ καὶ λέξεις τινὲς περισπᾶν ἡμᾶς εἰς τὸ ἐναντίον δοκοῦσιν.

2.12

2.12.87ἐὰν δὲ προσιῆται τις τὸ καθ’Ἑβραίους εὐαγγέλιον, ἔνθα αὐτὸς σωτήρ φησιν · ἄρτι ἔλαβέ με μήτηρ μου, τὸ ἅγιον πνεῦμα, ἐν μιᾷ τῶν τριχῶν μου καὶ ἀπήνεγκέ με εἰς τὸ ὄρος τὸ μέγα Θαβώρ , ἐπαπορήσει, πῶς μήτηρ Χριστοῦ τὸ διὰ τοῦ λόγου γεγενημένον πνεῦμα ἅγιον εἶναι δύναται.

2.12.88ταῦτα δὲ καὶ τούτῳ οὐ χαλεπὸν ἑρμηνεῦσαι · εἰ γὰρ ποιῶν τὸ θέλημα τοῦ πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστὶν αὐτοῦ καὶ φθάνει τὸ ἀδελφὸς Χριστοῦ ὄνομα οὐ μόνον ἐπὶ τὸ τῶν ἀνθρώπων γένος ἀλλὰ καὶ ἐπὶ τὰ τούτου θειότερα, οὐδὲν ἄτοπον ἔσται μᾶλλον πάσης χρηματιζούσης μητρὸς Χριστοῦ διὰ τὸ ποιεῖν τὸ θέλημα τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς τὸ πνεῦμα τὸ ἅγιον εἶναι μητέρα .

2.12.89ἔτι εἰς τὸ πάντα δι’αὐτοῦ ἐγένετο καὶ ταῦτα ζητητέον · τῇ ἐπινοίᾳ λόγος ἕτερός ἐστι παρὰ τὴν ζωήν, καὶ γέγονεν ἐν τῷ λόγῳ ζωὴ ἦν, καὶ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων . ἆρ’οὖν, ὡς πάντα δι’αὐτοῦ ἐγένετο, καὶ ζωὴ δι’αὐτοῦ ἐγένετο, ἥτις ἐστὶν τὸ φῶς τῶν ἀνθρώπων , καὶ αἱ ἄλλαι τοῦ σωτῆρος ἐπίνοιαι, καθ’ὑπεξαίρεσιν τῶν ἐν αὐτῷ νοητέον τὸ πάντα δι’αὐτοῦ ἐγένετο ; ὅπερ δοκεῖ μοι εἶναι κρεῖττον.

2.12.90ἵνα γὰρ συγχωρηθῇ διὰ τὸ γεγονέναι τὴν ζωὴν τὸ φῶς τῶν ἀνθρώπων, τί λεκτέον περὶ τῆς προεπινοουμένης τοῦ λόγου σοφίας; οὐ γὰρ δήπου διὰ τοῦ λόγου τὸ περὶ τὸν λόγον γεγένηται. ὥστε χωρὶς τῶν ἐπινοουμένων τῷ Χριστῷ πάντα διὰ τοῦ λόγου γεγένηται τοῦ θεοῦ, ποιήσαντος ἐν σοφίᾳ αὐτὰ τοῦ πατρός · πάντα, γάρ φησιν, ἐν σοφίᾳ ἐποίησας , οὐ διὰ τῆς σοφίας ἐποίησας .

2.13

2.13.91ἴδωμεν δέ, διὰ τί πρόσκειται τὸ καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐ δὲ ἕν . τισὶ κἂν δόξαι περιττὸν τυγχάνειν τὸ χωρὶς αὐτοῦ ἐγένετο οὐ δὲ ἕν ἐπιφερόμενον τῷ πάντα δι’αὐτοῦ ἐγένετο . εἰ γὰρ πᾶν ὁτιποτοῦν διὰ τοῦ λόγου γεγένηται, οὐδὲν χωρὶς τοῦ λόγου γεγένηται. οὐκέτι μέντοι γε ἀκολουθεῖ τῷ χωρὶς τοῦ λόγου μὴ γεγενῆσθαι τι τὸ πάντα διὰ τοῦ λόγου γεγενῆσθαι · ἔξεστι γὰρ οὐδενὸς χωρὶς τοῦ λόγου γεγενημένου, μὴ μόνον διὰ τοῦ λόγου γεγονέναι πάντα ἀλλὰ καὶ ὑπὸ τοῦ λόγου τινά.

2.13.92χρὴ τοίνυν εἰδέναι, πῶς δεῖ ἀκούειν τοῦ πάντα καὶ πῶς τοῦ οὐδέν . δυνατὸν γὰρ ἐκ τοῦ μὴ τετρανωκέναι ἀμφοτέρας τὰς λέξεις ἐκδέξασθαι ὅτι, εἰ πάντα διὰ τοῦ λόγου ἐγένετο, τῶν δὲ πάντων ἐστὶ καὶ κακία καὶ πᾶσα χύσις τῆς ἁμαρτίας καὶ τὰ πονηρά, ὅτι καὶ ταῦτα διὰ τοῦ λόγου ἐγένετο. τοῦτο δὲ ψεῦδος · κτίσματα μὲν γὰρ πάντα διὰ τοῦ λόγου γεγονέναι οὐκ ἄτοπον ἀλλὰ καὶ διὰ τοῦ λόγου τὰ ἀνδραγαθήματα καὶ πάντα τὰ κατορθώματα κατωρθῶσθαι τοῖς μακαρίοις νοεῖν ἀναγκαῖον, οὐκέτι δὲ καὶ τὰ ἁμαρτήματα καὶ τὰ ἀποπτώματα.

2.13.93ἐξειλήφασιν οὖν τινες τῷ ἀνυπόστατον εἶναι τὴν κακίαν οὔτε γὰρ ἦν ἀπ’ἀρχῆς οὔτε εἰς τὸν αἰῶνα ἔσται ταῦτ’εἶναι τὰ μηδέν · καὶ ὥσπερ Ἑλλήνων τινές φασιν, εἶναι τῶν οὔ τινων τὰ γένη καὶ τὰ εἴδη, οἷον τὸ ζῷον καὶ τὸν ἄνθρωπον, οὕτως ὑπέλαβον οὐδὲν τυγχάνειν πᾶν τὸ οὐχ ὑπὸ θεοῦ οὐ δὲ διὰ τοῦ λόγου τὴν δοκοῦσαν σύστασιν εἰληφός.

2.13.94καὶ ἐφιστῶμεν, εἰ δυνατὸν ἀπὸ τῶν γραφῶν πληκτικώτατα ταῦτα παραστῆσαι. ὅσον τοίνυν ἐπὶ τοῖς σημαινομένοις τοῦ οὐδὲν καὶ τοῦ οὐκ ὄν , δόξει εἶναι συνωνυμία, τοῦ οὐκ ὄντος οὐδενὸς ἂν λεγομένου, καὶ τοῦ οὐδενὸς οὐκ ὄντος . φαίνεται δὴ ἀπόστολος τὰ οὐκ ὄντα οὐχὶ ἐπὶ τῶν μηδαμῆ μηδαμῶς ὄντων ὀνομάζων ἀλλ’ἐπὶ τῶν μοχθηρῶν, μὴ ὄντα νομίζων τὰ πονηρά · τὰ μὴ ὄντα, γάρ φησιν, θεὸς ὡς ὄντα ἐκάλεσεν .

2.13.95ἀλλὰ καὶ Μαρδοχαῖος ἐν τῇ κατὰ τοὺς Ἑβδομήκοντα Ἐσθὴρ μὴ ὄντας τοὺς ἐχθροὺς τοῦ Ἰσραὴλ καλεῖ, λέγων · μὴ παραδῷς τὸ σκῆπτρόν σου, κύριε, τοῖς μὴ οὖσιν . καὶ ἔστι προσαγαγεῖν πῶς διὰ τὴν κακίαν μὴ ὄντες οἱ πονηροὶ προσαγορεύονται ἐκ τοῦ ἐν τῇ Ἐξόδῳ ὀνόματος ἀναγραφομένου τοῦ θεοῦ · εἶπε γὰρ κύριος πρὸς Μωσῆν · ὢν τοῦτό μοί ἐστιν τὸ ὄνομα .

2.13.96καθ’ἡμᾶς δὲ τοὺς εὐχομένους εἶναι ἀπὸ τῆς ἐκκλησίας ἀγαθὸς θεὸς ταῦτά φησιν, ὃν δοξάζων σωτὴρ λέγει · οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς θεός, πατήρ . οὐκοῦν ἀγαθὸς τῷ ὄντι αὐτός ἐστιν. ἐναντίον δὲ τῷ ἀγαθῷ τὸ κακὸν τὸ πονηρόν, καὶ ἐναντίον τῷ ὄντι τὸ οὐκ ὄν · οἷς ἀκολουθεῖ ὅτι τὸ πονηρὸν καὶ τὸ κακὸν οὐκ ὄν.

2.13.97καὶ τάχα τοῦτο ἔσηνε τοὺς εἰπόντας τὸν διάβολον μὴ εἶναι θεοῦ δημιούργημα · καθ’ γὰρ διάβολός ἐστιν οὐκ ἔστι θεοῦ δημιούργημα · δὲ συμβέβηκε διαβόλῳ εἶναι, γενητὸς ὤν, οὐδενὸς κτιστοῦ ὄντος παρὲξ τοῦ θεοῦ ἡμῶν, θεοῦ ἐστι κτίσμα · ὡς εἰ ἐφάσκομεν καὶ τὸν φονέα μὴ εἶναι θεοῦ δημιούργημα, οὐκ ἀναιροῦντες τὸ ἄνθρωπός ἐστι πεποιῆσθαι αὐτὸν ὑπὸ θεοῦ.

2.13.98τιθέντες γὰρ τὸ ἄνθρωπος τυγχάνει ἀπὸ θεοῦ αὐτὸν τὸ εἶναι εἰληφέναι καὶ ἡμεῖς οὐ τίθεμεν τὸ φονεύς ἐστιν ἀπὸ θεοῦ τοῦτ’αὐτὸν εἰληφέναι. πάντες μὲν οὖν οἱ μετέχοντες τοῦ ὄντος μετέχουσι δὲ οἱ ἅγιοι, εὐλόγως ἂν ὄντες χρηματίζοιεν · οἱ δὲ ἀποστραφέντες τὴν τοῦ ὄντος μετοχήν, τῷ ἐστερῆσθαι τοῦ ὄντος γεγόνασιν οὐκ ὄντες .

2.13.99προείπομεν δὲ ὅτι συνωνυμία ἐστὶ τοῦ οὐκ ὄντος καὶ τοῦ οὐδενός , καὶ διὰ τοῦτο οἱ οὐκ ὄντες οὐδέν εἰσι, καὶ πᾶσα κακία οὐδέν ἐστιν, ἐπεὶ καὶ οὐκ ὂν τυγχάνει, καὶ οὐδὲν καλουμένη χωρὶς γεγένηται τοῦ λόγου, τοῖς πᾶσιν οὐ συγκαταριθμουμένη. ἡμεῖς μὲν οὖν κατὰ τὸ δυνατὸν παρεστήσαμεν τίνα τὰ διὰ τοῦ λόγου γεγενημένα πάντα καὶ τί τὸ χωρὶς αὐτοῦ γενόμενον μέν, ὂν δὲ οὐδέποτε καὶ διὰ τοῦτο οὐδὲν καλούμενον.

2.14

2.14.100βιαίως δὲ οἶμαι καὶ χωρὶς μαρτυρίου τὸν Οὐαλεντίνου λεγόμενον εἶναι γνώριμον Ἡρακλέωνα διηγούμενον τὸ πάντα δι’αὐτοῦ ἐγένετο ἐξειληφέναι πάντα τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ, ἐκκλείοντα τῶν πάντων, τὸ ὅσον ἐπὶ τῇ ὑποθέσει αὐτοῦ, τὰ τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ διαφέροντα. φησὶ γάρ · οὐ τὸν αἰῶνα τὰ ἐν τῷ αἰῶνι γεγονέναι διὰ τοῦ λόγου , ἅτινα οἴεται πρὸ τοῦ λόγου γεγονέναι. ἀναιδέστερον δὲ ἱστάμενος πρὸς τὸ καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐ δὲ ἕν , μὴ εὐλαβούμενος τὸ μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, ἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδὴς γένῃ , προστίθησι τῷ οὐ δὲ ἕν · τῶν ἐν τῷ κόσμῳ καὶ τῇ κτίσει .

2.14.101καὶ ἐπεὶ προφανῆ ἐστι τὰ ὑπ’αὐτοῦ λεγόμενα σφόδρα βεβιασμένα καὶ παρὰ τὴν ἐνάργειαν ἀπαγγελλόμενα, εἰ τὰ νομιζόμενα αὐτῷ θεῖα ἐκκλείεται τῶν πάντων , τὰ δέ, ὡς ἐκεῖνος οἴεται, παντελῶς φθειρόμενα κυρίως πάντα καλεῖται, οὐκ ἐπιδιατριπτέον τῇ ἀνατροπῇ τῶν αὐτόθεν τὴν ἀτοπίαν ἐμφαινόντων · οἷον δὴ καὶ τὸ τῆς γραφῆς λεγούσης · χωρὶς αὐτοῦ ἐγένετο οὐ δὲ ἕν · προστιθέντα αὐτὸν ἄνευ παραμυθίας τῆς ἀπὸ τῆς γραφῆς τό · τῶν ἐν τῷ κόσμῳ καὶ τῇ κτίσει · μη δὲ μετὰ πιθανότητος ἀποφαίνεσθαι, πιστεύεσθαι ἀξιοῦντα ὁμοίως προφήταις ἀποστόλοις τοῖς μετ’ἐξουσίας καὶ ἀνυπευθύνως καταλείπουσι τοῖς καθ’αὑτοὺς καὶ μεθ’αὑτοὺς σωτήρια γράμματα.

2.14.102ἔτι δὲ ἰδίως καὶ τοῦ πάντα δι’αὐτοῦ ἐγένετο ἐξήκουσε φάσκων · τὸν τὴν αἰτίαν παρασχόντα τῆς γενέσεως τοῦ κόσμου τῷ δημιουργῷ, τὸν λόγον ὄντα, εἶναι οὐ τὸν ἀφ’οὗ, ὑφ’οὗ, ἀλλὰ τὸν δι’οὗ, παρὰ τὴν ἐν τῇ συνηθείᾳ φράσιν ἐκδεχόμενος τὸ γεγραμμένον. εἰ γὰρ ὡς νοεῖ ἀλήθεια τῶν πραγμάτων ἦν, ἔδει διὰ τοῦ δημιουργοῦ γεγράφθαι πάντα γεγονέναι ὑπὸ τοῦ λόγου, οὐχὶ δὲ ἀνάπαλιν διὰ τοῦ λόγου ὑπὸ τοῦ δημιουργοῦ.

2.14.103καὶ ἡμεῖς μὲν τῷ δι’οὗ χρησάμενοι ἀκολούθως τῇ συνηθείᾳ, οὐκ ἀμάρτυρον τὴν ἐκδοχὴν ἀφήκαμεν · ἐκεῖνος δὲ πρὸς τῷ μὴ παραμεμυθῆσθαι ἀπὸ τῶν θείων γραμμάτων τὸν καθ’ἑαυτὸν νοῦν, φαίνεται καὶ ὑποπτεύσας τὸ ἀληθὲς καὶ ἀναιδῶς αὐτῷ ἀντιβλέψας · φησὶ γάρ · ὅτι οὐχ ὡς ὑπ’ἄλλου ἐνεργοῦντος αὐτὸς ἐποίει λόγος, ἵν’οὕτω νοηθῇ τὸ δι’αὐτοῦ, ἀλλ’αὐτοῦ ἐνεργοῦντος ἕτερος ἐποίει .

2.14.104οὐ τοῦ παρόντος δὲ καιροῦ ἐλέγξαι τὸ μὴ τὸν δημιουργὸν ὑπηρέτην τοῦ λόγου γεγενημένον τὸν κόσμον πεποιηκέναι καὶ ἀποδεικνύναι ὅτι ὑπηρέτης τοῦ δημιουργοῦ γενόμενος λόγος τὸν κόσμον κατεσκεύασε. κατὰ γὰρ τὸν προφήτην Δαβὶδ θεὸς εἶπε καὶ ἐγενήθησαν, ἐνετείλατο καὶ ἐκτίσθησαν . ἐνετείλατο γὰρ ἀγένητος θεὸς τῷ πρωτοτόκῳ πάσης κτίσεως καὶ ἐκτίσθησαν , οὐ μόνον κόσμος καὶ τὰ ἐν αὐτῷ, ἀλλὰ καὶ τὰ λοιπὰ πάντα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι · πάντα γὰρ δι’αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων .

2.15

2.15.105ἔτι εἰς τὸ χωρὶς αὐτοῦ ἐγένετο οὐ δὲ ἕν οὐκ ἀγύμναστον ἐατέον καὶ τὸν περὶ τῆς κακίας λόγον · κἂν γὰρ σφόδρα ἀπεμφαίνειν δοκῇ, οὐ πάνυ τι δοκεῖ μοι εὐκαταφρόνητον εἶναι. ζητητέον γάρ, εἰ καὶ κακία διὰ τοῦ λόγου γεγένηται, νῦν λόγου προσεχῶς λαμβανομένου τοῦ ἐν ἑκάστῳ, ὡς καὶ αὐτὸς ἀπὸ τοῦ ἐν ἀρχῇ λόγου ἑκάστῳ ἐγγεγένηται.

2.15.106φησὶ τοίνυν ἀπόστολος · χωρὶς νόμου ἁμαρτία νεκρά , καὶ ἐπιφέρει · ἐλθούσης δὲ τῆς ἐντολῆς μὲν ἁμαρτία ἀνέζησε καθολικὸν διδάσκων περὶ τῆς ἁμαρτίας ὡς μηδεμίαν ἐνέργειαν αὐτῆς ἐχούσης πρὶν νόμου καὶ ἐντολῆς · πῶς δὲ ἔχει λόγος νόμος εἶναι καὶ ἐντολή, καὶ οὐκ ἂν εἴη ἁμαρτία μὴ ὄντος νόμου ἁμαρτία γὰρ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου , καὶ πάλιν οὐκ ἂν εἴη ἁμαρτία μὴ ὄντος λόγου εἰ γὰρ μὴ ἦλθον, φησί, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν .

2.15.107πᾶσα γὰρ πρόφασις ἀφαιρεῖται τοῦ βουλομένου ἐπὶ τῇ ἁμαρτίᾳ ἀπολογήσασθαι, ἐπὰν ἐνυπάρχοντος λόγου καὶ παραδεικνύοντος, πρακτέον, μὴ πείθηταί τις αὐτῷ. τάχα οὖν πάντα μέχρι καὶ τῶν χειρόνων διὰ τοῦ λόγου γεγένηται καὶ χωρὶς αὐτοῦ , ἁπλούστερον ἡμῶν ἐκλαμβανόντων τὸ οὐδέν , ἐγένετο οὐδέν .

2.15.108καὶ οὐ πάντως τῷ λόγῳ ἐγκλητέον, εἰ πάντα δι’αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐ δὲ ἕν , ὡς οὐ δὲ ἐγκλητέον τῷ διδασκάλῳ παραδείξαντι τὰ δέοντα τῷ μανθάνοντι, ἐπὰν διὰ τὰ τούτου μαθήματα μηκέτι τόπος καταλείπηται τῷ ἁμαρτάνοντι ἀπολογίας ὡς περὶ ἀγνοίας, καὶ μάλιστα ἐὰν νοήσωμεν διδάσκαλον τοῦ μανθάνοντος ἀχώριστον.

2.15.109οἱονεὶ γὰρ διδάσκαλος τοῦ μανθάνοντος ἀχώριστός ἐστιν ἐνυπάρχων τῇ φύσει τῶν λογικῶν λόγος, ἀεὶ ὑποβάλλων τὰ πρακτέα, κἂν παρακούωμεν αὐτοῦ τῶν ἐντολῶν, ἐπιδιδόντες αὑτοὺς ταῖς ἡδοναῖς καὶ παραπεμπόμενοι τὰς ἀρίστας αὐτοῦ συμβουλάς. ὥσπερ δὲ ὑπηρέτῃ τῷ ὀφθαλμῷ ἐπὶ τοῖς κρείττοσιν ἡμῖν γεγενημένῳ, καὶ ἐφ’ὧν οὐ καλῶς ὁρῶμεν χρώμεθα, ὁμοίως καὶ τῇ ἀκοῇ ὅταν παρέχωμεν ἑαυτοὺς ἀκροάσει ἀχρήστων ᾀσμάτων καὶ τῶν ἀπηγορευμένων ἀκουσμάτων, οὕτως ἐνυβρίζοντες τὸν ἐν ἡμῖν λόγον καὶ οὐκ εἰς δέον αὐτῷ χρώμενοι, δι’αὐτοῦ παρανομοῦμεν εἰς κρίμα τοῖς ἁμαρτάνουσιν ἐνυπάρχοντος καὶ διὰ τοῦτο κρίνοντος τὸν μὴ πάντων αὐτὸν προτιμήσαντα.

2.15.110ὅθεν καί φησιν · λόγος ὃν ἐλάλησα αὐτὸς κρινεῖ ὑμᾶς , ἴσον διδάσκων τῷ ἐγὼ λόγος , ἐν ὑμῖν ἀεὶ ἐνηχῶν, αὐτὸς ὑμᾶς καταδικάσω τόπον ἀπολογίας καταλειπόμενον ἔχοντας οὐδαμῶς. δόξει μέντοι γε βιαιοτέρα εἶναι αὕτη ἐκδοχή, ἄλλον μὲν λόγον τὸν ἐν ἀρχῇ ἡμῶν ἐξειληφότων τὸν πρὸς τὸν θεόν , τὸν θεὸν λόγον, ἄλλως δὲ αὐτὸν νοούντων, ὅτε οὐ μόνον ἐπὶ τῶν προηγουμένων δημιουργημάτων τὸ πάντα δι’αὐτοῦ ἐγένετο λέγεσθαι ἐφάσκομεν, ἀλλὰ καὶ ἐπὶ πάντων τῶν ὑπὸ τῶν λογικῶν πραττομένων, οὗ λόγου χωρὶς οὐδὲν ἁμαρτάνομεν.

2.15.111καὶ ζητητέον, εἰ καὶ τὸν ἐν ἡμῖν λόγον τὸν αὐτὸν λεκτέον τῷ ἐν ἀρχῇ καὶ τῷ πρὸς τὸν θεὸν καὶ τῷ θεῷ λόγῳ, μάλιστα ἐπεὶ οὐχ ὡς ἑτέρου τούτου τυγχάνοντος παρὰ τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγον ἔοικεν ἀπόστολος διδάσκειν τὸ μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου · τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ’ἔστι Χριστὸν καταγαγεῖν · τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ’ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν · ἀλλὰ τί λέγει γραφή; ἐγγύς σου τὸ ῥῆμά ἐστιν σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου .

2.16

2.16.112ἔστι τινὰ δόγματα παρ’Ἕλλησι καλούμενα παράδοξα, τῷ κατ’αὐτοὺς σοφῷ πλεῖστα ὅσα προσάπτοντα μετά τινος ἀποδείξεως φαινομένης ἀποδείξεως, καθ’ φασι μόνον καὶ πάντα τὸν σοφὸν εἶναι ἱερέα, τῷ μόνον καὶ πάντα τὸν σοφὸν ἐπιστήμην ἔχειν τῆς τοῦ θεοῦ θεραπείας, καὶ μόνον καὶ πάντα τὸν σοφὸν εἶναι ἐλεύθερον, ἐξουσίαν αὐτοπραγίας ἀπὸ τοῦ θείου νόμου εἰληφότα · καὶ τὴν ἐξουσίαν δὲ ὁρίζονται νόμιμον ἐπιτροπήν.

2.16.113καὶ τί δεῖ νῦν ἡμᾶς λέγειν περὶ τῶν καλουμένων παραδόξων, πολλῆς οὔσης τῆς εἰς αὐτὰ πραγματείας καὶ δεομένων συγκρίσεως τῆς πρὸς τὸ βούλημα τῆς γραφῆς τῶν ὑπ’αὐτῶν κατὰ τὰ παράδοξα ἀπαγγελλομένων, ἵνα ἐπὶ τίνων τῆς θεοσεβείας λόγος συμφῇ καὶ ἐπὶ τίνων τὸ ἐναντίον τοῖς ὑπ’ἐκείνων λεγομένοις βούλεται παραστῆσαι δυνηθῶμεν;

2.16.114τούτων δὲ ἡμῖν μνήμη γεγένηται ζητοῦσι τὸ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν διὰ τὸ οἱονεὶ τῷ χαρακτῆρι τῶν παραδόξων καί, εἰ δεῖ εἰπεῖν, παραδοξότερον παρὰ τὰ ὑπ’ἐκείνων λεγόμενα, δύνασθαι ἄν τινα ἑπόμενον τῇ γραφῇ δεῖξαι τοιαῦτα πλείονα. ἐὰν γὰρ νοήσωμεν τὸν ἐν ἀρχῇ λόγον, τὸν πρὸς τὸν θεόν, τὸν θεὸν λόγον, τάχα δυνησόμεθα μόνον τὸν τούτου, καθ’ τοιοῦτος, μετέχοντα λογικὸν εἰπεῖν · ὥστε καὶ ἀποφήνασθαι ἄν, ὅτι μόνος ἅγιος λογικός.

2.16.115πάλιν ἐὰν συνῶμεν τὴν γενομένην ἐν τῷ λόγῳ ζωήν, τὸν εἰπόντα ἐγώ εἰμι ζωή , ἐροῦμεν μηδένα τῶν ἔξω τῆς πίστεως Χριστοῦ ζῆν, πάντας δὲ εἶναι νεκροὺς τοὺς μὴ ζῶντας θεῷ, τότε ζῆν αὐτῶν ζῆν εἶναι τῆς ἁμαρτίας καὶ διὰ τοῦτο, ἵν’οὕτως εἴπω, ζῆν θανάτου τυγχάνειν.

2.16.116ἐπίστησον δὲ εἰ μὴ τοῦτο πολλαχοῦ παριστᾶσιν αἱ θεῖαι γραφαί, ὅπου μὲν τοῦ σωτῆρος φάσκοντος · οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ἐπὶ τῆς βάτου · ἐγὼ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ οὐκ ἔστι θεὸς νεκρῶν ἀλλὰ ζώντων καὶ οὐ δικαιωθήσεται κατενώπιόν σου πᾶς ζῶν . τί δὲ περὶ αὐτοῦ λέγειν δεῖ τοῦ θεοῦ τοῦ σωτῆρος; ἀμφιβάλλεται γὰρ ὁποτέρου εἶναι λέγουσα ἐν τοῖς προφήταις φωνή · ζῶ ἐγώ, λέγει κύριος .

2.17

2.17.117καὶ πρῶτόν γε ἴδωμεν τὸ οὐκ ἔστι θεὸς νεκρῶν ἀλλὰ ζώντων ἴσον δυνάμενον τῷ οὐκ ἔστιν ἁμαρτωλῶν ἀλλὰ ἁγίων θεός . μεγάλη γὰρ δωρεὰ τοῖς πατριάρχαις τὸ τὸν θεὸν ἀντὶ ὀνόματος προσάψαι τὴν ἐκείνων ὀνομασίαν τῇ θεὸς ἰδίᾳ αὐτοῦ προσηγορίᾳ, καθ’ καὶ Παῦλός φησι ·

2.17.118 διὸ οὐκ ἐπαισχύνεται θεὸς θεὸς καλεῖσθαι αὐτῶν · οὐκοῦν θεός ἐστιν τῶν πατέρων καὶ πάντων τῶν ἁγίων · καὶ οὐκ ἄν που ἀναγεγραμμένον εὑρίσκοιτο τὸ θεὸν εἶναι τὸν θεόν τινος τῶν ἀσεβῶν. εἰ τοίνυν θεὸς ἁγίων ἐστὶν καὶ θεὸς ζώντων εἶναι λέγεται, οἱ ἅγιοι ζῶντές εἰσι καὶ οἱ ζῶντες ἅγιοι, οὔτε ἁγίου ὄντος ἔξω τῶν ζώντων οὔτε ζῶντος χρηματίζοντος μόνον καὶ οὐχὶ μετὰ τοῦ ζῆν ἔχοντος καὶ τὸ ἅγιον αὐτὸν τυγχάνειν.

2.17.119τὸ παραπλήσιον δὲ ἔστι καὶ ἐπὶ τοῦ εὐαρεστήσω τῷ κυρίῳ ἐν χώρᾳ ζώντων ἰδεῖν, ὡς εἰ ἔλεγεν ἐν τάξει ἁγίων ἐν τῷ τόπῳ τῶν ἁγίων , τῆς κυρίως εὐαρεστήσεως ἤτοι ἐν τῇ τάξει τῶν ἁγίων ἐν τῷ τόπῳ τῶν ἁγίων τυγχανούσης, οὐδέπω ἄκρως εὐαρεστοῦντος τοῦ μὴ εἰς τὴν τάξιν τῶν ἁγίων κεχωρηκότος τοῦ μὴ εἰς τὸν τόπον τῶν ἁγίων γεγενημένου · εἰς ὃν χωρῆσαι δεήσει πάντα τὸν οἱονεὶ σκιὰν καὶ εἰκόνα τῆς εὐαρεστήσεως τῆς ἀληθινῆς ἐν τῷ βίῳ τούτῳ προανειληφότα.

2.17.120καὶ τὸ οὐ δικαιωθήσεσθαι δὲ κατ’ἐνώπιον τοῦ θεοῦ πάντα ζῶντα δηλοῖ, ὅτι ὡς πρὸς θεὸν καὶ τὴν ἐν αὐτῷ δικαιοσύνην οὐδεὶς δικαιωθήσεται τῶν πάνυ μακαρίων, ὡς εἰ καὶ ἐλέγομεν ἐπὶ ἑτέρου παραδείγματος τοιοῦτον · οὐ φωτιεῖ πᾶς λύχνος ἐνώπιον ἡλίου · φωτιεῖ μὲν γὰρ πᾶς λύχνος, ἀλλ’ὅταν μὴ καταυγάζηται ὑπὸ ἡλίου · δικαιωθήσεται δὲ καὶ πᾶς ζῶν, ἀλλ’οὐκ ἐνώπιον τοῦ θεοῦ, ὅτε δὲ τοῖς κάτω συγκρίνεται καὶ ὑπὸ τοῦ σκότους κεκρατημένοις παρ’οἷς λάμψει αὐτῶν τὸ φῶς.

2.17.121καὶ ὅρα εἰ κατὰ τοῦτο καὶ τὸ ἐν τῷ εὐαγγελίῳ νοητέον · λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων . οὐ γάρ φησιν λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τοῦ θεοῦ · τοῦτο γὰρ εἰ ἐνετέλλετο, ἀδύνατον ἂν ἐδίδου ἐντολήν, ὡς εἰ καὶ τοῖς λύχνοις ἐμψύχοις οὖσιν ἐντολὴν ἐδίδου τοῦ λάμψαι τὸ φῶς αὐτῶν ἔμπροσθεν τοῦ ἡλίου.

2.17.122οὐχ οἱ τυχόντες οὖν μόνοι τῶν ζώντων οὐ δικαιωθήσονται κατενώπιον τοῦ θεοῦ, ἀλλὰ καὶ οἱ ὡς ἐν ζῶσι τῶν ἐλαττόνων διαφέροντες · , ὅπερ μᾶλλον, ἅμα πάντων τῶν ζώντων δικαιοσύνη οὐ δικαιωθήσεται ὡς πρὸς τὴν τοῦ θεοῦ δικαιοσύνην · ὡς εἰ καὶ ἅμα πάντα τὰ ἐπὶ γῆς νυκτερινὰ συναγαγὼν φῶτα ἔφασκον μὴ δύνασθαι ταῦτα φωτίζειν ὡς πρὸς τὰς τούτου τοῦ ἡλίου αὐγάς.

2.17.123κατ’ἐπανάβασιν δὲ ἐκ τῶν εἰρημένων νοητέον καὶ τὸ ζῶ ἐγώ, λέγει κύριος , τάχα τοῦ κυρίως ζῆν μάλιστα ἐκ τῶν εἰρημένων περὶ τοῦ ζῆν παρὰ μόνῳ τυγχάνοντος τῷ θεῷ. καὶ ὅρα εἰ διὰ τοῦτο δύναται ἀπόστολος τὴν εἰς ὑπερβολὴν ὑπεροχὴν νοήσας τῆς ζωῆς τοῦ θεοῦ καὶ ἀξίως θεοῦ συνιεὶς τὸ ζῶ ἐγώ, λέγει κύριος εἰρηκέναι περὶ θεοῦ · μόνος ἔχων ἀθανασίαν , οὐδενὸς τῶν παρὰ τὸν θεὸν ζώντων ἔχοντος τὴν ἄτρεπτον πάντη καὶ ἀναλλοίωτον ζωήν. καὶ τί διστάζομεν περὶ τῶν λοιπῶν, ὅτε οὐ δὲ Χριστὸς ἔσχε τὴν τοῦ πατρὸς ἀθανασίαν; ἐγεύσατο γὰρ ὑπὲρ παντὸς θανάτου.

2.18

2.18.124ἅμα δὲ ἐξετάζοντες τὰ περὶ τοῦ ζῶντος θεοῦ καὶ ζωῆς, ἥτις ἐστὶν Χριστός, καὶ ζώντων ἐν χώρᾳ ἰδίᾳ τυγχανόντων καὶ ζώντων οὐ δικαιουμένων ἐνώπιον τοῦ θεοῦ, ἀκολούθως τούτοις παρατιθέμενοι τὸ μόνος ἔχων ἀθανασίαν τὰ ὑπονοούμενα συμπαραληψόμεθα περὶ τοῦ πᾶν ὁτιποτοῦν λογικὸν μὴ οὐσιωδῶς ἔχειν ὡς ἀχώριστον συμβεβηκὸς τὴν μακαριότητα.

2.18.125ἐὰν γὰρ ἀχώριστον ἔχῃ τὴν μακαριότητα καὶ τὴν προηγουμένην ζωήν, πῶς ἔτι ἔσται ἀληθὲς τὸ περὶ τοῦ θεοῦ λεγόμενον · μόνος ἔχων ἀθανασίαν ; χρὴ μέντοι γε εἰδέναι ὅτι τινὰ σωτὴρ οὐχ αὑτῷ ἐστιν ἀλλ’ἑτέροις, τινὰ δὲ αὑτῷ καὶ ἑτέροις · ζητητέον δὲ εἴ τινα ἑαυτῷ καὶ οὐδενί. σαφῶς μὲν γὰρ ἑτέροις ἐστὶν ποιμήν, οὐχ ὡς οἱ παρὰ ἀνθρώποις ποιμένες ὄνησιν ἐκ τοῦ ποιμαίνειν εἰς ἑαυτὸν λαμβάνων, εἰ μὴ ἄρα τὴν τῶν ποιμαινομένων ὠφέλειαν διὰ φιλανθρωπίαν ἰδίαν εἶναι λογίσαιτο.

2.18.126ἀλλὰ καὶ ὁδός ἐστιν ἑτέροις ὁμοίως καὶ θύρα , ὁμολογουμένως δὲ καὶ ῥάβδος · ἑαυτῷ δὲ καὶ ἑτέροις σοφία , τάχα δὲ καὶ λόγος . ζητητέον δὲ εἰ συστήματος θεωρημάτων ὄντος ἐν αὐτῷ, καθ’ σοφία ἐστίν, ἐστί τινα θεωρήματα ἀχώρητα τῇ λοιπῇ παρ’αὐτὸν γεννητῇ φύσει, ἅτινα οἶδεν ἑαυτῷ.

2.18.127καὶ οὐκ ἀνεξέταστον τὸν λόγον ἐατέον διὰ τὴν περὶ ἁγίου πνεύματος εὐλάβειαν. ὅτι μὲν γὰρ καὶ αὐτὸ αὐτῷ μαθητεύεται, σαφὲς ἐκ τοῦ λεγομένου περὶ παρακλήτου καὶ ἁγίου πνεύματος · ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν . εἰ δὲ μαθητευόμενον πάντα χωρεῖ, ἐνατενίζων τῷ πατρὶ ἀρχόμενος υἱὸς γινώσκει, ἐπιμελέστερον ζητητέον.

2.18.128εἰ τοίνυν σωτὴρ μέν τινα ἑτέροις, τινὰ δὲ τάχα που αὑτῷ καὶ οὐδενὶ ἑνὶ ὀλίγοις, καθ’ ζωή ἐστιν γενομένη ἐν τῷ λόγῳ, βασανιστέον πότερον αὑτῷ καὶ ἑτέροις ζωή ἐστιν ἑτέροις, καὶ εἰ ἑτέροις, τίσι τούτοις. εἰ δὴ ταὐτόν ἐστι ζωὴ καὶ φῶς τῶν ἀνθρώπων φησὶ γὰρ · γέγονεν ἐν αὐτῷ ζωὴ ἦν καὶ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων τὸ δὲ φῶς τῶν ἀνθρώπων τινῶν ἐστι φῶς, καὶ τοῦτο οὐ πάντων τῶν λογικῶν, ὅσον ἐπὶ τῷ κεῖσθαι τὸ ἀνθρώπων , ἀλλὰ τῶν ἀνθρώπων ἐστὶ φῶς, εἴη ἂν καὶ ζωὴ ἀνθρώπων, ὧν καὶ φῶς ἐστιν · καὶ καθ’ ζωή, λέγοιτο ἂν σωτὴρ οὐχ αὑτῷ ἀλλὰ ἑτέροις εἶναι ζωὴ ὧν ἐστι καὶ φῶς.

2.18.129αὕτη δὴ ζωὴ τῷ λόγῳ ἐπιγίνεται, ἀχώριστος αὐτοῦ μετὰ τὸ ἐπιγενέσθαι τυγχάνουσα. λόγον γὰρ προϋπάρξαι τὸν καθαίροντα τὴν ψυχὴν ἐν τῇ ψυχῇ δεῖ, ἵνα κατὰ τοῦτον καὶ τὴν ἀπ’αὐτοῦ κάθαρσιν, πάσης περιαιρεθείσης νεκρότητος καὶ ἀσθενείας, ἀκραιφνὴς ζωὴ ἐγγένηται παρὰ παντὶ τῷ τοῦ λόγου καθ’ θεός ἐστιν αὑτὸν ποιήσαντι χωρητικόν.

2.19

2.19.130τηρητέον δὲ τὰ δύο ἐν καὶ τὴν διαφορὰν αὐτῶν ἐξεταστέον · πρῶτον μὲν γὰρ ἐν τῷ λόγος ἐν ἀρχῇ , δεύτερον δὲ ἐν τῷ ζωὴ ἐν λόγῳ . ἀλλὰ λόγος μὲν ἐν ἀρχῇ οὐκ ἐγένετο · οὐκ ἦν γάρ, ὅτε ἀρχὴ ἄλογος ἦν, διὸ λέγεται · ἐν ἀρχῇ ἦν λόγος · ζωὴ δὲ ἐν τῷ λόγῳ οὐκ ἦν · ἀλλὰ ζωὴ ἐγένετο, εἴ γε ζωή ἐστι τὸ φῶς τῶν ἀνθρώπων . ὅτε γὰρ οὐδέπω ἄνθρωπος ἦν, οὐ δὲ φῶς τῶν ἀνθρώπων ἦν, τοῦ φωτὸς τῶν ἀνθρώπων κατὰ τὴν πρὸς ἀνθρώπους σχέσιν νοουμένου.

2.19.131μηδεὶς δ’ἡμᾶς θλιβέτω χρονικῶς οἰόμενος ταῦτα ἀπαγγέλλειν, τῆς τάξεως τὸ πρῶτον καὶ τὸ δεύτερον καὶ τὰ ἐφεξῆς ἀπαιτούσης, κἂν χρόνος μὴ εὑρίσκηται, ὅτε τὰ ὑπὸ τοῦ λόγου ὑποβαλλόμενα τρίτα καὶ τέταρτα οὐδαμῶς ἦν. ὃν τρόπον τοίνυν πάντα δι’αὐτοῦ ἐγένετο , καὶ οὐχὶ πάντα δι’αὐτοῦ ἦν, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐ δὲ ἕν , οὐχὶ δὲ χωρὶς αὐτοῦ ἦν οὐ δὲ ἕν, οὕτως γέγονεν ἐν αὐτῷ, οὐχὶ ἦν ἐν αὐτῷ, ζωὴ ἦν. καὶ πάλιν οὐχὶ ἐγένετο ἐν ἀρχῇ λόγος ἦν, ἀλλὰ ἦν ἐν ἀρχῇ λόγος ἦν.

2.19.132τινὰ μέντοι γε τῶν ἀντιγράφων ἔχει, καὶ τάχα οὐκ ἀπιθάνως · γέγονεν ἐν αὐτῷ ζωή ἐστιν . εἰ δὲ ζωὴ ταὐτόν ἐστι τῷ τῶν ἀνθρώπων φωτί, οὐδεὶς ἐν σκότῳ τυγχάνων ζῇ καὶ οὐδεὶς τῶν ζώντων ἐν σκότῳ ἐστίν, ἀλλὰ πᾶς ζῶν καὶ ἐν φωτὶ ὑπάρχει, καὶ πᾶς ἐν φωτὶ ὑπάρχων ζῇ · ὥστε μόνον τὸν ζῶντα καὶ πάντα εἶναι φωτὸς υἱόν · φωτὸς δὲ υἱός, οὗ λάμπει τὰ ἔργα ἔμπροσθεν τῶν ἀνθρώπων.

2.20

2.20.133πάλιν, ἐπεὶ ἔστι τὰ παραλελειμμένα τῶν ἐναντίων νοεῖσθαι ἐκ τῶν εἰρημένων περὶ τῶν ἐναντίων, λέγεται δὲ περὶ ζωῆς καὶ φωτὸς ἀνθρώπων, ἐναντίον δὲ τῇ ζωῇ θάνατος καὶ ἐναντίον φωτὶ ἀνθρώπων σκότος ἀνθρώπων, ἔστιν ἰδεῖν ὅτι ἐν σκότῳ τῶν ἀνθρώπων τυγχάνων ἐν θανάτῳ ἐστὶν καὶ τὰ τοῦ θανάτου πράττων οὐκ ἀλλαχόσε τοῦ σκότους ἐστίν. δὲ μνημονεύων τοῦ θεοῦ, ἐάν γε νοῶμεν τί τὸ μνημονεύειν αὐτοῦ, οὐκ ἔστιν ἐν τῷ θανάτῳ κατὰ τὸ εἰρημένον · οὐκ ἔστιν ἐν τῷ θανάτῳ μνημονεύων σου .

2.20.134εἴτε δὲ σκότος ἀνθρώπων εἴτε θάνατος, οὐ φύσει τοιαῦτά ἐστιν ἄλλου λόγου ἡμεῖς ἤμεθά ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ , κἂν μάλιστα ἅγιοι καὶ πνευματικοὶ ἤδη χρηματίζωμεν. ὥσπερ δὲ δεκτικὸς Παῦλος σκότος ὢν γέγονε τοῦ γενέσθαι φῶς ἐν κυρίῳ, οὕτως ὅστις ποτ’ἂν σκότος. κατὰ δὲ τοὺς οἰομένους εἶναι φύσεις πνευματικάς, ὥσπερ τὸν Παῦλον καὶ τοὺς ἁγίους ἀποστόλους, οὐκ οἶδα εἰ σῴζεται τὸ τὸν πνευματικὸν εἶναί ποτε σκότος καὶ ὕστερον αὐτὸν γεγονέναι φῶς.

2.20.135εἰ γὰρ πνευματικός ποτε σκότος ἦν, χοϊκὸς τί ἐστιν; εἰ δ’ἀληθές ἐστι τὸ σκότος γεγονέναι φῶς, τίς ἀποκλήρωσις τοῦ μὴ πᾶν σκότος δύνασθαι γενέσθαι φῶς; εἰ μὴ γὰρ ἐπὶ Παύλου ἐλέγετο, ὅτι ἤμεθά ποτε ἐν σκότῳ, νῦν δὲ φωτεινοὶ ἐν κυρίῳ , ἐπὶ δὲ ὧν οἴονται φύσεων ἀπολλυμένων, ὅτι σκότος ἦσαν σκότος εἰσί, κἂν χώραν εἶχεν περὶ φύσεων ὑπόθεσις.

2.20.136νυνὶ δὲ Παῦλός φησι γεγονέναι ποτὲ σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ , ὡς δυνατοῦ ὄντος τοῦ σκότος εἰς φῶς μεταβαλεῖν. οὐ χαλεπὸν δὲ τὰ περὶ παντὸς σκότους ἀνθρώπων καὶ περὶ τοῦ θανάτου τοῦ αὐτοῦ τυγχάνοντος τῷ σκότῳ τῶν ἀνθρώπων ἐπιμελῶς ἰδεῖν ἐκ τῶν εἰρημένων, τὸ ἐνδεχόμενον ὁρῶντα τῆς ἐπὶ τὸ χεῖρον καὶ κρεῖττον ἑκάστου μεταβολῆς.

2.21

2.21.137πάνυ δὲ βιαίως κατὰ τὸν τόπον γενόμενος Ἡρακλέων τὸ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν ἐξείληφεν ἀντὶ τοῦ ἐν αὐτῷ εἰς τοὺς ἀνθρώπους τοὺς πνευματικούς , οἱονεὶ ταὐτὸν νομίσας εἶναι τὸν λόγον καὶ τοὺς πνευματικούς, εἰ καὶ μὴ σαφῶς ταῦτ’εἴρηκε · καὶ ὡσπερεὶ αἰτιολογῶν φησιν · αὐτὸς γὰρ τὴν πρώτην μόρφωσιν τὴν κατὰ τὴν γένεσιν αὐτοῖς παρέσχε, τὰ ὑπ’ἄλλου σπαρέντα εἰς μορφὴν καὶ εἰς φωτισμὸν καὶ περιγραφὴν ἰδίαν ἀγαγὼν καὶ ἀναδείξας .

2.21.138οὐ παρετήρησε δὲ καὶ τὸ περὶ τῶν πνευματικῶν παρὰ τῷ Παύλῳ λεγόμενον, ὅτι ἀνθρώπους αὐτοὺς εἶναι ἀπεσιώπησε · ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ, μωρία γὰρ αὐτῷ ἐστιν · δὲ πνευματικὸς ἀνακρίνει πάντα . ἡμεῖς γὰρ οὐ μάτην αὐτόν φαμεν ἐπὶ τοῦ πνευματικοῦ μὴ προστεθεικέναι τὸ ἄνθρωπος · κρεῖττον γὰρ ἄνθρωπος πνευματικός, τοῦ ἀνθρώπου ἤτοι ἐν ψυχῇ ἐν σώματι ἐν συναμφοτέροις χαρακτηριζομένου, οὐχὶ δὲ καὶ ἐν τῷ τούτων θειοτέρῳ πνεύματι, οὗ κατὰ μετοχὴν ἐπικρατοῦσαν χρηματίζει πνευματικός.

2.21.139ἅμα δὲ καὶ τὰ τῆς τοιαύτης ὑποθέσεως χωρὶς κἂν φαινομένης ἀποδείξεως ἀποφαίνεται, οὐ δὲ μέχρι τῆς τυχούσης πιθανότητος φθάσαι εἰς τὸν περὶ τούτων δυνηθεὶς λόγον. καὶ ταῦτα μὲν περὶ ἐκείνου.

2.22

2.22.140φέρε δὲ καὶ ἡμεῖς καὶ τοῦτο ζητήσωμεν, εἰ ζωὴ ἦν μόνων ἀνθρώπων φῶς καὶ μή παντὸς οὑτινοσοῦν ἐν μακαριότητι τυγχάνοντος. ἐὰν γὰρ ταὐτὸν ζωὴ καὶ φῶς ἀνθρώπων καὶ μόνων ἀνθρώπων τὸ τοῦ Χριστοῦ φῶς, μόνων ἀνθρώπων καὶ ζωή. τοῦτο δ’ὑπολαμβάνειν ἐστὶν ἠλίθιον ἅμα καὶ ἀσεβές, ἀντιμαρτυρουσῶν τῶν ἄλλων γραφῶν ταύτῃ τῇ ἐκδοχῇ, εἴ γε, ὅταν προκόψωμεν, ἰσάγγελοι ἐσόμεθα.

2.22.141οὕτω δὲ λυτέον τὸ ἀπορηθέν · οὐχὶ εἴ τι λέγεταί τινων, ἐκείνων μόνων ἐστὶ τὸ λεγόμενον · οὕτως οὖν οὐχὶ εἰ λέγεται φῶς ἀνθρώπων, μόνων ἀνθρώπων ἐστὶ φῶς · ἐδύνατο γὰρ προσκεῖσθαι · ζωὴ ἦν τὸ τῶν ἀνθρώπων μόνων φῶς. ἔξεστι γὰρ τὸ φῶς τῶν ἀνθρώπων καὶ ἑτέρων παρὰ τοὺς ἀνθρώπους εἶναι φῶς, ὡς ἔξεστι τάδε τὰ ζῷα καὶ τάδε τὰ φυτά, ἀνθρώπων ὄντα τροφήν, καὶ ἑτέρων παρὰ τοὺς ἀνθρώπους τὰ αὐτὰ εἶναι τροφήν. καὶ τοῦτο μὲν ἀπὸ τῆς συνηθείας τὸ παράδειγμα.

2.22.142ἄξιον δὲ ἀπὸ τῶν θεοπνεύστων λόγων ὅμοιον ἀντιπαραβαλεῖν. ἐνθάδε τοίνυν ζητοῦμεν εἰ μηδὲν κωλύει τὸ φῶς τῶν ἀνθρώπων καὶ ἑτέρων εἶναι φῶς, λέγοντες ὅτι οὐχί, ἐπεὶ λέγεται φῶς ἀνθρώπων, ἤδη ἀποκέκλεισται καὶ ἑτέρων παρὰ τοὺς ἀνθρώπους κρειττόνων ἀνθρώποις ὁμοίων εἶναι φῶς.

2.22.143ἀναγέγραπται δὴ θεὸς θεὸς εἶναι Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ · δὴ βουλόμενος ἐπειδὴ εἴρηται · ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων τὸ φῶς μηδενὸς ἑτέρου εἶναι τῶν ἀνθρώπων, κατὰ τὸ ὅμοιον οἰήσεται τὸν θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακὼβ μηδενὸς εἶναι θεὸν τῶν τριῶν μόνων τούτων πατέρων. ἔστι δέ γε καὶ Ἠλίου θεός, καί, ὥς φησιν Ἰουδίθ, τοῦ πατρὸς αὐτῆς Συμεών, καὶ θεὸς τῶν Ἑβραίων. διόπερ κατὰ τὸ ὅμοιον εἰ μηδὲν κωλύει εἶναι αὐτὸν καὶ ἑτέρων θεόν, οὐδὲν κωλύει εἶναι τὸ φῶς τῶν ἀνθρώπων καὶ ἑτέρων παρὰ τοὺς ἀνθρώπους φῶς.

2.23

2.23.144ἄλλος δέ τις προσχρησάμενος τῷ ποιήσωμεν ἄνθρωπον κατ’εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν , πᾶν τὸ κατ’εἰκόνα καὶ ὁμοίωσιν γενόμενον θεοῦ ἄνθρωπον εἶναι φήσει, μυρίοις χρώμενος εἰς τοῦτο παραδείγμασιν, ὅτι οὐδὲν διαφέρει τῇ γραφῇ ἄνθρωπον ἄγγελον φάναι · ἐπὶ γὰρ τοῦ αὐτοῦ ὑποκειμένου κεῖται ἄγγελος καὶ ἄνθρωπος προσηγορία, ὥσπερ ἐπὶ τῶν ξενισθέντων παρὰ τῷ Ἀβραὰμ τριῶν καὶ γενομένων ἐν Σοδόμοις δύο καὶ ἐν ὅλῳ τῷ εἱρμῷ τῆς γραφῆς ὁτὲ μὲν ἄνδρες ὁτὲ δὲ ἄγγελοι εἶναι λέγονται.

2.23.145πλὴν τοῦτο νομίζων ἐρεῖ, ὅτι, ὥσπερ παρὰ τοῖς ὁμολογουμένοις ἀνθρώποις εἰσὶν ἄγγελοι, ὡς Ζαχαρίας λέγων · ἄγγελος θεοῦ, ἐγὼ μεθ’ὑμῶν εἰμι, λέγει κύριος παντοκράτωρ καὶ Ἰωάννης, περὶ οὗ γέγραπται · ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου , οὕτως καὶ οἱ τοῦ θεοῦ ἄγγελοι παρὰ τὸ ἔργον τοῦτο χρηματίζουσι καὶ οὐ παρὰ τὴν φύσιν ἄνδρες κληθέντες.

2.23.146καὶ ἔτι μᾶλλον παραμυθήσεται, ὅτι ἐπὶ τῶν κρειττόνων δυνάμεων τὰ ὀνόματα οὐχὶ φύσεων ζῴων ἐστὶν ὀνόματα ἀλλὰ τάξεων, ὧν ἥδε τις καὶ ἥδε λογικὴ φύσις τέτευχεν ἀπὸ θεοῦ. θρόνος γὰρ οὐκ εἶδος ζῴου οὐ δὲ ἀρχὴ οὐ δὲ κυριότης οὐ δὲ ἐξουσία, ἀλλὰ ὀνόματα πραγμάτων, ἐφ’ὧν ἐτάχθησαν οἱ οὕτως προσαγορευόμενοι, ὧν τὸ ὑποκείμενον οὐκ ἄλλο τί ἐστιν ἄνθρωπος, καὶ τῷ ὑποκειμένῳ συμβέβηκε τὸ θρόνῳ εἶναι κυριότητι ἀρχῇ ἐξουσίᾳ.

2.23.147καὶ ἐν τῷ Ἰησοῦ δὲ τῷ τοῦ Ναυῆ κεῖται τὸ ὤφθη τῷ Ἰησοῦ ἄνθρωπος ἐν Ἱεριχῶ , ὅς φησιν ·Ἐγὼ ἀρχιστράτηγος δυνάμεως κυρίου νυνὶ παραγέγονα .

2.23.148κατὰ τοῦτο οὖν ὡς ἴσον δυνάμενον ἐκλήψεται τὸ φῶς τῶν ἀνθρώπων καὶ φῶς παντὸς λογικοῦ, παντὸς λογικοῦ τῷ κατ’εἰκόνα καὶ ὁμοίωσιν εἶναι θεοῦ ἀνθρώπου τυγχάνοντος. τὸ αὐτὸ μέντοι γέ ἐστι τριχῶς ὀνομαζόμενον · φῶς τῶν ἀνθρώπων καὶ ἁπαξαπλῶς φῶς καὶ φῶς ἀληθινόν · φῶς μὲν οὖν ἀνθρώπων, ἤτοι, ὡς προαποδέδεικται, οὐδενὸς κωλύοντος τὸ ἐκλαμβάνειν καὶ ἑτέρων παρὰ τὸν ἄνθρωπον εἶναι τὸ φῶς φῶς, πάντων τῶν λογικῶν διὰ τὸ κατ’εἰκόνα θεοῦ γεγονέναι ἀνθρώπων καλουμένων.

2.23.149ἐπεὶ δὲ φῶς ἁπαξαπλῶς ἐνταῦθα μὲν σωτήρ, ἐν δὲ τῇ καθολικῇ τοῦ αὐτοῦ Ἰωάννου ἐπιστολῇ λέγεται θεὸς εἶναι φῶς, μέν τις οἴεται καὶ ἐντεῦθεν κατασκευάζεσθαι τῇ οὐσίᾳ μὴ διεστηκέναι τοῦ υἱοῦ τὸν πατέρα · δέ τις ἀκριβέστερον τηρήσας, καὶ ὑγιέστερον λέγων, φήσει οὐ ταὐτὸν εἶναι τὸ φαῖνον ἐν τῇ σκοτίᾳ φῶς καὶ μὴ καταλαμβανόμενον ὑπ’αὐτῆς, καὶ τὸ φῶς ἐν οὐδαμῶς ἐστι σκοτία.

2.23.150τὸ μὲν γὰρ φαῖνον ἐν τῇ σκοτίᾳ φῶς οἱονεὶ ἐπέρχεται τῇ σκοτίᾳ, καὶ διωκόμενον ὑπ’αὐτῆς καί, ἵν’οὕτως εἴπω, ἐπιβουλευόμενον οὐ καταλαμβάνεται · τὸ δὲ φῶς, ἐν οὐδεμία ἐστὶ σκοτία, οὔτε φαίνει ἐν τῇ σκοτίᾳ οὔτε τὴν ἀρχὴν διώκεται ὑπ’αὐτῆς, ἵνα καὶ ὡς νικῶν ἀναγράφηται τῷ μὴ καταλαμβάνεσθαι ὑπ’αὐτῆς διωκούσης.

2.23.151τρίτον ἦν τὸ λεγόμενον τοῦτο τὸ φῶς φῶς ἀληθινόν · δὲ λόγῳ πατὴρ τῆς ἀληθείας θεὸς πλείων ἐστὶ καὶ μείζων ἀλήθεια καὶ πατὴρ ὢν σοφίας κρείττων ἐστὶ καὶ διαφέρων σοφία, τούτῳ ὑπερέχει τοῦ εἶναι φῶς ἀληθινόν .

2.23.152παραστατικώτερον δὲ δύο φῶτα τὸν πατέρα καὶ τὸν υἱὸν ἀπὸ τοῦ Δαβὶδ τυγχάνειν διὰ τούτων εἰσόμεθα, ὅσγε φησὶν ἐν τριακοστῷ πέμπτῳ ψαλμῷ · ἐν φωτί σου ὀψόμεθα φῶς . τοῦτο δὲ αὐτὸ τὸ φῶς τῶν ἀνθρώπων, τὸ ἐν τῇ σκοτίᾳ φαῖνον, τὸ ἀληθινὸν φῶς, ἐν τοῖς ἑξῆς τοῦ εὐαγγελίου φῶς τοῦ κόσμου ἀναγορεύεται, φάσκοντος Ἰησοῦ · ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου .

2.23.153μη δὲ τοῦτο δὴ ἀπαρασήμαντον ἐάσωμεν, ὅτι ἐνδεχομένου γεγράφθαι · γέγονεν ἐν αὐτῷ φῶς ἦν τῶν ἀνθρώπων, καὶ τὸ φῶς τῶν ἀνθρώπων ζωὴ ἦν , τὸ ἀνάπαλιν πεποίηκε · προτάσσει γὰρ τὴν ζωὴν τοῦ τῶν ἀνθρώπων φωτός, εἰ καὶ ταὐτόν ἐστι ζωὴ καὶ ἀνθρώπων φῶς , τῷ προαπαντᾶν ἡμῖν ἐπὶ τῶν μετεχόντων τῆς ζωῆς, τυγχανούσης καὶ φωτὸς ἀνθρώπων, τὸ ζῆν αὐτοὺς τὴν προειρημένην θείαν ζωὴν παρὰ τὸ πεφωτίσθαι · ὑποκεῖσθαι γὰρ δεῖ τὸ ζῆν, ἵν’ ζῶν πεφωτισμένος γένηται · οὐκ ἦν δὲ ἀκόλουθον πεφωτίσθαι τὸν μηδέπω ζῆν νενοημένον καὶ ἐπιγίνεσθαι τῷ πεφωτίσθαι τὸ ζῆν.

2.23.154εἰ γὰρ καὶ ταὐτόν ἐστιν ζωὴ καὶ τὸ φῶς τῶν ἀνθρώπων, ἀλλ’αἵ γε ἐπίνοιαι καθ’ἕτερον καὶ ἕτερον λαμβάνονται. τοῦτο δὴ τὸ φῶς τῶν ἀνθρώπων καὶ φῶς ἐθνῶν παρὰ τῷ προφήτῃ Ἡσαΐᾳ λέγεται κατὰ τὸ ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν · καὶ τούτῳ τῷ φωτὶ πεποιθὼς Δαβίδ φησιν ἐν εἰκοστῷ ἕκτῳ ψαλμῷ · κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι ;

2.24

2.24.155πρὸς δὲ τοὺς τὴν περὶ αἰώνων ἀναπλάσαντας ἐν συζυγίαις μυθολογίαν καὶ οἰομένους ὑπὸ νοῦ καὶ ἀληθείας προβεβλῆσθαι λόγον καὶ ζωὴν οὐκ ἀπίθανον καὶ ταῦτα ἀπορῆσαι. πῶς γὰρ κατ’αὐτοὺς σύζυγος τοῦ λόγου ζωὴ τὸ γεγονέναι ἐν τῷ συζύγῳ λαμβάνει; γέγονε, γάρ φησιν, ἐν αὐτῷ δηλονότι τῷ προειρημένῳ λόγῳ ζωὴ ἦν . λεγέτωσαν οὖν ἡμῖν, πῶς σύζυγος τοῦ λόγου ζωὴ γέγονεν ἐν τῷ λόγῳ, καὶ πῶς μᾶλλον τοῦ λόγου ζωὴ φῶς ἐστι τῶν ἀνθρώπων.

2.24.156εἰκὸς δὲ τοὺς εὐγνωμονεστέρους ἐν ταῖς ζητήσεσιν ἀνατρεπομένους, πληγέντας ὑπὸ τοῦ ἐπαπορήματος, ἀντερωτήσειν ἡμᾶς, καὶ αὐτοὺς θλιβομένους, ἐὰν μὴ εὕρωμεν αἰτίαν, δι’ἣν οὐχὶ λόγος εἴρηται τὸ φῶς τῶν ἀνθρώπων, ἀλλ’ γενομένη ἐν τῷ λόγῳ ζωή. πρὸς οὓς τοιαῦτα ἀποκρινούμεθα, ὅτι ζωὴ ἐνταῦθα οὐχ κοινὴ λογικῶν καὶ ἀλόγων λέγεται, ἀλλ’ ἐπιγινομένη τῷ ἐν ἡμῖν συμπληρουμένῳ λόγῳ, τῆς μετοχῆς ἀπὸ τοῦ πρώτου λαμβανομένης λόγου · καὶ κατὰ μὲν τὸ ἀποστραφῆναι τὴν δοκοῦσαν ζωήν, οὐκ οὖσαν δὲ ἀληθῶς, καὶ ποθεῖν χωρῆσαι τὴν ἀληθῶς ζωὴν πρῶτον κοινωνοῦμεν αὐτῇ, ἥτις γενομένη ἐν ἡμῖν καὶ φωτὸς γνώσεως ὑπόστασις γίνεται.

2.24.157καὶ τάχα αὕτη ζωὴ παρ’οἷς μὲν δυνάμει καὶ οὐκ ἐνεργείᾳ φῶς ἐστι, τοῖς τὰ τῆς γνώσεως ἐξετάζειν μή φιλοτιμουμένοις, παρ’ἑτέροις δὲ καὶ ἐνεργείᾳ γινομένη φῶς · δῆλον δὲ ὅτι παρ’οἷς κατορθοῦται τὸ ὑπὸ τοῦ Παύλου προστεταγμένον ζηλοῦτε τὰ χαρίσματα τὰ κρείττονα · μεῖζον δὲ τῶν χαρισμάτων τὸ καὶ πάντων προτεταγμένον, ὅπερ ἐστὶ λόγος σοφίας, καὶ τούτῳ ἕπεται λόγος γνώσεως. περὶ δὲ τῆς διαφορᾶς αὐτῶν, παρακειμένων ἀλλήλοις τῶν σημαινομένων σοφίας καὶ γνώσεως, οὐ τοῦ παρόντος ἐστὶν εἰπεῖν καιροῦ.

2.25

2.25.158ἔτι περὶ τοῦ τῶν ἀνθρώπων, ἐπεὶ προτέτακται, ζητοῦμεν φωτός, οἶμαι δ’ὅτι καὶ τοῦ ἐναντίου, καλουμένου σκοτίας , ἂν δὲ οὕτω δοκιμασθείσης, τῶν ἀνθρώπων φημί ὅτι τάχα γενικόν ἐστι τὸ φῶς τῶν ἀνθρώπων δύο ἰδικῶν πραγμάτων, ὁμοίως δὲ καὶ σκοτία αὐτῶν. ἔστι γὰρ τὸν τὸ φῶς τῶν ἀνθρώπων κεκτημένον καὶ κοινωνοῦντα τῶν αὐγῶν αὐτοῦ ἔργα φωτὸς ἐπιτελεῖν καὶ γινώσκειν φωτιζόμενον φῶς γνώσεως. τὸ δὲ ἀνάλογον καὶ ἐκ τῶν ἐναντίων νοητέον, τῶντε μοχθηρῶν πράξεων καὶ τῆς νομιζομένης γνώσεως, οὐκ οὔσης κατὰ ἀλήθειαν, τὸν λόγον τῆς σκοτίας ἐχόντων.

2.25.159καὶ ὅτι μὲν τὰ προστάγματα φῶς ἱερὸς οἶδε λόγος, φησὶν γὰρ Ἡσαΐας · διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς καὶ Δαβὶδ ἐν ιηʹ ψαλμῷ · ἐντολὴ κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς . ὅτι δὲ φῶς παρὰ τὰ προστάγματα καὶ τὰς ἐντολὰς ἐστί τι γνώσεως, παρά τινι τῶν δώδεκα εὕρομεν · σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, φωτίσατε ἑαυτοῖς φῶς γνώσεως .

2.25.160ὡς γὰρ ὄντος καὶ ἑτέρου φωτὸς παρὰ τὰς ἐντολὰς τῆς γνώσεως λέγεται τὸ φωτίσατε ἑαυτοῖς φῶς , οὐχ ἁπλῶς φῶς ἀλλὰ ποιὸν φῶς, ὅτι τὸ τῆς γνώσεως · εἰ γὰρ πᾶν φῶς, φωτίζει ἄνθρωπος ἑαυτῷ, φῶς γνώσεως ἦν, μάτην ἂν προσέκειτο τὸ φωτίσατε ἑαυτοῖς φῶς γνώσεως . πάλιν ὅτι σκοτία ἐπὶ τῶν μοχθηρῶν ἔργων παραλαμβάνεται, διδάσκει αὐτὸς ἐν τῇ ἐπιστολῇ Ἰωάννης φάσκων, ὅτι ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ’αὐτοῦ, καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν καὶ πάλιν · λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὑτοῦ μισῶν, ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι καὶ ἔτι · δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶ καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ καὶ οὐκ οἶδε ποῦ ὑπάγει, ὅτι σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ .

2.25.161τὸ γὰρ ἐν τῷ σκότῳ περιπατεῖν ἐμφαίνει τὴν ψεκτὴν πρᾶξιν · καὶ τὸ μισεῖν δὲ τὸν ἀδελφὸν αὑτοῦ οὐ τῆς κυρίως καλουμένης γνώσεώς ἐστιν ἀπόπτωμα; ὅτι δὲ καὶ ἀγνοῶν τὰ θεῖα κατ’αὐτὸ τὸ ἀγνοεῖν ἐν σκότῳ διαπορεύεται, φησὶν Δαβίδ · οὐκ ἔγνωσαν οὐ δὲ συνῆκαν, ἐν σκότει διαπορεύονται .

2.25.162ἐπίστησον δὲ τῷ θεὸς φῶς ἐστι καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία , εἰ μὴ διὰ τοῦτο λέγεται τῷ εἶναι μὴ μίαν σκοτίαν, ἀλλ’ἤτοι διὰ τὸ γενικὸν δύο, καὶ διὰ τὸ καθ’ἕκαστον τῶν ἰδικῶν πολλὰς εἶναι πράξεις μοχθηρὰς καὶ πολλὰ δόγματα ψευδῆ πολλαί εἰσι σκοτίαι, ὧν οὐδεμία ἐν τῷ θεῷ ἐστιν · οὐκ ἂν λεχθέντος ἐπὶ τοῦ ἁγίου, φησιν σωτὴρ τὸ ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου , ὅτι φῶς ἐστιν τοῦ κόσμου ἅγιος, καὶ σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμία .

2.26

2.26.163ζητήσει δέ τις, εἰ ἐπὶ τοῦ πατρὸς τέτακται τὸ σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμία , πῶς τὸ ἐξαίρετον ἐροῦμεν εἶναι ἐν αὐτῷ, πάντη ἀναμάρτητον καὶ τὸν σωτῆρα νοοῦντες, ὥστε καὶ περὶ αὐτοῦ ἂν εἰπεῖν, ὅτι φῶς ἐστι καὶ σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμία . ἀπὸ μέρους μὲν οὖν ἐν τοῖς ἀνωτέρω τὴν διαφορὰν παρεστήσαμεν · τολμηρότερον δὲ ἔτι ἐκείνοις καὶ νῦν προσθήσομεν, ὅτι εἰ τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε , τὸν Χριστόν, οὐκ ἂν δύναιτο λέγεσθαι περὶ αὐτοῦ · σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία . κἂν γὰρ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας κατακρίνας τυγχάνῃ Ἰησοῦς τὴν ἁμαρτίαν τῷ τὸ ὁμοίωμα τῆς σαρκὸς τῆς ἁμαρτίας ἀνειληφέναι, οὐκέτι ἕξει πάντη ὑγιῶς τὰ λεγόμενα περὶ αὐτοῦ ὅτι σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία .

2.26.164προσθήσομεν δ’ὅτι αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε καὶ τὰς νόσους ἐβάστασε , καὶ ἀσθενείας τὰς τῆς ψυχῆς καὶ νόσους τὰς τοῦ κρυπτοῦ τῆς καρδίας ἡμῶν ἀνθρώπου · δι’ἃς ἀσθενείας καὶ νόσους, βαστάσας αὐτὰς ἀφ’ἡμῶν, περίλυπον ἔχειν τὴν ψυχὴν ὁμολογεῖ καὶ τεταραγμένην καὶ ῥυπαρὰ ἱμάτια ἐνδεδύσθαι παρὰ τῷ Ζαχαρίᾳ ἀναγέγραπται · ἅπερ, ὅτε ἐκδύεσθαι ἔμελλε, λέγεται εἶναι ἁμαρτήματα. ἐπιφέρει γοῦν ἐκεῖ · ἰδοὺ ἀφῄρηκα τὰς ἁμαρτίας σου .

2.26.165διὰ γὰρ τὸ ἀναλαβεῖν αὐτὸν τὰ τοῦ λαοῦ τῶν πιστευόντων εἰς αὐτὸν ἁμαρτήματα πολλαχοῦ φησι · μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου καὶ σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν .

2.26.166μηδεὶς δ’ἡμᾶς ὑπολαμβανέτω ταῦτα λέγειν ἀσεβοῦντας εἰς τὸν Χριστὸν τοῦ θεοῦ · γὰρ λόγῳ πατὴρ μόνος ἔχει ἀθανασίαν , τοῦ κυρίου ἡμῶν διὰ φιλανθρωπίαν θάνατον τὸν ὑπὲρ ἡμῶν ἀνειληφότος, τούτῳ πατὴρ ἔχει μόνος τὸ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία , τοῦ Χριστοῦ διὰ τὴν πρὸς ἀνθρώπους εὐεργεσίαν ἐφ’αὑτὸν τὰς ἡμῶν σκοτίας ἀναδεδεγμένου, ἵνα τῇ δυνάμει αὐτοῦ καταργήσῃ ἡμῶν τὸν θάνατον καὶ ἐξαφανίσῃ τὸ ἐν τῇ ψυχῇ ἡμῶν σκότος, ἵνα πληρωθῇ τὸ παρὰ τῷ Ἡσαΐᾳ · λαὸς καθήμενος ἐν σκοτίᾳ φῶς εἶδε μέγα .

2.26.167τοῦτο δὴ τὸ φῶς, γέγονεν ἐν τῷ λόγῳ, τυγχάνον καὶ ζωή, φαίνει ἐν τῇ σκοτίᾳ τῶν ψυχῶν ἡμῶν καὶ ἐπιδεδήμηκεν ὅπου οἱ κοσμοκράτορες τοῦ σκότους τούτου, οἵτινες διὰ τοῦ παλαίειν τῷ τῶν ἀνθρώπων γένει τῷ σκότῳ ὑπάγειν ἀγωνίζονται τοὺς μὴ παντὶ τρόπῳ ἱσταμένους ὑπὲρ τοῦ αὐτοὺς πεφωτισμένους φωτὸς χρηματίσαι υἱούς . καὶ φαῖνον ἐν τῇ σκοτίᾳ τοῦτο τὸ φῶς διώκεται μὲν ὑπ’αὐτῆς, οὐ καταλαμβάνεται δέ.

2.27

2.27.168ἐὰν δέ τις νομίσῃ τὸ μὴ γεγραμμένον ἡμᾶς προστιθέναι, τὸ διώκεσθαι τὸ φῶς ὑπὸ τῆς σκοτίας, ἀκουέτω, ὅτι τὸ σκοτία αὐτὸ οὐ κατέλαβε , μηδαμοῦ τῆς σκοτίας διωξάσης τὸ φῶς, μάτην λέγεται. ὡς δὲ ἔχουσι νοῦν ἐκδέξασθαι δυνάμενον ἀκολούθως τοῖς γεγραμμένοις τὰ νομιζόμενα παραλελεῖφθαι ἔγραψεν Ἰωάννης τὸ σκοτία αὐτὸ οὐ κατέλαβεν · εἰ γὰρ οὐ κατέλαβε , διώξασα οὐ κατέλαβε .

2.27.169καὶ ὅτι ἐδίωξεν σκοτία τὸ φῶς, δῆλον ἔκτε ὧν πέπονθεν σωτὴρ καὶ οἱ παραδεξάμενοι αὐτοῦ τὰ μαθήματα, τὰ ἴδια τέκνα, τῆς σκοτίας ἐνεργούσης κατὰ τῶν υἱῶν τοῦ φωτὸς καὶ βουληθείσης ἀποδιῶξαι ἀπὸ τῶν ἀνθρώπων τὸ φῶς. ἀλλ’ἐπεί, ἐὰν θεὸς ὑπὲρ ἡμῶν , οὐδείς, κἂν βούληται, δυνήσεται καθ’ἡμῶν , ὅσῳ ἑαυτοὺς ἐταπείνουν, τοσούτῳ πλείους ἐγίνοντο καὶ κατίσχυον σφόδρα σφόδρα .

2.27.170διχῶς δὲ σκοτία τὸ φῶς οὐ κατείληφεν, σφόδρα αὐτοῦ ἀπολειπομένη καὶ διὰ τὴν ἰδίαν βραδυτῆτα τῇ ὀξύτητι τοῦ δρόμου τοῦ φωτὸς οὐ δὲ κατὰ τὸ ποσὸν παρακολουθῆσαι δυναμένη, εἴ που ἐνεδρεῦσαι βεβούληται τὸ φῶς τὴν σκοτίαν καὶ κατ’οἰκονομίαν παρέμεινεν ἐπερχομένην αὐτήν, ἐγγίσασα σκοτία τοῦ φωτὸς ἠφανίζετο. πλὴν ἑκατέρως σκοτία οὐ κατέλαβε τὸ φῶς.

2.28

2.28.171ἀναγκαῖον δὲ ἐν τούτοις ἡμᾶς γενομένους ἐπισημειώσασθαι ὅτι οὐ πάντως, εἴ που ὀνομάζεται σκότος , ἐπὶ τοῦ χείρονος λαμβάνεται, ἔσθ’ὅτε δὲ καὶ ἐπὶ τοῦ κρείττονος ἀναγέγραπται · ὅπερ οἱ ἑτερόδοξοι μὴ διαστειλάμενοι δυσφημότατα περὶ τοῦ δημιουργοῦ δόγματα παραδεξάμενοι ἀπέστησαν αὐτοῦ, ἀναπλάσμασιν μύθων ἑαυτοὺς ἐπιδεδωκότες. πῶς οὖν καὶ πότε καὶ ἐπὶ τοῦ κρείττονος τὸ ὄνομα τοῦ σκότους παραλαμβάνεται, παραδεικτέον ἤδη.

2.28.172 σκότος, γνόφος, θύελλα ἐν τῇ Ἐξόδῳ περὶ τὸν θεὸν εἶναι λέγεται καὶ ἐν τῷ ιζʹ ψαλμῷ · θεὸς ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ σκηνὴ αὐτοῦ, σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων . ἐὰν γάρ τις κατανοήσῃ τὸ πλῆθος τῶν περὶ θεοῦ θεωρημάτων καὶ γνώσεως ἄληπτον τυγχάνον ἀνθρωπίνῃ φύσει, τάχα δὲ καὶ ἑτέροις παρὰ Χριστὸν καὶ τὸ ἅγιον πνεῦμα γενητοῖς, εἴσεται πῶς περὶ τὸν θεόν ἐστι σκότος, κατὰ τὸ ἀγνοεῖσθαι τὸν κατ’ἀξίαν περὶ αὐτοῦ πλούσιον λόγον · ἐν σκότῳ ἔθετο αὐτοῦ τὴν ἀποκρυφήν τῷ τὰ περὶ αὐτοῦ ἀγνοεῖσθαι ἀχώρητα ὄντα τοῦτο πεποιηκώς.

2.28.173ἐὰν δέ τις ταῖς τοιαύταις προσκόπτῃ ἐκδοχαῖς, προαγέσθω ἀπότε τῶν σκοτεινῶν λόγων καὶ τῶν διδομένων ὑπὸ θεοῦ Χριστῷ θησαυρῶν σκοτεινῶν, ἀποκρύφων, ἀοράτων · οὐκ ἄλλο γάρ τι ἡγοῦμαι εἶναι τοὺς σκοτεινοὺς θησαυροὺς ἐν Χριστῷ ἀποκαλυπτομένους τὸ σκότος ἔθετο θεὸς ἀποκρυφὴν ἑαυτοῦ ἅγιος νοήσει παραβολὴν καὶ σκοτεινὸν λόγον . ἐπίσκεψαι δὲ εἰ διὰ τοῦτό φησιν σωτὴρ τοῖς μαθηταῖς · ἀνθ’ὧν ὅσα ἠκούσατε ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτί .

2.28.174τὰ γὰρ ἐν ἀπορρήτῳ καὶ μὴ ἐπηκόῳ πολλῶν δύσγνωστα καὶ ἀσαφῆ αὐτοῖς παραδεδομένα μυστήρια προστάσσει αὐτούς, φωτιζομένους καὶ διὰ τοῦτο λεγομένους εἶναι ἐν φωτί, ἀπαγγέλλειν παντὶ τῷ γινομένῳ φωτί. παραδοξότερον δ’ἂν ἐπὶ τοῦ ἐπαινουμένου σκότους εἴποιμι, ὅτι τοῦτο σπεύδει ἐπὶ τὸ φῶς καὶ καταλαμβάνει αὐτὸ καὶ γίνεταί ποτε, διὰ τὸ ἀγνοεῖσθαι σκότος, τῷ μὴ ὁρῶντι τὴν δύναμιν αὐτοῦ οὕτω μεταβάλλον, ὥστε τὸν μεμαθηκότα ἀποφαίνεσθαι γεγονέναι φῶς τὸ γνωσθέν ποτε ὑπάρχον αὐτῷ σκότος.

2.29

2.29.175ἀκριβέστερόν τις ἀκούων τοῦ ἀπεσταλμένος , ἐπειδὴ ἀπεσταλμένος ποθέν που ἀποστέλλεται, ζητήσει πόθεν Ἰωάννης ἀπεστάλη καὶ ποῦ. σαφοῦς δ’ὄντος τοῦ ποῦ , κατὰ μὲν τὴν ἱστορίαν ὅτι πρὸς τὸν Ἰσραὴλ καὶ τοὺς βουλομένους αὐτοῦ ἀκούειν ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας διατρίβοντος καὶ παρὰ τῷ Ἰορδάνῃ ποταμῷ βαπτίζοντος, κατὰ δὲ βαθύτερον λόγον, ὅτι εἰς τὸν κόσμον κόσμου λαμβανομένου τοῦ περιγείου τόπου, ἔνθα εἰσὶν οἱ ἄνθρωποι, ἐξετάσει, πῶς δεῖ λαμβάνειν τὸ πόθεν . ἐπὶ πλεῖον δὲ βασανίζων τὴν λέξιν, τάχα καὶ ἀποφαίνεται, ὅτι ὥσπερ ἐπὶ τοῦ Ἀδὰμ γέγραπται ·

2.29.176 καὶ ἐξαπέστειλεν αὐτὸν κύριος θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη , οὕτω καὶ Ἰωάννης ἀπεστάλη, ἤτοι ἐξ οὐρανοῦ ἐκ τοῦ παραδείσου ὅθεν δήποτε ἑτέρωθεν παρὰ τὸν ἐπὶ γῆς τοῦτον τόπον, καὶ ἀπεστάλη, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός .

2.29.177ἔχει δὲ ἀνθυποφορὰν οὐκ εὐκαταφρόνητον λόγος, ἐπεὶ καὶ παρὰ Ἡσαΐᾳ γέγραπται · τίνα ἀποστείλω καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον ; ὅτε ἀποκρινόμενος προφήτης φησίν · ἰδοὺ εἰμὶ ἐγώ, ἀπόστειλόν με .

2.29.178ἐρεῖ γὰρ ἐνιστάμενος τῇ βαθυτέρᾳ ἐμφαινομένῃ ὑπονοίᾳ, ὅτι ὥσπερ Ἡσαΐας ἀπεστάλη, οὐχὶ ἀφ’ἑτέρου τόπου παρὰ τὸν κόσμον τοῦτον, ἀλλὰ μετὰ τὸ ἑωρακέναι τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου πρὸς τὸν λαόν, ἵνα εἴπῃ · ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ τὰ ἑξῆς, οὕτω καὶ Ἰωάννης, σιωπωμένης τῆς ἀρχῆς τῆς ἀποστολῆς ἀναλογίαν ἐχούσης πρὸς τὴν ἀποστολὴν τοῦ Ἡσαΐου, ἀποστέλλεται βαπτίζειν καὶ ἑτοιμάζειν κυρίῳ λαὸν κατεσκευασμένον καὶ μαρτυρεῖν περὶ τοῦ φωτός .

2.29.179τούτων δ’οὕτως λεχθέντων ἂν πρὸς τὸν πρῶτον λόγον, λύσεις τοιαῦται προσάγονται συγκατάθεσιν ἐπισπώμεναι πρὸς τὸ περὶ Ἰωάννου βαθύτερον ὑπονοούμενον · αὐτόθεν μὲν ἐπιφέρεται · οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός · εἰ γὰρ ἦλθε, ποθὲν ἦλθε. καὶ λεκτέον πρὸς τὸν δυσπαραδεκτοῦντα τὸ ἐν τοῖς ἑξῆς ὑπὸ Ἰωάννου λεγόμενον ἐπὶ τοῦ ἑωρακέναι τὸ πνεῦμα τὸ ἅγιον ὡς περιστερὰν κατερχόμενον ἐπὶ τὸν σωτῆρα φησὶ γάρ · πέμψας με βαπτίζειν ἐν τῷ ὕδατι ἐκεῖνός μοι εἶπεν · ἐφ’ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’αὐτόν, οὗτός ἐστιν βαπτίζων ἐν πνεύματι ἁγίῳ καὶ πυρί . πότε γὰρ πέμψας τοῦτ’ἐνετείλατο; ἀλλ’εἰκὸς ἀποκρίνεσθαι πρὸς τὸ πύσμα τοῦτο ὅτι, ὅτε δήποτε ἔπεμπεν ἐπὶ τὸ ἄρξασθαι βαπτίζειν, τότε τοῦτον τὸν λόγον εἶπεν χρηματίζων πρὸς αὐτόν.

2.30

2.30.180ἔτι δὲ πληκτικώτερον πρὸς τὸ ἑτέρωθέν ποθεν ἀπεστάλθαι τὸν Ἰωάννην ἐνσωματούμενον ὑπόθεσιν οὐκ ἄλλην τῆς εἰς τὸν βίον ἐπιδημίας ἔχοντα τὴν περὶ τοῦ φωτὸς μαρτυρίαν, τὸ πνεύματος ἁγίου πλησθῆναι ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, λεγόμενον ὑπὸ Γαβριὴλ εὐαγγελιζομένου τῷ μὲν Ζαχαρίᾳ τὴν Ἰωάννου γένεσιν τῇ δὲ Μαριὰμ τὴν τοῦ σωτῆρος ἡμῶν ἐν ἀνθρώποις ἐπιδημίαν, καὶ τὸ ἰδοὺ γὰρ ὡς ἐγένετο φωνὴ τοῦ ἀσπασμοῦ εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου .

2.30.181τῷ γὰρ τηροῦντι τὸ μηδὲν ἀδίκως μη δὲ κατὰ συντυχίαν ἀποκλήρωσιν ποιεῖν ἀναγκαῖον παραδέξασθαι πρεσβυτέραν οὖσαν τὴν Ἰωάννου ψυχὴν τοῦ σώματος καὶ πρότερον ὑφεστῶσαν πεπέμφθαι ἐπὶ διακονίαν τῆς περὶ τοῦ φωτὸς μαρτυρίας. πρὸς τούτοις δὲ οὐ καταφρονητέον καὶ τοῦ αὐτός ἐστιν Ἠλίας μέλλων ἔρχεσθαι .

2.30.182ἐὰν δὲ κρατῇ καθόλου περὶ ψυχῆς λόγος ὡς οὐ συνεσπαρμένης τῷ σώματι ἀλλὰ πρὸ αὐτοῦ τυγχανούσης καὶ διὰ ποικίλας αἰτίας ἐνδουμένης σαρκὶ καὶ αἵματι, τὸ ἀπεσταλμένος ὑπὸ θεοῦ οὐκέτι δόξει ἐξαίρετον εἶναι περὶ Ἰωάννου λεγόμενον. γοῦν πάντων κάκιστος, ἄνθρωπος τῆς ἁμαρτίας υἱὸς τῆς ἀπωλείας , λέγεται παρὰ τῷ Παύλῳ πέμπεσθαι ὑπὸ τοῦ θεοῦ · διὰ τοῦτο, γάρ φησι, πέμπει αὐτοῖς θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ’εὐδοκήσαντες τῇ ἀδικίᾳ .

2.30.183τὸ δὲ ζητηθὲν ὅρα εἰ οὕτως λῦσαι δυνησόμεθα, ὅτι ὥσπερ ἁπλούστερον πᾶς ἄνθρωπος τῷ ὑπὸ θεοῦ ἐκτίσθαι ἄνθρωπός ἐστι θεοῦ, ἀλλ’οὐ χρηματίζει πᾶς ἄνθρωπος θεοῦ , μόνος θεῷ ἀνακείμενος ὃν τρόπον Ἠλίας καὶ οἱ ἐν ταῖς γραφαῖς ἀναγεγραμμένοι ἄνθρωποι θεοῦ , οὕτως δύναται κατὰ μὲν τὸ κοινότερον πᾶς ἄνθρωπος ἀπεστάλθαι ἀπὸ θεοῦ, κυρίως δὲ λέγεσθαι ἀπεστάλθαι ὑπὸ θεοῦ οὐκ ἄλλος ἐπὶ διακονίᾳ θείᾳ καὶ λειτουργίᾳ σωτηρίας γένους ἀνθρώπων ἐπιδημῶν τῷ βίῳ.

2.30.184οὐχ εὕρομεν γοῦν τὸ ἀποστέλλεσθαι ἀπὸ θεοῦ ἐπ’ἄλλου του τῶν ἁγίων κείμενον · ἐπὶ μὲν τοῦ Ἡσαΐου, ὡς προπαρεθέμεθα · ἐπὶ δὲ τοῦ Ἱερεμίου · πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε πορεύσῃ , ἐπὶ δὲ τοῦ Ἰεζεκιήλ · ἰδοὺ ἐγὼ ἀποστέλλω σε πρὸς ἔθνη τὰ ἀφεστηκότα καὶ ἀποστήσαντά μοι .

2.30.185δόξει δὲ οὐ πρὸς τὸ προκείμενον παρειλῆφθαι τὰ παραδείγματα ἀποστολῆς τῆς εἰς τὸν βίον ζητουμένης, ἀποστολὴν λέγοντα οὐ γυμνῶς τὴν ἔξωθεν τοῦ βίου ἐπὶ τὸν βίον. πλὴν καὶ οὕτως οὐκ ἀπίθανον μετάγειν τὸν λόγον ἐπὶ τὸ ζητηθέν, φάσκοντα ὅτι ὥσπερ μόνους τοὺς ἁγίους, ἐφ’ὧν παρεθέμεθα, ἀποστέλλειν λέγεται θεός, οὕτως καὶ ἐπὶ τῶν εἰς τὸν βίον ἀποστελλομένων ἐκδεκτέον.

2.31

2.31.186καὶ ἐπεὶ ἁπαξαπλῶς ἐν τῷ περὶ τοῦ Ἰωάννου ἐσμὲν λόγῳ, ζητοῦντες αὐτοῦ τὴν ἀποστολήν, οὐκ ἀκαίρως ὑπόνοιαν ἡμετέραν, ἣν περὶ αὐτοῦ ἔχομεν, προσθήσομεν. ἐπεὶ γὰρ ἀνέγνωμεν περὶ αὐτοῦ προφητείαν · ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου , ἐφίσταμεν μήποτε εἷς τῶν ἁγίων ἀγγέλων τυγχάνων ἐπὶ λειτουργίᾳ καταπέμπεται τοῦ σωτῆρος ἡμῶν πρόδρομος.

2.31.187καὶ οὐδὲν θαυμαστὸν τοῦ πρωτοτόκου πάσης κτίσεως ἐνσωματουμένου κατὰ φιλανθρωπίαν ζηλωτάς τινας καὶ μιμητὰς γεγονέναι Χριστοῦ, ἀγαπήσαντας τὸ διὰ τοῦ ὁμοίου αὐτοῦ σώματος ὑπηρετῆσαι τῇ εἰς ἀνθρώπους αὐτοῦ χρηστότητι. τίνα δ’οὐκ ἂν κινήσαι σκιρτῶν ἐν ἀγαλλιάσει ἔτι ἐν τῇ κοιλίᾳ τυγχάνων, ὡς τὴν κοινὴν τῶν ἀνθρώπων ὑπερπαίων φύσιν;

2.31.188εἰ δέ τις προσίεται καὶ τῶν παρ’Ἑβραίοις φερομένων ἀποκρύφων τὴν ἐπιγραφομένην Ἰωσὴφ προσευχήν , ἄντικρυς τοῦτο τὸ δόγμα καὶ σαφῶς εἰρημένον ἐκεῖθεν λήψεται, ὡς ἄρα οἱ ἀρχῆθεν ἐξαίρετόν τι ἐσχηκότες παρὰ ἀνθρώπους, πολλῷ κρείττους τυγχάνοντες τῶν λοιπῶν ψυχῶν, ἀπὸ τοῦ εἶναι ἄγγελοι ἐπὶ τὴν ἀνθρωπίνην καταβεβήκασι φύσιν.

2.31.189φησὶ γοῦν Ἰακώβ · γὰρ λαλῶν πρὸς ὑμᾶς ἐγὼ Ἰακὼβ καὶ Ἰσραὴλ ἄγγελος θεοῦ εἰμι ἐγὼ καὶ πνεῦμα ἀρχικόν, καὶ Ἀβραὰμ καὶ Ἰσαὰκ προεκτίσθησαν πρὸ παντὸς ἔργου · ἐγὼ δὲ Ἰακώβ, κληθεὶς ὑπὸ ἀνθρώπων Ἰακώβ, τὸ δὲ ὄνομά μου Ἰσραήλ, κληθεὶς ὑπὸ θεοῦ Ἰσραήλ, ἀνὴρ ὁρῶν θεόν, ὅτι ἐγὼ πρωτόγονος παντὸς ζῴου ζωουμένου ὑπὸ θεοῦ .

2.31.190καὶ ἐπιφέρει · ἐγὼ δὲ ὅτε ἠρχόμην ἀπὸ Μεσοποταμίας τῆς Συρίας, ἐξῆλθεν Οὐριὴλ ἄγγελος τοῦ θεοῦ, καὶ εἶπεν ὅτι κατέβην ἐπὶ τὴν γῆν καὶ κατεσκήνωσα ἐν ἀνθρώποις, καὶ ὅτι ἐκλήθην ὀνόματι Ἰακώβ · ἐζήλωσε καὶ ἐμαχέσατό μοι. καὶ ἐπάλαιε πρός με, λέγων προτερήσειν ἐπάνω τοῦ ὀνόματός μου τὸ ὄνομα αὐτοῦ καὶ τοῦ πρὸ παντὸς ἀγγέλου. καὶ εἶπα αὐτῷ τὸ ὄνομα αὐτοῦ καὶ πόσος ἐστὶν ἐν υἱοῖς θεοῦ · οὐχὶ σὺ Οὐριὴλ ὄγδοος ἐμοῦ, κἀγὼ Ἰσραὴλ ἀρχάγγελος δυνάμεως κυρίου καὶ ἀρχιχιλίαρχός εἰμι ἐν υἱοῖς θεοῦ; οὐχὶ ἐγὼ Ἰσραὴλ ἐν προσώπῳ θεοῦ λειτουργὸς πρῶτος, καὶ ἐπεκαλεσάμην ἐν ὀνόματι ἀσβέστῳ τὸν θεόν μου ;

2.31.191εἰκὸς γὰρ τούτων ἀληθῶς ὑπὸ τοῦ Ἰακὼβ λεγομένων καὶ διὰ τοῦτο ἀναγεγραμμένων, καὶ τὸ ἐν κοιλίᾳ ἐπτέρνισε τὸν ἀδελφὸν αὐτοῦ συνετῶς γεγονέναι. ἐπίστησον δὲ εἰ τὸ διαβόητον περὶ Ἰακὼβ καὶ Ἠσαῦ ζήτημα λύσιν ἔχει, ἐπεὶ μήπω γεννηθέντων μη δὲ πραξάντων τι ἀγαθὸν φαῦλον, ἵνα κατ’ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ, οὐκ ἐξ ἔργων ἀλλ’ἐκ τοῦ καλοῦντος, ἐρρέθη ὅτι μείζων δουλεύσει τῷ ἐλάσσονι, καθάπερ γέγραπται · τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα . τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο.

2.31.192οὐ κατατρεχόντων οὖν ἡμῶν ἐπὶ τὰ πρὸ τοῦ βίου τούτου ἔργα, πῶς ἀληθὲς τὸ μὴ εἶναι ἄδικον παρὰ θεῷ τοῦ μείζονος δουλεύοντος τῷ ἐλάττονι καὶ μισουμένου, πρὶν ποιῆσαι τὰ ἄξια τοῦ δουλεύειν καὶ τὰ ἄξια τοῦ μισεῖσθαι; ἐπὶ πλεῖον δὲ παρεξέβημεν παραλαβόντες τὸν περὶ Ἰακὼβ λόγον, καὶ μαρτυράμενοι ἡμῖν οὐκ εὐκαταφρόνητον γραφήν, ἵνα πιστικώτερος περὶ Ἰωάννου γένηται λόγος, κατασκευάζων αὐτόν, κατὰ τὴν τοῦ Ἡσαΐου φωνήν, ἄγγελον ὄντα ἐν σώματι γεγονέναι ὑπὲρ τοῦ μαρτυρῆσαι τῷ φωτί. καὶ ταῦτα μὲν περὶ Ἰωάννου τοῦ ἀνθρώπου.

2.32

2.32.193ἡγοῦμαι δὲ ὅτι ὥσπερ ἐν ἡμῖν φωνὴ καὶ λόγος διαφέρει, δυναμένης μέντοι γέ ποτε φωνῆς τῆς μηδὲν σημαινούσης προφέρεσθαι χωρὶς λόγου, οἵουτε δὲ ὄντος καὶ λόγου χωρὶς τῷ νῷ ἀπαγγέλλεσθαι φωνῆς, ὡς ἐπὰν ἐν ἑαυτοῖς διεξοδεύωμεν, οὕτω τοῦ σωτῆρος κατά τινα ἐπίνοιαν ὄντος λόγου διαφέρει τούτου Ἰωάννης, ὡς πρὸς τὴν ἀναλογίαν τοῦ Χριστοῦ τυγχάνοντος λόγου φωνὴ ὤν.

2.32.194ἐπὶ τοῦτο δέ με προκαλεῖται αὐτὸς Ἰωάννης, ὅστις ποτὲ εἴη, πρὸς τοὺς πυνθανομένους ἀποκρινόμενος · ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ · ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ . καὶ τάχα διὰ τοῦτο ἀπιστήσας Ζαχαρίας τῇ γενέσει τῆς δεικνυούσης τὸν λόγον τοῦ θεοῦ φωνῆς ἀπόλλυσι τὴν φωνήν, λαμβάνων αὐτήν, ὅτε γεννᾶται πρόδρομος τοῦ λόγου φωνή. ἐνωτίσασθαι γὰρ δεῖ φωνήν, ἵνα μετὰ ταῦτα νοῦς τὸν δεικνύμενον ὑπὸ τῆς φωνῆς λόγον δέξασθαι δυνηθῇ.

2.32.195διόπερ καὶ ὀλίγῳ πρεσβύτερος κατὰ τὸ γεννᾶσθαι Ἰωάννης ἐστὶ τοῦ Χριστοῦ · φωνῆς γὰρ πρὸ λόγου ἀντιλαμβανόμεθα. ἀλλὰ καὶ δείκνυσι τὸν Χριστὸν Ἰωάννης · φωνῇ γὰρ παρίσταται λόγος. ἀλλὰ καὶ βαπτίζεται ὑπὸ Ἰωάννου Χριστός, ὁμολογοῦντος χρείαν ἔχειν ὑπ’αὐτοῦ βαπτισθῆναι · ἀνθρώποις γὰρ ὑπὸ φωνῆς καθαίρεται λόγος, τῇ φύσει τοῦ λόγου καθαίροντος πᾶσαν τὴν σημαίνουσαν φωνήν. καὶ ἁπαξαπλῶς ὅτε Ἰωάννης τὸν Χριστὸν δείκνυσιν, ἄνθρωπος θεὸν δείκνυσι καὶ σωτῆρα τὸν ἀσώματον, καὶ φωνὴ τὸν λόγον.

2.33

2.33.196χρήσιμον δ’ἂν εἴη, ὥσπερ ἐπὶ πολλῶν τῶν ὀνομάτων ἐνάργεια, οὕτω καὶ ἐπὶ τοῦ τόπου τούτου τὸ ἰδεῖν τι σημαίνει Ἰωάννης καὶ Ζαχαρίας. καὶ γὰρ ὡς ὄντος τινὸς οὐκ εὐκαταφρονήτου κατὰ τὴν τοῦ ὀνόματος θέσιν, οἱ μὲν συγγενεῖς Ζαχαρίαν αὐτὸν καλεῖσθαι βούλονται, ξενιζόμενοι ἐπὶ τῷ βούλεσθαι τὴν Ἐλισάβετ Ἰωάννην αὐτὸν ὀνομάζειν · δὲ Ζαχαρίας γράψας τὸ Ἰωάννης ἔσται ὄνομα αὐτῷ ἀπολύεται τῆς ἐπιπόνου σιωπῆς.

2.33.197εὕρομεν τοίνυν ἐν τῇ ἑρμηνείᾳ τῶν ὀνομάτων τὸ ἰωὰν χωρὶς τοῦ η̅σ̅ μεταλαμβανόμενον, ὅπερ ταὐτὸν οἰόμεθα εἶναι τῷ Ἰωάννης · ἐπεὶ καὶ ἄλλα καινὴ διαθήκη Ἑβραίων ὀνόματα ἐξελλήνισε, χαρακτῆρι αὐτὰ εἰποῦσα ἑλληνικῷ, ὥσπερ ἀντὶ Ἰακὼβ Ἰάκωβος , καὶ ἀντὶ Συμεὼν Σίμων . Ζαχαρίας δὲ μνήμη εἶναι λέγεται, δὲ Ἐλισάβετ θεοῦ μου ὅρκος θεοῦ μου ἑβδομάς .

2.33.198ἀπὸ θεοῦ δὴ χάρις ἐκ τῆς περὶ θεοῦ μνήμης κατὰ τὸν τοῦ θεοῦ ἡμῶν ὅρκον τὸν περὶ τοὺς πατέρας ἐγεννήθη Ἰωάννης, ἑτοιμάζων κυρίῳ λαὸν κατεσκευασμένον ἐπὶ τέλει τῆς παλαιᾶς γενόμενος διαθήκης, ἐστι σαββατισμοῦ κορωνίς · διὸ οὐ δύναται γεγεννῆσθαι ἀπὸ τῆς ἑβδομάδος τοῦ θεοῦ ἡμῶν, τὴν μετὰ τὸ σάββατον ἀνάπαυσιν τοῦ σωτῆρος ἡμῶν κατὰ τὴν ἀνάπαυσιν αὐτοῦ ἐμποιοῦντος τοῖς συμμόρφοις τοῦ θανάτου αὐτοῦ γεγενημένοις καὶ διὰ τοῦτο καὶ τῆς ἀναστάσεως.

2.34

2.34.199τῶν ἑτεροδόξων τινὲς πιστεύειν φάσκοντες εἰς τὸν Χριστόν, καὶ διὰ τὸ ἀναπλάσσειν ἕτερον θεὸν παρὰ τὸν δημιουργὸν ὡς ἀκόλουθον αὐτοῖς οὐ προσιέμενοι τὴν ἐπιδημίαν αὐτοῦ ὑπὸ τῶν προφητῶν προκατηγγέλθαι, ἀνατρέπειν πειρῶνται τὰς διὰ τῶν προφητῶν περὶ Χριστοῦ μαρτυρίας, φάσκοντες μὴ δεῖσθαι μαρτύρων τὸν υἱὸν τοῦ θεοῦ, ἔχοντα τὸ τοῦ πιστεύεσθαι ἄξιον ἔντε οἷς κατήγγειλε σωτηρίοις λόγοις δυνάμεως πεπληρωμένοις καὶ ἐν τεραστίοις ἔργοις αὐτόθεν καταπλήξασθαι πάνθ’ὁντινοῦν δυναμένοις.

2.34.200καί φασιν · εἰ Μωσῆς πεπίστευται διὰ τὸν λόγον καὶ τὰς δυνάμεις, οὐ δεηθεὶς μαρτύρων πρὸ αὐτοῦ τινων αὐτὸν καταγγειλάντων, ἀλλὰ καὶ ἕκαστος τῶν προφητῶν παρεδέχθη ὑπὸ τοῦ λαοῦ ὡς ἀπὸ θεοῦ ἀποσταλεῖς, πῶς οὐχὶ μᾶλλον Μωσέως καὶ τῶν προφητῶν διαφέρων δύναται χωρὶς προφητῶν μαρτυρούντων τὰ περὶ αὐτοῦ ἀνῦσαι βούλεται καὶ ὠφελῆσαι τὸ τῶν ἀνθρώπων γένος ;

2.34.201παρέλκειν οὖν οἴονται τὸ ὑπὸ προφητῶν αὐτὸν νομίζεσθαι προκατηγγέλθαι, τοῦτο πραγματευσαμένων, ὡς εἴποιεν ἂν ἐκεῖνοι, τῶν τὴν καινότητα τῆς θεότητος παραδέξασθαι τοὺς εἰς Χριστὸν πιστεύοντας οὐ βουλομένων, ἀλλὰ ἐπὶ τὸν αὐτὸν καταντῆσαι θεόν, ὃν καὶ πρὸ Ἰησοῦ Μωσῆς καὶ οἱ προφῆται ἐδίδαξαν.

2.34.202λεκτέον οὖν πρὸς αὐτούς, ὅτι πολλῶν αἰτίων δυναμένων γενέσθαι προκαλουμένων εἰς τὸ πιστεύειν, ἐνίοτέ τινων ἀπὸ τῆσδε μὲν τῆς ἀποδείξεως οὐ πληττομένων, ἀπὸ ἑτέρας δέ, ἔχειν τὸν θεὸν πλείονας ἀφορμὰς ἀνθρώποις παρέχειν, ἵνα παραδεχθῇ, ὅτι θεὸς ὑπὲρ πάντα τὰ γενητὰ ἐνηνθρώπησεν.

2.34.203ἐναργῶς γοῦν ἔστιν ἰδεῖν τινας ἐκ τῶν προφητικῶν προρρήσεων εἰς θαυμασμὸν τοῦ Χριστοῦ ἐρχομένους, καταπληττομένους τὴν τῶν τοσούτων πρὸ αὐτοῦ προφητῶν φωνὴν συνιστᾶσαν τόπον γενέσεως αὐτοῦ καὶ χώραν ἀνατροφῆς καὶ ἰσχὺν διδασκαλίας, δυνάμεώντε θαυμασίων ποίησιν καὶ πάθος ἀνθρώπινον ὑπὸ ἀναστάσεως καταλυόμενον.

2.34.204καὶ τοῦτο δὲ ἐπισκεπτέον, ὅτι αἱ μὲν τεράστιοι δυνάμεις τοὺς κατὰ τὸν χρόνον τοῦ κυρίου γενομένους προκαλεῖσθαι ἐπὶ τὸ πιστεύειν ἐδύναντο, οὐκ ἔσῳζον δὲ τὸ ἐμφαντικὸν μετὰ χρόνους πλείονας ἤδη καὶ μῦθοι εἶναι ὑπονοηθεῖσαι. πλεῖον γὰρ τῶν τότε γενομένων δυνάμεων ἰσχύει πρὸς πειθὼ νῦν συνεξεταζομένη ταῖς δυνάμεσι προφητεία, κἀκείνας ἀπιστεῖσθαι ὑπὸ τῶν ἐρευνώντων αὐτὰς κωλύουσα.

2.34.205τάχα δὲ αἱ προφητικαὶ μαρτυρίαι οὐ μόνον κηρύσσουσι Χριστὸν ἐλευσόμενον οὐ δὲ τοῦθ’ἡμᾶς διδάσκουσι καὶ ἄλλο οὐθέν, ἀλλὰ πολλὴν θεολογίαν σχέσιντε πατρὸς πρὸς υἱὸν καὶ υἱοῦ πρὸς πατέρα ἔστι μαθεῖν οὐκ ἔλαττον ἀπὸ τῶν προφητῶν, δι’ὧν ἀπαγγέλλουσι τὰ περὶ αὐτοῦ ἀπὸ τῶν ἀποστόλων διηγουμένων τὴν μεγαλειότητα τοῦ υἱοῦ τοῦ θεοῦ.

2.34.206ἔστι δὲ τολμήσαντα καὶ χωρὶς τούτων τοιοῦτόν τι εἰπεῖν, ὅτι εἰσὶ Χριστοῦ μάρτυρες τῷ μαρτυρεῖν περὶ αὐτοῦ κοσμούμενοι καὶ οὐ πάντως ἐκείνῳ τι διὰ τοῦ μαρτυρεῖν περὶ τοῦ υἱοῦ τοῦ θεοῦ καταχαριζόμενοι, ὡς ὁμολογήσαιεν ἂν πάντες περὶ τῶν ἰδίως ὀνομαζομένων μαρτύρων Χριστοῦ .

2.34.207τί οὖν θαυμαστόν, εἰ ὥσπερ ἐκοσμήθησαν τῷ μάρτυρες εἶναι Χριστοῦ πολλοὶ τῶν γνησίων Χριστοῦ μαθητῶν, οὕτως οἱ προφῆται τὸ προκαταγγεῖλαι Χριστὸν νοήσαντες αὐτὸν δῶρον ἀπὸ θεοῦ εἰλήφασι, διδάσκοντες οὐ μόνον τοὺς μετὰ τὴν Χριστοῦ ἐπιδημίαν, δεῖ φρονεῖν περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, ἀλλὰ καὶ τοὺς ἐν προτέραις ἐκείνων γενεαῖς;

2.34.208ὥσπερ γὰρ μὴ ἐγνωκὼς τὸν υἱὸν νῦν οὐ δὲ τὸν πατέρα ἔχει, οὕτω καὶ πρότερον νοητέον · διόπερ Ἀβραὰμ ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν Χριστοῦ, καὶ εἶδε καὶ ἐχάρη . ἀποστερεῖν τοίνυν βούλεται τὸν χορὸν τῶν προφητῶν χάριν τὴν μεγίστην βουλόμενος αὐτοὺς μὴ δεῖν μαρτυρεῖν περὶ Χριστοῦ · τί γὰρ ἂν καὶ προφητεία ἐξ ἐπιπνοίας ἁγίου πνεύματος εἶχε τηλικοῦτον, εἰ ὑπεξῄρητο αὐτῆς τὰ περὶ τῆς κυρίου ἡμῶν οἰκονομίας;

2.34.209ὡς γὰρ θεοσέβεια κεκόσμηται τῶν διὰ μεσίτου καὶ ἀρχιερέως καὶ παρακλήτου καὶ ἐπιστημονικῶς προσερχομένων τῷ τῶν ὅλων θεῷ, σκάζουσα ἂν εἰ μὴ διὰ τῆς θύρας τις εἰσίοι πρὸς τὸν πατέρα, οὕτως καὶ τῶν πάλαι θεοσέβεια τῇ νοήσει καὶ πίστει καὶ προσδοκίᾳ Χριστοῦ ἱερὰ ἦν καὶ παρὰ θεῷ ἀποδεκτή. ἐπεὶ τετηρήκαμεν ὅτι θεὸς μάρτυς εἶναι ὁμολογεῖ, καὶ περὶ τοῦ Χριστοῦ τὸ αὐτὸ ἀποφαίνεται, πάντας ἐπὶ τὸ μιμητὰς αὑτοῦ καὶ τοῦ Χριστοῦ γενέσθαι παρακαλῶν, κατὰ τὸ μαρτυρεῖν αὐτούς, οἷς χρὴ μαρτυρεῖν · φησὶ γάρ · γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει κύριος θεός, καὶ παῖς ὃν ἐξελεξάμην .

2.34.210πᾶς δὲ μαρτυρῶν τῇ ἀληθείᾳ, εἴτε λόγοις εἴτε ἔργοις εἴτε ὁπωσποτὲ ταύτῃ παριστάμενος, μάρτυς εὐλόγως ἂν χρηματίζοι. ἀλλ’ἤδη κυρίως ὡς τὸ τῆς ἀδελφότητος ἔθος ἐκπλαγέντες διάθεσιν τῶν ἕως θανάτου ἀγωνισαμένων ὑπὲρ ἀληθείας ἀγνείας, κυρίως μόνους μάρτυρας ὠνόμασαν τοὺς τῇ ἐκχύσει τοῦ ἑαυτῶν αἵματος μαρτυρήσαντας τῷ τῆς θεοσεβείας μυστηρίῳ , τοῦ σωτῆρος πάντα τὸν μαρτυροῦντα τοῖς περὶ αὑτοῦ καταγγελλομένοις μάρτυρα ὀνομάζοντος.

2.34.211φησὶ γοῦν ἀναλαμβανόμενος τοῖς ἀποστόλοις · ἔσεσθέ μου μάρτυρες ἔντε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς . ἔτι δὲ ὥσπερ καθαρθεὶς λεπρὸς τὸ προστεταγμένον ὑπὸ Μωσέως προσάγει δῶρον, εἰς μαρτύριον τοῦτο ποιῶν τοῖς μὴ πιστεύσασιν εἰς τὸν Χριστόν, οὕτως εἰς μαρτύριον τοῖς ἀπίστοις οἱ μάρτυρες μαρτυροῦσι καὶ πάντες οἱ ἅγιοι, ὧν λάμπει τὰ ἔργα ἔμπροσθεν τῶν ἀνθρώπων . πολιτεύονται γὰρ παρρησιαζόμενοι ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ καὶ μαρτυροῦντες περὶ τοῦ ἀληθινοῦ φωτός.

2.35

2.35.212καὶ Ἰωάννης τοίνυν ἦλθεν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός · ὃς μαρτυρῶν κέκραγε λέγων · ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος · ὅτι νόμος διὰ Μωσέως ἐδόθη, χάρις καὶ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. θεὸν οὐδεὶς ἑώρακε πώποτε · μονογενὴς θεὸς ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο .

2.35.213πᾶς γοῦν οὗτος λόγος ἐκ προσώπου τοῦ βαπτιστοῦ μαρτυροῦντος τῷ Χριστῷ εἴρηται, ὅπερ λανθάνει τινὰς οἰομένους ἀπὸ τοῦ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν ἕως τοῦ ἐκεῖνος ἐξηγήσατο ἐκ τοῦ προσώπου Ἰωάννου τοῦ ἀποστόλου λέγεσθαι.

2.35.214πρὸς τῇ προειρημένῃ δὲ τοῦ βαπτιστοῦ μαρτυρίᾳ, ἀρχομένῃ ἀπὸ τοῦ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονε καὶ ληγούσῃ εἰς τὸ ἐκεῖνος ἐξηγήσατο καὶ αὕτη μαρτυρία ἐστὶν Ἰωάννου μετ’ἐκείνην δευτέρα, ὅτε πρὸς τοὺς ἀποστείλαντας ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας, Ἰουδαίων αὐτοὺς ἀποστειλάντων, ὁμολογεῖ οὐκ ἀρνούμενος τὸ ἀληθές, ὡς ἄρα οὐκ αὐτὸς εἴη Χριστὸς οὐ δὲ Ἠλίας οὐ δὲ προφήτης, ἀλλὰ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ · εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἡσαΐας προφήτης .

2.35.215μετὰ δὲ ταῦτα ἄλλη μαρτυρία τοῦ αὐτοῦ βαπτιστοῦ περὶ Χριστοῦ ἐστι, τὴν προηγουμένην αὐτοῦ ὑπόστασιν ἔτι διδάσκουσα διήκουσαν ἐπὶ πάντα τὸν κόσμον κατὰ τὰς ψυχὰς τὰς λογικάς, ὅτε φησί · μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ ἄξιος ἐγὼ ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος . καὶ ἐπίσκεψαι, εἰ διὰ τὸ ἐν μέσῳ τοῦ παντὸς εἶναι σώματος τὴν καρδίαν, ἐν δὲ τῇ καρδίᾳ τὸ ἡγεμονικόν, κατὰ τὸν ἐν ἑκάστῳ λόγον δύναται νοεῖσθαι τὸ μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε .

2.35.216τετάρτη δὲ πρὸς τούτοις μαρτυρία Ἰωάννου περὶ Χριστοῦ ἤδη καὶ τὸ ἀνθρώπινον αὐτοῦ πάθος ὑπογράφουσα, ὅτε λέγει · ἴδε ἀμνὸς τοῦ θεοῦ, αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον ὅτι ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν · κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων .

2.35.217καὶ πέμπτη μαρτυρία ἀναγέγραπται κατὰ τὸ τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ’αὐτόν · κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν · ἐφ’ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’αὐτόν, οὗτός ἐστιν βαπτίζων ἐν πνεύματι ἁγίῳ […]. κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν υἱὸς τοῦ θεοῦ .

2.35.218ἕκτον δὲ μαρτυρεῖ τῷ Χριστῷ ἐπὶ δύο μαθητῶν Ἰωάννης, ὅτε ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει · ἴδε ἀμνὸς τοῦ θεοῦ . μεθ’ἣν μαρτυρίαν, ἀκουσάντων τῶν δύο μαθητῶν τοῦ Ἰωάννου καὶ ἀκολουθησάντων τῷ Ἰησοῦ, στραφεὶς Ἰησοῦς καὶ θεασάμενος τοὺς δύο ἀκολουθοῦντας ἀποκρίνεται λέγων τί ζητεῖτε .

2.36

2.36.219καὶ τάχα οὐ μάτην μετὰ ἓξ μαρτυρίας παύεται μὲν Ἰωάννης μαρτυρῶν, Ἰησοῦς δὲ κατὰ τὸ ἕβδομον προτείνει τὸ τί ζητεῖτε ; πρέπουσα δὲ ὠφελημένοις ὑπὸ τῆς Ἰωάννου μαρτυρίας φωνὴ ἀναγορεύουσα τὸν Χριστὸν διδάσκαλον καὶ ὁμολογοῦσα τὸ οἰκητήριον ποθεῖν θεάσασθαι τοῦ υἱοῦ τοῦ θεοῦ · φασὶ γὰρ αὐτῷ · ῥαββὶ λέγεται μεθερμηνευόμενον διδάσκαλε, ποῦ μένεις ; καὶ ἐπεὶ πᾶς ζητῶν εὑρίσκει , ζητήσασι τὴν Ἰησοῦ μονὴν τοῖς Ἰωάννου μαθηταῖς ὑποδείκνυσι, λέγων αὐτοῖς · ἔρχεσθε καὶ ὄψεσθε , τάχα διὰ τοῦ μὲν ἔρχεσθε ἐπὶ τὸ πρακτικὸν αὐτοὺς παρακαλῶν, διὰ δὲ τοῦ ὄψεσθε τὴν ἀκολουθοῦσαν τῇ κατορθώσει τῶν πράξεων θεωρίαν πάντως ἔσεσθαι τοῖς βουλομένοις ὑπογράφων, γινομένην ἐν τῇ τοῦ Ἰησοῦ μονῇ.

2.36.220προὔκειτο δὲ τοῖς ζητήσασι ποῦ μένει Ἰησοῦς, ἀκολουθήσασι τῷ διδασκάλῳ καὶ θεασαμένοις, παραμεῖναι τῷ Ἰησοῦ καὶ τὴν ἡμέραν ἐκείνην συνδιατρῖψαι τῷ υἱῷ τοῦ θεοῦ. ἐπεὶ δὲ δέκατος ἀριθμὸς τετήρηται ὡς ἅγιος, οὐκ ὀλίγων μυστηρίων ἐν τῇ δεκάδι ἀναγραφομένων γεγονέναι, νοητέον οὐ μάτην καὶ ἐν τῷ εὐαγγελίῳ τὴν δεκάτην ἀναγράφεσθαι ὥραν τῆς τῶν Ἰωάννου μαθητῶν παρὰ τῷ Ἰησοῦ καταγωγῆς, ὧν Ἀνδρέας ἀδελφὸς Σίμωνος Πέτρου ἦν, ὅστις ὠφεληθεὶς ἐν τῷ παραμεμενηκέναι τῷ Ἰησοῦ, εὑρὼν τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα τάχα γὰρ πρότερον οὐχ εὕρητο φησὶν εὑρηκέναι τὸν Μεσσίαν, ἐστι μεθερμηνευόμενον Χριστός.

2.36.221ἐπεὶ γὰρ ζητῶν εὑρίσκει , ἐζήτησε δὲ ποῦ μένει Ἰησοῦς, καὶ ἀκολουθήσας, θεωρήσας αὐτοῦ τὴν μονήν, παραμένει τῷ κυρίῳ ἐν τῇ δεκάτῃ ὥρᾳ καὶ εὑρίσκει τὸν υἱὸν τοῦ θεοῦ, τὸν λόγον καὶ τὴν σοφίαν, βασιλεύεταίτε ὑπ’αὐτοῦ, διὰ τοῦτό φησιν · εὑρήκαμεν τὸν Μεσσίαν . αὕτη δὲ φωνὴ ὑπὸ παντὸς ἂν λέγοιτο τοῦ τὸν τοῦ θεοῦ λόγον εὑρηκότος καὶ ὑπὸ τῆς θειότητος αὐτοῦ βασιλευομένου.

2.36.222καρπὸν δὲ εὐθέως προσάγει τὸν ἀδελφὸν τῷ Χριστῷ, Σίμωνι ἐχαρίσατο Ἰησοῦς τὸ ἐμβλέψαι αὐτῷ, ὅπερ ἐστὶ διὰ τοῦ ἐμβλέψαι ἐπισκοπῆσαι καὶ φωτίσαι αὐτοῦ τὸ ἡγεμονικόν · καὶ δεδύνηται διὰ τὸ ἐμβεβλεφέναι αὐτῷ τὸν Ἰησοῦν Σίμων βεβαιωθῆναι, ὥστε τοῦ ἔργου τῆς βεβαιότητος καὶ τῆς στερρότητος ἐπώνυμος γενέσθαι καὶ κληθῆναι Πέτρος.

2.37

2.37.223ἀλλ’ἐρεῖ τις, τί δήποτε προκειμένου διηγήσασθαι τὸ οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός πάντα ταῦτα διεξεληλύθαμεν; λεκτέον δέ, ὅτι ἔδει παραστῆσαι τὰς μαρτυρίας τοῦ Ἰωάννου τὰς περὶ τοῦ φωτός, καὶ τὴν τάξιν αὐτῶν ἐκθέσθαι τήντε ἀκολουθήσασαν οἷς ἐμαρτύρησεν ὠφέλειαν, γενομένην μετὰ τὴν Ἰωάννου μαρτυρίαν ἀπὸ τοῦ Ἰησοῦ, ἵνα τὸ ἀνύσιμον τῆς Ἰωάννου μαρτυρίας δηλωθῇ.

2.37.224καὶ πρὸ τῶν ἐνταῦθα δὲ μαρτυριῶν ἐν τῇ ἀγαλλιάσει σκίρτησις τοῦ βαπτιστοῦ ἐν τῇ κοιλίᾳ τῆς Ἐλισάβετ ἐπὶ τῷ ἀσπασμῷ τῆς Μαρίας μαρτυρία περὶ Χριστοῦ ἦν, μαρτυροῦντος τῇ θειότητι τῆς συλλήψεως καὶ γενέσεως αὐτοῦ. καὶ τί γὰρ πανταχοῦ μάρτυς καὶ πρόδρομος τοῦ Ἰησοῦ ἐστιν Ἰωάννης, προλαμβάνων τὴν γένεσιν αὐτοῦ καὶ πρὸ ὀλίγου τοῦ θανάτου ἀποθνῄσκων τοῦ υἱοῦ τοῦ θεοῦ, ἵνα μὴ μόνον τοῖς ἐν γενέσει ἀλλὰ καὶ τοῖς προσδοκῶσι τὴν διὰ Χριστοῦ ἀπὸ θανάτου ἐλευθερίαν πρὸ τοῦ Χριστοῦ ἐπιδημῶν, πανταχοῦ ἑτοιμάσῃ κυρίῳ λαὸν κατεσκευασμένον; φθάνει δὲ καὶ ἐπὶ τὴν δευτέραν Χριστοῦ παρουσίαν καὶ θειοτέραν Ἰωάννου μαρτυρία · εἰ γὰρ θέλετε, φησί, δέξασθαι, αὐτός ἐστιν Ἠλίας μέλλων ἔρχεσθαι. ἔχων ὦτα ἀκούειν, ἀκουέτω .

2.37.225οὔσης δὲ ἀρχῆς, ἐν λόγος ἥντινα σοφίαν εἶναι ἀπὸ τῶν Παροιμιῶν ἀπεδείξαμεν, ὄντος δὲ καὶ τοῦ λόγου, γενομένηςτε ἐν τούτῳ ζωῆς, τῆςτε ζωῆς τυγχανούσης φωτὸς ἀνθρώπων, ζητῶ τί δήποτε γενόμενος ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα Ἰωάννης, ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός .

2.37.226διὰ τί γοῦν οὐχ ἵνα μαρτυρήσῃ περὶ τῆς ζωῆς , ἵνα μαρτυρήσῃ περὶ τοῦ λόγου , περὶ τῆς ἀρχῆς , ὁποιασδήποτε ἄλλης ἐπινοίας τοῦ Χριστοῦ; ἐπίσκεψαι δὲ εἰ μή, ἐπεὶ λαὸς καθήμενος ἐν σκότῳ φῶς εἶδε μέγα , καὶ ἐπεὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει μὴ καταλαμβανόμενον ὑπ’αὐτῆς, οἱ ἐν σκότῳ τυγχάνοντες δέονται φωτός, τοῦτ’ἔστιν οἱ ἄνθρωποι.

2.37.227εἰ γὰρ τὸ φῶς τῶν ἀνθρώπων ἐν τῇ σκοτίᾳ φαίνει , ἔνθα οὐδαμῶς ἐνέργεια σκοτίας τυγχάνει, ἑτέρων ἐπινοιῶν τοῦ Χριστοῦ κοινωνήσομεν, νῦν κυρίως καὶ κατὰ τὸ ἀκριβὲς οὐ μετέχοντες αὐτῶν. πῶς γὰρ μετέχομεν ζωῆς οἱ ἔτι τὸ σῶμα τοῦ θανάτου περικείμενοι, ὧν ζωὴ κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ ; ὅταν γὰρ Χριστὸς φανερωθῇ, ζωὴ ἡμῶν, τότε καὶ ἡμεῖς σὺν αὐτῷ φανερωθησόμεθα ἐν δόξῃ.

2.37.228οὐχ οἷόντε οὖν ἦν τὸν ἐλθόντα μαρτυρῆσαι περὶ τῆς ζωῆς τῆς ἔτι κρυπτομένης σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ · ἀλλ’οὐ δὲ ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ λόγου, λόγον ἡμῶν νοούντων τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν καὶ θεὸν λόγον · ἐπὶ γῆς γὰρ λόγος σὰρξ ἐγένετο . καὶ ἦν ἂν μαρτυρία, εἰ καὶ ἐδόκει γίνεσθαι περὶ τοῦ λόγου, κυρίως ἂν λεχθησομένη περὶ λόγου γενομένου σαρκός, οὐχὶ δὲ λόγου θεοῦ · διόπερ οὐκ ἦλθεν, ἵνα μαρτυρήσῃ περὶ τοῦ λόγου.

2.37.229πῶς δὲ μαρτυρία ἐδύνατο γίνεσθαι περὶ τῆς σοφίας τοῖς, κἂν δοκῶσιν ἐγνωκέναι, οὐ τὸ καθαρῶς ἀληθὲς κατανοοῦσιν ἀλλὰ βλέπουσι δι’ἐσόπτρου καὶ ἐν αἰνίγματι ; εἰκὸς μέντοι γε πρὸ τῆς δευτέρας καὶ θειοτέρας Χριστοῦ ἐπιδημίας ἐλεύσεσθαι μαρτυρήσοντα τὸν Ἰωάννην Ἠλίαν περὶ ζωῆς πρὸ ὀλίγου τοῦ Χριστὸν φανερωθήσεσθαι, τὴν ζωὴν ἡμῶν, καὶ τότε μαρτυρήσειν περὶ τοῦ λόγου, παραστήσειντε τὸ περὶ τῆς σοφίας μαρτύριον. βασάνου δὲ δεῖται, εἰ ἔνεστιν οἷον Ἰωάννου μαρτυρία πρόδρομος ἑκάστῃ τῶν τοῦ Χριστοῦ ἐπινοιῶν. ταῦτα μὲν εἰς τὸ οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός . ἑξῆς δὲ ἐπισκεπτέον, τί δεῖ νοεῖν εἰς τὸ ἵνα πάντες πιστεύσωσι δι’αὐτοῦ .