Origen

Commentary on John, 13

13.1

13.1.1ἴσως μὲν ἂν ἔδοξέν σοι, φιλοθεώτατε καὶ εὐσεβέστατε Ἀμβρόσιε, τὸν περὶ τῆς Σαμαρείτιδος λόγον μὴ διακοπῆναι, ὥστε μέρος μέν τι αὐτοῦ εἶναι ἐν τῷ δωδεκάτῳ τόμῳ, τὰ δὲ ἑξῆς ἐν τῷ τρισκαιδεκάτῳ.

13.1.2ἀλλ’ἐπεὶ ἑωρῶμεν αὐτάρκη περιγραφὴν εἰληφέναι τὸν δωδέκατον τῶν ἐξηγητικῶν, ἔδοξεν ἡμῖν καταλῆξαι εἰς τὸν τῆς Σαμαρείτιδος λόγον περὶ τοῦ λεγομένου ὑπ’αὐτῆς φρέατος, ὡς Ἰακὼβ ἔδωκεν αὐτὸ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ, ἵνα ἀρξώμεθα τοῦ τρισκαιδεκάτου ἀπὸ τῆς ἀποκρίσεως τοῦ κυρίου ἡμῶν πρὸς αὐτήν.

13.1.3νἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ · πᾶς πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν · ὃς δ’ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται πηγὴ ἐν αὐτῷ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. δεύτερον τοῦτο ἀποκρίνεται πρὸς τὴν Σαμαρεῖτιν Ἰησοῦς, πρότερον μὲν λέγων · εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν λέγων σοι · δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν, καὶ νῦν ὡς προτρέπων αὐτὴν ἐπὶ τὸ αἰτῆσαι τὸ ζῶν ὕδωρ λέγει τὰ ἐκκείμενα.

13.1.4καὶ ἐπὶ μὲν τῷ προτέρῳ οὐκ εἶπεν, ἀλλὰ ἐπαπορεῖ περὶ τῆς συγκρίσεως τῶν ὑδάτων Σαμαρεῖτις · μετὰ δὲ τὴν δευτέραν ἀπόκρισιν τοῦ κυρίου παραδεξαμένη τὰ εἰρημένα φησί · δός μοι τοῦτο τὸ ὕδωρ.

13.1.5τάχα γὰρ δόγμα τί ἐστιν μηδένα λαμβάνειν θείαν δωρεὰν τῶν μὴ αἰτούντων αὐτήν. καὶ αὐτὸν γοῦν τὸν σωτῆρα διὰ τοῦ ψαλμοῦ προτρέπει αἰτεῖν πατὴρ ἵνα αὐτῷ δωρήσηται, ὡς αὐτὸς ἡμᾶς διδάσκει υἱὸς λέγων · κύριος εἶπεν πρὸς μέ · υἱός μου εἶ σύ · αἴτησαι παρ’ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς · καὶ σωτήρ φησιν · αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν · πᾶς γὰρ αἰτῶν λαμβάνει.

13.1.6πείθεται μέντοι γε Σαμαρεῖτις αἰτῆσαι τὸν Ἰησοῦν ὕδωρ, εἰκών, ὡς προείπομεν, τυγχάνουσα γνώμης ἑτεροδοξούντων περὶ τὰς θείας ἀσχολουμένων γραφάς, ὅτε ἀκούει περὶ τῆς συγκρίσεως ἀμφοτέρων τῶν ὑδάτων.

13.1.7καὶ ὅρα ἐξ ὧν ἐπεπόνθει πῶς πίνουσα ἐκ τοῦ νομιζομένου αὐτῇ βαθέος εἶναι φρέατος οὐκ ἀνεπαύετο, οὐ δὲ τῆς δίψης ἀπηλλάττετο.

13.2

13.2.8ἴδωμεν οὖν τί σημαίνεται ἐκ τοῦ πᾶς πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν. ἔστιν δὲ ἐκ τῆς διψῆν φωνῆς καὶ ἐκ τῆς πεινῆν κατὰ τὸ σωματικὸν δύο σημαινόμενα · ἓν μὲν καθ’ δεόμεθα τροφῆς, κενωθέντες καὶ ὀρεγόμενοι αὐτῆς, πότου ὑπὸ τοῦ ὑγροῦ ἡμῖν ἐπιλείποντος · ἕτερον δὲ καθ’ πολλάκις οἱ πένητες καὶ ἐν ἀπορίᾳ ὄντες τῶν ἐπιτηδείων φασὶν κεκορεσμένοι τὸ πεινῆν διψῆν.

13.2.9καὶ μαρτύριόν γε τοῦ μὲν πρώτου ἐν τῇ Ἐξόδῳ, ὅτε ἀποροῦντες τροφῶν τῇ ἐννεακαιδεκάτῃ ἡμέρᾳ, τῷ μηνὶ τῷ δευτέρῳ ἐξεληλυθότων αὐτῶν ἐκ γῆς Αἰγύπτου, διεγόγγυζεν πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ ἐπὶ Μωσῆν καὶ Ἀαρών. καὶ εἶπαν πρὸς αὐτοὺς οἱ υἱοὶ Ἰσραήλ · ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ κυρίου ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν, ὅτι ἐξηγάγετε ἡμᾶς εἰς τὴν ἔρημον ταύτην, ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ. εἶπεν δὲ κύριος πρὸς Μωσῆν · ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ, καὶ ἐξελεύσεται λαὸς καὶ συλλέξουσιν τὸ τῆς ἡμέρας εἰς ἡμέραν, ὅπως πειράσω αὐτοὺς εἰ πορεύσονται τῷ νόμῳ μου οὔ.

13.2.10πεινώντων γὰρ καὶ ἀπορούντων τῆς ἀναγκαίας τροφῆς ὅσον ἐπὶ οἱ λόγοι. ἀλλὰ καὶ ὕδατος ἀποροῦντες καὶ διψῶντες διεγόγγυζον κατὰ Μωσέως · τί πιόμεθα; ὅτε ἐβόησεν Μωσῆς πρὸς κύριον, καὶ ἔδειξεν αὐτῷ κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ καὶ ἐγλυκάνθη τὸ ὕδωρ.

13.2.11καὶ μετ’ὀλίγα, ἡνίκα ἦλθεν εἰς Ῥαφιδείν, γέγραπται ὅτι ἐδίψησεν λαὸς ἐκεῖ ὕδατι, καὶ ἐγόγγυζεν λαὸς ἐκεῖ ἐπὶ Μωσῆν.

13.2.12δόξει δὲ τοῦ δευτέρου τῶν σημαινομένων εἶναι παρὰ τῷ Παύλῳ παράδειγμα λέγοντι · ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνιτεύομεν · τὸ μὲν οὖν πρῶτον, πεινῆν καὶ διψῆν, ἀναγκαίως γίνεται τοῖς ὑγιαίνουσιν σώμασιν · τὸ δὲ δεύτερον τοῖς πενομένοις συμβαίνει.

13.3

13.3.13ζητητέον οὖν καὶ ἐκ τοῦ πᾶς πίνων ἐκ τούτου τοῦ ὕδατος διψήσει πάλιν ποῖον διψήσει λέγεται · πρῶτον ὡς ἐπὶ σωματικοῦ καὶ τάχα τὸ δηλούμενόν ἐστιν ὅτι κἂν πρὸς τὸ παρὸν κορεσθῇ, ἀλλ’εὐθέως ὑποβιβασθέντος τοῦ ποτοῦ τὸ αὐτὸ πάθος πείσεται πιών, τουτέστι διψήσει πάλιν, εἰς ὅμοιον τῷ ἀρχῆθεν ἀποκαταστάς.

13.3.14ἐπιφέρει οὖν τὸ ὃς δ’ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται πηγὴ ἐν αὐτῷ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. τίς δὲ ἐν ἑαυτῷ ἔχων πηγὴν διψῆσαι οἷόςτε ἔσται;

13.3.15τὸ μέντοι γε προηγουμένως δηλούμενον τοιοῦτον ἂν εἴη · μεταλαμβάνων τοῦ νομιζομένου, φησί, βάθους λόγων, κἂν πρὸς ὀλίγον ἀναπαύσηται, παραδεξάμενος ὡς βαθύτατα τὰ ἀνιμώμενα καὶ εὑρίσκεσθαι δοκοῦντα νοήματα, ἀλλά γε πάλιν δεύτερον ἐπιστήσας ἐπαπορήσει περὶ τούτων, ὅσοις […] ἐπανεπαύσατο, ἐπεὶ τρανὴν καὶ ἔκτυπον περὶ τῶν ζητουμένων κατάληψιν οὐ δύναται τὸ νομιζόμενον ὑπ’αὐτοῦ βάθος παρασχεῖν.

13.3.16διόπερ κἂν συναρπασθεὶς συγκαταθῆταί τις τῇ πιθανότητι τῶν λεγομένων, ἀλλά γε ὕστερον εὑρήσει τὴν αὐτὴν ἀπορίαν τυγχάνουσαν ἐν αὐτῷ, ἥνπερ εἶχεν πρὶν τάδε τινὰ μαθεῖν · ἐγὼ δὲ τοιοῦτον ἔχω λόγον, ὥστε τὴν πηγὴν γενέσθαι τοῦ ζωτικοῦ πόματος ἐν τῷ παραδεξαμένῳ τὰ ὑπ’ἐμοῦ ἀπαγγελλόμενα · καὶ ἐπὶ τοσοῦτόν γε λαβὼν τοῦ ἐμοῦ ὕδατος εὐεργετηθήσεται, ὥστε πηγὴν εὑρετικὴν πάντων τῶν ζητουμένων ἀναβλυστάνειν ἐν αὐτῷ ἄνω πηδώντων ὑδάτων, τῆς διανοίας ἁλλομένης καὶ τάχιστα διϊπταμένης ἀκολούθως τῷ εὐκινήτῳ τούτῳ ὕδατι, φέροντι αὐτῷ τῷ ἅλλεσθαι καὶ πηδᾶν ἐπὶ τὸ ἀνώτερον, ἐπὶ τὴν αἰώνιον ζωήν.

13.3.17οἱονεὶ τελευτὴν τοῦ ἁλλομένου ὕδατός φησιν εἶναι τὴν αἰώνιον ζωήν, ὥσπερ δὴ περὶ τοῦ νυμφίου ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων διαλεγόμενος Σολομῶν φησιν · ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνούς.

13.3.18ὡς γὰρ ἐκεῖ νυμφίος ἐπὶ τὰς μεγαλοφυεστέρας καὶ θειοτέρας πηδᾷ ψυχὰς ὄρη λεγομένας, ἐπὶ δὲ τὰς ὑποδεεστέρας διάλλεται βουνοὺς ὀνομαζομένας, οὕτως ἐνταῦθα γενομένη ἐν τῷ πιόντι ἐκ τοῦ ὕδατος, οὗ δίδωσιν Ἰησοῦς, πηγὴ ἅλλεται εἰς τὴν αἰώνιον ζωήν.

13.3.19τάχα δὲ καὶ πηδήσει μετὰ τὴν αἰώνιον ζωὴν εἰς τὸν ὑπὲρ τὴν αἰώνιον ζωὴν πατέρα · Χριστὸς γὰρ ζωή · δὲ μείζων τοῦ Χριστοῦ, μείζων τῆς ζωῆς.

13.4

13.4.20τότε δὲ πιὼν ἐκ τοῦ ὕδατος, οὗ δώσει Ἰησοῦς, ἕξει τὴν γενομένην ἐν αὐτῷ πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον, ὅτε πληροῦται τοῦ μακαριζομένου ἐπὶ τῷ πεινῆν καὶ διψῆν τὴν δικαιοσύνην ἐπαγγελία.

13.4.21φησὶ γὰρ λόγος · μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.

13.4.22καὶ τάχα ἐπεὶ πεινῆσαι καὶ διψῆσαι δεήσει τὴν δικαιοσύνην πρὸ τοῦ χορτασθῆναι, ὑπὲρ τοῦ κορεσθῆναι ἐμποιητέον τὸ πεινῆν καὶ τὸ διψῆν, ἵνα εἴπωμεν · ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ψυχή μου πρὸς σὲ θεός. ἐδίψησεν ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα · πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ;

13.4.23ἵν’οὖν διψήσωμεν, καλόν ἐστιν πιεῖν πρῶτον ἐκ τῆς πηγῆς τοῦ Ἰακώβ, οὐ λέγοντα αὐτὴν ὁμοίως τῇ Σαμαρείτιδι φρέαρ. γοῦν σωτὴρ οὐ δὲ νῦν πρὸς τὸν ἐκείνης ἁπαντῶν λόγον ἐκ φρέατός φησιν εἶναι τὸ ὕδωρ, ἀλλὰ ἁπλῶς φησι · πᾶς πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν.

13.4.24εἴπερ δὲ μὴ ἐγίνετό τι χρήσιμον ἐκ τοῦ πιεῖν ἀπὸ τῆς πηγῆς, οὔτ’ἂν ἐκαθέζετο ἐπὶ τῇ πηγῇ Ἰησοῦς, οὔτ’ἂν ἔλεγεν τῇ Σαμαρείτιδι δός μοι πιεῖν.

13.4.25παρατηρητέον οὖν ὅτι καὶ αἰτούσῃ τὸ ὕδωρ τῇ Σαμαρείτιδι τὸν Ἰησοῦν οἱονεὶ ἐπηγγέλλετο παρέξειν αὐτὸ οὐ παρ’ἄλλῳ τόπῳ ἀλλ’ παρὰ τῇ πηγῇ, λέγων αὐτῇ · ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε.

13.5

13.5.26ἔτι δὲ ἐπιστήσομεν εἰ δύναται δηλοῦσθαι τὸ ἑτερογενὲς τῆς τῶν αὐτῇ τῇ ἀληθείᾳ ὁμιλησόντων καὶ συνεσομένων ὠφελείας παρὰ τὴν νομιζομένην ὠφέλειαν γίνεσθαι ἡμῖν ἀπὸ τῶν γραφῶν, κἂν νοηθῶσιν ἀκριβῶς, ἐκ τοῦ τὸν μὲν πιόντα ἀπὸ τῆς πηγῆς τοῦ Ἰακὼβ διψῆν πάλιν, τὸν δὲ πιόντα ἐκ τοῦ ὕδατος, οὗ δίδωσιν Ἰησοῦς, πηγὴν ὕδατος ἐν ἑαυτῷ ἴσχειν ἁλλομένου εἰς ζωὴν αἰώνιον.

13.5.27καὶ γὰρ τὰ κυριώτερα καὶ θειότερα τῶν μυστηρίων τοῦ θεοῦ ἔνια μὲν οὐ κεχώρηκεν γραφή, ἔνια δὲ οὐ δὲ ἀνθρωπίνη φωνὴ κατὰ τὰ συνήθη τῶν σημαινομένων γλῶσσα ἀνθρωπική · ἔστιν γὰρ καὶ ἄλλα πολλά, ἐποίησεν Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ἕν, οὐ δὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρήσειν τὰ γραφόμενα βιβλία.

13.5.28καὶ ὅσα δὲ ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ μέλλων γράφειν Ἰωάννης κωλύεται · δὲ Παῦλος ἀκηκοέναι φησὶν ἄρρητα ῥήματα, οὐχὶ οὐκ ἐξόν τινι λαλῆσαι ἦν · ἐξὸν γὰρ ἦν αὐτὰ λαλῆσαι ἀγγέλοις, ἀνθρώποις δὲ οὐκ ἐξῆν · πάντα μὲν γὰρ ἔξεστιν, ἀλλ’οὐ πάντα συμφέρει.

13.5.29 δὲ ἤκουσεν ἄρρητα ῥήματα, οὐκ ἐξόν, φησίν, ἀνθρώπῳ λαλῆσαι.

13.5.30οἶμαι δὲ τῆς ὅλης γνώσεως στοιχεῖά τινα ἐλάχιστα καὶ βραχυτάτας εἶναι εἰσαγωγὰς ὅλας γραφάς, κἂν πάνυ νοηθῶσιν ἀκριβῶς.

13.5.31ὅρα τοιγαροῦν, εἰ δύναται μὲν πηγὴ τοῦ Ἰακώβ, ἀφ’ἧς ἔπιέν ποτε Ἰακώβ ἀλλ’οὐκέτι πίνει νῦν, ἔπιον δὲ καὶ οἱ υἱοὶ αὐτοῦ ἀλλὰ νῦν ἔχουσιν τὸ κρεῖττον ἐκείνου ποτόν, πεπώκασιν δὲ καὶ τὰ θρέμματα αὐτῶν, πᾶσα εἶναι γραφή, τὸ δὲ τοῦ Ἰησοῦ ὕδωρ τὸ ὑπὲρ γέγραπται.

13.5.32οὐ πᾶσιν δὲ ἔξεστιν ἐρευνᾶν τὰ ὑπὲρ γέγραπται, ἐὰν μή τις αὐτοῖς ἐξομοιωθῆ, ἵνα μὴ ἐπιπλήσσηται ἀκούων τὸ χαλεπώτερά σου μὴ ζήτει, καὶ ἰσχυρότερά σου μὴ ἐρεύνα.

13.6

13.6.33ἐὰν δὲ λέγωμεν τὸ ὑπὲρ γέγραπται εἶναί τινα, οὐ τοῦτό φαμεν, ὅτι γνωστὰ τοῖς πολλοῖς εἶναι δύναται, ἀλλὰ Ἰωάννῃ ἀκούοντι καὶ γράφειν αὐτὰ μὴ ἐπιτρεπομένῳ, ὁποῖα ἦν τὰ τῶν βροντῶν ῥήματα, καὶ μανθάνοντι καὶ διὰ τὸ φείδεσθαι τοῦ κόσμου οὐ γράφοντι αὐτά · ᾤετο γὰρ μη δὲ αὐτὸν τὸν κόσμον χωρεῖν τὰ γραφόμενα βιβλία.

13.6.34ἀλλὰ καὶ ἅπερ Παῦλος, μεμάθηκεν ἄρρητα ῥήματα ὑπὲρ γέγραπται, εἴ γε τὰ γεγραμμένα ἄνθρωποι λελαλήκασιν · καὶ ὀφθαλμὸς οὐκ εἶδέν ἐστιν ὑπὲρ τὰ γεγραμμένα, καὶ οὖς οὐκ ἤκουσεν γραφῆναι οὐ δύναται.

13.6.35καὶ τὰ ἐπὶ καρδίαν δὲ ἀνθρώπου μὴ ἀναβεβηκότα μείζονά ἐστιν τῆς τοῦ Ἰακὼβ πηγῆς, ἀπὸ πηγῆς ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον φανερούμενα τοῖς οὐκέτι καρδίαν ἀνθρώπου ἔχουσιν, ἀλλὰ δυναμένοις λέγειν · ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν, καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις ἀλλ’ἐν διδακτοῖς πνεύματος.

13.6.36καὶ ἐπίστησον, εἰ οἷόντ’ἔστιν ἀνθρωπίνην σοφίαν μὴ τὰ ψευδῆ καλεῖν δόγματα, ἀλλὰ τὰ στοιχειωτικὰ τῆς ἀληθείας καὶ εἰς τοὺς ἔτι ἀνθρώπους φθάνοντα · τὰ δὲ διδακτὰ τοῦ πνεύματος τάχα ἐστὶν πηγὴ τοῦ ἁλλομένου ὕδατος εἰς ζωὴν αἰώνιον.

13.6.37εἰσαγωγαὶ οὖν εἰσιν αἱ γραφαί, ἀφ’ὧν ἀκριβῶς νενοημένων νῦν ὀνομαζομένων πηγῆς τοῦ Ἰακὼβ ἀνελθετέον πρὸς τὸν Ἰησοῦν, ἵν’ἡμῖν χαρίσηται πηγὴν τοῦ ἁλλομένου ὕδατος εἰς ζωὴν αἰώνιον.

13.6.38οὐχ ὁμοίως δὲ πᾶς ἀντλεῖ ἀπὸ τῆς πηγῆς τοῦ Ἰακώβ · εἰ γὰρ ἔπιεν Ἰακὼβ ἐξ αὐτῆς καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ, διψῶσα δὲ καὶ Σαμαρεῖτις διέρχεται ἐπ’αὐτὴν καὶ ἀντλεῖ, μήποτε καὶ ἄλλως ἔπινεν καὶ ἐπιστημόνως Ἰακὼβ σὺν τοῖς υἱοῖς · ἄλλως δὲ καὶ ἁπλούστερον καὶ κτηνωδέστερον τὰ θρέμματα αὐτοῦ · ἄλλως δὲ παρὰ τὸν Ἰακὼβ καὶ τοὺς υἱοὺς καὶ τὰ θρέμματα αὐτοῦ Σαμαρεῖτις.

13.6.39οἱ μὲν γὰρ κατὰ τὰς γραφὰς σοφοὶ πίνουσιν ὡς Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ · οἱ δὲ ἁπλούστεροι καὶ ἀκεραιότεροι, οἱ λεγόμενοι πρόβατα Χριστοῦ, πίνουσιν ὡς τὰ θρέμματα τοῦ Ἰακώβ · οἱ δὲ παρεκδεχόμενοι τὰς γραφὰς καὶ δύσφημά τινα συνιστάντες προφάσει τοῦ νενοηκέναι αὐτὰς πίνουσιν ὡς πρὸ τοῦ πιστεῦσαι εἰς Ἰησοῦν Σαμαρεῖτις ἔπινεν.

13.7

13.7.40ἤδη δεύτερον κύριον ἀναγορεύει τὸν σωτῆρα Σαμαρεῖτις · πρότερον μὲν ὅτε φησί · κύριε, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ, ὅτε καὶ ἐπιζητεῖ πόθεν ἔχει τὸ ζῶν ὕδωρ, καὶ εἰ μείζων εἴη τοῦ νομιζομένου πατρὸς αὐτῇ Ἰακώβ · νῦν δὲ ὅτε καὶ αἰτεῖ ἀπὸ τοῦ ὕδατος τοῦ γινομένου πηγῆς ἐν τῷ πίνοντι ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.

13.7.41καὶ εἴπερ ἀληθὲς τὸ σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν, δῆλον ὅτι εἰποῦσα · δός μοι τοῦτο τὸ ὕδωρ ἔλαβεν τὸ ζῶν ὕδωρ, ἵνα μηκέτι ἀπορῇ διψῶσα μη δὲ διέρχηται ἐπὶ τὴν πηγὴν τοῦ Ἰακὼβ διὰ τὸ ἀντλεῖν, ἀλλὰ χωρὶς τοῦ ὕδατος τοῦ Ἰακὼβ θεωρῆσαι τὴν ἀλήθειαν ἀγγελικῶς καὶ ὑπὲρ ἄνθρωπον δυνηθῇ. οὐ δὲ γὰρ οἱ ἄγγελοι δέονται τῆς τοῦ Ἰακὼβ πηγῆς, ἵνα πίωσιν, ἀλλ’ἕκαστος ἐν ἑαυτῷ ἔχει πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον γεγενημένην καὶ ἀποκαλυφθεῖσαν ἀπὸ αὐτοῦ τοῦ λόγου καὶ αὐτῆς τῆς σοφίας.

13.7.42οὐ δυνατὸν μέντοι γε τὸ ἕτερον παρὰ τὸ ἐκ τῆς πηγῆς τοῦ Ἰακὼβ ὕδωρ χωρῆσαι τὸ ὑπὸ τοῦ λόγου διδόμενον μὴ ἐπιμελέστατα ἀσχοληθέντα ἐκ τοῦ διψᾶν περὶ τὸ διέρχεσθαι καὶ ἀντλεῖν ἐντεῦθεν · ὥστε κατὰ τοῦτο πολλὰ ἐνδεῖν τοῖς πολλοῖς μὴ ἐπιπλεῖον ἐγγεγυμνασμένοις τῷ ἀντλεῖν ἀπὸ τῆς τοῦ Ἰακὼβ πηγῆς.

13.8

13.8.43ἐλέγομεν καὶ ἐν τοῖς ἀνωτέρω τὸν ἄρχοντα τῆς ψυχῆς νόμον, ἕκαστος ὑπέταξεν ἑαυτόν, τοῦτον εἶναι τὸν ἄνδρα. νῦν δὲ καὶ τοῦ ἀποστόλου ἐκ τῆς πρὸς Ῥωμαίους ἐπιστολῆς εἰς τοῦτο μαρτύριον παραθησόμεθα λέγοντος · ἀγνοεῖτε, ἀδελφοί γινώσκουσιν γὰρ νόμον λαλῶ ὅτι νόμος κυριεύει τοῦ ἀνθρώπου, ἐφ’ὅσον χρόνον ζῇ; τίς δὴ ζῇ; ἀπὸ κοινοῦ λαμβανόντων ἡμῶν τὸν νόμον, νόμος.

13.8.44εἶτ’εὐθέως φησίν · γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ, ὡς εἰ ἔλεγεν ζῶντι ἀνδρί, ὅστις ἀνὴρ νόμος ἐστίν.

13.8.45εἶτα πάλιν φησίν · ἐὰν δὲ ἀποθάνῃ ἀνήρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός · οἱονεὶ γυνὴ κατήργηται ἀποθανόντος τοῦ νόμου καὶ οὐκέτι τὰ τῆς γυναικὸς ὡς πρὸς ἄνδρα ἐνεργεῖ.

13.8.46εἶτα λέγει · ἄρ’οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ · ἐὰν δὲ ἀποθάνῃ ἀνήρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ.

13.8.47ἀπέθανεν δὲ νόμος κατὰ τὸ γράμμα, καὶ οὐκ ἔστιν ψυχὴ μοιχαλὶς γενομένη ἀνδρὶ ἑτέρῳ, τῷ νόμῳ τῷ κατὰ τὸ πνεῦμα · ἀποθανόντος δὲ τοῦ ἀνδρὸς τῇ γυναικὶ ἀποτεθνηκέναι πως ἂν λέγοιτο καὶ γυνὴ τῷ ἀνδρί, ὥστε οὕτως ἡμᾶς ἐκλαμβάνειν τὸ ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι ἵνα καρποφορήσωμεν τῷ θεῷ.

13.8.48εἰ τοίνυν νόμος ἐστὶν ἀνήρ, καὶ Σαμαρεῖτις ἔχει τινὰ ἄνδρα ὑποτάξασα ἑαυτὴν κατὰ τὴν παρεκδοχὴν τῶν ὑγιαινόντων λόγων νόμῳ τινί, καθ’ὃν βιοῦν ἕκαστος τῶν ἑτεροδόξων θέλει, βούλεται ἐνταῦθα τὴν ἑτερόδοξον ψυχὴν θεῖος λόγος παρατιθεῖσαν τὸν ἄρχοντα ἑαυτῆς νόμον διελεγχθῆναι, εἰς τὸ καταφρονήσασαν αὐτὴν ὡς οὐ νομίμου ἀνδρὸς ζητῆσαι ἄνδρα ἕτερον, εἰς τὸ γενέσθαι αὐτὴν ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἀναστησομένῳ λόγῳ, μὴ ἀνατρεπομένῳ μη δὲ τεθνηξομένῳ, ἀλλ’ἀϊδίῳ μενοῦντι καὶ βασιλεύοντι πάνταςτε τοὺς ἐχθροὺς ὑποτάσσοντι · Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει · γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ · δὲ ζῇ, ζῇ τῷ θεῷ, ἐν δεξιᾷ ὢν αὐτοῦ, ἕως πάντες οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τεθῶσιν αὐτῷ.

13.8.49ποῦ δὲ ἔδει ἐλεγχθῆναι τὸν νομιζόμενον ἄνδρα τῆς Σαμαρείτιδος ὡς οὐκ ἄνδρα παρὰ τῇ πηγῇ τοῦ Ἰακὼβ ὑπὸ τοῦ Ἰησοῦ, εἰ μὴ ἀφ’ἑαυτῆς γυνὴ ἤρνητο τὸν ἄνδρα; διὰ τοῦτο λέγει αὐτῇ Ἰησοῦς · ὕπαγε φώνησόν σου τὸν ἄνδρα καὶ ἐλθὲ ἐνθάδε.

13.8.50οἷον δὲ ἔχουσά τι ἤδη τοῦ ἁλλομένου εἰς ζωὴν αἰώνιον ὕδατος διὰ τὸ εἰρηκέναι · δός μοι τοῦτο τὸ ὕδωρ καὶ ἀψευδεῖν τὸν προεπαγγειλάμενον ὅτι σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδω κέν σοι ὕδωρ ζῶν, ἀπεκρίθη γυνή, καταγνοῦσα ἑαυτῆς ἐπὶ τῇ κοινωνίᾳ τῇ πρὸς τὸν τοιοῦτον ἄνδρα, καὶ εἶπεν · οὐκ ἔχω ἄνδρα.

13.9

13.9.51οἶμαι πᾶσαν τὴν εἰσαγομένην ψυχὴν εἰς τὴν διὰ τῶν γραφῶν ἐν Χριστῷ θεοσέβειαν ἀπὸ τῶν αἰσθητῶν καὶ σωματικῶν λεγομένων ἀρχομένην, τοὺς πέντε ἄνδρας καθ’ἑκάστην τῶν αἰσθήσεων ἀνδρός τινος γινομένου ἴσχειν · ἐπὰν δὲ μετὰ τὸ ὡμιληκέναι τοῖς αἰσθητοῖς ἀνακῦψαί τις θέλων καὶ προτραπεὶς ἐπὶ τὰ νοητὰ περιτύχῃ λόγῳ προφάσει ἀλληγορίας καὶ πνευματικῶν οὐχ ὑγιαίνοντι, οὗτος μετὰ τοὺς πέντε ἄνδρας ἑτέρῳ προσέρχεται, δούς, ἵν’οὕτως εἴπω, τὸ ἀποστάσιον τοῖς προτέροις πέντε καὶ κρίνων συνοικεῖν τῷ ἕκτῳ.

13.9.52καὶ ἕως ἄν γε ἐλθὼν Ἰησοῦς εἰς συναίσθησιν ἡμᾶς ἀγάγῃ τοῦ τοιούτου ἀνδρός, ἐκείνῳ σύνεσμεν · ἐλθόντος δὲ τοῦ κυρίου λόγου καὶ διαλεχθέντος ἡμῖν, ἀρνούμενοι ἐκεῖνον τὸν ἄνδρα φαμέν · οὐκ ἔχω ἄνδρα · ὅτε καὶ ἐπαινεῖ ἡμᾶς κύριος λέγων · καλῶς εἶπας ὅτι οὐκ ἔχω ἄνδρα .

13.9.53τὸ δὲ τοῦτο ἀληθὲς εἴρηκας οἱονεὶ ἐλεγκτικόν ἐστιν, ὡς τῶν προτέρων οὐκ ἀληθῶς ὑπ’αὐτῆς εἰρημένων. καὶ τάχα οὐκ ἦν ἀληθὲς τὸ οὐ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις.

13.9.54αὐτὸς γοῦν Ἰησοῦς, ὡς ἐν τοῖς πρὸ τούτων εἰρήκαμεν, συγχρῆται Σαμαρείταις ἵνα καὶ αὐτοὺς ὠφελήσῃ.

13.9.55οὐκ ἀληθὲς δὲ καὶ τὸ οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶ βαθύ.

13.9.56τάχα δὲ οὐκ ἀληθὲς καὶ τὸ Ἰακὼβ ἐκ τοῦ φρέατος ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ · εἰ γὰρ οὐχ ὁμοίως ἔπιεν τῇ Σαμαρείτιδι Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ, οἴεται δὲ Σαμαρεῖτις τὸ ὅμοιον καὶ ταὐτὸν πάντη ποτὸν πεπωκέναι τῷ Ἰακὼβ καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ τοῖς θρέμμασιν αὐτοῦ, δῆλον ὅτι ψεύδεται.

13.10

13.10.57ἴδωμεν δὲ καὶ τὰ Ἡρακλέωνος εἰς τοὺς τόπους, ὅστις φησὶν ἄτονον καὶ πρόσκαιρον καὶ ἐπιλείπουσαν ἐκείνην γεγονέναι τὴν ζωὴν καὶ τὴν κατ’αὐτὴν δόξαν · κοσμικὴ γάρ, φησίν, ἦν · καὶ οἴεται τοῦ κοσμικὴν αὐτὴν εἶναι ἀπόδειξιν φέρειν ἐκ τοῦ τὰ θρέμματα τοῦ Ἰακὼβ ἐξ αὐτῆς πεπωκέναι.

13.10.58καὶ εἰ μὲν ἄτονον καὶ πρόσκαιρον καὶ ἐπιλείπουσαν ἐλάμβανεν τὴν ἐκ μέρους γνῶσιν, ἤτοι τὴν ἀπὸ τῶν γραφῶν συγκρίσει τῶν ἀρρήτων ῥημάτων, οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, πᾶσαν τὴν νῦν δι’ἐσόπτρου καὶ αἰνίγματος γινομένην γνῶσιν καταργουμένην, ὅταν ἔλθῃ τὸ τέλειον, οὐκ ἂν αὐτὸ ἐνεκαλέσαμεν · εἰ δὲ ὑπὲρ τοῦ διαβάλλειν τὰ παλαιὰ τοῦτο ποιεῖ, ἐγκλητέος ἂν εἴη.

13.10.59 δὲ δίδωσιν ὕδωρ σωτήρ φησιν εἶναι ἐκ τοῦ πνεύματος καὶ τῆς δυνάμεως αὐτοῦ, οὐ ψευδόμενος.

13.10.60καὶ εἰς τὸ οὐ μὴ διψήσῃ δὲ εἰς τὸν αἰῶνα ἀποδέδωκεν αὐταῖς λέξεσιν οὕτως · αἰώνιος γὰρ ζωὴ αὐτοῦ καὶ μηδέποτε φθειρομένη, ὡς καὶ πρώτη ἐκ τοῦ φρέατος, ἀλλὰ μένουσα · ἀναφαίρετος γὰρ χάρις καὶ δωρεὰ τοῦ σωτῆρος ἡμῶν καὶ μὴ ἀναλισκομένη μη δὲ φθειρομένη ἐν τῷ μετέχοντι αὐτῆς.

13.10.61φθειρομένην δὲ τὴν πρώτην διδοὺς εἶναι ζωήν, εἰ μὲν τὴν κατὰ τὸ γράμμα ἔλεγεν, ζητῶν τὴν περιαιρέσει τοῦ καλύμματος γινομένην κατὰ τὸ πνεῦμα καὶ εὑρίσκων, ὑγιῶς ἂν ἔλεγεν · εἰ δὲ πάντη φθορὰν κατηγορεῖ τῶν παλαιῶν, δῆλον ὅτι τοῦτο ποιεῖ ὡς μὴ ὁρῶν τὰ ἀγαθὰ τῶν μελλόντων ἔχειν ἐκεῖνα τὴν σκιάν.

13.10.62οὐκ ἀπιθάνως δὲ τὸ ἁλλομένου διηγήσατο καὶ τοὺς μεταλαμβάνοντας τοῦ ἄνωθεν ἐπιχορηγουμένου πλουσίως καὶ αὐτοὺς ἐκβλύσαι εἰς τὴν ἑτέρων αἰώνιον ζωὴν τὰ ἐπικεχορηγημένα αὐτοῖς.

13.10.63ἀλλὰ καὶ ἐπαινεῖ τὴν Σαμαρεῖτιν ὡσὰν ἐνδειξαμένην τὴν ἀδιάκριτον καὶ κατάλληλον τῇ φύσει ἑαυτῆς πίστιν, μὴ διακριθεῖσαν ἐφ’οἷς ἔλεγεν αὐτῇ.

13.10.64εἰ μὲν οὖν τὴν προαίρεσιν ἀπεδέχετο, μηδὲν περὶ φύσεως αἰνιττόμενος ὡς διαφερούσης, καὶ ἡμεῖς ἂν συγκατεθέμεθα · εἰ δὲ τῇ φυσικῇ κατασκευῇ ἀναφέρει τὴν τῆς συγκαταθέσεως αἰτίαν, ὡς οὐ πᾶσιν ταύτης παρούσης, ἀνατρεπτέον αὐτοῦ τὸν λόγον.

13.10.65οὐκ οἶδα δὲ πῶς Ἡρακλέων τὸ μὴ γεγραμμένον ἐκλαβών φησι πρὸς τὸ δός μοι τοῦτο τὸ ὕδωρ ὡς ἄρα βραχέα διανυχθεῖσα ὑπὸ τοῦ λόγου ἐμίσησεν λοιπὸν καὶ τὸν τόπον ἐκείνου τοῦ λεγομένου ζῶντος ὕδατος.

13.10.66ἔτι δὲ καὶ πρὸς τὸ δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μη δὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν, φησὶν ὅτι ταῦτα λέγει γυνὴ ἐμφαίνουσα τὸ ἐπίμοχθον καὶ δυσπόριστον καὶ ἄτροφον ἐκείνου τοῦ ὕδατος. πόθεν γὰρ δεικνύναι ἔχει ἄτροφον εἶναι τὸ τοῦ Ἰακὼβ ὕδωρ;

13.11

13.11.67ἔτι δὲ Ἡρακλέων πρὸς τὸ λέγει αὐτῇ φησί · δῆλον ὅτι τοιοῦτό τι λέγων, εἰ θέλεις λαβεῖν τοῦτο τὸ ὕδωρ, ὕπαγε φώνησον τὸν ἄνδρα σου · καὶ οἴεται τῆς Σαμαρείτιδος τὸν λεγόμενον ὑπὸ τοῦ σωτῆρος ἄνδρα τὸ πλήρωμα εἶναι αὐτῆς, ἵνα σὺν ἐκείνῳ γενομένη πρὸς τὸν σωτῆρα κομίσασθαι παρ’αὐτοῦ τὴν δύναμιν καὶ τὴν ἕνωσιν καὶ τὴν ἀνάκρασιν τὴν πρὸς τὸ πλήρωμα αὐτῆς δυνηθῇ · οὐ γὰρ περὶ ἀνδρός, φησί, κοσμικοῦ ἔλεγεν αὐτῇ, ἵνα καλέσῃ, ἐπείπερ οὐκ ἠγνόει ὅτι οὐκ εἶχεν νόμιμον ἄνδρα.

13.11.68προδήλως δὲ ἐνταῦθα βιάζεται, λέγων αὐτῇ τὸν σωτῆρα εἰρηκέναι · φώνησόν σου τὸν ἄνδρα καὶ ἐλθὲ ἐνθάδε, δηλοῦντα τὸν ἀπὸ τοῦ πληρώματος σύζυγον · εἴπερ γὰρ τοῦθ’οὕτως εἶχεν, ἐχρῆν τὸν ἄνδρα καὶ τίνα τρόπον φωνητέον ἔσται αὐτὸν εἰπεῖν, ἵνα σὺν αὐτῷ γένηται πρὸς τὸν σωτῆρα.

13.11.69ἀλλ’ἐπεί, ὡς Ἡρακλέων φησί, κατὰ τὸ νοούμενον ἠγνόει τὸν ἴδιον ἄνδρα, κατὰ δὲ τὸ ἁπλοῦν ᾐσχύνετο εἰπεῖν ὅτι μοιχόν, οὐχὶ δὲ ἄνδρα εἶχεν, πῶς οὐχὶ μάτην ἔσται προστάσσων λέγων · ὕπαγε, φώνησον τὸν ἄνδρα σου, καὶ ἐλθὲ ἐνθάδε;

13.11.70εἶτα πρὸς τοῦτο ἀληθὲς εἴρηκας ὅτι ἄνδρα οὐκ ἔχεις φησίν · ἐπεὶ ἐν τῷ κόσμῳ οὐκ εἶχεν ἄνδρα Σαμαρεῖτις · ἦν γὰρ αὐτῆς ἀνὴρ ἐν τῷ αἰῶνι.

13.11.71ἡμεῖς μὲν οὖν ἀνέγνωμεν · πέντε ἄνδρας ἔσχες · παρὰ δὲ τῷ Ἡρακλέωνι εὕρομεν · ἓξ ἄνδρας ἔσχες.

13.11.72καὶ ἑρμηνεύει γε τὴν ὑλικὴν πᾶσαν κακίαν δηλοῦσθαι διὰ τῶν ἓξ ἀνδρῶν, συνεπέπλεκτο καὶ ἐπλησίαζεν παρὰ λόγον πορνεύουσα καὶ ἐνυβριζομένη καὶ ἀθετουμένη καὶ ἐγκαταλειπομένη ὑπ’αὐτῶν.

13.11.73λεκτέον δὲ πρὸς αὐτὸν ὅτι εἴπερ ἐπόρνευεν πνευματική, ἡμάρτανεν πνευματική · εἰ δὲ ἡμάρτανεν πνευματική, δένδρον ἀγαθὸν οὐκ ἦν πνευματική · κατὰ γὰρ τὸ εὐαγγέλιον · οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ἐνεγκεῖν.

13.11.74καὶ δῆλον ὅτι οἴχεται αὐτοῖς τὰ τῆς μυθοποιΐας. εἰ δὲ ἀδύνατόν ἐστι τὸ ἀγαθὸν δένδρον φέρειν πονηροὺς καρπούς, καὶ ἀγαθὸν δένδρον Σαμαρεῖτις ἅτε πνευματικὴ τυγχάνουσα, ἀκόλουθον αὐτῷ λέγειν ἐστίν, ὅτι ἤτοι οὐκ ἦν ἁμαρτία πορνεία αὐτῆς, οὐκ αὐτὴ ἐπόρνευσεν.

13.12

13.12.75τρίτον ἤδη Σαμαρεῖτις κύριον ἀναγορεύει τὸν σωτῆρα ἡμῶν, ὅτε καὶ τελευταῖον ἀναγέγραπται τοῦτο πρὸς αὐτὸν εἰρηκέναι · πλὴν οὐδέπω οἴεται αὐτὸν εἶναι τῶν προφητῶν κρείττονα οὐ δὲ τὸν προφητευθέντα, ἀλλά τινα προφήτην.

13.12.76καὶ ἑτερόδοξος δὲ γνώμη τῶν περὶ τὰς γραφὰς καλινδουμένων, διελεγχθέντων αὐτῆς τῶντε προτέρων πέντε ἀνδρῶν καὶ τοῦ μετ’ἐκείνους καταλειφθέντας ὑπ’αὐτῆς δόξαντος εἶναι ἀνδρός, τὸν ἐλέγξαντα λόγον οὐ δυναμένη ἀρχῆθεν ἐστιν ἰδεῖν, προφήτην εἶναί φησιν, οἱονεὶ θεῖόν τινα καὶ ἔχοντά τι τοῦ ἀνθρωπίνου κρεῖττον, οὐ μὴν τοσοῦτον ὅσον ἦν. διόπερ φησὶν οἱονεὶ ἀναβλέψασά πως καὶ ἐν θεωρίᾳ νομίσασα γεγονέναι · θεωρῶ ὅτι προφήτης εἶ σύ.

13.12.77εἰς τοῦτο οἱ πατέρες ἡμῶν καὶ τὰ ἑξῆς ἰστέον τὴν Σαμαρειτῶν πρὸς Ἰουδαίους διάστασιν περὶ τοῦ νομιζομένου αὐτοῖς ἁγίου τόπου · οἱ μὲν γὰρ Σαμαρεῖς τὸ καλούμενον Γαριζεὶν ὄρος ἅγιον νομίζοντες ἐν αὐτῷ προσκυνοῦσιν τῷ θεῷ, οὗ μέμνηται Μωσῆς ἐν τῷ Δευτερονομίῳ οὕτως λέγων · καὶ ἐνετείλατο Μωσῆς τῷ λαῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων · οὗτοι στήσονται εὐλογεῖν τὸν λαὸν ἐν ὄρει Γαριζεὶν διαβάντες τὸν Ἰορδάνην · Συμεών, Λευΐ, Ἰούδας, Ἰσσάχαρ, Ἰωσὴφ καὶ Βενιαμείν · καὶ οὗτοι στήσονται ἐπὶ τῆς κατάρας ἐν ὄρει Γαιβάλ · Ῥουβήν, Γὰδ καὶ Ἀσήρ, Ζαβουλών, Δὰν καὶ Νεφθαλείμ.

13.12.78οἱ δὲ Ἰουδαῖοι τὸ Σιὼν θεῖόν τι νενομικότες καὶ οἰκεῖον τοῦ θεοῦ ἐκεῖνον οἴονται εἶναι τὸν ἐκλελεγμένον ὑπὸ τοῦ πατρὸς τῶν ὅλων τόπον, καὶ διὰ τοῦτο ἐν αὐτῷ ᾠκοδομῆσθαι τὸν ναὸν ὑπὸ τοῦ Σολομῶνος λέγουσιν καὶ πᾶσαν τὴν λευϊτικὴν καὶ ἱερατικὴν λατρείαν ἐκεῖ ἐπιτελεῖσθαι.

13.12.79ἀκολούθως δὲ ταύταις ἑκάτερον ἔθνος ταῖς ὑπολήψεσιν νενόμικεν τοὺς πατέρας ἐν τῷδε τῷδε ὄρει προσκεκυνηκέναι τῷ θεῷ.

13.13

13.13.80καὶ εἴ ποτε δὲ μέχρι τοῦ δεῦρο συγκαταβαίνοιεν ἀλλήλοις εἰς λόγον Σαμαρεῖς καὶ Ἰουδαῖοι, ἑκάτερος πρὸς τὸν λοιπὸν ἐπαπορήσει, καὶ ἐρεῖ γε Σαμαρεὺς τῷ Ἰουδαίῳ τὸν τῆς ἐνθάδε ἀναγεγραμμένον γυναικὸς λόγον · οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, δεικνὺς τὸ Γαριζείν, ὑμεῖς δὲ λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν τόπος ὅπου προσκυνεῖν δεῖ.

13.13.81ἀλλ’ἐπεὶ Ἰουδαῖοι μέν ἀπ’αὐτῶν γὰρ σωτηρία εἰκόνες εἰσὶν τῶν τοὺς ὑγιαίνοντας φρονούντων λόγους, Σαμαρεῖς δὲ τῶν ἑτεροδόξων, ἀκολούθως τὸ μὲν Γαριζεὶν θεοποιοῦσιν οἱ Σαμαρεῖς, ὅπερ ἑρμηνεύεται διατομὴ διαίρεσις καὶ τῆς κατὰ τὴν ἱστορίαν διατομῆς καὶ διαιρέσεως τῶν δέκα φυλῶν διατετμημένων ἀπὸ τῶν λοιπῶν δύο γεγενημένης κατὰ τοὺς τοῦ Ἱεροβοὰμ χρόνους, ὃς καὶ αὐτὸς ἑρμηνεύεται δικασμὸς λαοῦ. Ἰουδαῖοι δὲ τὸ Σιών, ὅπερ ἐστὶν σκοπευτήριον. εἰκὸς δέ τινα ἐπαπορήσειν διὰ τί αἱ παρὰ Μωσεῖ εὐλογίαι ἐπὶ τοῦ Γαριζεὶν γίνονται.

13.13.82λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι, ἐπείπερ σημαίνει Γαριζεὶν φωνὴ τὴν διατομὴν καὶ τὴν διαίρεσιν, τὸ μὲν τῆς διατομῆς σημαινόμενον ληπτέον, ὅτε σχίζεται λαὸς ὑπὸ τοῦ Ἱεροβοὰμ καὶ οἰκεῖ τὴν Σαμάρειαν βασιλεύς · τὸ δὲ τῆς διαιρέσεως ἐπὶ τῆς εὐλογίας, τῶν σοφῶν τῇ διαιρέσει τεταγμένως χρωμένων ἐφ’ἑκάστου τῶν προβλημάτων, ἥτις ἐστὶν ἀναγκαία πρὸς τὴν τῆς ἀληθείας κατανόησιν.

13.13.83ὅσον μὲν οὖν οὐδέπω ἐλήλυθεν ὑπὸ τοῦ κυρίου εἰρημένη ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσουσιν τῷ πατρί, φευκτέον τὸ τῶν Σαμαρειτῶν ὄρος, καὶ ἐν Σιών, ὅπου ἐστὶν τὰ Ἱεροσόλυμα, προσκυνητέον τῷ θεῷ, ἅπερ Ἱεροσόλυμα πόλις εἶναι λέγεται ὑπὸ τοῦ Χριστοῦ τοῦ μεγάλου βασιλέως.

13.13.84τίς δ’ἂν εἴη πόλις τοῦ μεγάλου βασιλέως, τὰ ἀληθινὰ Ἱεροσόλυμα, ἐκκλησία ἐκ λίθων ᾠκοδομημένη ζώντων, ἔνθα ἱεράτευμα ἅγιον, πνευματικαὶ θυσίαι προσφέρονται τῷ θεῷ ὑπὸ τῶν πνευματικῶν καὶ τὸν πνευματικὸν νενοηκότων νόμον;

13.13.85ἐπὰν δὲ ἐνστῇ τὸ πλήρωμα τοῦ χρόνου, τότε οὐχ ἡγητέον τὴν ἀληθινὴν προσκύνησιν καὶ τελείαν θεοσέβειαν τελεῖσθαι ἐν Ἱεροσολύμοις ἔτι, ὅταν τις γένηται μηδαμῶς ἐν σαρκὶ ἀλλ’ἐν πνεύματι, καὶ μηδαμῶς ἔτι ἐν τύπῳ ἀλλὰ πᾶς ἐν ἀληθείᾳ, τοιοῦτος κατεσκευασμένος ὥστε ἐξομοιοῦσθαι αὐτὸν οἷς ζητεῖ προσκυνηταῖς θεός.

13.14

13.14.86δὶς δὲ τὸ ἔρχεται ὥρα γέγραπται, καὶ κατὰ μὲν τὸ πρῶτον οὐ πρόσκειται καὶ νῦν ἐστιν, κατὰ δὲ τὸ δεύτερόν φησιν εὐαγγελιστής · ἀλλ’ἔρχεται ὥρα καὶ νῦν ἐστιν.

13.14.87καὶ οἶμαί γε τὸ μὲν πρότερον δηλοῦν τὴν ἔξω σωμάτων προσκύνησιν ἐνστησομένην κατὰ τὴν τελειότητα · τὸ δὲ δεύτερον τὴν τῶν ἐν βίῳ τούτῳ ὡς ἐνδέχεται κατὰ ἀνθρωπίνην φύσιν προκόπτειν τελειουμένων.

13.14.88ἔξεστιν οὖν καὶ ἐν τῷ πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖν τῷ πατρὶ ὅτε οὐ μόνον ἔρχεται ὥρα ἀλλὰ καὶ νῦν ἐστιν, κἂν ἐν τοῖς Ἱεροσολύμοις διὰ τοὺς ἐπὶ τοσοῦτον μόνον φθάνοντας τυγχάνειν νομιζώμεθα.

13.14.89ὅτε γοῦν γέγραπται · ἔρχεται ὥρα καὶ νῦν ἐστιν, οὐκέτι λέγεται τὸ οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί, ὥσπερ εἴρηται, ὅπου τὸ ἔρχεται ὥρα χωρὶς τοῦ νῦν ἐστιν ἀναγέγραπται.

13.14.90ἔτι μέντοι γε ὁμοίαν ψευδοδοξίαν τῇ ἐπὶ τοῦ νομιζομένου φρέατος εἰρημένῃ ἔχει Σαμαρεῖτις ταῦτα λέγουσα. ἐκεῖτε γὰρ μὴ σύ, φησί, μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς δέδωκεν ἡμῖν τὸ φρέαρ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; ἐνθάδε δὲ τὸ οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν.

13.15

13.15.91 δὲ Ἡρακλέων εἰς τὰ αὐτὰ ῥήματα λέγει εὐσχημόνως ὡμολογηκέναι τὴν Σαμαρεῖτιν τὰ ὑπ’αὐτοῦ πρὸς αὐτὴν εἰρημένα · προφήτου γὰρ μόνου, φησίν, ἐστὶν εἰδέναι τὰ πάντα · ψευδόμενος ἑκατέρως · καὶ γὰρ οἱ ἄγγελοι τὰ τοιαῦτα δύνανται εἰδέναι, καὶ προφήτης οὐ πάντα οἶδεν · ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν, κἂν προφητεύωμεν γινώσκωμεν.

13.15.92μετὰ δὲ ταῦτα ἐπαινεῖ ὡς πρεπόντως τῇ αὑτῆς φύσει ποιήσασαν τὴν Σαμαρεῖτιν, καὶ μήτε ψευσαμένην μήτε ἄντικρυς ὁμολογήσασαν τὴν ἑαυτῆς ἀσχημοσύνην · πεπεισμένηντέ φησιν αὐτὴν ὅτι προφήτης εἴη, ἐρωτᾶν αὐτὸν ἅμα τὴν αἰτίαν ἐμφαίνουσαν δι’ἣν ἐξεπόρνευσεν, ἅτε δι’ἄγνοιαν θεοῦ καὶ τῆς κατὰ τὸν θεὸν λατρείας ἀμελήσασαν καὶ πάντων τῶν κατὰ τὸν βίον αὐτῇ ἀναγκαίων, καὶ ἄλλως ἀεὶ τῶν ἐν τῷ βίῳ τυγχάνουσαν · οὐ γὰρ ἄν, φησίν, αὐτὴ ἤρχετο ἐπὶ τὸ φρέαρ ἔξω τῆς πόλεως τυγχάνον.

13.15.93οὐκ οἶδα δὲ πῶς ἐνόμισεν ἐμφαίνεσθαι τὴν αἰτίαν τοῦ ἐκπεπορνευκέναι, ἄγνοιαν αἰτίαν γεγονέναι ἐπὶ τῶν πλημμελημάτων καὶ τῆς κατὰ θεὸν λατρείας · ἀλλ’ἔοικεν ταῦτα ὡς ἔτυχεν ἐσχεδιακέναι χωρὶς πάσης πιθανότητος.

13.15.94προστίθησίντε τούτοις · ὅτι βουλομένη μαθεῖν πῶς καὶ τίνι εὐαρεστήσασα καὶ θεῷ προσκυνήσασα ἀπαλλαγείη τοῦ πορνεύειν λέγει τὸ οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν καὶ τὸ ἑξῆς. σφόδρα δέ ἐστιν εὐέλεγκτα τὰ εἰρημένα · πόθεν γὰρ ὅτι βούλεται μαθεῖν τίνι εὐαρεστήσασα ἀπαλλαγείη τοῦ πορνεύειν;

13.16

13.16.95ὅτε ἔδοξεν πιθανώτατα τετηρηκέναι Ἡρακλέων ἐν τούτοις τὸ ἐπὶ μὲν τῶν προτέρων μὴ εἰρῆσθαι αὐτῇ · πίστευέ μοι, γύναι, νῦν δὲ τοῦτο αὐτῇ προστετάχθαι, τότε ἐπεθόλωσεν τὸ μὴ ἀπίθανον παρατήρημα, εἰπὼν ὄρος μὲν τὸν διάβολον λέγεσθαι τὸν κόσμον αὐτοῦ, ἐπείπερ μέρος ἓν διάβολος ὅλης τῆς ὕλης, φησίν, ἦν, δὲ κόσμος τὸ σύμπαν τῆς κακίας ὄρος, ἔρημον οἰκητήριον θηρίων, προσεκύνουν πάντες οἱ πρὸ νόμου καὶ οἱ ἐθνικοί · Ἱεροσόλυμα δὲ τὴν κτίσιν τὸν κτίστην, προσεκύνουν οἱ Ἰουδαῖοι.

13.16.96ἀλλὰ καὶ δευτέρως ὄρος μὲν ἐνόμισεν εἶναι τὴν κτίσιν οἱ ἐθνικοὶ προσεκύνουν · Ἱεροσόλυμα δὲ τὸν κτίστην οἱ Ἰουδαῖοι ἐλάτρευον.

13.16.97ὑμεῖς οὖν, φησίν, οἱονεὶ οἱ πνευματικοὶ οὔτε τῇ κτίσει οὔτε τῷ δημιουργῷ προσκυνήσετε, ἀλλὰ τῷ πατρὶ τῆς ἀληθείας · καὶ συμπαραλαμβάνει γε, φησίν, αὐτὴν ὡς ἤδη πιστὴν καὶ συναριθμουμένην τοῖς κατὰ ἀλήθειαν προσκυνηταῖς.

13.16.98ἀλλ’ἡμεῖς τὴν μὲν ἐν φαντασίᾳ γνωστικῶν λόγων καὶ νομιζομένων ὑψηλῶν ὀνομαζομένην θεοσέβειαν παρὰ τοῖς ἑτεροδόξοις ὑπολαμβάνομεν δηλοῦσθαι διὰ τοῦ οὔτε ἐν τῷ ὄρει τούτῳ · τὸν δὲ κανόνα τὸν κατὰ τοὺς πολλοὺς τῆς ἐκκλησίας, ὃν καὶ αὐτὸν τέλειος καὶ ἅγιος ὑπεραναβήσεται θεωρητικώτερον καὶ σαφέστερον καὶ θειότερον προσκυνῶν τῷ πατρὶ διὰ τοῦ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί.

13.16.99ὥσπερ γάρ καθὼς ὁμολογήσαιεν ἂν καὶ οἱ Ἰουδαῖοι οἱ ἄγγελοι οὐκ ἐν Ἱεροσολύμοις προσκυνοῦσιν τῷ πατρί, τῷ κρειττόνως παρὰ τὸ ἐν Ἱεροσολύμοις προσκυνεῖν τῷ πατρί, οὕτως οἱ ἤδη τῇ διαθέσει τὸ ἰσάγγελοι εἶναι ἐσχηκότες οὐ δὲ ἐν Ἱεροσολύμοις προσκυνήσουσιν τῷ πατρί, ἀλλὰ βέλτιον οἱ ἐν Ἱεροσολύμοις, κἂν διὰ τοὺς ἐν Ἱεροσολύμοις συμπεριφέρωνται τοῖς ἐν Ἱεροσολύμοις, τοῖς Ἰουδαίοις γινόμενοι Ἰουδαῖοι ἵνα Ἰουδαίους κερδήσωσιν. Ἱεροσόλυμα δέ μοι νοείσθω καθὼς προαποδεδώκαμεν, ὁμοίως δὲ καὶ οἱ Ἰουδαῖοι.

13.16.100ὅτε μέντοι γε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις τις προσκυνεῖ, ἐλθούσης τῆς ὥρας προσκυνεῖ μετὰ παρρησίας υἱὸς γεγενημένος τὸν πατέρα. διόπερ οὐκ εἴρηται οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ θεῷ ἀλλὰ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί.

13.17

13.17.101τὸ ὑμεῖς, ὅσον ἐπὶ τῇ λέξει, οἱ Σαμαρεῖς · ὅσον δὲ ἐπὶ τῇ ἀναγωγῇ, οἱ περὶ τὰς γραφὰς ἑτερόδοξοι · τὸ δὲ ἡμεῖς, ὅσον ἐπὶ τῷ ῥητῷ, οἱ Ἰουδαῖοι · ὅσον δὲ ἐπὶ τῇ ἀλληγορίᾳ, ἐγὼ λόγος καὶ οἱ κατ’ἐμὲ μεμορφωμένοι, τὴν σωτηρίαν ἔχοντες ἀπὸ τῶν Ἰουδαϊκῶν λόγων · τὸ γὰρ φανερωθὲν νῦν μυστήριον πεφανέρωται διάτε γραφῶν προφητικῶν καὶ τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

13.17.102ὅρα δὲ εἰ μὴ ἰδίως καὶ παρὰ τὴν ἀκολουθίαν τῶν ῥητῶν Ἡρακλέων ἐκδεξάμενος τὸ ὑμεῖς ἀντὶ τοῦ οἱ Ἰουδαῖοι καὶ οἱ ἐθνικοὶ διηγήσατο.

13.17.103οἷον δέ ἐστιν πρὸς τὴν Σαμαρεῖτιν λέγεσθαι · ὑμεῖς οἱ Ἰουδαῖοι, πρὸς Σαμαρεῖτιν · ὑμεῖς οἱ ἐθνικοί; ἀλλ’οὐκ οἴδασίν γε οἱ ἑτερόδοξοι προσκυνοῦσιν, ὅτι πλάσμα ἐστὶν καὶ οὐκ ἀλήθεια, καὶ μῦθος καὶ οὐ μυστήρια · δὲ προσκυνῶν τὸν δημιουργόν, μάλιστα κατὰ τὸν ἐν κρυπτῷ Ἰουδαῖον καὶ τοὺς λόγους τοὺς πνευματικοὺς Ἰουδαϊκούς, οὗτος οἶδεν προσκυνεῖ.

13.17.104πολὺ δέ ἐστιν νῦν παρατίθεσθαι τοῦ Ἡρακλέωνος τὰ ῥητά, ἀπὸ τοῦ ἐπιγεγραμμένου Πέτρου κηρύγματος παραλαμβανόμενα, καὶ ἵστασθαι πρὸς αὐτὰ ἐξετάζοντας καὶ περὶ τοῦ βιβλίου, πότερόν ποτε γνήσιόν ἐστιν νόθον μικτόν · διόπερ ἑκόντες ὑπερτιθέμεθα, ταῦτα μόνον ἐπισημειούμενοι φέρειν αὐτόν, ὡς Πέτρου διδάξαντος, μὴ δεῖν καθ’Ἕλληνας προσκυνεῖν, τὰ τῆς ὕλης πράγματα ἀποδεχομένους καὶ λατρεύοντας ξύλοις καὶ λίθοις, μήτε κατὰ Ἰουδαίους σέβειν τὸ θεῖον, ἐπείπερ καὶ αὐτοὶ μόνοι οἰόμενοι ἐπίστασθαι θεὸν ἀγνοοῦσιν αὐτόν, λατρεύοντες ἀγγέλοις καὶ μηνὶ καὶ σελήνῃ.

13.17.105ζητητέον μέντοι γε, ὡς πρὸς τὸ ἀληθές, τίνι σωματικὴ λατρεία ἐγίνετο ὑπὸ Ἰουδαίων · ὅτι μὲν γὰρ προκείμενον ἦν αὐτοῖς προσφέρειν τὰς θυσίας τῷ κτίστῃ τοῦ παντὸς τοῦτο δῆλον.

13.17.106ἄξιον δὲ ἰδεῖν τί ἐστιν τὸ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων γεγραμμένον · ἔστρεψεν δὲ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ. οὐκ οἶδα δὲ πῶς τοῦ σωτῆρος ἄντικρυς φάσκοντος ὅτι σωτηρία ἀπὸ τῶν Ἰουδαίων ἐστίν οἱ ἑτερόδοξοι ἀρνοῦνται τὸν θεὸν τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τῶν πατέρων τῶν Ἰουδαίων.

13.17.107ἔτι δὲ εἰ πληροῖ σωτὴρ τὸν νόμον καὶ ἵνα πληρωθῇ τὰ ἐν τοῖς προφήταις γεγραμμένα τάδε τινὰ καὶ τάδε γίνεται κατὰ τὴν τοῦ κυρίου ἐπιδημίαν, πῶς οὐ σαφὲς τίνα τρόπον σωτηρία ἐκ τῶν Ἰουδαίων γίνεται;

13.17.108 αὐτὸς γὰρ θεὸς Ἰουδαίων καὶ ἐθνῶν, εἴπερ εἷς θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. οὐ γὰρ καταργοῦμεν νόμον διὰ τῆς πίστεως, ἀλλὰ ἱστάνομεν νόμον δι’αὐτῆς.

13.18

13.18.109τοὺς μη δ’ὅλως ἐπαγγελλομένους προσκυνεῖν τῷ πατρὶ οὐ δὲ ὀνομάζεσθαι δεῖ προσκυνητὰς τοῦ θεοῦ · ἀλλὰ πάντων τῶν ἐπαγγελλομένων προσκυνεῖν τῷ κτίσαντι, ἐὰν οἱ μὲν μηκέτι ὦσιν ἐν σαρκὶ ἀλλ’ἐν πνεύματι, τῷ πνεύματι περιπατεῖν καὶ ἐπιθυμίαν σαρκὸς μὴ ἐπιτελεῖν, οἱ δὲ μὴ ὦσιν ἐν πνεύματι, ἀλλ’ἐν σαρκὶ καὶ κατὰ σάρκα στρατεύωνται, τότε λεκτέον ἀληθινοὺς μὲν προσκυνητὰς τοὺς προσκυνοῦντας τῷ πατρὶ ἐν πνεύματι καὶ μὴ σαρκί, καὶ ἐν ἀληθείᾳ καὶ μὴ τύποις, οὐκ ἀληθινοὺς δὲ τοὺς μὴ οὕτως ἔχοντας.

13.18.110καὶ γράμματι δὲ τῷ ἀποκτιννύντι δεδουλωμένος, πνεύματος δὲ τοῦ ζωοποιοῦντος μὴ μετειληφὼς μη δὲ τοῖς πνευματικοῖς ἀκολουθῶν τοῦ νόμου, οὗτος ἂν εἴη μὴ ἀληθινὸς προσκυνητὴς καὶ πνεύματι μὴ προσκυνῶν τῷ πατρί · δ’αὐτὸς οὗτος ὅλος τῶν τύπων καὶ τῶν σωματικῶν ὤν, ὅταν ἐπιτυγχάνειν πάνυ δοκῇ, τότε ἐν τύπῳ καὶ οὐκ ἐν ἀληθείᾳ προσκυνεῖ τῷ θεῷ, διὰ τοῦτο οὐ δὲ ἀληθινὸς δυνάμενος χρηματίζειν προσκυνητής.

13.18.111τάχα δὲ δέδοταί ποτε εὐλόγως καὶ τὸν ἀληθινὸν προσκυνητὴν ἐν τῷ πνεύματι καὶ ἀληθείᾳ προσκυνοῦντα τυπικά τινα ποιεῖν, ἵνα τοὺς τῷ τύπῳ δεδουλωμένους οἰκονομικώτατα ἐλευθερώσας τῶν τύπων προσαγάγῃ τῇ ἀληθείᾳ, ὥσπερ φαίνεται Παῦλος ἐπὶ Τιμοθέου πεποιηκώς, τάχα δὲ καὶ ἐν Κεγχρεαῖς καὶ Ἱεροσολύμοις, ὡς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων γέγραπται.

13.18.112τηρητέον δὲ ὅτι οἱ ἀληθινοὶ προσκυνηταὶ οὐ μόνον ἐν μελλούσῃ ὥρᾳ ἀλλὰ καὶ ἐνεστηκυίᾳ προσκυνοῦσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ. ἀλλ’ἐν πνεύματι οἱ προσκυνοῦντες, ὡς εἰλήφασι προσκυνοῦντες, ἐν ἀραβῶνι πνεύματος ἐπὶ τοῦ παρόντος προσκυνοῦσιν, ἐν παντὶ δὲ τῷ πνεύματι, ὅτε πᾶν χωρήσουσι τὸ πνεῦμα, προσκυνήσουσι τῷ πατρί.

13.18.113εἰ δὲ βλέπων διὰ κατόπτρου τὸ ἀληθὲς οὐ βλέπει, ὡς δείκνυται τοῦτο τοῖς κατοπτρικοῖς ὑπὸ τῶν περὶ ταῦτα δεινῶν, βλέπει δὲ Παῦλος καὶ οἱ παραπλήσιοι αὐτῷ διὰ κατόπτρου νῦν, δῆλον ὅτι ὡς βλέπει οὕτω καὶ προσκυνεῖ τῷ θεῷ, καὶ διὰ κατόπτρου προσκυνεῖ τῷ θεῷ · ὅταν δὲ ἔλθῃ ὥρα μετὰ τὴν ἐνεστηκυῖαν ἐνστησομένη, τότε ἔσται προσκύνησις ἐν ἀληθείᾳ τῇ πρόσωπον πρὸς πρόσωπον καὶ οὐκέτι διὰ κατόπτρου θεωρουμένῃ.

13.19

13.19.114τὸ μέντοι γε ἡμεῖς προσκυνοῦμεν Ἡρακλέων οἴεται εἶναι ἐν αἰῶνι καὶ οἱ σὺν αὐτῷ ἐλθόντες · οὗτοι γάρ, φησίν, ᾔδεσαν τίνι προσκυνοῦσιν κατὰ ἀλήθειαν προσκυνοῦντες.

13.19.115ἀλλὰ καὶ τὸ ὅτι σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστὶν εἰρῆσθαι ἐπεὶ ἐν τῇ Ἰουδαίᾳ, φησίν, ἐγενήθη, ἀλλ’οὐκ ἐν αὐτοῖς οὐ γὰρ εἰς πάντας αὐτοὺς εὐδόκησεν καὶ ὅτι ἐξ ἐκείνου τοῦ ἔθνους ἐξῆλθεν σωτηρία καὶ λόγος εἰς τὴν οἰκουμένην. κατὰ δὲ τὸ νοούμενον ἐκ τῶν Ἰουδαίων τὴν σωτηρίαν διηγεῖται γεγονέναι ἐπείπερ εἰκόνες οὗτοι τῶν ἐν τῷ πληρώματι αὐτῷ εἶναι νομίζονται.

13.19.116ἐχρῆν δὲ αὐτὸν καὶ τοὺς ἀπ’αὐτοῦ ἕκαστον τῶν ἐν τῇ λατρείᾳ δεικνύναι πῶς ἐστιν εἰκὼν τῶν ἐν τῷ πληρώματι, εἴγε μὴ μόνον φωνῇ τοῦτο λέγουσιν ἀλλὰ καὶ ἀληθείᾳ φρονοῦσιν αὐτό.

13.19.117πρὸς τούτοις τὸ ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖσθαι τὸν θεὸν διηγούμενος λέγει, ὅτι οἱ πρότεροι προσκυνηταὶ ἐν σαρκὶ καὶ πλάνῃ προσεκύνουν τῷ μὴ πατρί, ὥστε κατ’αὐτὸν πεπλανῆσθαι πάντας τοὺς προσκεκυνηκότας τῷ δημιουργῷ.

13.19.118καὶ ἐπιφέρει γε Ἡρακλέων ὅτι ἐλάτρευον τῇ κτίσει, καὶ οὐ τῷ κατ’ἀλήθειαν κτίστῃ, ὅς ἐστιν Χριστός, εἴ γε πάντα δι’αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν.

13.20

13.20.119εἰ ζητεῖ πατήρ, διὰ τοῦ υἱοῦ ζητεῖ τοῦ ἐληλυθότος ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός, οὕστινας καθαίρων καὶ παιδεύων τῷ λόγῳ καὶ τοῖς ὑγιέσι δόγμασιν κατασκευάζει ἀληθινοὺς προσκυνητάς.

13.20.120ἀπολωλέναι δέ φησιν Ἡρακλέων ἐν τῇ βαθείᾳ ὕλῃ τῆς πλάνης τὸ οἰκεῖον τῷ πατρί, ὅπερ ζητεῖται, ἵνα πατὴρ ὑπὸ τῶν οἰκείων προσκυνῆται.

13.20.121εἰ μὲν οὖν ἑώρα τὸν περὶ τῆς ἀπωλείας τῶν προβάτων λόγον καὶ τοῦ ἀποπεσόντος τῶν τοῦ πατρὸς υἱοῦ, κἂν ἀπεδεξάμεθα αὐτοῦ τὴν διήγησιν.

13.20.122ἐπεὶ δὲ μυθοποιοῦντες οἱ ἀπὸ τῆς γνώμης αὐτοῦ οὐκ οἶδ’ τί ποτε τρανῶς παριστᾶσιν περὶ τῆς ἀπολωλυίας πνευματικῆς φύσεως οὐδὲν σαφὲς διδάσκοντες ἡμᾶς περὶ τῶν πρὸ τῆς ἀπωλείας αὐτῆς χρόνων αἰώνων οὐ δὲ γὰρ τρανοῦν δύνανται ἑαυτῶν τὸν λόγον, διὰ τοῦτο αὐτοὺς ἑκόντες παραπεμψόμεθα, τοσοῦτον ἐπαπορήσαντες.

13.21

13.21.123πολλῶν πολλὰ περὶ τοῦ θεοῦ ἀποφηναμένων καὶ τῆς οὐσίας αὐτοῦ, ὥστε τινὰς μὲν εἰρηκέναι καὶ αὐτὸν σωματικῆς φύσεως λεπτομεροῦς καὶ αἰθερώδους, τινὰς δὲ ἀσωμάτου καὶ ἄλλους ὑπερέκεινα οὐσίας πρεσβείᾳ καὶ δυνάμει, ἄξιον ἡμᾶς ἰδεῖν εἰ ἔχομεν ἀφορμὰς ἀπὸ τῶν θείων γραφῶν πρὸς τὸ εἰπεῖν τι περὶ οὐσίας θεοῦ.

13.21.124ἐνθάδε μὲν οὖν λέγεται οἱονεὶ οὐσία εἶναι αὐτοῦ τὸ πνεῦμα · πνεῦμα γὰρ θεός · φησίν · ἐν δὲ τῷ νόμῳ πῦρ · γέγραπται γὰρ θεὸς ἡμῶν πῦρ καταναλίσκον · παρὰ δὲ τῷ Ἰωάννῃ φῶς · θεός, γάρ φησι, φῶς ἐστιν καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία.

13.21.125ἐὰν μὲν οὖν ἁπλούστερον τούτων ἀκούσωμεν, μηδὲν πέρα τῆς λέξεως περιεργαζόμενοι, ὥρα ἡμῖν λέγειν σῶμα εἶναι τὸν θεόν · τίνα δὲ ἡμᾶς διαδέχεται ἄτοπα τοῦτο λέγοντας, οὐ τῶν πολλῶν ἐστιν εἰδέναι · ὀλίγοι γὰρ διειλήφασιν περὶ τῆς τῶν σωμάτων φύσεως, καὶ μάλιστα τῶν ὑπὸ λόγου καὶ προνοίας κατακοσμουμένων · καίτοι τὸ προνοοῦν τῆς αὐτῆς οὐσίας λέγοντες εἶναι τοῖς προνοουμένοις γενικῷ λόγῳ, τέλειον ἀλλ’οἷον τὸ προνοούμενον. παρεδέξαντο δὲ τὰ ἀπαντῶντα τῷ λόγῳ αὐτῶν ἄτοπα οἱ θέλοντες εἶναι σῶμα τὸν θεόν, ἅτε μὴ δυνάμενοι ἀντιβλέπειν τοῖς ἐκ λόγου ἐναργῶς παρισταμένου.

13.21.126ταῦτα δέ φημι καθ’ὑπεξαίρεσιν τῶν πέμπτην λεγόντων εἶναι φύσιν σωμάτων παρὰ τὰ στοιχεῖα.

13.21.127εἰ δὲ πᾶν σῶμα ὑλικὸν ἔχει φύσιν τῷ ἰδίῳ λόγῳ ἄποιον τυγχάνουσαν, τρεπτὴν δὲ καὶ ἀλλοιωτὴν καὶ δι’ὅλων μεταβλητὴν καὶ ποιότητας χωροῦσαν, ἃς ἐὰν βούληται αὐτῇ περιτιθέναι δημιουργός, ἀνάγκη καὶ τὸν θεὸν ὑλικὸν ὄντα τρεπτὸν εἶναι καὶ ἀλλοιωτὸν καὶ μεταβλητόν.

13.21.128καὶ ἐκεῖνοι μὲν οὐκ αἰδοῦνται λέγειν ὅτι καὶ φθαρτός ἐστιν σῶμα ὤν, σῶμα δὲ πνευματικὸν καὶ αἰθερῶδες, μάλιστα κατὰ τὸ ἡγεμονικὸν αὐτοῦ · φθαρτὸν δὲ ὄντα μὴ φθείρεσθαι τῷ μὴ εἶναι τὸν φθείροντα αὐτὸν λέγουσιν.

13.21.129ἡμεῖς δὲ διὰ τὸ μὴ ὁρᾶν τὰς ἀκολουθίας, ἐὰν σῶμα αὐτὸν λέγωμεν καὶ διὰ τὴν γραφὴν τοιοῦτόν τι σῶμα, πνεῦμα καὶ πῦρ καταναλίσκον καὶ φῶς, τὸ ἀναγκαίως ἑπόμενον τούτοις μὴ παραδεχόμενοι ἀσχημονήσομεν ὡς ἠλίθιοι καὶ παρὰ τὰ ἐναργῆ λέγοντες · πᾶν γὰρ πῦρ τροφῆς δεόμενον φθαρτόν ἐστιν, καὶ πᾶν πνεῦμα, εἰ ἁπλούστερον ἐκλαμβάνομεν τὸ πνεῦμα, σῶμα τυγχάνον ἐπιδέχεται ὅσον ἐπὶ τῇ ἑαυτοῦ φύσει τὴν εἰς τὸ παχύτερον μεταβολήν.

13.21.130ὥρα οὖν ἐν τούτοις ἤτοι τηροῦντας τὰς λέξεις τὰ τοσαῦτα ἄτοπα παραδέξασθαι καὶ δύσφημα περὶ τοῦ θεοῦ, ἐφοδεῦσαι, ὥσπερ καὶ ἐπὶ ἄλλων πλειόνων ποιοῦμεν, καὶ ἐξετάσαι τί δύναται δηλοῦσθαι ἀπὸ τοῦ λέγεσθαι πνεῦμα πῦρ φῶς εἶναι τὸν θεόν.

13.22

13.22.131καὶ πρῶτον λεκτέον, ὅτι ὥσπερ ὀφθαλμοὺς καὶ βλέφαρα καὶ ὦτα, χεῖράςτε καὶ βραχίονας καὶ πόδας εὑρίσκοντες γεγραμμένα τοῦ θεοῦ, ἔτι δὲ καὶ πτέρυγας, μεταλαμβάνομεν εἰς ἀλληγορίαν τὰ γεγραμμένα, καταφρονοῦντες τῶν μορφὴν ἀνθρώπων παραπλήσιον περιτιθέντων τῷ θεῷ καὶ εὐλόγως γε τοῦτο πράττομεν, οὕτως καὶ ἐπὶ τῶν εἰρημένων ὀνομάτων τὸ ἀκόλουθον ἡμῖν ποιητέον · καὶ δῆλόν γε ἀπὸ τοῦ φαινομένου ἡμῖν πρακτικωτέρου · φῶς γάρ ἐστιν θεός, κατὰ τὸν Ἰωάννην, καὶ σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμία.

13.22.132πῶς δὴ φῶς αὐτὸν νοητέον κατὰ τὸ δυνατὸν ἡμῖν συνετώτερον ἐπισκεψώμεθα · διχῶς γὰρ τὸ φῶς ὀνομάζεται, σωματικόντε καὶ πνευματικόν, ὅπερ ἐστὶ νοητὸν καὶ ὡς μὲν αἱ γραφαὶ ἂν λέγοιεν ἀόρατον, ὡς δ’ἂν Ἕλληνες ὀνομάσαιεν ἀσώματον.

13.22.133καὶ τοῦ γε σωματικοῦ παράδειγμα ὁμολογούμενον τοῖς τὴν ἱστορίαν παραδεχομένοις τὸ πᾶσιν δὲ τοῖς υἱοῖς Ἰσραὴλ ἦν φῶς ἐν πᾶσιν οἷς κατεγίνοντο · τοῦ δὲ νοητοῦ καὶ πνευματικοῦ ἔν τινι τῶν δώδεκα · σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, φωτίσατε ἑαυτοῖς φῶς γνώσεως.

13.22.134ὁμοίως δὲ καὶ τὸ σκότος κατ’ἀναλογίαν διχῶς λεχθήσεται. καὶ τοῦ μὲν κοινότερον λεγομένου παράδειγμα · καὶ ἐκάλεσεν θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσεν νύκτα · τοῦ δὲ νοητοῦ · λαὸς καθήμενος ἐν σκότει […] καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς.

13.23

13.23.135τούτων οὕτως ἐχόντων ἄξιον ἰδεῖν, τί ἁρμόζει νοεῖν ἡμᾶς περὶ θεοῦ λεγομένου φῶς, ἐν οὐδεμία ἐστὶν σκοτία. ἆρα γὰρ τοὺς σωματικοὺς ὀφθαλμοὺς θεὸς φωτίζων φῶς ἐστιν τοὺς νοητούς, περὶ ὧν καὶ προφήτης φησί · φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον;

13.23.136νομίζω δὲ προφανὲς παντί τῳ εἶναι ὅτι οὐκ ἂν τὸ τοῦ ἡλίου ἔργον ποιεῖν λέγοιμεν τὸν θεόν, ἑτέρῳ παραχωροῦντα φωτίζειν τοὺς ὀφθαλμοὺς τῶν μὴ ὑπνωσομένων εἰς θάνατον · οὐκοῦν φωτίζει θεὸς τὸν νοῦν ὧν κρίνει ἀξίους εἶναι τοῦ οἰκείου φωτισμοῦ.

13.23.137εἰ δὲ νοῦ ἐστιν φωτιστικὸς κατὰ τὸ λεγόμενον · κύριος φωτισμός μου · ἀνάγκη αὐτὸν νοητὸν τυγχάνοντα καὶ ἀόρατον καὶ ἀσώματον τούτου ἡμᾶς αὐτὸν ὑπολαμβάνειν φῶς.

13.23.138[…] μήποτε καὶ πῦρ καταναλίσκον ομενG? ὁμενG? σωματικοG? ἀναλωτικὸν εἶναι δοκεῖ, οἷον ξύλων καὶ χόρτου καὶ καλάμης · εἰ δὲ νοητά ἐστι ξύλα καὶ χόρτος καὶ καλάμη, μήποτε τὸ ἀναλωτικὸν τῆς τοιαύτης ὕλης πῦρ θεός ἐστιν ἡμῶν, πῦρ λεγόμενος εἶναι καταναλίσκον · καὶ πρέπον γε τῷ κυρίῳ ἐστὶν τὸ ἀναλίσκειν τὰ τοιαῦτα καὶ ἐξαφανίζειν τὰ χείρονα, οὗ γινομένου ἀλγηδόνας οἶμαι καὶ πόνους γίνεσθαι, οὐκ ἀπό τινος σωματικῆς ἐπαφῆς, περὶ τὰ ἡγεμονικά, ἔνθα συνέστη τοῦ καταναλίσκεσθαι ἀξία οἰκοδομή.

13.23.139φῶς οὖν ὀνομάζεται θεὸς ἀπὸ τοῦ σωματικοῦ φωτὸς μεταληφθεὶς εἰς ἀόρατον καὶ ἀσώματον φῶς, διὰ τὴν ἐν τῷ φωτίζειν νοητοὺς ὀφθαλμοὺς δύναμιν οὕτω λεγόμενος · πῦρτε προσαγορεύεται καταναλίσκον, ἀπὸ τοῦ σωματικοῦ πυρὸς καὶ καταναλωτικοῦ τῆς τοιᾶσδε ὕλης νοούμενος.

13.23.140τοιοῦτόν τί μοι φαίνεται καὶ περὶ τὸ πνεῦμα θεός · ἐπεὶ γὰρ εἰς τὴν μέσην καὶ κοινότερον καλουμένην ζωήν, φυσῶντος τοῦ περὶ ἡμᾶς πνεύματος τὴν καλουμένην σωματικώτερον πνοὴν ζωῆς, ζωοποιούμεθα ἀπὸ τοῦ πνεύματος, ὑπολαμβάνω ἀπ’ἐκείνου εἰλῆφθαι τὸ πνεῦμα λέγεσθαι τὸν θεὸν πρὸς τὴν ἀληθινὴν ζωὴν ἡμᾶς ἄγοντα · τὸ πνεῦμα γὰρ κατὰ τὴν γραφὴν λέγεται ζωοποιεῖν, φανερὸν ὅτι ζωοποίησιν οὐ τὴν μέσην ἀλλὰ τὴν θειοτέραν · καὶ γὰρ τὸ γράμμα ἀποκτέννει καὶ ἐμποιεῖ θάνατον, οὐ τὸν κατὰ τὸν χωρισμὸν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος, ἀλλὰ τὸν κατὰ τὸν χωρισμὸν τῆς ψυχῆς ἀπὸ τοῦ θεοῦ, καὶ τοῦ κυρίου αὐτοῦ, καὶ τοῦ ἁγίου πνεύματος.

13.24

13.24.141μήποτε δὲ καὶ τὸ ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσιν καὶ ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς βέλτιον ἐκληψόμεθα ἀπὸ τούτου τοῦ πνεύματος, εἰ ὑπολαμβάνοιμεν ὅτι στερισκόμενος τοῦ θείου πνεύματος χοϊκὸς γίνεται, ἐπιτήδειόντε ἑαυτὸν ποιήσας πρὸς παραδοχὴν αὐτοῦ καὶ λαβὼν αὐτὸ ἀνακτισθήσεται καὶ ἀνακτισθεὶς σωθήσεται.

13.24.142τοιοῦτον δ’ἂν εἴη καὶ εἰ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ἄνθρωπος εἰς ψυχὴν ζῶσαν, ὥστε καὶ τὸ ἐμφύσημα καὶ τὴν πνοὴν τῆς ζωῆς καὶ τὴν ζωὴν τῆς ψυχῆς πνευματικῶς ἀκούειν ἡμᾶς.

13.24.143ἐπεὶ δὲ προειρημένη δύναμις οἱονεὶ οἰκητήριον ἐπιτήδειον εὑροῦσα τὴν τοῦ ἁγίου ψυχὴν ἐπιδίδωσιν ἑαυτὴν τῇ ἐν αὐτῇ, ἵν’οὕτως εἴπω, μονῇ, γεγράφθαι νομιστέον τὸ ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτοῖς θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός.

13.24.144πλείονος μέντοι γε συγγυμνασίας δεόμεθα εἰς τὸ τελειωθέντας ἡμᾶς καὶ τὰ λεγόμενα παρὰ τῷ ἀποστόλῳ αἰσθητήρια γεγυμνασμένα ἔχοντας διακριτικοὺς γενέσθαι ἀγαθῶντε καὶ κακῶν, ἀληθῶντε καὶ ψευδῶν, καὶ θεωρητικοὺς νοητῶν, ἵνα δυνηθῶμεν ἐπιμελέστερον καὶ θεοπρεπέστερον κατὰ τὸ ἐνδεχόμενον ἀνθρωπίνῃ φύσει νοῆσαι πῶς ἐστιν θεὸς φῶς καὶ πῦρ καὶ πνεῦμα.

13.24.145καὶ ἐν τῇ τρίτῃ δὲ τῶν Βασιλειῶν τὸ γενόμενον πνεῦμα κυρίου πρὸς Ἠλίαν τοιάδε τινὰ ὑποβάλλει περὶ θεοῦ · εἶπεν γάρ · ἐξελεύσῃ αὔριον καὶ στήσῃ ἔναντι κυρίου ἐν τῷ ὄρει · ἰδοὺ παρελεύσεται κύριος. καὶ πνεῦμα μέγα κραταιὸν διαλῦον ὄρη καὶ συντρῖβον πέτρας ἐνώπιον κυρίου, οὐκ ἐν τῷ πνεύματι κύριος ἐν δὲ ἄλλοις εὕρομεν · ἐν τῷ πνεύματι κυρίου · μετὰ τὸ πνεῦμα συνσεισμός, οὐκ ἐν τῷ συνσεισμῷ κύριος · καὶ μετὰ τὸν συνσεισμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ κύριος · καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς · καὶ τάχα γε ἐν ὅσοις δεήσει γίνεσθαι περὶ τῆς καταλήψεως τοῦ κυρίου δηλοῦται διὰ τούτων, ἅπερ οὐ τοῦ παρόντος ἂν εἴη καιροῦ διηγήσασθαι.

13.24.146τίνα δὲ ἔπρεπεν λέγειν ἡμῖν περὶ τοῦ θεοῦ ὅστις ἐστίν, τὸν υἱόν; οὐδεὶς γὰρ ἔγνω τὸν πατέρα εἰ μὴ υἱός, ἵνα καὶ ἡμεῖς ἀποκαλύπτοντος τοῦ υἱοῦ γνῶμεν πῶς πνεῦμά ἐστιν θεός, καὶ φιλοτιμησώμεθα ἐν πνεύματι τῷ ζωοποιοῦντι καὶ μὴ γράμματι τῷ ἀποκτέννοντι προσκυνεῖν τὸν θεόν, καὶ ἐν ἀληθείᾳ σέβειν αὐτὸν καὶ μηκέτι τύποις μη δὲ σκιαῖς καὶ ὑποδείγμασιν, ὥσπερ οὐ δὲ οἱ ἄγγελοι ὑποδείγμασι καὶ σκιᾷ ὥσπερ ἄνθρωποι λατρεύουσιν τῷ θεῷ, ἀλλὰ τοῖς νοητοῖς καὶ ἐπουρανίοις, τὸν κατὰ τὴν τάξιν τοῦ Μελχισεδὲκ ἀρχιερέα ὁδηγὸν ἔχοντες τῆς ὑπὲρ τῶν δεομένων σωτηρίας λατρείας καὶ μυστικῆς καὶ ἀπορρήτου θεωρίας.

13.25

13.25.147εἰς μέντοι γε τὸ πνεῦμα θεός Ἡρακλέων φησίν · ἄχραντος γὰρ καὶ καθαρὰ καὶ ἀόρατος θεία φύσις αὐτοῦ.

13.25.148οὐκ οἶδα δὲ εἰ ἐδίδαξεν ἡμᾶς ταῦτα ἐπειπὼν πῶς θεὸς πνεῦμά ἐστιν · τὸ δὲ τοὺς προσκυνοῦντας ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν σαφηνίζειν νομίζων φησίν · ἀξίως τοῦ προσκυνουμένου πνευματικῶς, οὐ σαρκικῶς · καὶ γὰρ αὐτοὶ τῆς αὐτῆς φύσεως ὄντες τῷ πατρὶ πνεῦμά εἰσιν, οἵτινες κατὰ ἀλήθειαν καὶ οὐ κατὰ πλάνην προσκυνοῦσιν, καθὰ καὶ ἀπόστολος διδάσκει λέγων λογικὴν λατρείαν τὴν τοιαύτην θεοσέβειαν.

13.25.149ἐπιστήσωμεν δὲ εἰ μὴ σφόδρα ἐστὶν ἀσεβὲς ὁμοουσίους τῇ ἀγεννήτῳ φύσει καὶ παμμακαρίᾳ λέγειν εἶναι τοὺς προσκυνοῦντας ἐν πνεύματι τῷ θεῷ, οὓς πρὸ βραχέος εἶπεν αὐτὸς Ἡρακλέων ἐκπεπτωκότας, τὴν Σαμαρεῖτιν λέγων πνευματικῆς φύσεως οὖσαν ἐκπεπορνευκέναι.

13.25.150ἀλλ’οὐχ ὁρῶσιν οἱ ταῦτα λέγοντες ὅτι πᾶν τὸ ὁμοούσιόν ἐστιν καὶ τῶν αὐτῶν δεκτικόν · εἰ δὲ ἐδέξατο τὸ πορνεῦσαι πνευματικὴ φύσις, ὁμοούσιος οὖσα […] ἀνόσια καὶ ἄθεα καὶ ἀσεβῆ ἀκολουθεῖ τῷ λόγῳ τῷ κατ’αὐτοὺς περὶ θεοῦ οὐ δὲ φαντασιωθῆναι ἀκίνδυνόν ἐστιν.

13.25.151ἀλλ’ἡμεῖς πειθόμενοι τῷ σωτῆρι λέγοντι · πατὴρ πέμψας με μείζων μού ἐστιν καὶ διὰ τοῦτο μὴ ἐνεγκόντι μη δὲ τὴν ἀγαθὸς προσηγορίαν τὴν κυρίαν καὶ ἀληθῆ καὶ τελείαν παραδέξασθαι αὐτῷ προσφερομένην, ἀλλὰ ἀναφέροντι αὐτὴν εὐχαρίστως τῷ πατρὶ μετ’ἐπιτιμήσεως πρὸς τὸν βουλόμενον ὑπερδοξάζειν τὸν υἱόν, πάντων μὲν τῶν γενητῶν ὑπερέχειν οὐ συγκρίσει ἀλλ’ὑπερβαλλούσῃ ὑπεροχῇ φαμὲν τὸν σωτῆρα καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὑπερεχόμενον τοσοῦτον καὶ πλέον ἀπὸ τοῦ πατρός, ὅσῳ ὑπερέχει αὐτὸς καὶ τὸ ἅγιον πνεῦμα τῶν λοιπῶν, οὐ τῶν τυχόντων ὄντων. ὅση γὰρ δοξολογία τοῦ ὑπερέχοντος θρόνων, κυριοτήτων, ἀρχῶν, ἐξουσιῶν, καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι, πρὸς τούτοις καὶ ἁγίων ἀγγέλων καὶ πνευμάτων καὶ ψυχῶν δικαίων, τί δεῖ καὶ λέγειν;

13.25.152ἀλλ’ὅμως τῶν τοσούτων καὶ τηλικούτων ὑπερέχων οὐσίᾳ καὶ πρεσβείᾳ καὶ δυνάμει καὶ θειότητι ἔμψυχος γάρ ἐστι λόγος καὶ σοφίᾳ, οὐ συγκρίνεται κατ’οὐδὲν τῷ πατρί.

13.25.153εἰκὼν γάρ ἐστιν τῆς ἀγαθότητος αὐτοῦ καὶ ἀπαύγασμα οὐ τοῦ θεοῦ ἀλλὰ τῆς δόξης αὐτοῦ καὶ τοῦ ἀϊδίου φωτὸς αὐτοῦ, καὶ ἀτμὶς οὐ τοῦ πατρὸς ἀλλὰ τῆς δυνάμεως αὐτοῦ, καὶ ἀπόρροια εἰλικρινὴς τῆς παντοκρατορικῆς δόξης αὐτοῦ, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς ἐνεργείας αὐτοῦ, δι’οὗ ἐσόπτρου Παῦλος καὶ Πέτρος καὶ οἱ παραπλήσιοι αὐτοῖς βλέπουσι τὸν θεὸν λέγοντος · ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα τὸν πέμψαντά με.

13.26

13.26.154ἄξιον ἰδεῖν πῶς Σαμαρεῖτις, πλεῖον τῆς Πεντατεύχου Μωσέως μηδὲν προσιεμένη, τὴν παρουσίαν Χριστοῦ ὡς ἀπὸ τοῦ νόμου μόνου κηρυσσομένην προσδοκᾷ. καὶ εἰκός γε ἐκ τῆς εὐλογίας τοῦ Ἰακὼβ τῆς πρὸς τὸν Ἰούδαν ἐλπίζειν αὐτοὺς ἔσεσθαι καὶ τὴν ἐπιδημίαν λέγοντος · Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου · αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου · προσκυνήσουσίν σοι υἱοὶ τοῦ πατρός σου · καὶ μετ’ὀλίγα · οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν.

13.26.155εἰκὸς δὲ καὶ ἐκ τῶν προφητειῶν τοῦ Βαλαὰμ τὸ αὐτὸ αὐτοὺς ἐλπίζειν, τῆςτε ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψωθήσεται Γὼγ βασιλεία, καὶ αὐξηθήσεται βασιλεία αὐτοῦ.

13.26.156θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ · ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ καὶ τὰ πάχη αὐτῶν ἐκμυελεῖ, καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν · καὶ κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος · τίς ἀναστήσει αὐτόν; οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκατήρανται.

13.26.157καὶ ἐν τοῖς ἑξῆς δέ φησιν αὐτὸς Βαλαάμ · δείξω αὐτοῖς, καὶ οὐχὶ νῦν · μακαρίζω, καὶ οὐκ ἐγγίζει. ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωάβ, καὶ προνομεύσει πάντας τοὺς υἱοὺς Σήθ. καὶ ἔσται Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἠσαῦ ἐχθρὸς αὐτοῦ, καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύϊ. καὶ ἐξεγερθήσεται ἐξ Ἰακώβ, καὶ ἀπολεῖ σῳζόμενον ἐκ πόλεως.

13.26.158ἐπιστήσεις δὲ εἰ καὶ τοῦ Μωσέως πρὸς Ἰούδαν εὐλογία εἰς Χριστὸν ἀναφέρεσθαι καὶ τοῖς Σαμαρεῦσιν ἂν συνδοκοίη οὕτως ἔχουσα · εἰσάκουσον, κύριε, φωνὴν Ἰούδα, καὶ εἰς τὸν λαὸν αὐτοῦ ἔλθοις ἄν · αἱ χεῖρες αὐτοῦ ἅμα κρινοῦσιν αὐτῷ, καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν αὐτοῦ ἔσῃ.

13.26.159ἐπεὶ δὲ αὐχοῦσιν πατριάρχην Σαμαρεῖς τὸν Ἰωσήφ, ἐφίστημι μήποτε τήντε τοῦ Ἰακὼβ εἰς τὸν Ἰωσήφ τινες εὐλογίαν αὐτῶν καὶ τὴν τοῦ Μωσέως ἐκδέξονται λέγεσθαι εἰς τὴν Χριστοῦ παρουσίαν · τῷ δὲ βουλομένῳ ἐξέσται ἀπ’αὐτῆς τῆς γραφῆς λαβεῖν τὰ ῥητά.

13.26.160καὶ αὐτὸς δὲ σωτὴρ εἰδὼς Μωσέα πολλὰ ἀναγεγραφότα τῆς περὶ Χριστοῦ προφητείας φησὶ τοῖς Ἰουδαίοις · εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί · περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.

13.26.161τυπικῶς μὲν οὖν καὶ αἰνιγματώδως ἀναφερόμενα εἰς τὸν Χριστὸν τῶν ἀναγεγραμμένων ἐν τῷ νόμῳ πλεῖστα ὅσα ἔστιν εὑρεῖν · γυμνότερα δὲ καὶ σαφέστερα ἐγὼ οὐχ ὁρῶ ἐπὶ τοῦ παρόντος ἄλλα τινὰ παρὰ ταῦτα. Μεσσίας μέντοι γε Ἑβραϊστὶ καλεῖται, ὅπερ οἱ μὲν ἑβδομήκοντα Χριστὸς ἡρμήνευσαν · δὲ Ἀκύλας ἠλιμμένος.

13.27

13.27.162θεωρητέον καὶ τὸ ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα · πότερον ἀπὸ παραδόσεως τῇ Σαμαρείτιδι εἴρηται ἀπὸ τοῦ νόμου; οὐκ ἀγνοητέον μέντοι γε ὅτι ὥσπερ ἀπὸ Ἰουδαίων ἀνέστη Ἰησοῦς, Χριστὸς εἶναι οὐ μόνον λέγων ἀλλὰ καὶ ἀποδεικνύς · οὕτως ἀπὸ Σαμαρέων Δοσίθεός τις ἀναστὰς ἔφασκεν ἑαυτὸν εἶναι τὸν προεφητευμένον χριστόν, ἀφ’οὗ δεῦρο μέχρι εἰσὶν οἱ Δοσιθεηνοί, φέροντες καὶ βίβλους τοῦ Δοσιθέου καὶ μύθους τινὰς περὶ αὐτοῦ διηγούμενοι ὡς μὴ γευσαμένου θανάτου ἀλλ’ἐν τῷ βίῳ που τυγχάνοντος. καὶ ταῦτα μὲν ὡς πρὸς τὴν λέξιν.

13.27.163ἀλλὰ καὶ ἑτερόδοξος παρὰ τῇ πηγῇ τοῦ Ἰακώβ, φρέατι ὑπ’αὐτῆς εἶναι νομιζομένῳ, γνώμη ὃν ὑπολαμβάνει εἶναι τελειότερον λόγον τοῦτον Χριστὸν ὀνομάζουσά φησιν · ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα. παρὼν δὲ αὐτῇ προσδοκώμενος καὶ ἐλπιζόμενός φησι τὸ ἐγώ εἰμι, λαλῶν σοι.

13.27.164ὅρα δὲ καὶ τὸν Ἡρακλέωνα τί φησι · λέγει γὰρ ὅτι προσεδέχετο ἐκκλησία τὸν Χριστὸν καὶ ἐπέπειστο περὶ αὐτοῦ, ὅτι τὰ πάντα μόνος ἐκεῖνος ἐπίσταται.

13.28

13.28.165ζητητέον εἴ που Χριστὸς ἑαυτὸν εὐηγγελίσατο, καὶ συγκριτέον ταῦτα ἀλλήλοις ὥσπερ · ἐγώ εἰμι μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ πέμψας με πατήρ, καὶ ἔτι τὸ εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί · περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν, καὶ εἴ τι τούτοις παραπλήσιον ἔν τινι τῶν εὐαγγελίων εἴρηται.

13.28.166πλὴν ὅσον ἐπὶ τῷ ῥητῷ μανθάνωμεν ἀπ’αὐτοῦ καὶ ἐντεῦθεν ὅτι πρᾶός ἐστιν καὶ ταπεινὸς τῇ καρδίᾳ, μὴ ὑπερηφανῶν περὶ τηλικούτων πραγμάτων διαλέγεσθαι ὑδροφόρῳ γυναικὶ διὰ πολλὴν πενίαν ἐξιούσῃ τὴν πόλιν καὶ καμνούσῃ εἰς τὸ ὑδρεύσασθαι.

13.28.167θαυμάζουσίν γε καὶ οἱ μαθηταὶ ἐπελθόντες, προτεθεωρηκότες τὸ μέγεθος τῆς ἐν αὐτῷ θεότητος, καὶ θαυμάζουσιν τίνα τρόπον τηλικοῦτος μετὰ γυναικὸς ἐλάλει · ἡμεῖς δὲ ὑπὸ ἀλαζονείας καὶ ὑπὸ ὑπερηφανίας ἀγόμενοι τοὺς εὐτελεστέρους ὑπερορώμεθάτε ἐπιλανθανόμενοι τοῦ καθ’ἕκαστον ἄνθρωπον εἶναι τὸ ποιήσωμεν ἄνθρωπον κατ’εἰκόνα ἡμετέραν, καὶ καθ’ὁμοίωσιν ἡμετέραν.

13.28.168καὶ μὴ μεμνημένοι τοῦ πλάσαντος ἐν κοιλίᾳ καὶ πλάσαντος κατὰ μόνας τὰς καρδίας πάντων ἀνθρώπων καὶ συνιέντος εἰς πάντα τὰ ἔργα αὐτῶν οὐ γινώσκομεν ὅτι ταπεινῶν ἐστὶ θεὸς καὶ ἐλαττόνων βοηθὸς ἀντιλήπτωρ ἀσθενούντων, ἀφηλπισμένων σκεπαστὴς καὶ ἀπεγνωσμένων σωτήρ.

13.28.169οἱονεὶ δὲ καὶ ἀποστόλῳ πρὸς τοὺς ἐν τῇ πόλει χρῆται τῇ γυναικὶ ταύτῃ, ἐπὶ τοσοῦτον ἐξάψας αὐτὴν διὰ τῶν λόγων, ἕως ἀφεῖσα τὴν ὑδρίαν αὐτῆς γυνὴ ἀπελθοῦσα εἰς τὴν πόλιν εἴπῃ τοῖς ἀνθρώποις · δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέν μοι πάντα ἐποίησα · μήτι οὗτός ἐστιν Χριστός; ὅτε ἐξῆλθον ἐκ τῆς πόλεως, καὶ ἤρχοντο πρὸς αὐτόν · καὶ τῇ τοιᾷδε μὲν μὴ ὕστερον, τότε δὲ σαφέστατα ἐμφανίζει ἑαυτὸν λόγος, ὡς ἐλθόντας τοὺς μαθητὰς θαυμάζειν εἰ καὶ αὕτη ἠξίωται θῆλύς τις καὶ εὐεξαπάτητος οὖσα, τυχεῖν τῆς ὁμιλίας πρὸς αὐτὴν τοῦ λόγου.

13.28.170πλὴν πειθόμενοι καλῶς ὑπὸ τοῦ λόγου πάντα γίνεσθαι οἱ μαθηταὶ οὐκ ἐπιπλήττουσιν οὐ δὲ ἐπαποροῦσιν περὶ τῆς πρὸς τὴν Σαμαρεῖτιν ζητήσεως καὶ τῆς πρὸς αὐτὴν κοινολογίας.

13.28.171τάχα δὲ καὶ καταπεπλήγασιν τὴν πολλὴν χρηστότητα τοῦ λόγου συγκαταβαίνοντος ψυχῇ ἐξουθενούσῃ Σιών, καὶ πεποιθυίᾳ ἐπὶ τὸ ὄρος Σαμαρείας · διόπερ γέγραπται · ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει.

13.28.172καὶ Ἡρακλέων δέ φησι πρὸς τὸ ἐγώ εἰμι, λαλῶν σοι, ὅτι ἐπεὶ ἐπέπειστο Σαμαρεῖτις περὶ τοῦ Χριστοῦ ὡς ἄρα ἐλθὼν πάντα ἀπαγγελεῖ αὐτῇ, φησί γίνωσκε ὅτι ἐκεῖνος, ὃν προσδοκᾷς, ἐγώ εἰμι, λαλῶν σοι. καὶ ὅτε ὡμολόγησεν ἑαυτὸν τὸν προσδοκώμενον ἐληλυθέναι, ἦλθον, φησίν, οἱ μαθηταὶ πρὸς αὐτόν, δι’οὓς ἐληλύθει εἰς τὴν Σαμάρειαν. πῶς δὲ διὰ τοὺς μαθητὰς ἐληλύθει εἰς τὴν Σαμάρειαν, οἵτινες καὶ πρότερον αὐτῷ συνῆσαν;

13.29

13.29.173οὐ μάτην οἶμαι ἀναγεγραφέναι τὸν εὐαγγελιστὴν καὶ τὰ περὶ τῆς ἀφέσεως τῆς ὑδρίας, ἥντινα ἀφεῖσα γυνὴ ἀπῆλθεν εἰς τὴν πόλιν · κατὰ μὲν οὖν τὴν λέξιν σπουδὴν ἐμφαίνει πλείονα τῆς Σαμαρείτιδος καταλειπούσης τὴν ὑδρίαν καὶ οὐ τοσοῦτον πεφροντικυίας τοῦ σωματικοῦ καὶ ταπεινοτέρου καθήκοντος ὅσον τῆς τῶν πολλῶν ὠφελείας · φιλανθρωπότατα γὰρ κεκίνηται βουληθεῖσα τοῖς πολίταις εὐαγγελίσασθαι τὸν Χριστόν, μαρτυροῦσα αὐτῷ εἰρηκότι αὐτῇ πάντα ἐποίησεν.

13.29.174καλεῖ δὲ αὐτοὺς ἐπὶ τὸ ἰδεῖν ἄνθρωπον λόγον ἔχοντα μείζονα ἀνθρώπου · τὸ γὰρ ὁρατὸν ὀφθαλμοῖς αὐτοῦ ἄνθρωπος ἦν. χρὴ οὖν καὶ ἡμᾶς ἐπιλανθανομένους τῶν σωματικωτέρων καὶ ἀφιέντας αὐτὰ σπεύδειν ἐπὶ τὸ μεταδιδόναι ἧς μετειλήφαμεν ὠφελείας ἑτέροις · ἐπὶ τοῦτο γὰρ προκαλεῖται εὐαγγελιστὴς ἔπαινον τοῖς εἰδόσιν ἀναγινώσκειν ἀναγράφων τῆς γυναικός.

13.29.175πρὸς μέντοι γε τὴν ἀναγωγὴν σκοπητέον τίς ὑδρία, ἣν ἀφίησιν παραδεξαμένη πως τοὺς Ἰησοῦ λόγους Σαμαρεῖτις · καὶ τάχα τὸ δοχεῖον τοῦ σεμνοποιουμένου ἐπὶ βαθύτητι ὕδατος, τῆς διδασκαλίας, ὧν ἐφρόνει πρότερον ἐξευτελίζουσα ἀποτίθεται, ἐν τῷ κρείττονι τῆς ὑδρίας λαβοῦσα ἐκ τοῦ ὕδατος τοῦ γενομένου ἤδη ἐν αὐτῇ ἀρχῆς ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.

13.29.176πῶς γὰρ ἂν τοῦ ὕδατος τούτου μὴ μετειληφυῖα φιλανθρώπως Χριστὸν τοῖς πολίταις ἐκήρυσσεν, θαυμάζουσα αὐτὸν ἀπαγγέλλοντα πάντα ἐποίησεν, εἰ μὴ μετειλήφει, δι’ὧν ἤκουεν, τοῦ σωτηρίου ὕδατος;

13.29.177Ῥεβέκκα μέντοι καὶ αὐτὴ ὑδρίαν ἔχουσα ἐπὶ τῶν ὤμων, πρὶν συντελέσαι λαλοῦντα ἐν τῇ διανοίᾳ τὸν παῖδα τοῦ Ἀβραάμ, ἐξεπορεύετο καλὴ τῇ ὄψει παρθένος · ἥτις ἐπείπερ οὐχ ὁμοίως ἤντλει τῇ Σαμαρείτιδι, καταβαίνει ἐπὶ τὴν πηγὴν καὶ πληροῖ τὴν ὑδρίαν, ἀναβάσῃτε αὐτῇ ἐπιτρέχει εἰς συνάντησιν τοῦ Ἀβραὰμ παῖς καὶ εἶπεν · πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου.

13.29.178ἐπεὶ γὰρ παῖς ἦν τοῦ Ἀβραάμ, ἠγάπα κἂν μικροῦ ὕδατος ἀπὸ τῆς ὑδρίας Ῥεβέκκας λαβεῖν · καὶ ἔσπευσεν Ῥεβέκκα, καὶ καθεῖλεν τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς καὶ ἐπότισεν αὐτόν, ἕως ἐπαύσατο πίνων · ἐπείπερ οὖν ἦν ἐπαινετὴ τῆς Ῥεβέκκας ὑδρία, οὐ καταλείπεται ὑπ’αὐτῆς, δὲ τῆς Σαμαρείτιδος οὐκ οὖσα ὥρᾳ ἕκτῃ ἀφίεται.

13.30

13.30.179ἐνθάδε μὲν δὴ τοῖς Σαμαρείταις γυνὴ εὐαγγελίζεται τὸν Χριστόν, ἐπὶ τέλει δὲ τῶν εὐαγγελίων καὶ τὴν ἀνάστασιν τοῦ σωτῆρος τοῖς ἀποστόλοις πρὸ πάντων αὐτὸν θεασαμένη γυνὴ διηγεῖται.

13.30.180ἀλλ’οὔτε αὕτη ὡς τὸ τέλειον τῆς πίστεως εὐαγγελισαμένη εὐχαριστεῖται ὑπὸ τῶν Σαμαρειτῶν λεγόντων · οὐκέτι διὰ τὴν λαλιάν σου πιστεύομεν · αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς σωτὴρ τοῦ κόσμου · ἐκείνητε τὴν ἀπαρχὴν τῆς ἁφῆς τοῦ Χριστοῦ οὐ πιστεύεται λέγοντος αὐτῇ · μή μου ἅπτου · ἔμελλε γὰρ Θωμᾶς ἀκούειν · φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου.

13.30.181πάντα δὲ ἦν, ἐποίησεν γυνή, πρὸς τοὺς πέντε ἄνδρας κοινωνία καὶ μετ’ἐκείνους πρὸς τὸν ἕκτον οὐ γνήσιον ἄνδρα συγκατάβασις, ὅντινα ἀρνησαμένη καὶ τὴν ὑδρίαν καταλείπουσα εἰς ἕβδομον σεμνῶς ἀναπαύεται, προξενοῦσα τὴν ὠφέλειαν καὶ τοῖς ἀπὸ τῶν προτέρων αὐτῆς δογμάτων οἰκοῦσι πόλιν τὴν οἰκοδομὴν τῶν οὐχ ὑγιῶν λόγων, τὴν αὐτὴν τῇ γυναικί · οἷς καὶ αἰτία γίνεται ἐξελθεῖν τῆς πόλεως καὶ ἐλθεῖν πρὸς τὸν Ἰησοῦν.

13.30.182πάνυ δὲ παρατετηρημένως ἐν τοῖς ἑξῆς οἱ Σαμαρεῖται ἐρωτῶσιν τὸν Ἰησοῦν, οὐχ ἵνα μείνῃ ἐν τῇ πόλει, ἀλλὰ παρ’αὐτοῖς, τουτέστιν ἵνα γένηται ἐν τῷ ἡγεμονικῷ αὐτῶν · τάχα γὰρ οὐκ ἦν δυνατὸν μεῖναι αὐτὸν ἐν τῇ πόλει αὐτῶν, ἐπείπερ καὶ αὐτοὶ ἐξῆλθον εὖ ποιοῦντες ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν.

13.30.183ὅτι δὲ τοιαῦτά τινα δηλοῦται ἀκριβέστατα, εἰς τὰς ἀναγωγὰς ἀφορμὰς ἡμῖν διδόντος τοῦ εὐαγγελιστοῦ, ἐκ τούτων κατακριτέον ·

13.30.184πρότερον μὲν γέγραπται · ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν, καὶ μετ’ὀλίγα · ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι εἶπέν μοι πάντα, ἐποίησα · ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ’αὐτοῖς.

13.30.185καὶ πρότερον οὖν ἐκ τῆς πόλεως ἤρχοντο πρὸς αὐτόν, καὶ δεύτερον ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἔτι ὄντα παρὰ τῇ πηγῇ τοῦ Ἰακώβ οὐ γὰρ φαίνεται κεκινημένος ἐκεῖθεν, καὶ ἠρώτων αὐτὸν μεῖναι παρ’αὐτοῖς · οὐ γέγραπται δὲ μετὰ τοῦτο, ὅτι εἰσῆλθεν εἰς τὴν πόλιν, ἀλλ’ἔμεινεν ἐκεῖ δύο ἡμέρας.

13.30.186ἀλλὰ καὶ ἐν τοῖς ἑξῆς οὐκ εἴρηται μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκ τῆς πόλεως ἀλλὰ καὶ ἐξῆλθεν ἐκεῖθεν · ὅσον γὰρ ἐπὶ τῷ νοητῷ πᾶσα οἰκονομία τῆς ὠφελείας τοῖς Σαμαρεῦσιν παρὰ τῇ πηγῇ γεγένηται τοῦ Ἰακώβ.

13.31

13.31.187 δὲ Ἡρακλέων τὴν ὑδρίαν τὴν δεκτικὴν ζωῆς ὑπολαμβάνει εἶναι διάθεσιν καὶ ἔννοιαν τῆς δυνάμεως τῆς παρὰ τοῦ σωτῆρος, ἥντινα καταλιποῦσα, φησί, παρ’αὐτῷ, τουτέστιν ἔχουσα παρὰ τῷ σωτῆρι τὸ τοιοῦτο σκεῦος, ἐν ἐληλύθει λαβεῖν τὸ ζῶν ὕδωρ, ὑπέστρεψεν εἰς τὸν κόσμον εὐαγγελιζομένη τῇ κλήσει τὴν Χριστοῦ παρουσίαν · διὰ γὰρ τοῦ πνεύματος καὶ ὑπὸ τοῦ πνεύματος προσάγεται ψυχὴ τῷ σωτῆρι.

13.31.188κατανόησον δὲ εἰ δύναται ἐπαινουμένη τυγχάνειν ὑδρία αὕτη πάντη ἀφιεμένη · ἀφῆκεν, γάρ φησι, τὴν ὑδρίαν αὐτῆς γυνή. οὐ γὰρ πρόσκειται, ὅτι ἀφῆκεν αὐτὴν παρὰ τῷ σωτῆρι.

13.31.189πῶς δὲ καὶ οὐκ ἀπίθανον καταλιποῦσαν αὐτὴν τὴν δεκτικὴν τῆς ζωῆς διάθεσιν καὶ τὴν ἔννοιαν τῆς δυνάμεως τῆς παρὰ τοῦ σωτῆρος καὶ τὸ σκεῦος, ἐν ἐληλύθει λαβεῖν τὸ ζῶν ὕδωρ, ἀπεληλυθέναι εἰς τὸν κόσμον χωρὶς τούτων εὐαγγελίσασθαι τῇ κλήσει τὴν Χριστοῦ παρουσίαν;

13.31.190πῶς δὲ καὶ πνευματικὴ μετὰ τοσούτους λόγους οὐ πέπεισται σαφῶς περὶ τοῦ Χριστοῦ, ἀλλά φησι · μήτι οὗτός ἐστιν Χριστός;

13.31.191καὶ τὸ ἐξῆλθον δὲ ἐκ τῆς πόλεως διηγήσατο ἀντὶ τοῦ ἐκ τῆς προτέρας αὐτῶν ἀναστροφῆς οὔσης κοσμικῆς · καὶ ἤρχοντο διὰ τῆς πίστεως, φησί, πρὸς τὸν σωτῆρα.

13.31.192λεκτέον δὲ πρὸς αὐτόν, πῶς μένει παρ’αὐτοῖς τὰς δύο ἡμέρας; οὐ γὰρ τετήρηκεν, προπαρεθέμεθα ἡμεῖς περὶ τοῦ οὐκ ἐν τῇ πόλει αὐτὸν ἀναγεγράφθαι μεμενηκέναι τὰς δύο ἡμέρας.

13.32

13.32.193μετὰ τὴν περὶ τὸ ποτὸν οἰκονομίαν καὶ τὴν διδασκαλίαν τῆς διαφορᾶς τῶν ὑδάτων ἀκόλουθον ἦν καὶ τὰ περὶ τροφῆς ἀναγεγράφθαι.

13.32.194 μὲν οὖν Σαμαρεῖτις αἰτουμένη πιεῖν διὰ τῶν ἐπαπορήσεων αὐτῆς οἱονεὶ […] δὲ διὰ τὸν αἰτήσαντα · οὔτε γὰρ εἶχεν δοῦναι τῷ Ἰησοῦ ἄξιον αὐτοῦ πόμα, εἰ κἀκεῖνος ἐν τῷ ἐκείνην αἰτηθεῖσαν ὀρέξαι ἐβούλετο εὐεργετῆσαι διὰ τούτου τὴν πιεῖν δεδωκυῖαν.

13.32.195ἔπρεπεν ἤδη […] ἀπὸ τῆς Σαμαρείτιδος. οἱ δὲ μαθηταὶ […] ἀπεληλυθότων εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσιν, ἤτοι εὑρηκότες ἐπιτηδείους τροφὰς παρὰ τοῖς ἑτεροδόξοις, λόγους τινὰς ἁρμόζοντας, […] αὐτῷ · φάγε · καιρὸν νομίσαντες ἐπιτήδειον εἶναι αὐτῷ τροφῆς τὸν μεταξὺ τοῦ ἀπεληλυθέναι εἰς τὴν πόλιν τὴν γυναῖκα καὶ τοῦ ἐληλυθέναι πρὸς αὐτὸν τοὺς Σαμαρείτας · ἐπ’οὐδενὸς γὰρ ξένου παρετίθεσαν αὐτῷ τὴν τροφὴν ἴσως ἐπιτριβείσης ἂν τῆς Σαμαρείτιδος, εἰ ἑώρα τοὺς μαθητὰς τὰ ἀπὸ τῆς πόλεως αὐτῆς τρόφιμα ἤτοι ὄντα νομιζόμενα παρατιθέναι βουλομένους τῷ διδασκάλῳ.

13.32.196ἀλλ’οὐ δὲ ἐνώπιον τῶν Σαμαρειτῶν δεόντως ἂν ἐκεῖνοι ἔλεγον · ῥαββὶ φάγε · χρῃζόντων καταλιπεῖν ἑαυτῶν τὴν πόλιν. διὰ τοῦτο καλῶς πρόσκειται τὸ ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες · ῥαββὶ φάγε.

13.32.197διὰ τί δὲ αὐτὸν ἠρώτων, καὶ οὐχὶ ἔλεγον αὐτῷ ἄξιον ἰδεῖν · ἁπλούστερον γὰρ ἂν ἐγέγραπτο · ἐν δὲ τῷ μεταξὺ ἔλεγον αὐτῷ οἱ μαθηταί · ῥαββὶ φάγε.

13.32.198τὸ δὲ καὶ ἐρωτᾶν ἵνα φάγῃ καὶ ἱκετεύειν αὐτὸν καὶ δεῖσθαι τάχα τι δηλοῖ πρὸ τῆς ἐξετάσεως, ἐνίοτε δὲ καὶ μετὰ τὴν ἐξέτασιν. καὶ ὅρα μήποτε εὐλαβούμενοι μὴ […] λόγος […] ταῖς οἰκείαις […] ἰσχυροποιούμενος τροφαῖς, ἐρωτῶσιν αὐτὸν εὑρισκομένας ἐδέσθαι · οἷς γὰρ εὑρίσκουσιν οἱ μαθηταὶ ἀεὶ τρέφειν τὸν λόγον βούλονται, ἵνα ἰσχυροποιούμενος καὶ τονούμενος καὶ δυναμούμενος ἐπιπλεῖον παραμείνῃ τοῖς αὐτὸν τρέφουσιν, ἀντιτρέφων τοὺς παρατιθέντας αὐτῷ τὰ βρώματα.

13.32.199διὰ τοῦτο ἑστηκέναι φησὶν ἐπὶ τὴν θύραν καὶ κρούειν, ἵν’ἐάν τις ἀνοίξῃ τὴν θύραν εἰσέλθῃ πρὸς αὐτὸν καὶ δειπνήσῃ μετ’ἐκείνου, ὥστε ὕστερον δυνηθέντα τὸν δειπνίσαντα ἀντιδειπνισθῆναι ἀπὸ τοῦ δειπνήσαντος λόγον παρὰ τῷ ἀνθρώπῳ.

13.32.200 δὲ Ἡρακλέων φησίν, ὅτι ἐβούλοντο κοινωνεῖν αὐτῷ ἐξ ὧν ἀγοράσαντες ἀπὸ τῆς Σαμαρείας κεκομίκεισαν. ταῦτα δέ φησιν ἵνα τινὰ […] αἱ πέντε μωραὶ παρθένοι […] ἀπὸ τοῦ νυμφίου.

13.32.201πῶς δὲ οἶμαι […] τὰ αὐτὰ ἔχειν […] λέγονται […] ταῖς ἀποκλεισθείσαις μωραῖς παρθένοις ἄξιον ἰδεῖν κατηγορίαν περιέχοντα τῶν μαθητῶν τοῖς αὐτοῖς κοιμωμένων ταῖς μωραῖς παρθένοις.

13.32.202ἔτι δὲ καὶ τὸ ἀνόμοιον τοῦ φωτὸς πρὸς τροφήν, καὶ τοῦ ἐλαίου πρὸς τὰ βρώματα G?σαντας αἰτιάσασθαι τὴν ἐκδοχήν · εἴπερ τι ἐδύνατο σαφῆ ποιῆσαι τὸν λόγον, ἐχρῆν αὐτὸν διὰ πλειόνων παραμυθήσασθαι κατασκευάζοντα τὴν ἰδίαν ἐκδοχήν.

13.33

13.33.203τὸ μὲν ἀνενδεὲς οὐ χρῄζει βρώσεως, τὸ δὲ χρῇζον βρώσεως οὐκ ἔστιν ἀνενδεές. καὶ δῆλον ὅτι ἐσθίων οὐχὶ μὴ χρῄζων βρώσεως ἐσθίει, ἀλλὰ χρῄζων καὶ δεόμενος αὐτῆς.

13.33.204καὶ τὰ μὲν σώματα, ἅτε τῇ φύσει ὄντα ῥευστά, τρέφεται τῆς τροφῆς ἀναπληρούσης τὸν τόπον τῶν ἀπορρεόντων · τὰ δὲ κρείττονα σώματος τρέφεται τοῖς ἀσωμάτοις νοήμασιν καὶ λόγοις καὶ πράξεσιν ὑγιέσιν, οὐχὶ εἰς τὸ μὴ εἶναι διαλυθησόμενα, εἰ μὴ τρέφοιτο · οὐ δὲ γὰρ σώματα μὴ τρεφόμενα εἰς τὸ μὴ εἶναι διαλύεται · ἀπόλλυσιν δὲ τὸ εἶναι τοιάδε, ὅτε οὐ τρέφεται τοῖς τοιοῖσδε τὰ τῆς διαφερούσης τῶν σωμάτων φύσεως.

13.33.205ὥσπερ δὲ τὰ δεόμενα τροφῆς σώματα οὐ δὲ τοῖς ἀπὸ τῶν ποιοτήτων τρέφεται, οὐ δὲ ποσότης τροφῶν αὐτὴ πᾶσιν ἀρκεῖ, οὕτω νοητέον καὶ ἐπὶ τῶν κρειττόνων παρὰ τὰ σώματα. καὶ γὰρ ταῦτα τὰ μὲν πλείονος, τὰ δὲ ἐλάττονος δεῖται τροφῆς, οὐ τῶν ἴσων ὄντα χωρητικά.

13.33.206ἀλλ’οὐ δὲ ποιότης τῶν τρεφόντων λόγων καὶ νοημάτων τῶν ἐν θεωρίᾳ πράξεώντε τῶν τούτοις ἁρμοζουσῶν αὐτὴ ἁρμόζει πάσαις ταῖς ψυχαῖς.

13.33.207ἀλλὰ γὰρ καὶ λάχανον καὶ στερεὰ τροφὴ οὐχὶ κατὰ τὸν αὐτὸν καιρὸν τρέφει τοὺς δεομένους τῆς ἀπὸ τούτων βελτιώσεως.

13.33.208τὰ μὲν γὰρ ἀρτιγέννητα βρέφη, ὥς φησιν Πέτρος, τὸ λογικὸν ἄδολον γάλα ἐπιποθείτω, καὶ εἴ τις τὴν νηπιότητα ἔχει Κορινθίων, πρὸς οὕς φησιν Παῦλος · γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα.

13.33.209 δὲ ἀσθενῶν διὰ τὸ μὴ πιστεύειν λάχανα ἐσθιέτω · καὶ τοῦτο δὲ Παῦλος διδάσκει λέγων · ὃς μὲν πιστεύει φαγεῖν πάντα, δὲ ἀσθενῶν λάχανα ἐσθίει.

13.33.210καὶ ἔστιν γέ ποτε κρείττων ξενισμὸς λαχάνων πρὸς φιλίαν καὶ χάριν, ὥσπερ καὶ μόσχοι ἀπὸ φάτνης μετὰ ἔχθρας. τελείων δέ ἐστιν στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦτε καὶ κακοῦ. ἔστιν δέ τις καὶ δηλητήριος τροφή, ἥντινα μανθάνομεν ἀπὸ τῆς τετάρτης τῶν Βασιλειῶν, λεγόντων πρὸς τὸν Ἐλισαῖόν τινων · θάνατος ἐν τῷ λέβητι, ἄνθρωπε τοῦ θεοῦ.

13.33.211καὶ μὲν τίς ἐστιν τῶν ἀλογωτέρων ψυχῶν πνευματικὴ ποώδης τροφὴ καὶ ἄλλη χόρτος ἄχυρον, ἅπερ σημαίνεται διὰ τοῦ · κύριος ποιμανεῖ με, καὶ οὐδέν με ὑστερήσει · εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν · ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με.

13.33.212καὶ Ἡσαΐας δέ φησι · λέων δὲ ὡς βοῦς ἄχυρον φάγεται. ἀλλὰ καὶ χόρτον τοῖς κτήνεσιν ἐν τῷ οἴκῳ τῆς Ῥεβέκκας παρατιθέασιν τοῦ παιδὸς Ἀβράμ.

13.33.213ἐὰν δέ τις λογικώτερος καὶ διὰ τοῦτο καὶ νοητὸς ἄνθρωπος, τὸν νοητὸν ἄρτον ἐσθίει, ὡς ἐν ψαλμοῖς γέγραπται · ἄρτος στηρίζει καρδίαν ἀνθρώπου, καὶ τῷ νοητῷ οἴνῳ εὐφραίνεται οὐκ ἄλλος ἄνθρωπος · οἶνος γὰρ εὐφραίνει καρδίαν ἀνθρώπου.

13.33.214ἀναβατέον δὲ τῷ λόγῳ ἀπὸ τῶν ἀλόγων καὶ τῶν ἀνθρώπων καὶ ἐπὶ τοὺς ἀγγέλους καὶ αὐτοὺς τρεφομένους · οὐ γάρ εἰσιν πάντη ἀνενδεεῖς. ἄρτον γοῦν ἀγγέλων ἔφαγεν ἄνθρωπος, μακάριός γε Ἀβραὰμ δυνηθεὶς τοῖς ἐπιφανεῖσιν αὐτῷ τρισὶν ἐγκρυφίας ἀζύμους παραθεῖναι.

13.34

13.34.215ἀλλ’ἤδη ἐπὶ τὸν προκείμενον λόγον τὸν περὶ τῆς Χριστοῦ βρώσεως ὁδευτέον, ἣν οἱ μαθηταὶ τότε οὐκ ᾔδεσαν · ἀληθεύει γὰρ λέγων Ἰησοῦς · ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε.

13.34.216ὅπερ γὰρ καὶ ἔπραττεν Ἰησοῦς ποιῶν τὸ θέλημα τοῦ πέμψαντος αὐτὸν καὶ τελειῶν αὐτοῦ τὸ ἔργον, τοῦτο οὐκ ᾔδεσαν οἱ μαθηταί.

13.34.217ἵνα δὲ νοηθῇ τρανότερον τὸ ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε, λεγέτω καὶ Παῦλος τοῖς χρείαν ἔχουσιν γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς, Κορινθίοις, καὶ γάλα ποτιζομένοις καὶ οὐ βρῶμα, τῷ μηδέπω αὐτοὺς δύνασθαι βρώματος μεταλαμβάνειν · ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε.

13.34.218καὶ ἀεί γε διαφέρων τοῖς ὑποδεεστέροις καὶ μὴ δυναμένοις τὰ αὐτὰ τοῖς κρείττοσιν θεωρεῖν ἐρεῖ · ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε.

13.34.219καὶ οὐκ ἄτοπόν γε λέγειν μὴ μόνον ἀνθρώπους καὶ ἀγγέλους ἐνδεεῖς εἶναι τῶν νοητῶν τροφῶν, ἀλλὰ καὶ τὸν Χριστὸν τοῦ θεοῦ · καὶ αὐτὸς γάρ, ἵν’οὕτως εἴπω, ἐπισκευάζεται ἀεὶ ἀπὸ τοῦ πατρὸς τοῦ μόνου ἀνενδεοῦς καὶ αὐτάρκους αὑτῷ.

13.34.220λαμβάνει δὲ τὰ βρώματα μὲν πολὺς τῶν μαθητευομένων ἀπὸ τῶν μαθητῶν Ἰησοῦ, κελευομένων παρατιθέναι τοῖς ὄχλοις · οἱ δὲ τοῦ Ἰησοῦ μαθηταὶ ἀπ’αὐτοῦ τοῦ Ἰησοῦ, πλὴν ἔσθ’ὅτε καὶ ἀπὸ ἁγίων ἀγγέλων · δὲ υἱὸς τοῦ θεοῦ ἀπὸ τοῦ πατρὸς μόνου λαμβάνει τὰ βρώματα, οὐ διά τινος.

13.34.221οὐκ ἄτοπον δὲ καὶ τὸ ἅγιον πνεῦμα τρέφεσθαι λέγειν · ζητητέον δὲ λέξιν γραφῆς ὑποβάλλουσαν ἡμῖν τοῦτο.

13.34.222καὶ ἀναλεκτέον γε ἀπὸ τῶν εὐαγγελίων τὰς περὶ δείπνων παραβολάς. ὅλον δὲ τὸ μυστήριον τῆς κλήσεως καὶ ἐκλογῆς τὰ ἐν τῷ μεγάλῳ δείπνῳ ἐστὶν βρώματα · ἄνθρωπος, γάρ φησιν, ἐποίει δεῖπνον μέγα, καὶ τῇ ὥρᾳ τοῦ δείπνου ἔπεμψεν καλέσαι τοὺς κεκλημένους. ἀλλὰ καὶ διὰ τοῦ Ἡσαΐου αἱ ἐπαγγελίαι τοῦ φαγεῖν εἰσιν καὶ πιεῖν, λέγοντος · ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε · ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε.

13.34.223ἔτι μὴν ἐν τῇ Γενέσει εἰς τὸν παράδεισον τῆς τρυφῆς τίθεται τὸν ἄνθρωπον θεὸς νόμους περὶ τοῦ ἐσθίειν τάδε τινὰ καὶ μὴ ἐσθίειν τάδε διδούς.

13.34.224καὶ ἀθάνατος ἂν ἔμεινεν ἄνθρωπος, εἰ ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει ἤσθιεν, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν μὴ ἤσθιεν. ὅρα καὶ τὰ ἐν εἰκοστῷ πρώτῳ ψαλμῷ λεγόμενα περὶ τῶν προσκυνούντων διὰ τὸ βεβρωκέναι · ἔφαγον, γάρ φησιν, καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς · διόπερ · οὐ δὲ λιμοκτονήσει κύριος ψυχὴν δικαίαν, ἀλλ’ὅταν ἄδικοι γενώμεθα, ἐξαποστελεῖ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου οὐ δὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου.

13.34.225ὅσον οὖν προκόπτομεν, κρείττονα καὶ πλείονα φαγόμεθα, ἕως τάχα φθάσομεν ἐπὶ τὸ τὴν αὐτὴν βρῶσιν φαγεῖν τῷ υἱῷ τοῦ θεοῦ, ἣν ἐπὶ τοῦ παρόντος οἱ μαθηταὶ οὐκ οἴδασιν. οὐδὲν δὲ εἰς τὴν λέξιν εἶπεν Ἡρακλέων.

13.35

13.35.226εἰ καὶ σαρκικῶς ὑπολαμβάνει ταῦτα λέγεσθαι Ἡρακλέων ὑπὸ τῶν μαθητῶν, ὡς ἔτι ταπεινότερον διανοουμένων καὶ τὴν Σαμαρεῖτιν μιμουμένων λέγουσαν · οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶν βαθύ, ἄξιον ἡμᾶς ἰδεῖν, μήποτε βλέποντές τι θειότερον οἱ μαθηταί φασιν πρὸς ἀλλήλους · μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;

13.35.227τάχα γὰρ ὑπενόουν ἀγγελικήν τινα δύναμιν ἐνηνοχέναι αὐτῷ φαγεῖν · καὶ εἰκὸς ὅτι διὰ τοῦτο ἐδιδάσκοντο ὅτι μεῖζόν ἐστιν εἶχεν βρῶμα φαγεῖν, ὅπερ ἦν ποιῆσαι τὸ θέλημα τοῦ πέμψαντος αὐτὸν καὶ τελειῶσαι τὸ ἔργον αὐτοῦ.

13.36

13.36.228πρέπουσα βρῶσις τῷ υἱῷ τοῦ θεοῦ ὅτε ποιητὴς γίνεται τοῦ πατρικοῦ θελήματος, τοῦτο τὸ θέλειν ἐν ἑαυτῷ ποιῶν ὅπερ ἦν καὶ ἐν τῷ πατρί, ὥστε εἶναι τὸ θέλημα τοῦ θεοῦ ἐν τῷ θελήματι τοῦ υἱοῦ, καὶ γενέσθαι τὸ θέλημα τοῦ υἱοῦ ἀπαράλλακτον τοῦ θελήματος τοῦ πατρός, εἰς τὸ μηκέτι εἶναι δύο θελήματα ἀλλὰ ἓν θέλημα · ὅπερ ἓν θέλημα αἴτιον ἦν τοῦ λέγειν τὸν υἱόν · ἐγὼ καὶ πατὴρ ἕν ἐσμεν, καὶ διὰ τοῦτο τὸ θέλημα ἰδὼν αὐτὸν ἑώρακε τὸν υἱόν, ἑώρακε δὲ καὶ τὸν πέμψαντα αὐτόν.

13.36.229καὶ πρέπον γε μᾶλλον οὕτω νοεῖν ἡμᾶς ποιεῖσθαι ὑπὸ τοῦ υἱοῦ τὸ θέλημα τοῦ πατρός, ἀφ’οὗ θελήματος καὶ τὰ ἔξω τοῦ θέλοντος καλῶς ἐγένετο, ἤπερ μὴ περιεργασαμένους ἡμᾶς τὰ περὶ τοῦ θελήματος νομίζειν εἶναι τὸ ποιεῖν τὸ θέλημα τοῦ πέμψαντος ἐν τῷ τάδε τινὰ τὰ ἔξω ποιεῖν.

13.36.230ἐκεῖνο γάρ, λέγω δὲ τὸ ἔξω τοῦ θέλοντος γινόμενον χωρὶς τοῦ προειρημένου θελήματος, οὐχ ὅλον μὲν τὸ θέλημα τοῦ πατρός · πᾶν δέ ἐστιν τὸ θέλημα τοῦ πατρὸς ὑπὸ τοῦ υἱοῦ γινόμενον ὅτε τὸ θέλειν τοῦ θεοῦ γενόμενον ἐν τῷ υἱῷ ποιεῖ ταῦτα ἅπερ βούλεται τὸ θέλημα τοῦ θεοῦ.

13.36.231μόνος δὲ υἱὸς πᾶν τὸ θέλημα ποιεῖ χωρήσας τοῦ πατρός · διόπερ καὶ εἰκὼν αὐτοῦ. ἐπισκεπτέον δὲ καὶ περὶ τοῦ ἁγίου πνεύματος. τὰ δὲ λοιπὰ ἅγια οὐδὲν μὲν ποιήσει παρὰ τὸ θέλημα τοῦ θεοῦ, καὶ πάντα γε ποιήσει, ποιήσει κατὰ τὸ θέλημα τοῦ θεοῦ, οὐ μέντοι γε διαρκεῖ πρὸς τὸ κατὰ τὸ πᾶν θέλημα τυπωθῆναι.

13.36.232καὶ τόδε γε τὸ ἅγιον παρὰ τόδε τὸ ἅγιον μεῖζον πλεῖον ἐκτυπώτερον συγκρίσει ἑτέρου χωρήσει ἀπὸ τοῦ πατρικοῦ θελήματος, καὶ πάλιν παρ’ἐκεῖνο ἔσται τι ἄλλο διαφερόντως χωροῦν · πᾶν δὲ καὶ ὅλον τὸ θέλημα τοῦ θεοῦ ποιήσει εἰπών · ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με.

13.36.233μετὰ τοῦτο γοῦν φησιν εὐχαρίστως περὶ τοῦ θεοῦ · οὐ δύναται υἱὸς ποιεῖν ἀφ’ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα · γὰρ ἐὰν ποιῇ πατήρ, ταῦτα καὶ υἱὸς ὁμοίως ποιεῖ. πατὴρ ἀγαπᾷ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ αὐτὸς ποιεῖ.

13.36.234καὶ τάχα διὰ ταῦτα εἰκών ἐστιν τοῦ θεοῦ τοῦ ἀοράτου · καὶ γὰρ τὸ ἐν αὐτῷ θέλημα εἰκὼν τοῦ πρώτου θελήματος, καὶ ἐν αὐτῷ θεότης εἰκὼν τῆς ἀληθινῆς θεότητος · εἰκὼν δὲ καὶ τῆς ἀγαθότητος ὢν τοῦ πατρός φησι · τί με λέγεις ἀγαθόν; καὶ τοῦτό γε τὸ θέλημα βρῶμά ἐστιν τοῦ υἱοῦ ἴδιον αὐτοῦ, δι’ βρῶμα ἔστιν ἔστιν.

13.36.235ὅτι δὲ τὸ περὶ τῆς διαθέσεώς ἐστιν τὸ θέλημα, δηλοῖ ἐπιφερομένη λέξις δεύτερον λέγουσα μετὰ τὴν ποίησιν τοῦ θελήματος τὸ τελειοῦσθαι τὸ ἔργον τοῦ θεοῦ.

13.37

13.37.236ἐπιπλέον δὲ καὶ περὶ τούτου θεωρητέον, ἵν’εἰδῶμεν τί ἐστιν καὶ τὸ τελειώσω αὐτοῦ τὸ ἔργον. μὲν οὖν τις ἁπλούστερον ἐρεῖ ὅτι τὸ προστεταγμένον ἔργον, ὅπερ αὐτοῦ ἐστιν τοῦ προστάξαντος, […] ὡσεὶ ἐπὶ παραδειγμάτων ἐλέγομεν τοὺς οἰκοδομοῦντας γεωργοῦντας φάσκειν τελειοῦν τὸ ἔργον τοῦ λαβόντος αὐτοὺς ἐπὶ τὸ ἔργον, ἐν τῷ ποιεῖν δι’ παρελήφθησαν · δέ τις ἐρεῖ ὅτι εἴπερ τελειοῦται τὸ ἔργον τοῦ θεοῦ ὑπὸ τοῦ Χριστοῦ, δῆλον ὅτι τοῦτο πρὶν τελειωθῆναι ἀτελὲς ἦν.

13.37.237πῶς οὖν ἀτελὲς ἦν, ἔργον τυγχάνον τοῦ θεοῦ; καὶ πῶς τὸ ἔργον τοῦ θεοῦ τελειοῦται ὑπὸ τοῦ εἰπόντος · πατὴρ πέμψας με μείζων μού ἐστιν; δὲ τελείωσις τοῦ ἔργου τοῦ λογικοῦ τελείωσις ἦν · τοῦτο γὰρ ἦλθεν ἀτελὲς ὂν τέλειον ποιῆσαι γενόμενος σὰρξ λόγος.

13.37.238ἆρ’οὖν ἐκτίσθη ἀτελὲς τὸ ἔργον, καὶ πέμπεται σωτὴρ τὸ ἀτελὲς τελειῶσαι; καὶ πῶς οὐκ ἄτοπον τὸν μὲν πατέρα ἀτελοῦς ποιητὴν γεγονέναι, τὸν δὲ σωτῆρα τὸ ἀτελὲς τετελειωκέναι, κτισθὲν ἀτελές;

13.37.239ἡγοῦμαι δὴ ἐν τοῖς τόποις βαθύτερόν τι ἐναποκεῖσθαι μυστήριον · τάχα γὰρ οὐ πάντη ἀτελὲς τὸ λογικὸν ἦν ἅμα τῷ τεθεῖσθαι ἐν τῷ παραδείσῳ.

13.37.240πῶς γὰρ ἂν τὸ πάντη ἀτελὲς ἐτίθετο θεὸς ἐν τῷ παραδείσῳ ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν; γὰρ δυνάμενος ἐργάζεσθαι ξύλον ζωῆς καὶ πάντα δὲ ἐφύτευσεν θεὸς καὶ μετὰ ταῦτα ἐξανέτειλεν, οὐκ ἂν εὐλόγως λέγοιτο ἀτελής.

13.37.241μήποτε οὖν τέλειος ὤν πως ἀτελὴς διὰ τὴν παρακοὴν γέγονεν καὶ ἐδεήθη τοῦ τελειώσοντος αὐτὸν ἀπὸ τῆς ἀτελείας, καὶ διὰ τοῦτο ἐπέμφθη σωτήρ, πρῶτον μὲν ἵνα ποιήσῃ τὸ θέλημα τοῦ πέμψαντος αὐτόν, ἐργάτης αὐτοῦ καὶ ἐνταῦθα γενόμενος, δεύτερον δὲ ἵνα τελειώσῃ τὸ ἔργον τοῦ θεοῦ καὶ ἕκαστος τετελειωμένος οἰκειωθῇ τῇ στερεᾷ τροφῇ καὶ τῇ σοφίᾳ συνῇ. τελείων δέ ἐστιν στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦτε καὶ κακοῦ. καὶ λαλῶν σοφίαν φησί · σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις.

13.37.242καὶ ὅταν ἕκαστος ἡμῶν, ἔργον θεοῦ, ὑπὸ Ἰησοῦ τελειωθῇ, ἐρεῖ · τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα · λοιπὸν ἀπόκειταί μοι τῆς δικαιοσύνης στέφανος.

13.37.243οὐ μόνος δὲ ἄνθρωπος ἐξέπεσεν ἐκ τελείου ἐπὶ τὸ ἀτελές, ἀλλὰ καὶ ἰδόντες οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν καὶ λαβόντες ἑαυτοῖς ἀπὸ πασῶν ὧν ἐξελέξαντο, καὶ ἁπαξαπλῶς πάντες οἱ ἀπολείποντες τὸ ἴδιον οἰκητήριον καὶ μὴ τηρήσαντες τὴν ἑαυτῶν ἀρχήν ἀρχὴν δὲ λέγω οὐ τὴν παραβαλλομένην ἐξουσίᾳ ἀλλὰ τὴν ἀντιδιαστελλομένην τέλει καὶ παρακειμένην πρώτῳ ἵν’ὥσπερ τῷ ἀνθρώπῳ ἀρχὴ μὲν τοῦ εἶναι ἐν τῷ παραδείσῳ ἦν, τὸ τέλος δὲ διὰ τὴν παράβασιν τάχα ἐν ᾅδου κάτω τινι τοιούτῳ χωρίῳ, οὕτω καὶ ἑκάστῳ τῶν ἀποπεπτωκότων οἰκεία τις ἀρχὴ τυγχάνῃ δεδομένη.

13.37.245τελειῶν μέντοι γε Ἰησοῦς τὸ ἔργον τοῦ θεοῦ, λέγω δὲ πᾶν τὸ λογικὸν καὶ οὐ τὸν ἄνθρωπον μόνον, κατὰ τὸν αὐτὸν τρόπον αὐτὸ τελειοῖ · τὰ μὲν γὰρ μακαριώτερα πειθόμενα λόγῳ, μὴ δεηθέντα πόνου, μόνῳ τελειοῦται τῷ λόγῳ · ἕτερα δέ, ἀπειθήσαντα τῷ λόγῳ, χρῄζει πόνων, ἵνα μετὰ τοὺς πόνους λόγοις προσαχθέντα ὕστερόν ποτε τούτοις τελειωθῇ.

13.37.246πλὴν ἀμφότερα ταῦτα ἓν βρῶμά ἐστιν ἴδιον Ἰησοῦ, τότε ποιῆσαι τὸ θέλημα τοῦ πέμψαντος αὐτὸν καὶ τὸ τελειῶσαι τὸ ἔργον αὐτοῦ.

13.38

13.38.247 δὲ Ἡρακλέων διὰ τοῦ ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός μέ φησι διηγεῖσθαι τὸν σωτῆρα τοῖς μαθηταῖς, ὅτι τοῦτο ἦν, συνεζήτει μετὰ τῆς γυναικός, βρῶμα ἴδιον λέγων τὸ θέλημα τοῦ πατρός · τοῦτο γὰρ αὐτοῦ τροφὴ καὶ ἀνάπαυσις καὶ δύναμις ἦν.

13.38.248θέλημα δὲ πατρὸς ἔλεγεν εἶναι τὸ γνῶναι ἀνθρώπους τὸν πατέρα καὶ σωθῆναι, ὅπερ ἦν ἔργον τοῦ σωτῆρος τοῦ ἕνεκα τούτου ἀπεσταλμένου εἰς Σαμάρειαν, τουτέστιν εἰς τὸν κόσμον. βρῶμα οὖν αὐτὸ ἐξείληφεν τοῦ Ἰησοῦ καὶ τὴν μετὰ τῆς Σαμαρείτιδος συζήτησιν, ὅπερ νομίζω σαφῶς παντί τῳ ὁρᾶσθαι καὶ ταπεινῶς ἐξειλῆφθαι καὶ βεβιασμένως.

13.38.249πῶς δὲ τροφὴ τοῦ σωτῆρος τὸ θέλημα τοῦ πατρὸς σαφῶς οὐ παρέστησεν · πῶς δὲ καὶ ἀνάπαυσις τὸ θέλημα τοῦ πατρός; λέγει γὰρ κύριος ἀλλαχοῦ, ὡς οὐ πάντως τοῦ πατρικοῦ θελήματος ἀναπαύσεως αὐτοῦ ὄντος · πάτερ, εἰ δυνατόν, παρελθάτω τὸ ποτήριον ἀπ’ἐμοῦ · πλῆν οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ. πόθεν δὲ καὶ ὅτι δύναμις τοῦ σωτῆρος τὸ θέλημα τοῦ θεοῦ;

13.39

13.39.250πρὸς τοὺς ὑπολαμβάνοντας ἁπλούστερον καὶ σωματικώτερον εἰρῆσθαι τὸ οὐχ ὑμεῖς λέγετε ὅτι τετράμηνός ἐστιν καὶ θερισμὸς ἔρχεται; ταῦτα ἐπαπορητέον, ἵνα πεισθῶσιν νοητὰ πολλάκις γυμνὰ αἰσθητῶν καὶ σωματικῶν λελαληκέναι τὸν σωτῆρα.

13.39.251εἴπερ γὰρ καιρός, ὅτε ταῦτα ἔλεγεν Ἰησοῦς, πρὸ τετραμήνου τοῦ θερισμοῦ ἦν, δῆλον ὅτι χειμὼν ἦν. θερισμὸς οὖν ἐν τῇ Ἰουδαίᾳ ἄρχεται γίνεσθαι περὶ τὸν παρ’Ἑβραίοις καλούμενον Νίσαν μῆνα, ὅτε ἄγεται τὸ πάσχα, ὡς ἐνίοτε τὰ ἄζυμα ἀπὸ νέου σίτου αὐτοὺς ποιεῖν.

13.39.252ἀλλ’ἔστω μὴ κατ’ἐκεῖνον τὸν μῆνα εἶναι τὸν θερισμόν, ἀλλὰ κατὰ τὸν ἑξῆς ἐκείνῳ τὸν καλούμενον παρ’αὐτοῖς Ἰάρ. καὶ οὕτως πρὸ τετραμήνου καιρὸς ἐκείνου τοῦ μηνὸς ἀκμαῖός ἐστιν χειμών. ἐπὰν οὖν δείξωμεν ὅτι ὅτε ἔλεγεν ταῦτα περὶ τὸν θερισμὸν καιρὸς ἦν ἤτοι ἀκμάζοντα ἐγγύς που τοῦ λήγειν ὄντα, ἀποδεδειγμένον ἡμῖν ἔσται τὸ προκείμενον.

13.39.253τηρητέον δὲ ὅτι μετὰ τὴν ἐν τῇ Κανᾷ τῆς Γαλιλαίας περὶ τὸ μεταβεβληκὸς εἰς οἶνον ὕδωρ οἰκονομίαν καταβεβηκέναι λέγεται κύριος εἰς Καφαρναοὺμ αὐτὸς καὶ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταί, ἔνθα ἔμεινεν οὐ πολλὰς ἡμέρας · καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα Ἰησοῦς · ὅτε εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ κατὰ τὰ λοιπὰ τῶν ἀναγεγραμμένων, ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ.

13.39.254καὶ εἰπών τινα πρὸς τὸν Νικόδημον μετὰ ταῦτα ἦλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβεν μετ’αὐτῶν καὶ ἐβάπτιζεν. πόσον δὴ θήσομεν αὐτὸν διατετριφέναι ἐν τῇ Ἰουδαίᾳ χρόνον βαπτίζοντα μετὰ τὸ πάσχα; οὐ γὰρ σαφῶς γέγραπται.

13.39.255καὶ φαίνεται διὰ τὸ ἐγνωκέναι τοὺς φαρισαίους ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει Ἰωάννης ἀφιεὶς τὴν Ἰουδαίαν καὶ ἀπερχόμενος εἰς τὴν Γαλιλαίαν, ὅτε ἔδει αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας, καὶ γενόμενος παρὰ τῇ πηγῇ τοῦ Ἰακώβ φησι τὸ οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστιν καὶ θερισμὸς ἔρχεται;

13.39.256ἐὰν δέ τις ὑπονοῇ μετὰ τὸ πάσχα πλειόνων μηνῶν χρόνον διατετριφέναι ἐν τῇ Ἰουδαίᾳ τὸν Ἰησοῦν βαπτίζοντα μετὰ τῶν μαθητῶν αὐτοῦ, ὥστε ἐνεστηκέναι ἤδη τὸν πρὸ τετραμήνου τοῦ θερισμοῦ καιρόν, παραθετέον αὐτῷ ὅτι δύο ἡμέρας μείνας ἐκεῖ παρὰ τοῖς Σαμαρεῦσιν μετὰ ταύτας ἐξῆλθεν εἰς τὴν Γαλιλαίαν, καὶ ἀναγέγραπται ὡς νεωστὶ τοῦ πάσχα προγεγενημένου καὶ τῶν ἐν Ἱεροσολύμοις πεπραγμένων αὐτῷ ὅτι · ὅτε ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ, καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.

13.39.257ἀλλ’εἰκὸς ὅτι ἐρεῖ τις πρὸς ταῦτα οὐδὲν λυπεῖν πλείονα αὐτὸν διατρίψαντα ἐν τῇ Ἰουδαίᾳ χρόνον ἐληλυθέναι ἐπὶ τὴν πηγὴν τοῦ Ἰακώβ, ἀπιόντα εἰς τὴν Γαλιλαίαν ὅτε ἔτι τετράμηνος, εἶπεν, εἰς τὸν θερισμόν · καὶ οὐδὲν ἄτοπόν ἐστιν τοὺς Γαλιλαίους διὰ τὰ πρὸ ὀκτὼ μηνῶν αὐτῷ γενόμενα ἐν Ἱεροσολύμοις παραδέχεσθαι αὐτόν.

13.39.258λεκτέον δὲ πρὸς αὐτοὺς ὅτι παραγενόμενος εἰς τὴν Γαλιλαίαν ἦλθεν εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου πρότερον πεποίηκεν τὸ ὕδωρ οἶνον, ἔνθα καὶ τὸν τοῦ βασιλικοῦ υἱὸν νοσοῦντα ἐν τῇ Καφαρναούμ, εἰπὼν τῷ πατρὶ αὐτοῦ · υἱός σου ζῇ, ἐθεράπευσεν · καὶ μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη Ἰησοῦς εἰς Ἱεροσόλυμα, ὅτε τὸν τριάκοντα ὀκτὼ ἔτη ἔχοντα ἐν τῇ ἀσθενείᾳ παραλυτικὸν ἐθεράπευσεν.

13.39.259ἐὰν δὲ αὕτη ἑορτὴ τοῦ πάσχα οὐ γὰρ πρόσκειται τὸ ὄνομα αὐτῆς, στενοχωρεῖται τὸ ἀκόλουθον τῆς ἱστορίας, καὶ μάλιστα ἐπεὶ μετ’ὀλίγα ἐπιφέρεται ὅτι ἦν ἐγγὺς ἑορτὴ τῶν Ἰουδαίων, σκηνοπηγία.

13.40

13.40.260τούτων δὴ ἐπιπλεῖον ἐξεταζομένων ἀκόλουθόν ἐστιν τῷ βαθύτερον ἐνορῶντι τῷ νῷ τῶν γραφῶν ζητεῖν τί νοῶν τοῖς μαθηταῖς ἔλεγεν Ἰησοῦς τὸ οὐχ ὑμεῖς λέγετε ὅτι τετράμηνός ἐστιν καὶ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν · ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη. ὥσπερ δὲ ἐλέγομεν ἐπὶ τῶν κατὰ τὴν Σαμαρεῖτιν τὰ περὶ τῶν ὑδάτων ἐξετάζοντες, οὕτω καὶ ἐνθάδε ποιήσωμεν.

13.40.261τίς γὰρ οὐκ ἂν ὁμολογήσαι τὸ ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη πνευματικὸν εἶναι, καὶ γυμνὸν αἰσθητῶν πνευματικόν; ἀκόλουθον ἂν εἴη καὶ τὸ τοὺς μαθητὰς λέγειν μετὰ τετράμηνον ἔσεσθαι τὸν θερισμὸν τὸν συγκριτόν, ὅσον ἐπὶ τῇ ὑπονοίᾳ αὐτῶν, τῷ ὑπὸ τοῦ Ἰησοῦ δεικνυμένῳ θερισμῷ.

13.40.262νομίζομεν οὖν τοιαῦτά τινα εἶναι ἐν τῷ τοὺς μαθητὰς λέγειν ὅτι τετράμηνός ἐστιν καὶ θερισμὸς ἔρχεται · οἱ πλεῖστοι τῶν τοῦ λόγου μαθητῶν ἐννοοῦντες δυσέφικτον εἶναι τῇ ἀνθρωπίνῃ φύσει τὴν ἀλήθειαν, ὅτε διειλήφασιν περὶ ἑτέρας παρὰ τὴν ἐνεστηκυῖαν ζωὴν ζωῆς, ἀπαυδήσαντες ἐπὶ τοῦ παρόντος πρὸς τὸ περὶ τῶν ζητουμένων τέλος ὑπολαμβάνουσιν μετὰ τὴν πρὸς τὰ τέσσαρα τῶν στοιχείων συγγένειαν ὑπερβάντες ταῦτα καταλήψεσθαι τὴν ἀλήθειαν.

13.40.263φασὶν οὖν κατὰ τὴν τοῦ κυρίου φωνὴν οἱ μαθηταὶ περὶ τοῦ θερισμοῦ, ὅστις ἐστὶν συντέλεια τῶν συγκομιστῶν τῆς ἀληθείας ἔργων, ὅτι μετὰ τὴν ἐνεστηκυῖαν τετράδα γίνεται.

13.40.264τὸ δὲ τῶν μηνῶν ὄνομα πρὸς τὸ πρέπον τῷ περὶ τοῦ θερισμοῦ λόγῳ σωματικῷ εἴληπται. οὐ γὰρ ἐχρῆν φάσκειν τὸ οὐχ ὑμεῖς λέγετε ὅτι · ἔτι τέσσαρες ἡμέραι καὶ θερισμὸς ἔρχεται ἔτι τέσσαρα ἔτη καὶ θερισμὸς ἔρχεται;

13.40.265μάλιστα ἐπεὶ καὶ τοὺς πολλοὺς καὶ σωματικωτέρους λανθάνειν λόγος βούλεται, κρύπτων μὲν τὸ μυστικόν, ἐμφαίνων δὲ τὸ ἁπλούστερον εἰς τὸ σαφεῖς εἶναι νομίζεσθαι τοὺς ἀπαγγελλομένους ὑπὸ τοῦ σωτῆρος λόγους.

13.40.266 τάχα τὸ τῶν μαθητῶν βούλημα λεγόντων · ἔτι τετράμηνός ἐστιν καὶ θερισμὸς ἔρχεται τοιοῦτόν ἐστιν · τέσσαρές εἰσιν σφαῖραι τῶν τεσσάρων στοιχείων αἱ ὑποκείμεναι τῇ αἰθερίῳ φύσει, ἐν μέσῳ μὲν καὶ κατωτάτω τῆς γῆς, περὶ αὐτὴν δὲ τοῦ ὕδατος, καὶ τρίτη τοῦ ἀέρος, τετάρτη δὲ τοῦ πυρός, μεθ’ἣν τῆς σελήνης, καὶ ἑξῆς.

13.40.267καὶ ἐπιστήσωμεν μήποτε ὑπολαμβάνουσιν οἱ μαθηταὶ πρὸς τῇ καθαρωτέρᾳ οὐσίᾳ γενομένους τοὺς ἐντεῦθεν παρεσκευασμένους καταλήψεσθαι τὸ ἀληθές, ὅταν καὶ τὴν τοῦ πυρός τις δύνηται σφαῖραν ὑπερβαίνειν, μὴ καταφθαρεὶς ὑπὸ τῆς ἁμαρτίας, ἥτις ἐστὶν ὕλη τοῦ παντὸς ἐν τοῖς πρὸ τῆς […] αἰθερίους τόπους […] χωρίοις.

13.40.268ταύτην δὲ τὴν ὑπόληψιν διελέγχων ὡς οὐχ ὑγιῆ φησιν γενόμενος σὰρξ λόγος τοῖς ταῦτα νομίζουσιν τὸ οὐχ ὑμεῖς λέγετε · ὅτι τετράμηνός ἐστιν καὶ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν · ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη.

13.40.269καὶ γὰρ ἀδιανόητον ἡμῖν φαίνεται μὴ περὶ ἑνὸς αὐτὸν ἐν τούτοις πᾶσιν διαλαμβάνειν θερισμοῦ, ἐπείπερ κατὰ τοὺς ἁπλούστερον ἐκδεχομένους ἀληθὲς λέγουσιν ἐπιπλήσσει τοῖς μαθηταῖς νομίζουσιν, ὡς οἴονται, μετὰ τετράμηνον ἔρχεσθαι τὸν θερισμόν, ὅντινα ἐν τοῖς πρὸ τούτων παρεστήσαμεν μὴ πάνυ τι δύνασθαι μετὰ τετράμηνον ἐνστήσεσθαι, ἄλλωςτε καὶ οἱονεὶ τὴν ὑπόνοιαν τῶν μαθητῶν διορθούμενός φησι τὸ οὐχ ὑμεῖς μὲν τόδε λέγετε;

13.40.270ἐγὼ δὲ τόδε φημί · πρὸς τούτοις πῶς οὐκ ἄτοπον τὸ μὲν ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν κατὰ πάντα ἀλληγορῆσαι σαφῶς, καὶ τὸ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη, τὸ δὲ πρὸ τοῦ […] ἐρχόμενον τοῦτο οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστιν, καὶ θερισμὸς ἔρχεται μὴ ἀλληγορικῶς ἐκλαβεῖν;

13.41

13.41.271καὶ Ἡρακλέων μέντοι γε ὁμοίως τοῖς πολλοῖς ἐπὶ τῆς λέξεως ἔμεινεν μὴ οἰόμενος αὐτὴν ἀνάγεσθαι. φησὶ γοῦν ὅτι τὸν τῶν γεννημάτων λέγει θερισμόν, ὡς τούτου μὲν ἔτι διωρίαν ἔχοντος τετράμηνον, τοῦ δὲ θερισμοῦ, οὗ αὐτὸς ἔλεγεν, ἤδη ἐνεστῶτος. καὶ τὸν θερισμὸν δὲ οὐκ οἶδ’ὅπως ἐπὶ τῆς ψυχῆς ἐξείληφεν τῶν πιστευόντων, λέγων ὅτι ἤδη ἀκμαῖοι καὶ ἕτοιμοί εἰσιν πρὸς θερισμὸν καὶ ἐπιτήδειοι πρὸς τὸ συναχθῆναι εἰς ἀποθήκην, τοῦτ’ἔστιν διὰ πίστεως εἰς ἀνάπαυσιν, ὅσαι γε ἕτοιμοι · οὐ γὰρ πᾶσαι · αἱ μὲν γὰρ ἤδη ἕτοιμοι ἦσαν, φησίν, αἱ δὲ ἔμελλον, αἱ δὲ μέλλουσιν, αἱ δὲ ἐπισπείρονται ἤδη. ταῦτα μὲν οὖν ἐκεῖνος εἶπεν.

13.41.272πῶς δὲ οἱ μαθηταὶ ἐπαίροντες τοὺς ὀφθαλμοὺς δύνανται βλέπειν τὰς ψυχὰς ἤδη ἐπιτηδείους οὔσας πρὸς τό, ὡς οἴεται, εἰς ἀποθήκην εἰσαχθῆναι, οὐκ οἶδα εἰ δύναται παραστῆσαι. καὶ ἔτι γε πῶς ἐπὶ τῶν ψυχῶν ἀληθὲς τὸ ἄλλος σπείρων, καὶ ἄλλος θερίζων καὶ ἀπέστειλα ὑμᾶς θερίζειν οὐχ ὑμεῖς κεκοπιάκατε. τίνα δὲ τρόπον τὸ ἄλλοι κεκοπιάκασιν καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε δυνατόν ἐστιν παραδέξασθαι ἐπὶ τῆς ψυχῆς;

13.41.273ἡμεῖς οὖν θερισμὸν συναγομένου καρποῦ εἰς ζωὴν αἰώνιον ἐκλαμβάνομεν κατὰ τὴν τελείωσιν τοῦ σπερματικῶς ἐγκειμένου κατὰ τὰς ἐννοίας ἡμῖν λόγου ἀπὸ γεωργίας πλείονος τετελειωμένου. πῶς δὲ ὑπὸ ἄλλου σπείρεται καὶ ὑπὸ ἄλλου θερίζεται ἐν τοῖς ἑξῆς διαληψόμεθα.

13.42

13.42.274πολλαχοῦ τῆς γραφῆς κεῖται τὸ ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν προτρεπομένου ἡμᾶς τοῦ θείου λόγου ὑψοῦν καὶ ἐπαίρειν τὰ φρονήματα καὶ τὸ διορατικὸν κάτω που κείμενον καὶ συγκύπτον, μὴ δυνάμενόντε ἀνακύψαι εἰς τὸ παντελὲς μετεωρίσαι · ὥσπερ ἐν Ἡσαΐᾳ · ἐπάρατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε · τίς κατέδειξε ταῦτα πάντα ·

13.42.275καὶ σωτὴρ δὲ ὅτε μέλλει τοῖς ἐν πεδίῳ συναχθεῖσιν λέγειν τοὺς μακαρισμούς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ πρὸς τοὺς μαθητὰς λέγει τὸ μακάριοι οἵδε καὶ οἵδε · οὐδεὶς γὰρ γνήσιος Ἰησοῦ μαθητὴς κάτω ἐστίν, ὡς οὐ δὲ ἀναπαυόμενος ἐν τοῖς τοῦ Ἀβραὰμ κόλποις ·

13.42.276 γοῦν πλούσιος ὑπάρχων ἐν βασάνοις ἐπάρας τοὺς ὀφθαλμοὺς βλέπει τὸν Ἀβραὰμ καὶ τὸν Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ.

13.42.277πρὸς τούτοις συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελὲς Ἰησοῦ αὐτὴν ἀνορθώσαντος ἀποτίθεται τὸ συγκύπτειν καὶ τὸ μὴ δύνασθαι ἀνακύπτειν, ἵνα ἐπάρῃ τοὺς ὀφθαλμούς.

13.42.278καὶ οὐδείς γε ἐν πάθεσιν ὢν καὶ τῇ σαρκὶ προστετηκὼς τοῖς ὑλικοῖς ἐμπεφυρμένος, ἐτήρησεν τὴν λέγουσαν ἐντολήν · ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, διόπερ τοιοῦτος οὐ δὲ θεάσεται τὰς χώρας κἂν ὦσιν λευκαὶ πρὸς θερισμὸν ἤδη. ἔτι δὲ οὐδεὶς ἐργαζόμενος τὰ ἔργα τῆς σαρκὸς ἐπῆρεν τοὺς ὀφθαλμούς.

13.42.279λευκαὶ δὲ αἱ χῶραι πρὸς θερισμὸν ἤδη εἰσίν, ὅτε πάρεστιν τοῦ θεοῦ λόγος σαφηνίζων καὶ φωτίζων πάσας τὰς χώρας τῆς γραφῆς πληρουμένας ἐν τῇ ἐπιδημίᾳ αὐτοῦ.

13.42.280τάχα δὲ καὶ πάντα τὰ αἰσθητὰ μέχρι γε αὐτοῦ τοῦ οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ αἱ λευκαί εἰσιν χῶραι ἕτοιμοι πρὸς θερισμὸν τοῖς ἐπαίρουσιν τοὺς ὀφθαλμούς, σαφῶς παρισταμένου τοῦ περὶ ἑκάστου λόγου τοῖς ἀνειληφόσιν, ἐκ τοῦ τὴν αὐτὴν εἰκόνα μεταμορφοῦσθαι ἀπὸ δόξης εἰς δόξαν, ὀφθαλμῶν ὁμοίωμα τῶν ἑωρακότων πῶς ἕκαστον τῶν γενομένων καλὸν ἦν · τὸ γὰρ εἶδεν θεὸς καθ’ἕκαστον τῶν κτισμάτων λεγόμενον, ὅτι καλόν τοιοῦτόν ἐστιν, ὅτι ἐνεῖδεν θεὸς τοῖς λόγοις ἑκάστου, καὶ εἶδεν πῶς καθ’οὓς γέγονεν ἕκαστον τῶν κτισμάτων λόγους ἐστὶν καλόν.

13.42.281εἰ δὲ μὴ οὕτως τις παραδέχεται τὸ εἶδεν θεὸς ὅτι καλόν, διηγησάσθω πῶς ἐν τῷ ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ σῴζεται τὸ εἶδεν θεὸς ὅτι καλόν, καὶ μάλιστα ἐπεὶ ἐποίησεν θεὸς τὰ κήτη τὰ μεγάλα.

13.42.282ἀλλὰ λόγος περὶ ἑκάστου τούτων ἐστὶν ὁραθεὶς θεῷ τὸ καλόν. τὰ δ’αὐτὰ καὶ περὶ τοῦ ἐξαγαγέτω γῆ ψυχὴν ζῶσαν κατὰ γένος · τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος λεκτέον, οἷς καὶ ἐπιφέρεται τὸ εἶδεν θεὸς ὅτι καλόν.

13.42.283πῶς γὰρ καλὸν τὰ θηρία καὶ τὰ ἑρπετά, εἰ μὴ ἄρα λόγος περὶ αὐτῶν ἐστιν τὸ καλόν;

13.42.284ταῦτα δ’ἡμῖν λέγεται διὰ τὸ ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη, προτρέποντος τοῦ παρόντος τοῖς μαθηταῖς λόγου τοὺς ἀκροατὰς ἐπαίρειν τοὺς ὀφθαλμοὺς ἐπίτε τὰς χώρας τῆς γραφῆς καὶ ἐπὶ τὰς χώρας τοῦ ἐν ἑκάστῳ τῶν ὄντων λόγου, ἵνα τὴν λευκότητα καὶ τὴν λαμπρότητα θεάση ταί τις τοῦ τῆς ἀληθείας πανταχοῦ φωτός. πάντα γὰρ ἐνώπιον τοῖς νοοῦσιν, κατὰ τὸν Σολομῶντα, ὀρθὰ δὲ τοῖς βουλομένοις ἀπονείμασθαι αἴσθησιν.

13.43

13.43.285ποσαχῶς θερισμὸς ἐν τῇ γραφῇ λέγεται καὶ ἐφ’ὅσων τάσσεται νομίζω ἀναγκαῖον εἶναι παραθέσθαι, ἵνα κατὰ τὸ δυνατὸν ἡμῖν καθοραθέντος τοῦ σημαινομένου δυνηθῶμεν ἐνθάδε ἰδεῖν ἐπὶ τίνος τῶν πλειόνων τέτακται λέξις.

13.43.286ὁρῶμεν δὴ ἐν τῷ κατὰ Ματθαῖον, ἡνίκα προσῆλθον οἱ μαθηταὶ τῷ κυρίῳ λέγοντες · διασάφησον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ διδασκαλίαν περὶ ταύτης τοῦ κυρίου μεθ’ἕτερα λέγουσαν · δὲ θερισμὸς συντέλεια αἰῶνός ἐστιν, οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν.

13.43.287ἀλλὰ μὴν καὶ ἐν ἑτέρῳ τόπῳ περὶ τοῦ πλήθους τῶν πιστευόντων ἀπορούντων διδασκαλίας τρανούσης αὐτοῖς περὶ ὧν πιστεύουσιν, φησὶν σωτὴρ ἡμῶν · μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι · δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.

13.43.288πρὸς τούτοις ἀπόστολος σπόρον μὲν ὀνομάζει τὴν ἐν τῷ βίῳ τούτῳ εὐποιΐαν ἁμαρτίαν τῶν ἀνθρώπων, θερισμὸν δὲ τὰ διὰ τὰ ἐνταῦθα κατορθώματα ἁμαρτήματα ἑκάστῳ κατὰ τὴν ἀξίαν ἀποκείμενα, οὕτω λέγων · γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει · ὅτι σπείρων εἰς τὴν σάρκα ἐκ τῆς σαρκὸς θερίσει φθοράν · δὲ σπείρων εἰς τὸ πνεῦμα καὶ ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.

13.43.289κατά τινος δὲ παραπλησίου τοῦ σημαινομένου νομίζω καὶ τὸν προφήτην φερόμενον ἐν ψαλμοῖς εἰρηκέναι · οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν. πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν · ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν.

13.43.290κεῖται δὲ τὸ ὄνομα πολλαχοῦ καὶ ἐπὶ τῆς συνηθείας, ὥσπερ καὶ ἐν τῇ Ῥοὺθ διὰ τούτων · αὗται δὲ παρεγενήθησαν εἰς Βηθλεὲμ ἐν ἀρχῇ θερισμοῦ κριθῶν. πέντε δὴ ἐπὶ τοῦ παρόντος ἐκτεθέντων σημαινομένων φανερὸν μὲν ὅτι οὐ τὸ ἐν τῇ συνηθείᾳ δηλούμενον ἐνταῦθα εἴρηται, ἀλλ’οὐ δὲ τὸ ἐπὶ τῆς συντελείας τεταγμένον · οὔτε γὰρ τὸ ἐν τῇ συνηθείᾳ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, οὔτε περὶ τῶν θεριστῶν ἀγγέλων τὸ προτρεπτικὸν εἰς τὸ θερίζειν εὔλογον ἐν τῷ τόπῳ τούτῳ νοεῖν.

13.43.291ἀλλ’οὐ δὲ κατὰ τὸ σπείρων εἰς τὴν σάρκα ἐκ τῆς σαρκὸς θερίσει φθορὰν καὶ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον οἷόντε ἐνθάδε λαμβάνειν τὸ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον.

13.43.292κατὰ μὲν γὰρ τὰ ἀποστολικὰ ῥητὰ αὐτός ἐστιν σπείρων καὶ θερίζων, εἴτε εἰς τὴν σάρκα, εἴτε εἰς τὸ πνεῦμα, καὶ διὰ τοῦτο συνάγων ἤτοι φθορὰν ζωὴν αἰώνιον · κατὰ δὲ τὰ ἐνεστηκότα ἄλλος ἐστὶν σπείρων καὶ ἄλλος θερίζων.

13.43.293ὁμοίως δὲ αὐτὸς μὲν σπείρει καὶ θερίζει καθ’ παρεθέμεθα ἐν ψαλμοῖς ῥητὸν διαφέρον τοῦ ἀποστολικοῦ τῷ μυστικωτέρῳ καὶ ἀπορρητοτέρῳ · τὸ μὲν γὰρ ἀποστολικὸν ἁπλούστερον εἴρηται οὐ διδάσκον περὶ τῆς διαφόρου φύσεως τῶν σπερμάτων πόθεν λαμβάνεται · τὸ δὲ ἀπὸ τῶν ψαλμῶν δοκεῖ μοι δηλοῦν περὶ τῆς καθόδου τῶν εὐγενεστέρων ψυχῶν παραγινομένων εἰς τὸν βίον τοῦτον μετὰ τῶν σωτηρίων σπερμάτων, καὶ παραγινομένων γε οἱονεὶ ἀκουσίως μετὰ στεναγμοῦ, ἐπανερχομένων δὲ ἐν ἀγαλλιάσει διὰ τὸ καλῶς γεγεωργηκέναι καὶ ηὐξηκέναι καὶ πεπληθυγκέναι τὰ σπέρματα, μεθ’ὧν ἐληλύθασιν. ἄλλος δέ ἐστιν σπείρων καὶ ἄλλος θερίζων ἐν τῇ προκειμένῃ λέξει.

13.44

13.44.294καὶ ἐρεῖ γε Ἡρακλέων, τάχα δὲ τούτῳ κατὰ τὴν ἐκδοχὴν ταύτην συμπεριφερόμενός τις καὶ ἐκκλησιαστικός, ὅτι τῷ κατὰ τὸ θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι σημαινομένῳ ὁμοίως ταῦτα εἴρηται, τῷ ἑτοίμους πρὸς θερισμὸν καὶ ἐπιτηδείους πρὸς τὸ ἤδη συναχθῆναι εἰς τὴν ἀποθήκην διὰ τῆς πίστεως εἰς ἀνάπαυσιν εἶναι, καὶ ἐπιτηδείους πρὸς σωτηρίαν καὶ παραδοχὴν τοῦ λόγου · κατὰ μὲν τὸν Ἡρακλέωνα διὰ τὴν κατασκευὴν αὐτῶν καὶ τὴν φύσιν, κατὰ δὲ τὸν ἐκκλησιαστικὸν διά τινα εὐτρεπισμὸν τοῦ ἡγεμονικοῦ ἑτοίμου πρὸς τελείωσιν, ἵνα καὶ θερισθῇ.

13.44.295λεκτέον οὖν πρὸς τοὺς οὕτως ἐκδεξαμένους, εἰ βούλονται παραδέξασθαι, μήποτε γεγονέναι πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιδημίας θερισμὸν παραπλήσιον τῷ οὕτως ἂν ἐλπισθέντι ἀπὸ τῶν χρόνων τοῦ εὐαγγελικοῦ κηρύγματος · εἰ γὰρ τῷ εἶναι τὸν θερισμὸν πολὺν πολλοὶ πεπιστεύκασιν, καίτοι γε ὀλίγων ὄντων τῶν ἐργατῶν ἀποστόλων ὡς πρὸς τὸ πλῆθος τῶν παραδεξαμένων τὸν λόγον, ἤτοι διὰ τὸ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη, οὐδεὶς πρὸ τῆς σωματικῆς τοῦ σωτῆρος ἡμῶν ἐπιδημίας πεπίστευκεν, ἀλλ’οὐ δὲ γέγονέν τις πιστευόντων ἐργάτης ὅπερ ἐστὶν ἀτοπώτατον φάσκειν · Ἀβραὰμ καὶ Μωσέα καὶ τοὺς προφήτας μήτε τὴν τῶν ἐργατῶν ἐκσχηκέναι χώραν, μήτε τὴν τῶν θεριζομένων, εἴπερ καὶ πρότερον γεγόνασιν ἐργάται καὶ θερισμός, οὐδὲν δόξει παράδοξον σωτὴρ ἐπαγγέλλεσθαι τοῖς ἐπαίρουσιν τοὺς ὀφθαλμούς, ἵνα θεάσωνται τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη. ἐκ τούτων δὴ δύναταί πως εἶναι σαφές, ὅτι οὐδὲν τῶν προειρημένων ἐστὶν ἐνθάδε νοούμενον κατὰ τὸν θερισμόν · ἀλλ’οὐ δὲ τὸ παρὰ τῷ ἀποστόλῳ ἐν ἄλλῳ τόπῳ νοηθὲν ἐνθάδε ἐφαρμόσει λέγοντι · σπείρων φειδομένως φειδομένως καὶ θερίσει · καὶ σπείρων ἐπ’εὐλογίαις ἐπ’εὐλογίαις καὶ θερίσει.

13.45

13.45.296ζητοῦμεν οὖν ἕβδομον σημαινόμενον κατάλληλον τοῖς προαποδεδομένοις εἰς τὸ οὐχ ὑμεῖς λέγετε · ἔτι τετράμηνός ἐστιν καὶ θερισμὸς ἔρχεται; καὶ εἰς τὸ ἰδοὺ λέγω ὑμῖν · ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη.

13.45.297 δὴ περὶ τῆς σαφηνείας τῶν γραφῶν τρανὴς λόγος, περὶ τοῦ πῶς πάντα, ὅσα θεὸς ἐποίησεν, καλὰ λίαν, εἴρηται ἡμῖν θερισμός, ὅντινα θερίζων δύο καρποὺς τοῦ θερίζειν ἔχει · ἕνα μὲν ὅτι λαμβάνει μισθόν, ἕτερον δὲ ὅτι συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον.

13.45.298καὶ νομίζω διὰ μὲν τὰς μετὰ ταῦτα ἐπαγγελίας ἐσομένας κατὰ τὰ γεγραμμένα · ἰδοὺ κύριος καὶ μισθὸς αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ, ἀποδοῦναι ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ εἰρῆσθαι τὸ μισθὸν λαμβάνει · διὰ δὲ τὴν ἀπ’αὐτῆς τῆς θεωρίας ὠφέλειαν, αὐτόθεν κατὰ φύσιν οὖσαν τῷ νῷ καὶ τῇ λογικῇ ἐξαίρετον τυγχάνουσαν καὶ χωρὶς ἑτέρων παρὰ ταύτην ἐπαγγελιῶν γεγράφθαι τὸ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ὅπερ εὐπάθειάν τινα τοῦ ἡγεμονικοῦ δηλοῖ, ὡς καὶ ἐν τῷ τρίτῳ τῶν Στρωματέων παρεστήσαμεν διηγούμενοι τὸ πατήρ σου βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι.

13.46

13.46.299 δὲ Ἡρακλέων τὸ θερίζων μισθὸν λαμβάνει εἰρῆσθαι νομίζει ἐπεὶ θεριστὴν ἑαυτὸν λέγει, φησίν, σωτήρ. καὶ τὸν μισθὸν τοῦ κυρίου ἡμῶν ὑπολαμβάνει εἶναι τὴν τῶν θεριζομένων σωτηρίαν καὶ ἀποκατάστασιν τῷ ἀναπαύεσθαι αὐτὸν ἐπ’αὐτοῖς. τὸ δὲ καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιόν φησιν εἰρῆσθαι, ὅτι τὸ συναγόμενον καρπὸς ζωῆς αἰωνίου ἐστίν, ὅτι καὶ αὐτὸ ζωὴ αἰώνιος.

13.46.300ἀλλὰ αὐτόθεν νομίζω βίαιον εἶναι τὴν διήγησιν αὐτοῦ, φάσκοντος τὸν σωτῆρα μισθὸν λαμβάνειν καὶ συγχέοντος τὸν μισθὸν καὶ τὴν συναγωγὴν τοῦ καρποῦ εἰς ἕν, ἄντικρυς τῆς γραφῆς δύο πράγματα παριστάσης, ὡς προδιηγησάμεθα.

13.46.301εἰ τοίνυν ἐπιτέτευκται ἡμῖν ἔπαρσις τῶν ἀποστολικῶν ὀφθαλμῶν καὶ θέα τῶν χωρῶν, λευκῶν ἤδη πρὸς θερισμὸν οὐσῶν, ἤδη ἀκολούθως τούτοις ἐξεταστέον τί τὸ ἵνα σπείρων ὁμοῦ χαίρῃ καὶ θερίζων.

13.46.302οἶμαι δὴ ὅτι ἐπὶ πάσης τῆς ἐκ πλειόνων θεωρημάτων τέχνης καὶ ἐπιστήμης σπείρει μὲν τὰς ἀρχὰς εὑρίσκων, ἅστινας ἕτεροι παραλαμβάνοντες καὶ ἐπεξεργαζόμενοι αὐτὰς ἑτέροις τὰ ὑπὸ αὐτῶν εὑρημένα παραδιδόντες, αἴτιοι ἐξ ὧν εὑρήκασιν γίνονται τοῖς μεταγενεστέροις οὐ δυνηθεῖσιν τάςτε ἀρχὰς εὑρεῖν καὶ τὰ ἑξῆς ἐπισυνάψαι καὶ τὸ τέλος τῶν τεχνῶν καὶ τῶν ἐπιστημῶν ἐπιθεῖναι, τοῦ συμπληρωθεισῶν τῶν τοιούτων τεχνῶν καὶ ἐπιστημῶν πλήρη τὸν καρπὸν ὡς ἐν θερισμῷ αὐτῶν ἀναλαβεῖν.

13.46.303εἰ δὲ τοῦτο ἐπὶ τεχνῶν ἐστιν ἀληθὲς καί τινων ἐπιστημῶν, πόσῳ πλέον ἐπὶ τῆς τέχνης τῶν τεχνῶν καὶ ἐπιστήμης τῶν ἐπιστημῶν ἔστι συνιδεῖν. τὰ γὰρ εὑρεθέντα ὑπὸ τῶν προτέρων ἐπεξεργασάμενοι οἱ μετ’αὐτοὺς παραδεδώκασιν τοῖς ἑξῆς ἐξεταστικῶς προσιοῦσιν τοῖς εὑρεθεῖσιν ἀφορμὰς τοῦ τὸ ἓν σῶμα τῆς ἀληθείας μετὰ σοφίας συναχθῆναι.

13.46.304πληρωθέντος δὴ τοῦ παντὸς ἔργου τῆς τέχνης τῶν τεχνῶν, σπείρων ὁμοῦ χαίρει καὶ θερίζων, τοῦ ἀμειβομένου θεοῦ εἰς ἓν πάντας τέλος συνάγοντος.

13.46.305ὅρα δὲ εἰ οἱ μὲν σπείροντές εἰσιν Μωσῆς καὶ προφῆται, γράψαντες τὰ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν, καὶ κηρύξαντες τὴν Χριστοῦ ἐπιδημίαν · θερίσαντες δὲ οἱ τὸν Χριστὸν παραδεξάμενοι καὶ τεθεαμένοι τὴν δόξαν αὐτοῦ ἀπόστολοι, συμφωνοῦσαν τοῖς προφητικοῖς περὶ αὐτοῦ λογικοῖς σπέρμασιν θερισθεῖσιν κατὰ τὴν ἐπεξεργασίαν καὶ κατανόησιν τοῦ κεκρυμμένου μυστηρίου ἀπὸ τῶν αἰώνων, φανερωθέντος δὲ ἐπ’ἐσχάτου τῶν καιρῶν, ὅπερ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις.

13.46.306σπέρμα δὲ ἦν πᾶς λόγος κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου καὶ νῦν φανερωθέντος διάτε γραφῶν προφητικῶν καὶ τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ · ὅτε τὸ φῶς τὸ ἀληθινὸν πεποίηκεν τὰς χώρας, ἐπιλάμψαν αὐταῖς, λευκὰς πρὸς θερισμὸν ἤδη.

13.47

13.47.307κατὰ τοῦτον δὴ τὸν λόγον αἱ χῶραι, ἐν αἷς κατεβέβλητο τὰ σπέρματα, αἱ νομικαὶ καὶ προφητικαί εἰσιν γραφαί, αἵτινες οὐκ ἦσαν λευκαὶ τοῖς τὴν παρουσίαν τοῦ λόγου μὴ κεχωρηκόσιν, γίνονται δὲ τοιαῦται τοῖς μαθητευομένοις τῷ υἱῷ τοῦ θεοῦ καὶ πειθομένοις λέγοντι · ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη.

13.47.308ὡς γνήσιοι τοίνυν καὶ ἡμεῖς Ἰησοῦ μαθηταὶ ἐπάρωμεν τοὺς ὀφθαλμοὺς καὶ τὰς χώρας τὰς ἐσπαρμένας ὑπὸ Μωσέως καὶ τῶν προφητῶν θεασώμεθα, ἵνα ἴδωμεν τὴν λευκότητα αὐτῶν καὶ τίνα τρόπον ἤδη θερίσαι ἔστιν αὐτὰς καὶ συνάγειν καρπὸν εἰς ζωὴν αἰώνιον, μετὰ τοῦ καὶ μισθὸν ἐλπίζειν ἀπὸ τοῦ κυρίου τῶν χωρῶν καὶ χορηγοῦ τῶν σπερμάτων.

13.47.309τὸ μὲν οὖν τὸν σπείροντα ὁμοῦ καὶ τὸν θερίζοντα χαίρειν, ὅτε ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός, ἐν τῷ μέλλοντι αἰῶνι, πᾶς ὁστισοῦν ὁμολογήσει τῶν ἀνεγνωκότων · ὅτι πολλοὶ ἀπ’ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐντῇ βασιλείᾳ τῶν οὐρανῶν.

13.47.310τὸ δὲ καὶ ἤδη πάντα τὸν σπείροντα μετὰ παντὸς τοῦ θερίζοντος χαίρειν εἴ τις διστάζει παραδέξασθαι, νοησάτω ὅτι θερισμός πως ἦν τις μεταμόρφωσις Ἰησοῦ ἐν δόξῃ φαινομένου οὐ μόνον τοῖς θερισταῖς Πέτρῳ καὶ Ἰακώβῳ καὶ Ἰωάννῃ, τοῖς συναναβᾶσιν αὐτῷ, ἀλλὰ καὶ τοῖς σπείρασιν Μωσῇ καὶ Ἠλίᾳ · ἅμα γὰρ αὐτοῖς χαίρουσιν ὁρῶντες τὴν δόξαν τοῦ υἱοῦ τοῦ θεοῦ, ἥντινα ἐπὶ τοσοῦτον πεφωτισμένην ὑπὸ τοῦ πατρὸς καὶ φωτίζουσαν τοὺς ὁρῶντας πρότερον οὐχ ἑωράκει Μωσῆς καὶ Ἠλίας, ὡς νῦν θεῶνται ἅμα τοῖς ἁγίοις ἀποστόλοις.

13.47.311ὡς καθολικῷ δὲ ἴσον δυνάμενον λαμβάνομεν τὸ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα σπείρων ὁμοῦ χαίρῃ καὶ θερίζων διὰ τὸ ἐν τοῖς ἑξῆς πλείονας λέγεσθαι τοὺς θεριστὰς καὶ πλείονας τοὺς κεκοπιακότας, δῆλον ὅτι εἰς τὸ σπεῖραι.

13.47.312λέγεται γὰρ ὡς πρὸς πολλοὺς θεριστὰς τὸ ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν, οὐχ ὑμεῖς κεκοπιάκατε, καὶ ὡς πολλῶν ἐν τῷ σπόρῳ κεκμηκότων τὸ ἄλλοι κεκοπιάκασιν καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.

13.47.313ἴσον δὲ δύναται καθολικῷ τὸ θερίζων μισθὸν λαμβάνει καὶ τὸ ἑξῆς τοιοῦτον · πᾶς θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα πᾶς σπείρων ὁμοῦ χαίρῃ καὶ πᾶς θερίζων.

13.48

13.48.314ταῦτα δὲ οἱ μέν τινες ἑτοίμως παραδέξονται, μὴ διστάζοντες περὶ τοῦ τὰ ἀποκεκρυμμένα ταῖς πάλαι γενεαῖς καὶ αὐτῷ Μωσεῖ καὶ τοῖς προφήταις πεφανερῶσθαι τοῖς ἁγίοις ἀποστόλοις κατὰ τὴν Χριστοῦ ἐπιδημίαν, φωτίσαντος αὐτοῖς τὸ φῶς τὸ τῆς γνώσεως τῆς πάσης γραφῆς · ἕτεροι δὲ ὀκνήσουσιν προσέσθαι, μὴ τολμῶντες λέγειν τὸν τηλικοῦτον Μωσέα καὶ τοὺς προφήτας μὴ ἐφθακέναι ἔτι ὄντας ἐν τῷ τῶν ἀνθρώπων βίῳ ἐπὶ τὰ τοῖς ἀποστόλοις νενοημένα, καὶ τοῦτο ταῖς θείαις γραφαῖς ἐνεσπαρμένα ταῖς ὑπ’αὐτῶν διακονηθείσαις.

13.48.315χρήσονται δὲ οἱ πρότεροι τῷ πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ὑμεῖς βλέπετε καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἀκούετε καὶ οὐκ ἤκουσαν, καὶ τῷ ἰδού, πλεῖον Σολομῶνος ὧδε, καὶ τῷ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ, καὶ τῷ ἐν τῷ Δανιὴλ γεγραμμένῳ μετά τινα ὅρασιν, ὅτι ἀνέστην, καὶ οὐκ ἦν συνιών, καὶ τῷ ἐν τῷ Ἡσαΐᾳ εἰσὶν οἱ λόγοι τοῦ βιβλίου τούτου ὡς βιβλίον ἀνθρώπου ἐσφραγισμένον, ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ μὴ ἐπισταμένῳ γράμματα λέγοντες · ἀνάγνωθι, ἐρεῖ · οὐκ ἐπίσταμαι γράμματα · καὶ δώσουσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα, καὶ ἐρεῖ · οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ.

13.48.316οἱ δὲ δεύτεροι ταῦτα πάντα διαλύσονται τῷ σοφὸς νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος, ἐπὶ δὲ χείλεσιν φορεῖ ἐπιγνωμοσύνην λέγοντες Μωσέα καὶ ἕκαστον τῶν προφητῶν τὰ διακονηθέντα ὑπ’αὐτῶν νενοηκέναι, οὐχ ὥστε καὶ ἑτέροις παραδοῦναι καὶ ἀναπτύξαι τὰ μυστήρια · τοὺς μέντοι γε ἀποστόλους, ὡς ἐν καιρῷ ἀποκαλύψεως γενομένους, εἰπεῖν ἄν · στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε καὶ ἤκουσας παρ’ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι, καὶ ὅτι εἰ ἐπεθύμουν πολλοὶ προφῆται καὶ δίκαιοι ἰδεῖν ἔβλεπον οἱ ἀπόστολοι καὶ ἤκουον λέγοντος τοῦ σωτῆρος, οὐ πάντως τὰ τῶν νομικῶν γραφῶν καὶ προφητικῶν ἐπεθύμουν, ἀλλὰ τούτων μείζονα ἀπαγγελλόμενα πρὸς τοῖς πνευματικοῖς τοῦ νόμου καὶ τοῖς ἀπορρήτοις τῶν προφητῶν ὑπὸ τοῦ σωτῆρος τοῖς ἀποστόλοις, ὁποῖα ἦν τὸ ἤκουσα ἄρρητα ῥήματα, οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι καὶ παραπλήσια τοῖς ὑπὸ τοῦ παρακλήτου λεγομένοις.

13.48.317ἔτι δὲ καὶ οὕτως τὸ ῥητὸν θεασώμεθα εἰ μέν τινα διηγεῖται τὸν θερίζοντα μισθὸν λαμβάνειν καὶ συνάγειν καρπὸν εἰς ζωὴν αἰώνιον εὐαγγελιστὴς λέγων · ἵνα σπείρων ὁμοῦ χαίρῃ καὶ θερίζων, εἰ δέ, ἵνα σπείρων ὁμοῦ χαίρῃ καὶ θερίζων, μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, τάχα σπείρων, κοινωνῶν τῷ μισθῷ τοῦ θερίζοντος καὶ τῇ συναγωγῇ τοῦ εἰς ζωὴν αἰώνιον συναγομένου καρποῦ, ἅμα τῷ θερίζοντι χαρήσεται.

13.48.319ἄλλος δέ τις ἐρεῖ ὅλα τὰ νομικὰ καὶ τὰ προφητικὰ ἀκριβῶς κατὰ τὴν πνευματικὴν ἐκδοχὴν νενοημένα Μωσεῖ καὶ τοῖς προφήταις καὶ ὡς ἐχρῆν κεκαλυμμένως καὶ ἐσκεπασμένως ἀναγεγραμμένα τὰ ἐσπαρμένα εἶναι · ἐπεὶ δὲ λόγον σοφὸν ἐὰν ἀκούσῃ ἐπιστήμων, αἰνέσει αὐτὸν καὶ ἐπ’αὐτὸν προσθήσει, δῆλον ὅτι οἱ ἀπόστολοι σπέρμασιν ἀπορρητοτέρων καὶ βαθυτέρων χρησάμενοι τοῖς ὑπὸ Μωσέως καὶ τῶν προφητῶν νενοημένοις, διαβεβήκασιν ἐπὶ τὸ εἰς πολλαπλασίονα φθάσαι τῆς ἀληθείας θεάματα, Ἰησοῦ ἐπαίροντος αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ φωτίζοντος αὐτῶν τὰς διανοίας, καὶ ἦν τὰ πολλαπλασίονα θερισμὸς τῶν πολλῶν χωρῶν · οὐχ ὡς ὑποδεέστεροι δὲ οἱ προφῆται καὶ Μωσῆς ἀρχῆθεν οὐκ εἶδον ὅσα οἱ ἀπόστολοι κατὰ τὴν Ἰησοῦ ἐπιδημίαν, ἀλλ’ὡς περιμένοντες τὸ πλήρωμα τοῦ χρόνου, ἐν ἐχρῆν μετὰ τοῦ ἐξαιρέτου τῆς Ἰησοῦ Χριστοῦ ἐπιδημίας καὶ ἐξαίρετα παρὰ τὰ λελαλημένα πώποτε ἐν τῷ κόσμῳ γεγραμμένα ἀποκαλυφθῆναι ἀπὸ τοῦ οὐχ ἁρπαγμὸν ἡγησαμένου τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ἑαυτὸν κενώσαντος καὶ μορφὴν δούλου εἰληφότος.

13.49

13.49.320εἴτε κατὰ τὸ ἀπὸ τῶν τεχνῶν καὶ τῶν ἐπιστημῶν ληφθὲν παράδειγμα ἐκλαμβάνοιμεν τὰ κατὰ τὸν τόπον, σαφὲς πῶς ἀληθινὸς λόγος ἐστὶν τὸ ἄλλον μὲν εἶναι τὸν σπείροντα ἄλλον δὲ τὸν θερίζοντα · εἴτε κατὰ τὸ ἐσπαρκέναι μὲν Μωσέα καὶ τοὺς προφήτας, τεθεωρηκέναι δὲ λευκῶν γενομένων τῶν χωρῶν τοὺς ἐπάραντας τοὺς ὀφθαλμοὺς κατὰ τὰς ὑποθήκας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ, ἵνα θεάσωνται τὰς χώρας πῶς ἦσαν λευκαὶ πρὸς θερισμὸν ἤδη, καὶ οὕτω δῆλον πῶς ἄλλος σπείρων καὶ ἄλλος θερίζων.

13.49.321σκόπει δὲ εἰ τὸ ἄλλος καὶ ἄλλος δυνατὸν νοῆσαι διὰ τὸ ἐκείνους μὲν ἐπὶ τοιᾷδε βίου ἀγωγῇ δικαιοῦσθαι, τούτους δὲ ἐπὶ ἑτέρᾳ παρ’ἐκείνην, ὥστε εἰπεῖν ἄλλον μὲν τὸν νομικόν, ἄλλον δὲ τὸν εὐαγγελικόν. πλὴν ἅμα χαίρουσιν ἑνὸς τέλους ἀπὸ ἑνὸς θεοῦ διὰ ἑνὸς Χριστοῦ ἐν ἑνὶ ἁγίῳ πνεύματι ἀμφοτέροις ἀποκειμένου.

13.49.322 δ’Ἡρακλέων τὸ ἵνα σπείρων ὁμοῦ χαίρῃ καὶ θερίζων οὕτω διηγήσατο · χαίρει μὲν γάρ, φησίν, σπείρων ὅτι σπείρει, καὶ ὅτι ἤδη τινὰ τῶν σπερμάτων αὐτοῦ συνάγεται ἐλπίδα ἔχων τὴν αὐτὴν καὶ περὶ τῶν λοιπῶν · δὲ θερίζων ὁμοίως ὅτι καὶ θερίζει · ἀλλ’ μὲν πρῶτος ἤρξατο σπείρων, δὲ δεύτερος θερίζων.

13.49.323οὐ γὰρ ἐν τῷ αὐτῷ ἐδύναντο ἀμφότεροι ἄρξασθαι · ἔδει γὰρ πρῶτον σπαρῆναι, εἶθ’ὕστερον θερισθῆναι. παυσαμένου μέντοι γε τοῦ σπείροντος σπείρειν, ἔτι θεριεῖ θερίζων · ἐπὶ μέντοι τοῦ παρόντος ἀμφότεροι τὸ ἴδιον ἔργον ἐνεργοῦντες ὁμοῦ χαίρουσιν κοινὴν χαρὰν τὴν τῶν σπερμάτων τελειότητα ἡγούμενοι.

13.49.324ἔτι δὲ καὶ εἰς τὸ ἐν τούτῳ ἐστὶν λόγος ἀληθινὸς ὅτι ἄλλος ἐστὶν σπείρων καὶ ἄλλος θερίζων φησίν · μὲν γὰρ ὑπὲρ τὸν τόπον υἱὸς ἀνθρώπου σπείρει · δὲ σωτήρ, ὢν καὶ αὐτὸς υἱὸς ἀνθρώπου, θερίζει καὶ θεριστὰς πέμπει τοὺς διὰ τῶν μαθητῶν νοουμένους ἀγγέλους, ἕκαστον ἐπὶ τὴν ἑαυτοῦ ψυχήν. οὐ πάνυ δὲ σαφῶς ἐξέθετο τοὺς δύο υἱοὺς τοῦ ἀνθρώπου τίνες εἰσίν, ὧν εἷς σπείρει καὶ εἷς θερίζει.

13.50

13.50.325οὐ χαλεπὸν ἐκ τῶν προειρημένων θεωρῆσαι πῶς ἀπέστειλεν Ἰησοῦς τοὺς μαθητὰς θερίζειν τοῦτο, εἰς οὐκ αὐτοὶ κεκοπιάκασιν, ἀλλ’οἱ πρὸ αὐτῶν · καμόντος γὰρ Μωσέως καὶ τῶν προφητῶν, ἵνα χωρῆσαι δυνηθῶσιν νοῆσαι τὰ μυστήρια, ὧν τὰ ἴχνη ἐν τοῖς γράμμασιν ἑαυτῶν ἡμῖν καταλελοίπασιν, εἰς τὸν Μωσέως καὶ τῶν προφητῶν κόπον οἱ ἀπόστολοι εἰσεληλύθασιν, Ἰησοῦ μυσταγωγοῦντος θερίζοντες καὶ συνάγοντες εἰς τὰς ἀποθήκας τῆς ψυχῆς ἑαυτῶν τὸν ἐν ἐκείνοις νοῦν.

13.50.326καὶ ἀεὶ δὲ λόγος τοῖς μαθητευομένοις γνησίως ποιεῖ τοὺς τῶν προτέρων καμάτους σαφεστέρους, χωρὶς τοῦ ὁμοίου τοῖς σπείρασιν κόπου. εἰς ὅλα δὲ τὰ περὶ τῶν ὑπὸ ἄλλων σπειρομένων καὶ ὑπ’ἄλλων θεριζομένων καὶ τοῦτο ἐπισκοπητέον, μήποτε ἀγγέλων ἐπὶ τῆς σπορᾶς τῶν ἀνθρώπων τεταγμένων οἱ συνεργοὶ τῆς τελειώσεως τῶν ἐσπαρμένων ἀπόστολοι εἰς τὸν ἑτέρων κάματον εἰσέρχονται θερίζοντες καὶ καρποὺς ἐν τοῖς ὠφελημένοις εὑρίσκοντες, οὕστινας Ἰησοῦ ἐπιδημία ἑτοίμους πρὸς θερισμὸν καὶ πρὸ τῆς ἐλπιζομένης τετραμήνου πεποίηκεν;

13.50.327ἐὰν δὲ ταῦθ’οὕτως ἔχῃ, θεωρῆσαι ἄξιον εἰ καματηρά ἐστιν τῶν ἀγγέλων πρὸς τὸ ἐνσπείρεσθαι ψυχὰς σώμασιν λειτουργία, δύο τινὰ συναγόντων τῇ φύσει ἐναντία εἰς κρᾶσιν μίαν, καὶ ἐν καιρῷ τῷ τεταγμένῳ ἀρχομένωντε τὴν περὶ ἑκάστου ποιεῖν οἰκονομίαν καὶ εἰς τελεσφόρησιν προαγόντων τὸν προπεπλασμένον.

13.50.328ἀλλ’ἐρεῖ τις τούτοις ἐναντίον εἶναι τὸ αὐτὸν λέγεσθαι πλάσσειν τὸν θεὸν ἔντε τῷ αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με καὶ ἐν τῷ πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε.

13.50.329πρὸς τοῦτο λεκτέον, ὅτι ὥσπερ νόμος διετάγη δι’ἀγγέλων, καὶ δι’ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, δῆλον δ’ὅτι ὑπὸ θεοῦ λαληθείς, οὕτως ἐνδέχεται καὶ διὰ τῶν τεταγμένων ἐπὶ τῆς γενέσεως ἀγγέλων θεὸν πλάττειν ἐν κοιλίᾳ λέγειν.

13.50.330οὐκ οἶδα δὲ εἰ χώραν ἔχει εἰς τὸ ἠπορημένον καὶ τοιοῦτόν τι λέγειν, ὅτι οἱ εἰπόντες αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με Ἰὼβ καὶ Δαβὶδ μερίδος ὄντες θεοῦ ἐπλάσθησαν, καὶ Ἱερεμίας ἀκούων · πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε · ὡς τῆς μερίδος ἐσόμενος τοῦ θεοῦ πέπλασται ὑπ’αὐτοῦ · οἱ δὲ τῶν ἑτέρων μερίδες ὄντες ὑπὸ τῶν λαχόντων αὐτοὺς πλάττονται.

13.50.331καὶ περιεργότερόν γε οὗτος λόγος ἐκλήψεται τὸ ποιήσωμεν ἄνθρωπον κατ’εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν τοῦτο λέγοντος τοῦ θεοῦ περὶ πάντων ἀνθρώπων καὶ προκαταρχομένου τοῦ ἔργου, ὅπερ ἔργον ὕστερον καὶ ὑπὸ τῶν λοιπῶν, πρὸς οὓς λόγος, κατὰ τὴν οἰκείαν μερίδα γίνεται, τούτοις λέγοντος τοῦ θεοῦ · ποιήσωμεν ἄνθρωπον · οἷς καί φησιν ἐπὶ τῆς τῶν διαλέκτων συγχύσεως · δεῦτε καὶ καταβάντες συγχέωμεν ἐκεῖ αὐτῶν τὴν γλῶσσαν.

13.50.332ταῦτα δὲ οὐκ ἀποφαινόμενοι λέγομεν · πολλῆς γὰρ βασάνου τὰ τηλικαῦτα χρῄζει, ἵν’εὑρεθῇ πότερον οὕτως ἔχει ἑτέρως. οὐ καταφρονητέον δὲ καὶ τῆς τοιαύτης ἐκδοχῆς · ἕκαστος τῶν ἀνθρώπων μερίς ἐστί τινος κατὰ τὸ ὅτε διεμέριζεν ὕψιστος ἔθνη, καὶ ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ · καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.

13.50.333εἰ δὲ μερίς ἐστιν πάντως ἕκαστός τινος, διασπείραντος τοῦ θεοῦ τοὺς Ἀδὰμ υἱούς, ἕκαστος μὲν τῶν ἀγγέλων κάμνει περὶ τὴν ἰδίαν μερίδα, οἰκονομῶν τὰ κατ’αὐτήν. ἐν δὲ τῇ τοῦ σωτῆρος ἐπιδημίᾳ λαμβάνονται αἰχμαλωτιζόμενοι εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ ἀπὸ τῆς πάντων μερίδος διὰ τῶν ὑπηρετούντων τῷ εὐαγγελίῳ ἀποστόλων καὶ εὐαγγελιστῶν καὶ διδασκάλων ὑπὸ τοῦ Χριστοῦ καὶ προσάγονται εἰς τὸ γενέσθαι τὰ ἔθνη κληρονομίαν τοῦ Χριστοῦ.

13.50.334μήποτε οὖν δύναται διὰ τοῦτο λέγεσθαι τοῖς ἀποστόλοις μετ’ὀλίγον ἀκουσομένοις · πορεύεσθε μαθητεύσατε πάντα τὰ ἔθνη τὸ ἄλλοι κεκοπιάκασιν καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε;

13.50.335εἰ δὲ ἅγιοι ἄγγελοί εἰσιν οἱ τὰς λοιπὰς μερίδας παρὰ τὴν ἐκλεκτὴν εἰληχότες καὶ ἐπὶ τῆς διασπορᾶς τῶν ψυχῶν τεταγμένοι, οὐδέν ἐστιν ἄτοπον τὸν σπείροντα ὁμοῦ χαίρειν καὶ τὸν θερίζοντα μετὰ τὸν θερισμόν.

13.50.336 δ’Ἡρακλέων φησὶν ὅτι οὐ δι’αὐτῶν οὐ δὲ ἀπ’αὐτῶν ἐσπάρη ταῦτα τὰ σπέρματα φησὶ δὲ τῶν ἀποστόλων, οἱ δὲ κεκοπιακότες εἰσὶν οἱ τῆς οἰκονομίας ἄγγελοι, δι’ὧν ὡς μεσιτῶν ἐσπάρη καὶ ἀνετράφη. εἰς δὲ τό · ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε ταῦτα ἐξέθετο · οὐ γὰρ αὐτὸς κόπος σπειρόντων καὶ θεριζόντων · οἱ μὲν γὰρ ἐν κρύει καὶ ὕδατι καὶ κόπῳ τὴν γῆν σκάπτοντες σπείρουσιν καὶ δι’ὅλου χειμῶνος τημελοῦσιν σκάλλοντες καὶ τὰς ὕλας ἐκλέγοντες · οἱ δὲ εἰς ἕτοιμον καρπὸν εἰσελθόντες θέρους εὐφραινόμενοι θερίζουσιν.

13.50.337ἐξέσται δὲ συγκρίνοντι τάτε ὑφ’ἡμῶν εἰρημένα τῷ ἐντυγχάνοντι καὶ τὰ ὑπὸ τοῦ Ἡρακλέωνος ὁρᾶν ὁποία τῶν διηγήσεων ἐπιτετεῦχθαι δύναται.

13.51

13.51.338τῆς Σαμαρείτιδος καταλιπούσης τὴν ὑδρίαν καὶ ἀπεληλυθυίας εἰς τὴν πόλιν ὑπὲρ τοῦ εὐαγγελίσασθαι τὰ περὶ τοῦ σωτῆρος, καὶ τῶν πιστευόντων τῷ λόγῳ τῆς γυναικὸς ἐρχομένων πρὸς τὸν κύριον, ἐν τῷ μεταξὺ σωτὴρ τοῖς μαθηταῖς συντυγχάνων πεποίηται τοὺς προειρημένους λόγους, ἐρωτώντων τῶν μαθητῶν, ὅπως φάγῃ.

13.51.339μετὰ δὲ τὸ λεχθῆναι πρὸς τοὺς μαθητὰς τὰ κατὰ δύναμιν ἐξητασμένα, ἐπαναλαμβάνει γραφὴ τὰ περὶ τῶν ἐληλυθότων ἐκ τῆς πόλεως πρὸς αὐτὸν καὶ πιστευσάντων διὰ τὴν μαρτυρίαν τῆς γυναικὸς λεγούσης ὅτι εἶπέν μοι πάντα ὅσα ἐποίησα.

13.51.340εἰ δὲ κρατοῦμεν τῶν ἀνωτέρω εἰρημένων περὶ τῆς Σαμαρείας καὶ τῆς Σαμαρείτιδος καὶ τῆς τοῦ Ἰακὼβ πηγῆς, οὐ χαλεπὸν ἰδεῖν τίνα τρόπον ἐπιτυχόντες λόγου ὑγιοῦς οἱ προκατειλημμένοι ἐν ἑτεροδιδασκαλίαις καταλείπουσιν τὴν οἱονεὶ τῶν δογμάτων πόλιν, καὶ ἐξελθόντες αὐτὴν ὑγιαινόντως πιστεύουσιν μιᾶς τινος παρὰ τῇ τοῦ Ἰακὼβ πηγῇ προτέρας κεχωρηκυίας τὴν σωτήριον διδασκαλίαν, καὶ καταλιπούσης τὴν προειρημένην ὑδρίαν ὑπὲρ τοῦ καὶ ἑτέρους ἐπὶ τὸ ὁμοίως ὠφεληθῆναι προκαλέσασθαι.

13.51.341 δ’Ἡρακλέων τὸ μὲν ἐκ τῆς πόλεως ἀντὶ τοῦ ἐκ τοῦ κόσμου ἐξείληφεν · τὸ δὲ διὰ τὸν λόγον τῆς γυναικός τουτέστιν διὰ τῆς πνευματικῆς ἐκκλησίας · καὶ ἐπισημαίνεταί γε τὸ πολλοὶ ὡς πολλῶν ὄντων ψυχικῶν · τὴν δὲ μίαν λέγει τὴν ἄφθαρτον τῆς ἐκλογῆς φύσιν καὶ μονοειδῆ καὶ ἑνικήν. ἔστημεν δὲ ἐν τοῖς ἀνωτέρω, ὡς οἷόντε ἦν, πρὸς ταῦτα.

13.52

13.52.342οὐκ ἀπιθάνως τις συγκρούσει τὸ εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε τῷ ῥητῷ τούτῳ. ἐρωτηθεὶς γὰρ σωτὴρ μεῖναι παρὰ τοῖς Σαμαρείταις ἔμεινεν ἐκεῖ δύο ἡμέρας, εἰπών · εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. δῆλον οὖν ὅτι καὶ οἱ μαθηταὶ αὐτοῦ συνεισεληλύθεισαν αὐτῷ.

13.52.343λεκτέον δὲ πρὸς τοῦτο ὅτι τὸ μὲν εἰς ὁδὸν ἐθνῶν ἀπελθεῖν ἔστιν ἀναλαβεῖν τι δόγμα ἐθνικὸν ἀλλότριον τοῦ Ἰσραὴλ τοῦ θεοῦ, καὶ ὁδεῦσαι κατ’αὐτό · τὸ δ’εἰς πόλιν εἰσελθεῖν Σαμαρειτῶν τὸ ἔν τινι γενέσθαι ψευδωνύμῳ γνώσει τῶν λεγόντων νομικοῖς προφητικοῖς εὐαγγελικοῖς ἀποστολικοῖς προσέχειν λόγοις.

13.52.344ἔξεστιν δὲ καταλιπόντων τῶν Σαμαρειτῶν τὴν ἰδίαν πόλιν καὶ ἐλθόντων πρὸς τὸν Ἰησοῦν παρὰ τὴν τοῦ Ἰακὼβ πηγὴν ἀποδεξάμενον τὴν προαίρεσιν τῶν πιστευσάντων τὸν Ἰησοῦν μεῖναι παρὰ τοῖς ἐρωτήσασιν.

13.52.345οἶμαι δ’ὅτι παρατετηρημένως Ἰωάννης οὐ πεποίηκεν τὸ ἠρώτων αὐτὸν οἱ Σαμαρεῖται εἰσελθεῖν εἰς τὴν Σαμάρειαν, εἰσελθεῖν εἰς τὴν πόλιν, ἀλλὰ μεῖναι παρ’αὐτοῖς · οὐ γὰρ ταὐτόν ἐστιν τὸ μεῖναι παρὰ τῷ πιστεύοντι καὶ τὸ εἰσελθεῖν εἰς τὴν πόλιν αὐτοῦ. καὶ τὸ ἑξῆς δὲ οὔ φησι · καὶ ἔμεινεν ἐν τῇ πόλει ἐκείνῃ δύο ἡμέρας, ἔμεινεν ἐν τῇ Σαμαρείᾳ, ἀλλ’ἔμεινεν ἐκεῖ, τουτέστιν παρὰ τοῖς ἐρωτήσασιν.

13.52.346μένει γὰρ Ἰησοῦς παρὰ τοῖς ἐρωτήσασιν καὶ μάλιστα ὅτε οἱ ἐρωτῶντες αὐτὸν ἐξέρχονται τῆς πόλεως αὐτῶν καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, οἱονεὶ μιμησάμενοι τὸν Ἀβραὰμ πεισθέντα τῷ εἰπόντι θεῷ · ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου.

13.52.347δύο δὲ ἡμέρας μένει παρὰ τοῖς ἐρωτήσασιν αὐτόν · οὐδέπω γὰρ ἐχώρουν καὶ τὴν τρίτην αὐτοῦ ἡμέραν, ἐπεὶ οὐχ οἷοίτε ἦσαν χωρῆσαί τι τεράστιον, ὁποῖον οἱ ἐν Κανᾷ τῆς Γαλιλαίας τῇ ἡμέρᾳ τῇ τρίτῃ συνδειπνοῦντες τῷ Ἰησοῦ ἐν τῷ γάμῳ.

13.52.348 μὲν οὖν ἀρχὴ τῶν ἀπὸ τῆς Σαμαρείας πιστευόντων πολλῶν ἦν λόγος τῆς γυναικὸς μαρτυρούσης ὅτι εἶπέν μοι πάντα ἐποίησα · δὲ αὔξησις καὶ πληθυσμὸς τῶν πολλῷ πλειόνων πιστευόντων οὐκέτι διὰ τὸν λόγον τῆς γυναικὸς ἀλλὰ διὰ τὸν λόγον αὐτόν. οὐ γὰρ ὁμοίως αὐτὸς ἀφ’ἑαυτοῦ θεωρεῖται λόγος, φωτίζων τὸν χωροῦντα, καὶ ὅτε δι’ἑτέρου λεγόμενος μαρτυρεῖται.

13.52.349 δὲ Ἡρακλέων εἰς τοὺς τόπους ταῦτά φησιν · παρ’αὐτοῖς ἔμεινεν καὶ οὐκ ἐν αὐτοῖς καὶ δύο ἡμέρας, ἤτοι τὸν ἐνεστῶτα αἰῶνα καὶ τὸν μέλλοντα τὸν ἐν γάμῳ, τὸν πρὸ τοῦ πάθους αὐτοῦ χρόνον καὶ τὸν μετὰ τὸ πάθος, ὃν παρ’αὐτοῖς ποιήσας πολλῷ πλείονας διὰ τοῦ ἰδίου λόγου ἐπιστρέψας εἰς πίστιν ἐχωρίσθη ἀπ’αὐτῶν.

13.52.350λεκτέον δὲ πρὸς τὴν δοκοῦσαν αὐτοῦ παρατήρησιν, ὅτι παρ’αὐτοῖς καὶ οὐκ ἐν αὐτοῖς γέγραπται, ὅτι ὅμοιον τῷ παρ’αὐτοῖς ἐστιν τὸ ἰδοὺ ἐγὼ μεθ’ὑμῶν εἰμι πάσας τὰς ἡμέρας οὐ γὰρ εἶπεν · ἐν ὑμῖν εἰμι.

13.52.351ἔτι δὲ λέγων τὰς δύο ἡμέρας ἤτοι τοῦτον τὸν αἰῶνα εἶναι καὶ τὸν μέλλοντα, τὸν πρὸ τοῦ πάθους καὶ μετὰ τὸ πάθος, οὔτε τοὺς ἐπερχομένους αἰῶνας μετὰ τὸν μέλλοντα νενόηκεν, περὶ ὧν φησιν ἀπόστολος · ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις, οὔτε ὁρᾷ, ὅτι οὐ μόνον πρὸ τοῦ πάθους καὶ μετὰ τὸ πάθος σύνεστιν τοῖς ἐρχομένοις πρὸς αὐτὸν Ἰησοῦς καὶ μετὰ τοῦτο χωρίζεται · ἀεὶ γὰρ μετὰ τῶν μαθητῶν ἐστιν μηδεπώποτε καταλείπων αὐτούς, ὥστε καὶ λέγειν αὐτούς · ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.

13.53

13.53.352ἀρνοῦνται τὴν διὰ τὴν λαλιὰν τῆς γυναικὸς πίστιν, κρεῖττον ἐκείνης εὑρόντες τὸ ἀκηκοέναι αὐτοῦ τοῦ σωτῆρος, ὥστε καὶ εἰδέναι ὅτι ἀληθῶς οὗτός ἐστιν σωτὴρ τοῦ κόσμου. καὶ βέλτιόν γέ ἐστιν αὐτόπτην γενέσθαι τοῦ λόγου καὶ χωρὶς ὀργάνων διδάσκοντος ἀκούειν αὐτοῦ καὶ φαντασιοῦντος οὐ διὰ τῶν διδασκόντων τὸ ἡγεμονικὸν εὑρίσκον τρανότατα τοὺς τῆς ἀληθείας τύπους, ἤπερ μὴ ὁρῶντα αὐτὸν μη δὲ ἀπὸ τῆς δυνάμεως φωτιζόμενον αὐτοῦ διὰ διακόνων τῶν ἑωρακότων αὐτὸν ἀκούειν τὸν περὶ αὐτοῦ λόγον.

13.53.353ἀμήχανον γὰρ τὸ αὐτὸ τῷ ἑωρακότι γινόμενον περὶ τὸ ἡγεμονικὸν πάθος παθεῖν τὸν ἀπὸ τοῦ ἑωρακότος καὶ ἀπαγγέλλοντος αὐτὸν διδασκόμενον · καὶ κρεῖττόν γε διὰ εἴδους περιπατεῖν διὰ πίστεως.

13.53.354διὰ τοῦτο οἱ μὲν οἱονεὶ διὰ εἴδους περιπατοῦντες ἐν τοῖς προηγουμένοις λέγοιντο ἂν εἶναι χαρίσμασιν λόγῳ σοφίας διὰ τοῦ πνεύματος τοῦ θεοῦ καὶ λόγῳ γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα · οἱ δὲ διὰ πίστεως, εἰ καὶ χάρισμά ἐστιν πίστις κατὰ τὸ ἄλλῳ δὲ πίστις ἐν τῷ αὐτῷ πνεύματι, τῇ τάξει τῶν προτέρων εἰσὶν ὕστεροι.

13.53.355ἐξεταστέον δὲ πότε καὶ πῶς λέγει Παῦλος · διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους. πῶς γάρ, ὡς οἱ πολλοὶ νοοῦσιν, διὰ πίστεως καὶ οὐ διὰ εἴδους περιπατεῖ ἐμβριθέστατα λέγων · οὐκ εἰμὶ ἐλεύθερος; οὐκ εἰμὶ ἀπόστολος; οὐχὶ Ἰησοῦν τὸν κύριον ἡμῶν ἑώρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστὲ ἐν κυρίῳ;

13.53.356ἴδωμεν οὖν τὸ ῥητὸν πῶς δεῖ ἐκλαβεῖν τὸ διὰ πίστεως γὰρ περιπατοῦμεν οὐ διὰ εἴδους ἀναλαβόντες αὐτὸ ἀπὸ τῶν ἀνωτέρω οὕτως ἐχόντων δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο θεός, δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ πνεύματος.

13.53.357θαρροῦντες οὖν πάντοτε καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου · διὰ πίστεως γὰρ περιπατοῦμεν οὐ διὰ εἴδους δῆλον δ’ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι, ὅτε ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου θαρροῦντες μᾶλλον εὐδοκοῦμεν ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν κύριον.

13.53.358τούτων οὕτως εἰρημένων εἰς τὸ νοῆσαι τί τὸ ἐνδημεῖν τῷ σώματι καὶ ἐκδημεῖν ἀπὸ τοῦ κυρίου, τίτε τὸ ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν κύριον, ἑαυτῶν πυθώμεθα τί περὶ τοῦ ἀποστόλου ἐροῦμεν · πότερον ὅτι ἐνδημῶν τῷ σώματι ἐξεδήμει ἀπὸ τοῦ κυρίου, ὅτι ἐκδημῶν τοῦ σώματος ἐνεδήμει τῷ κυρίῳ.

13.53.359ἀλλὰ σαφῶς, ἐπεὶ οἱ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται, οἱ δὲ ἅγιοι οὐκ εἰσὶν ἐν σαρκὶ ἀλλ’ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν αὐτοῖς, Παῦλος οὐκ ἦν ἐν σαρκὶ οὐ δὲ ἐν σώματι · ἀληθεύει γὰρ λέγων · δοκῶ δὲ κἀγὼ πνεῦμα θεοῦ ἔχειν, οὐκ ἐνδημῶν δὴ τῇ σαρκὶ καὶ σώματι, τοῦ ἐνδημοῦντος τῷ σώματι διὰ πίστεως περιπατοῦντος οὐ διὰ εἴδους.

13.53.360καὶ ὅρα εἰ δύναται τῆς ἀποστολικῆς ἀκριβείας εἶναι τὸ μὴ ταὐτὸν φάσκειν ἐν σαρκὶ εἶναι καὶ ἐνδημεῖν σώματι · οἱ μὲν γὰρ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται · οἱ δὲ ἐνδημοῦντες τῷ σώματι ἐκδημοῦσιν μὲν ἀπὸ τοῦ κυρίου · πλὴν διὰ τῆς πίστεως περιπατοῦσιν, εἰ καὶ μηδέπω χωροῦσιν διὰ εἴδους.

13.53.361καὶ οἶμαι ὅτι ἐν σαρκὶ μέν εἰσιν οἱ κατὰ σάρκα στρατευόμενοι, ἐνδημοῦσι δὲ τῷ σώματι καὶ ἐκδημοῦσιν ἀπὸ τοῦ κυρίου οἱ τὰ πνευματικὰ τῆς γραφῆς μὴ νοοῦντες, ἀλλ’ὅλοι προσκείμενοι αὐτῇ καὶ τῷ σώματι · πῶς γὰρ οὐκ ἐκδημεῖ ἀπὸ τοῦ κυρίου, εἰ κύριος τὸ πνεῦμά ἐστιν, μηδέπω χωρῶν τὸ ζωοποιοῦν πνεῦμα καὶ πνευματικὸν τῆς γραφῆς; πλὴν διὰ πίστεως τοιοῦτος περιπατεῖ, ἐκδημεῖ δὲ ἐκ τοῦ σώματος καὶ ἐνδημεῖ πρὸς τὸν κύριον τὰ πνευματικὰ τοῖς πνευματικοῖς συγκρίνων καὶ γινόμενος πνευματικός, πάντα ἀνακρίνων, αὐτὸς δὲ ἀνακρινόμενος ὑπ’οὐδενός.

13.53.362ταῦτα δὲ ἡμῖν εἰ καὶ μετὰ παρεκβάσεως τῆς εἰς τὰ ἀποστολικὰ ῥητὰ εἰρῆσθαι δοκεῖ, ἀλλά γε ἀναγκαιότατα πρὸς τὴν διαφορὰν τοῦ λόγου τῶν Σαμαρειτῶν ἐστιν οὐκέτι διὰ τὴν λαλιὰν πιστευόντων τῆς γυναικὸς ἀλλ’ἀκηκοότων καὶ εἰδότων ὅτι οὗτός ἐστιν σωτὴρ τοῦ κόσμου. οὐδὲν μέντοι γε θαυμαστὸν περί τινων μὲν εἰρῆσθαι διὰ πίστεως περιπατεῖν καὶ μὴ διὰ εἴδους, περὶ ἑτέρων δὲ διὰ εἴδους τοῦ μείζονος παρὰ τὸ διὰ πίστεως περιπατεῖν.

13.53.363Ἡρακλέων δὲ ἁπλούστερον ἐκλαβὼν τὸ οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομέν φησι λείπειν τὸ μόνην. ἔτι μὲν γὰρ πρὸς τὸ αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν σωτὴρ τοῦ κόσμου φησίν · οἱ γὰρ ἄνθρωποι τὸ μὲν πρῶτον ὑπὸ ἀνθρώπων ὁδηγούμενοι πιστεύουσιν τῷ σωτῆρι, ἐπὰν δὲ ἐντύχωσιν τοῖς λόγοις αὐτοῦ, οὗτοι οὐκέτι διὰ μόνην ἀνθρωπίνην μαρτυρίαν, ἀλλὰ δι’αὐτὴν τὴν ἀλήθειαν πιστεύουσιν.

13.54

13.54.364πάνυ ἀνακόλουθος λέξις φαίνεται · τί γὰρ κοινὸν πρὸς τὸ ἐξεληλυθέναι αὐτὸν μετὰ δύο ἡμέρας ἀπὸ τῶν Σαμαρειτῶν, παρ’οἷς ἔμεινεν, καὶ εἰς τὴν Γαλιλαίαν ἀπέρχεσθαι τὸ αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει;

13.54.365εἰ μὲν γὰρ ἦν πατρὶς αὐτοῦ Σαμάρεια καὶ ἠτίμαστο ἐκεῖ, ὡς διὰ τοῦτο ἐξεληλυθέναι μὴ διατρίψαντα πλεῖον ἡμερῶν δύο, ἀκολούθως ἂν εἴρητο τὸ αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει.

13.54.366ἀλλὰ καὶ εἰ ἐγέγραπτο · μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν εἰς τὴν Γαλιλαίαν, ἀλλ’οὐκ ἐγένετο ἐν τῇ ἰδίᾳ πατρίδι · αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει, καὶ οὕτως χώραν τὸ λεγόμενον εἶχεν ἄν.

13.54.367καὶ τάχα τὸ μὲν βούλημα τοῦ ῥητοῦ τοῦτ’ἔστιν, ὡς ἰδιώτης δὲ τῷ λόγῳ Ἰωάννης δυσπαραστάτως ἔφρασεν νενόηκεν. εἰς γὰρ τίνα τόπον τῆς Γαλιλαίας ἐδέξαντο αὐτὸν ἑωρακότες πάντα, ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ, οὐκ εἴρηται, ἀλλὰ καὶ μετὰ τοῦτο ὅτι ἦλθεν εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας ἀνέγραψεν. κατακούει δὲ ἑαυτοῦ εὐαγγελιστὴς καὶ οὐκ ἀπορεῖ τοῦ προκειμένου.

13.54.368προειπὼν γοῦν τίνα τρόπον ἀφίησιν τὴν Ἰουδαίαν καὶ ἄπεισιν εἰς τὴν Γαλιλαίαν κύριος, διηγησάμενόςτε ἐπεὶ ἔδει αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας τὰ λεγόμενα πλησίον τοῦ χωρίου ἔδωκεν Ἰακὼβ τῷ Ἰωσὴφ παρὰ τῇ πηγῇ τοῦ Ἰακώβ, καὶ πῶς ἔμεινεν δύο ἡμέρας παρὰ τοῖς Σαμαρείταις, ἀποδίδωσιν τὴν εἰς Γαλιλαίαν ἄφιξιν αὐτοῦ, καίτοιγε οὐκ ὀλίγων μεταξὺ εἰρημένων.

13.54.369ἐπεὶ δὲ ἐν τοῖς ἀνωτέρω προείπομεν βελτίονός τινος σύμβολον εἶναι τὴν Ἰουδαίαν, ἄνω που κειμένην, ἐλάττονος δὲ τὴν Γαλιλαίαν, κατὰ τοῦτο ἐπισκοπῆς δεομένων καὶ τῶν ἐλαττόνων φιλάνθρωπος θεὸς οὐ καταφρονεῖ, διὰ τοῦτο καὶ τοὺς Σαμαρείτας τάχιον καταλιπὼν ὑπὲρ τοῦ τοῖς προθύμως αὐτὸν ἀποδεξομένοις Γαλιλαίοις ἐπιστῆναι καὶ τὸν τοῦ βασιλικοῦ υἱὸν ἰάσασθαι.

13.54.370ταῦτα δὲ ἐν τῇ Γαλιλαίᾳ ποιήσας, ἐνστάσης τῆς τῶν Ἰουδαίων ἑορτῆς ἀναβαίνει εἰς Ἱεροσόλυμα, τὴν ἑορτὴν κρείττονα καὶ ἱλαρωτέραν τῇ ἑαυτοῦ ποιῶν ἐπιδημίᾳ.

13.55

13.55.371ἴδωμεν δὲ τί ἐστιν καὶ τὸ αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει καὶ ἀξίως τοῦ Ἰησοῦ μαρτυροῦντος ζητητέον τὸν τῆς λέξεως νοῦν.

13.55.372πατρὶς δὴ τῶν προφητῶν ἐν τῇ Ἰουδαίᾳ ἦν, καὶ φανερόν ἐστιν τιμὴν αὐτοὺς παρὰ Ἰουδαίοις μὴ ἐσχηκέναι, λιθασθέντας, πρισθέντας, πειρασθέντας, ἐν φόνῳ μαχαίρας ἀποθανόντας, διὰ τὸ ἀτιμάζεσθαι περιελθόντας ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερουμένους, θλιβομένους, κακουχουμένους.

13.55.373καὶ ὀνειδίζονταί γε Ἰουδαῖοι ἀπὸ τοῦ λέγοντος πρὸς αὐτούς · τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου; οἵτινες ἐπὶ τέλει καὶ τὸν ἐπὶ πᾶσι προφήτην, δι’οὗ οἱ προφῆται προφῆται γεγένηνται, ἀτιμάσαντες · αἶρε, αἶρε, σταύρου αὐτὸν ἔλεγον.

13.55.374τετίμηνται δὲ ἐν τῇ ἐμῇ πατρίδι πάντες οἱ προφῆται καὶ ἀπὸ θεοῦ ἀναστὰς κατὰ τὰ περὶ αὐτοῦ εἰρημένα ὑπὸ Μωσέως · προφήτην ὑμῖν ἀναστήσει κύριος θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ · αὐτοῦ ἀκούσεσθε · οὐ πατρὶς γὰρ αὐτοῦ ἐν τοῖς ἔθνεσιν τοῖς τῷ παραπτώματι τοῦ Ἰσραὴλ τὴν σωτηρίαν εἰληφόσιν;

13.55.375καὶ ἐν ἄλλοις δὲ γέγραπται · οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ καὶ χρή σιμόν γε τὸ συγγενὲς τούτῳ ῥητὸν συναγαγόντας ἀπὸ τῶν εὐαγγελίων ἰδεῖν πότε καὶ ἐπὶ τίνι τῷ σωτῆρι τοῦτο εἴρηται.

13.55.376θαυμάσαι δὲ ἔστιν τὸ ἀληθὲς τῆς ἀποφάσεως τοῦ σωτῆρος φθάσαν οὐ μόνον ἐπὶ τοὺς ἁγίους προφήτας ἀτιμασθέντας παρὰ τοῖς οἰκείοις καὶ ἐπ’αὐτὸν τὸν κύριον ἡμῶν, ἀλλὰ καὶ ἐπὶ τοὺς ἔν τινι σοφίᾳ διατρίψαντας καὶ καταφρονηθέντας ὑπὸ τῶν πολιτῶν, ὥστε τινὰς αὐτῶν καὶ τὴν ἐπὶ θανάτῳ ἀπαχθῆναι.

13.55.377ἔξεστιν δὲ ταῦτα ἀπὸ τῆς Ἑλληνικῆς ἱστορίας ἀναλέξασθαι περὶ τῶν φιλοσοφησάντων καὶ ἀστρονομησάντων ὁποίοις δήποτε μαθήμασιν διαπρεψάντων. ἀτιμαζόντων δὲ καὶ αὗται αἱ φωναί · οὐχ οὗτός ἐστιν τοῦ τέκτονος υἱός; οὐχ μήτηρ αὐτοῦ λέγεται Μαριάμ; καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰσιν πρὸς ἡμᾶς; πόθεν οὖν τούτῳ πάντα ταῦτα;

13.55.378καὶ παραδοξότατόν γε ἐπὶ τῶν προφητῶν τοῦτο συμβέβηκεν, τὸ μὲν ζῶν αὐτῶν οὐ τετιμήκασιν οἱ πολῖται, τὸ δὲ νεκρὸν περιέπουσιν οἰκοδομοῦντες αὐτῶν τὰ μνημεῖα καὶ κοσμοῦντες.

13.55.379οἰκοδομεῖν δέ ἐστιν τὰ μνημεῖα τῶν προφητῶν καὶ κοσμεῖν αὐτά, ὅτε τὸ ζωοποιοῦν πνεῦμα καταλιπών τις τὸ ἐνυπάρχον τοῖς βουλήμασιν τῶν γραμμάτων αὐτῶν, περιέπει καὶ περικοσμεῖ τὸ ἀποκτεῖνον γράμμα, τὸ κάλλος οἰόμενος τῆς προφητείας ἐν τῇ ψιλῇ εἶναι ἐκδοχῇ τοῦ γράμματος.

13.55.380ἔργον δὲ τοῦτο τῶν ταλανιζομένων ἀπὸ τοῦ κυρίου γραμματέων καὶ φαρισαίων, γραμματέων μὲν ὀνομαζομένων τῶν ἐπωνύμων ψιλοῦ τοῦ γράμματος, φαρισαίων δὲ τῶν ἀποδιῃρημένων καὶ τὴν θείαν ἑνότητα ἀπολωλεκότων · φαρισαῖοι γὰρ ἑρμηνεύονται · οἱ διῃρημένοι.

13.56

13.56.381ἄξιον ἰδεῖν τὴν αἰτίαν τῆς τῶν Γαλιλαίων παραδοχῆς, ἣν παρεδέξαντο τὸν σωτῆρα ἐλθόντα εἰς τὴν Γαλιλαίαν, εἰ τηλικαύτη ἦν ὥστε κατάπληξιν αὐτοῖς ἐμποιῆσαι καὶ θαυμασμὸν περὶ τοῦ σωτῆρος εἰς τὸ παραδέξασθαι αὐτόν · ἔτι δὲ ἐπὶ τίνα ἀναφέρεται οἱονεὶ πολλά, ἐποίησεν ἐν Ἱεροσολύμοις Ἰησοῦς, τὸ πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ.

13.56.382οὐδὲν δὲ εὑρίσκομεν προειρημένον ὅτι εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους · καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τάτε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὰ κέρματα καὶ τὰς τραπέζας ἀνέστρεψεν καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν · ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου.

13.56.383τί οὖν τηλικοῦτόν ἐστιν ἐν τούτοις, ὥστε κινηθέντας ἐπ’αὐτοῖς τοὺς Γαλιλαίους δέξασθαι τὸν κύριον, μαρτυρουμένους διὰ τοῦτο αὐτὸν δεδέχθαι, ἐπεὶ ἐλθόντες εἰς τὴν ἑορτὴν ἐν Ἱεροσολύμοις πάντα ἑωράκασιν ἐποίησεν ἐκεῖ Ἰησοῦς;

13.56.384εἰ μεμνήμεθα τῶν εἰρημένων εἰς τὸν τόπον ἀποδεικνύντων οὐκ ἐλάττονα δύναμιν ἐμφαίνεσθαι τοῦ σωτῆρος ἐν ἐκείνοις παρὰ τὴν ἐνεργήσασαν εἰς τυφλοὺς ἀναβλέψαι καὶ κωφοὺς ἀκοῦσαι καὶ χωλοὺς περιπατῆσαι, λεκτέον ὅτι ὅπερ μήποτε ἐλογίσαντο ἐννοήσαντες οἱ Γαλιλαῖοι καὶ καταπλαγέντες τὴν θειότητα τοῦ Ἰησοῦ, ἐλθόντα αὐτὸν εἰς τὴν Γαλιλαίαν ἐδέξαντο πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν τοῖς Ἱεροσολύμοις.

13.56.385τὰ δὲ πάντα ταῦτα ἦν, τῷ ἐκ σχοινίων φραγελλίῳ ἐκβεβλῆσθαι ἐκ τοῦ ἱεροῦ τάτε πρόβατα καὶ τοὺς βόας καὶ τῶν κολλυβιστῶν ἐκκεχύσθαι τὰ κέρματα καὶ τὰς τραπέζας ἀνατετράφθαι, μετ’ἐξουσίας δὲ εἰρῆσθαι τοῖς τὰς περιστερὰς πωλοῦσιν · ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου.

13.56.386οἶμαι δὲ μη δὲ ταῦτα μόνα αὐτὸν πεποιηκέναι τότε, ἀλλὰ καὶ ἄλλα σημεῖα · ἐπιφέρεται γὰρ ἐκείνοις · ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἐποίησεν · ἐφ’οἷς καὶ Νικόδημός φησι · ῥαββί, οἴδαμεν ὅτι ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος · οὐδεὶς γὰρ δύναται τὰ σημεῖα ταῦτα ποιεῖν σὺ ποιεῖς, ἐὰν μὴ θεὸς μετ’αὐτοῦ.

13.56.387πλὴν ἔξεστιν Γαλιλαῖον ὄντα ἑορτάζειν ἐν Ἱεροσολύμοις γινόμενον, ὅπου ναὸς τοῦ θεοῦ, καὶ θεωρεῖν πάντα ὅσα ἐποίει ἐκεῖ Ἰησοῦς, καὶ μάλιστα τίνα τρόπον ἐκβάλλει τῷ ἐκ σχοινίων φραγελλίῳ ὑπ’αὐτοῦ πεποιημένῳ πάντας τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς τάτε πρόβατα καὶ τοὺς βόας καὶ τὰ λοιπά.

13.56.388ἀρχὴ γὰρ ἐν Ἱεροσολύμοις ἑορτὴ τοῖς Γαλιλαίοις ἐστὶν τοῦ καὶ δέξασθαι τὸν υἱὸν τοῦ θεοῦ ἐλθόντα πρὸς αὐτούς · μὴ γὰρ ἑωρακότες τὰ ἐν τῇ ἑορτῇ οὐκ ἂν ἐδέξαντο αὐτόν · οὐ δὲ αὐτὸς μὴ προευτρεπισθεῖσιν πρὸς τὸ λαβεῖν αὐτὸν οὕτως ἂν σπουδαίως ἐπεδήμησεν καταλιπὼν τοὺς ἐρωτήσαντας αὐτὸν μεῖναι παρ’αὐτοῖς.

13.56.389οἱ μέντοι γε δεξάμενοι τὸν Ἰησοῦν ἐδέξαντο καὶ τὸν ἀποστείλαντα αὐτόν · φησὶ γάρ · ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με. πρῶτον οὖν ἰδεῖν δεῖ, τουτέστιν συνιέναι, τὰ ἐν Ἱεροσολύμοις ἔργα τοῦ Ἰησοῦ πάντα, τίνα τρόπον καθαίρει τὸ ἱερὸν ἀποκαθιστὰς αὐτὸ εἰς τὸ εἶναι οἶκον τοῦ πατρὸς καὶ μηκέτι οἶκον ἐμπορίου, ἵνα μετὰ τὸ θεωρῆσαι ταῦτα τὸν ἐνεργήσαντα ταῦτα λόγον δεξώμεθα.

13.56.390οἶμαι δ’ὅτι μὴ πάντα τὰ ἐν Ἱεροσολύμοις θεωρήσας ἔργα τοῦ Ἰησοῦ οὐ δέξεται τὸν Ἰησοῦν, οὐ δὲ ἐπιδημήσει τὴν ἧς σύμβολον ἐπιδημίας ἐπιδημίαν ταύτην τοῖς μὴ πρότερον ἀναβεβηκόσιν εἰς τὴν ἑορτὴν καὶ μὴ πάντα τεθεαμένοις ὅσα ἐποίει ἐν τοῖς Ἱεροσολύμοις.

13.57

13.57.391ὅσα ἐχωρήσαμεν περὶ τῆς Κανᾶ, ἐν τοῖς ἀνωτέρω εἴπομεν. δύο δὲ οὐ μάτην ἐπιδημίαι ἐν Κανᾷ τῷ Ἰησοῦ γίνονται · μήποτε γὰρ σημαίνουσιν τὰς δύο τοῦ σωτῆρος εἰς τὸν κόσμον ἐπιδημίας · τὴν μὲν προτέραν, ἵν’εὐφράνῃ τοὺς συνεστιωμένους, τὴν δὲ δευτέραν, ἵνα τὸν ἐγγὺς γενόμενον τοῦ θανάτου οὐ βασιλέως υἱόν, ἀλλά τινος βασιλικοῦ ἀναστήσῃ ·

13.57.392καὶ τάχα βασιλικὸς Ἀβραὰμ ἦν Ἰακώβ, ὧν υἱόν ὄντα τὸν λαόν, μετὰ τὸ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσελθεῖν, σώσει ἐπὶ τέλους. δύνανται δὲ καὶ δύο τοῦ λόγου εἶναι ἐπιδημίαι ἐν τῇ ψυχῇ, μὲν προτέρα τὸν ἐξ ὕδατος γινόμενον οἶνον χορηγοῦσα εἰς εὐφροσύνην τῶν συνεστιωμένων, δὲ δευτέρα πᾶσαν τὴν καταλειπομένην ἀσθένειαν καὶ τὸ πρὸς θάνατον κινδυνῶδες περιαιροῦσα.

13.57.393οὐδὲν δὲ θαυμαστὸν εἰ ἐπείπερ τὰ πλείονα τῶν ἔργων τοῦ θεοῦ ἐστιν ἐν ἀποκρύφοις, πολλὰ ὑπὲρ σωτηρίας τῶν πολλαχοῦ ποιῶν Ἰησοῦς, ὧν τύποι τὰ λοιπὰ ἀναγεγραμμένα χωρία, δὶς τῇ Κανᾷ ταύτῃ ἐπιδημεῖ βεβαιῶν ἑαυτῷ κτῆσιν τῶν ἀπὸ ταύτης τῆς γῆς πιστευόντων εἰς τὸν πατέρα δι’αὐτοῦ.

13.58

13.58.394οὐ πάνυ εὑρίσκομεν παρὰ Ἰουδαίοις τετριμμένον τὸ τοῦ βασιλικοῦ ὄνομα, ὅθεν οὐ δέ, ὅσον ἐπὶ τῇ ἱστορίᾳ, ἐπιβάλλομεν νῷ τίς ἦν οὗτος βασιλικὸς καὶ τίνος βασιλέως ἐπώνυμος.

13.58.395 μὲν οὖν ἀκεραιότερος οἰήσεται τοῦ βασιλέως Ἡρώδου τινὰ ἄνθρωπον εἶναι τοῦτον τὸν βασιλικόν · ἕτερος δὲ τούτῳ ὅμοιος ἐρεῖ τῆς Καίσαρος οἰκίας γεγονέναι τοῦτον τὸν βασιλικόν, πράττοντά τι περὶ τὴν Ἰουδαίαν τότε · οὐ δὲ γὰρ σαφῶς εὑρίσκεται Ἰουδαῖος ὤν, ἐπείπερ οὐκ ἀκολουθεῖ τῷ τὸν υἱὸν αὐτοῦ ἠσθενηκέναι ἐν Καφαρναοὺμ οἰκεῖον αὐτὸν εἶναι τῶν κατὰ τοὺς τόπους.

13.58.396ἐμφαίνεται δὲ αὐτοῦ τὸ ἀξίωμα καὶ ἐκ τοῦ ἤδη αὐτοῦ καταβαίνοντος τοὺς δούλους αὐτῷ ἀπηντηκέναι, λέγοντας ὅτι παῖς αὐτοῦ ζῇ · πληθυντικῶς γὰρ οἱ δοῦλοι εἴρηνται. ἐχέτω τοίνυν ὅπως ποτὲ τὸ τῆς ἱστορίας καὶ υἱὸς τοῦ βασιλικοῦ κομψότερον ἐσχηκέτω κατὰ τὸν τοῦ σωτῆρος λόγον τῇ ἑβδόμῃ ὥρᾳ ἐλευθερωθεὶς ἀπὸ τοῦ πυρετοῦ καὶ οἰκία αὐτοῦ ὅλη πεπιστευκέτω.

13.58.397φέρε δὲ κατὰ τὸ δυνατὸν ἡμῖν ἐρευνήσωμεν τίνος οὗτος σύμβολον εἶναι δύναται καὶ υἱὸς αὐτοῦ. μέγαν δὴ βασιλέα, οὗ πόλις ἐστὶν τὰ ἀληθινὰ Ἱεροσόλυμα, καὶ βασιλέα τῶν βασιλευόντων, τὸν πορευθέντα εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι, καὶ ἐπανελθόντα βασιλέα οὐδένα ἄλλον ἴσμεν τὸν εἰπόντα · ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’αὐτοῦ ἐπὶ Σειὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα κυρίου.

13.58.398τούτου τὴν ἡμέραν οἱ ἰδόντες καὶ εὐφρανθέντες πάντες εἰσὶν βασιλικοί, καὶ οἱ πιστεύοντες εἰς τὸν πατέρα δι’αὐτοῦ ἐπώνυμοι τυγχάνουσιν τῆς βασιλείας αὐτοῦ, ὧν ἕνα τινὰ ζητοῦμεν καὶ τὸν ἀσθενήσαντα υἱὸν αὐτοῦ, καὶ τὰ τούτοις ἀκόλουθα.

13.58.399ἐλέγομεν δὲ ἐν τοῖς ἀνωτέρω τὸν πάντα λαὸν υἱὸν εἶναι τοῦ Ἀβραάμ, ὡς καὶ αὐτοὶ αὐχοῦντές φασιν · σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε καὶ μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν, ὡς ἐπ’αὐτῷ γὰρ καυχωμένου τοῦ λαοῦ παρὰ τοὺς λοιποὺς καὶ μετ’αὐτὸν πατέρας, φησὶ καὶ σωτήρ ·

13.58.400μὴ ἄρξησθε λέγειν ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραὰμ μὴ δόξητε λέγειν ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ · δύναται θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.

13.58.401ἀλλὰ καὶ Ἡσαΐας πρὸς τὸν λαόν φησιν · ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν, καὶ εἰς Σάρραν τὴν ὠδίνουσαν ὑμᾶς.

13.58.402καὶ τί δεῖ διὰ παραδειγμάτων μηκύνειν τὸν λόγον, σαφοῦς ὄντος ὅτι αὐτὸς πρῶτος χρηματίζει πατὴρ τοῦ λαοῦ, διὸ καὶ ἐξαιρέτως ὀνομάζεται πατήρ; ὑπονοοῦμεν τοίνυν τὸν μὲν βασιλικὸν εἶναι τὸν Ἀβραάμ, τὸν δὲ ἀσθενήσαντα αὐτοῦ υἱὸν ἐν Καφαρναοὺμ καὶ μέλλοντα ἀποθνῄσκειν τὸ Ἰσραηλιτικὸν γένος, ἀσθενῆσαν ἐν τῇ θεοσεβείᾳ καὶ τῇ τηρήσει τῶν θείων νόμων καὶ πρὸς τῷ ἀποθανεῖν τῷ θεῷ γενόμενον, καὶ διὰ τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ πεπυρωμένον καὶ διὰ τοῦτο πυρέσσειν λεγόμενον.

13.58.403φαίνεται δὲ μέλειν τοῖς προεξεληλυθόσιν τὸν βίον τοῦτον ἁγίοις περὶ τοῦ λαοῦ, ὡς ἐν τοῖς Μακκαβαϊκοῖς γέγραπται μετὰ πλεῖστα ὅσα ἔτη τῆς Ἱερεμίου ἀναλήψεως · οὗτός ἐστιν Ἱερεμίας τοῦ θεοῦ προφήτης πολλὰ εὐχόμενος περὶ τοῦ λαοῦ.

13.58.404ὅρα τοίνυν εἰ δυνατὸν ἐκλαμβάνειν ἡμᾶς ὅτι Ἀβραὰμ βασιλικός τις ὤν, νοσήσαντος αὐτῷ τοῦ υἱοῦ καὶ ἀποθνῄσκειν μέλλοντος, ἀξιοῖ βοηθηθῆναι ὑπὸ τοῦ σωτῆρος ἡμῶν τὸν κάμνοντα γενόμενος πρὸς αὐτὸν καὶ ἐρωτῶν, ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν · ἔμελλεν γὰρ ἀποθνῄσκειν.

13.59

13.59.405τὸ δὲ ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε λεγόμενον πρὸς αὐτὸν τὴν ἀναφορὰν ἔχει ἐπὶ τὸ πλῆθος τῶν υἱῶν αὐτοῦ, τάχα δὲ καὶ ἐπ’αὐτόν. ὡς γὰρ Ἰωάννης προσδοκῶν τὴν Χριστοῦ ἐπιδημίαν περιέμενεν τὸ δοθὲν σημεῖον, ἵνα δι’αὐτοῦ γνῷ τὸν προφητευόμενον τὸ δὲ σημεῖον ἦν · ἐφ’ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’αὐτόν, οὗτός ἐστιν υἱὸς τοῦ θεοῦ, οὕτως καὶ οἱ προκεκοιμημένοι ἅγιοι προσδοκῶντες καὶ τὴν ἐν σώματι τοῦ Χριστοῦ ἐπιδημίαν ἀπὸ τῶν σημείων καὶ τῶν τεράτων ἐχαρακτήριζον αὐτὸν διὰ τούτων τῷ ἐλπιζομένῳ πιστεύοντες.

13.59.406τάχιον δὲ παρακαλεῖ τὸν κύριον καταβῆναι πρὸς τὸ νοσοῦν παιδίον ἑαυτοῦ, εὐλαβούμενος μὴ προλάβῃ θάνατος κρατήσας τὸν κάμνοντα, καὶ ἀπελαύνει γε τὸν πυρετὸν λόγῳ Χριστὸς ἐπαγγειλάμενος τῷ πατρὶ περὶ τῆς ζωῆς τοῦ κινδυνεύοντος διὰ τοῦ πορεύου · υἱός σου ζῇ.

13.59.407ἔχει δὲ οὗτος βασιλικὸς οὐ μόνον υἱόν, ἀλλὰ καὶ δούλους, ὧν σύμβολον ἦσαν οἱ οἰκογενεῖς καὶ ἀργυρώνητοι τοῦ Ἀβραάμ, εἶδός τι πιστευόντων ταπεινότερον καὶ ὑποβεβηκός.

13.59.408οὗτοι συνόντες τῷ κάμνοντι παιδίῳ θεωροῦσιν τὴν σωτηρίαν αὐτοῦ καὶ ἀπαντῶσιν τῷ πατρὶ εὐαγγελιζόμενοι τὴν ζωὴν τοῦ θεραπευθέντος διὰ τοῦ παῖς σου ζῇ, ἐμφαίνοντες ὅτι οὐκ ἐφρόνουν πρότερον περὶ τοῦ παιδίου τοῦ δεσπότου ὅτι ἔζη. οὐ μάτην δὲ ὥραν ἑβδόμην ἀφίησιν αὐτὸν πυρετός · γὰρ ἀριθμὸς ἀναπαύσεως ἦν.

13.59.409 ἐν Καφαρναοὺμ μέντοι γε υἱός ἐστιν, νοσῶν καὶ θεραπευόμενος ἐν τῷ τῆς παρακλήσεως ἀγρῷ, γένος τι κεκμηκότων μὲν οὐ πάντη δὲ ἔξω καρπῶν γεγενημένων · καὶ τελειοτάτη γνόντι τῷ πατρὶ τὴν τοῦ υἱοῦ σωτηρίαν πίστις γίνεται πανοικεὶ πιστεύοντι Χριστῷ.

13.59.410κατελθὼν δὲ ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν πῶς τοῦτο δεύτερον σημεῖον πεποίηκεν Ἰησοῦς, κατὰ τὸ δυνατὸν ἐν τοῖς ἑξῆς γενόμενοι κατὰ τὴν λέξιν ἐρευνήσομεν.

13.59.411εἰ δὲ καὶ δυνάμεώς τινος εἰκών ἐστιν βασιλικὸς τῶν ἀρχόντων τούτου τοῦ αἰῶνος, καὶ υἱὸς αὐτοῦ τοῦ ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ διαφερόντως παρ’αὐτῷ λαοῦ καί, ἵν’οὕτως εἴπω, οἱονεὶ τῆς παρ’αὐτῷ ἐκλογῆς, τε ἀσθένεια αὐτοῦ παρὰ τὴν προαίρεσιν τοῦ ἄρχοντος διάθεσις μοχθηρά, καὶ Καφαρναοὺμ τοῦ χωρίου τῆς μονῆς τῶν ὑπ’αὐτὸν εἰκών ἐστιν σκοπητέον.

13.59.412οἶμαι γὰρ καὶ τῶν ἀρχόντων τινὰς καταπεπληγότας τὴν δύναμιν αὐτοῦ καὶ τὴν θειότητα προσπεφευγέναι αὐτῷ καὶ ἠξιωκέναι περὶ τῶν ὑπ’αὐτοῖς οἰκονομουμένων · ἐπεὶ τί δήποτε ἄνθρωποι μὲν μετάνοιαν ἐπιδέχονται καὶ ἐξ ἀπιστίας εἰς πίστιν μεταβάλλουσιν, ἐπὶ δὲ τῶν δυνάμεων τὸ παραπλήσιον λέγειν ὀκνήσομεν;

13.59.413 λεγέτω τις ἡμῖν τί τὸ αἴτιον τοῦ δύνασθαι μὲν τοὺς ἐνδεδυμένους σαρκὶ καὶ αἵματι μεταβαλόντας καταπεφευγέναι ἐπὶ τὸν θεὸν διὰ Χριστοῦ, τοὺς δὲ καθαρωτέρᾳ τῇ φύσει χρωμένους πάντας ἀνεπιδέκτους εἶναι τῆς εἰς τὸν σωτῆρα πίστεως καὶ τῆς ἐπὶ ταῖς τεραστείοις δυνάμεσιν ὑπ’αὐτοῦ γινομέναις καταπλήξεως · ἐγὼ δὲ νομίζω καὶ περὶ τοὺς ἄρχοντάς τι γίνεσθαι μεταβαλόντας ἐπὶ τὸ βέλτιον ἐν τῇ Χριστοῦ ἐπιδημίᾳ, ὥστε τινὰς ὅλας πόλεις καὶ ἔθνη οἰκειότερον πολλῶν ἐσχηκέναι τὰ πρὸς τὸν Χριστόν.

13.59.414καὶ οὐδέν γε ἄτοπον κατὰ ταύτην τὴν ἐκδοχὴν ἔσται τὸ λέγεσθαι πρὸς τὸν βασιλικόν · ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε.

13.59.415δύναται δὲ περὶ τῆς δυνάμεως τοῦ θεοῦ παρακαλεῖν βασιλικὸς γενόμενος πρὸς αὐτόν, ὅπως καταβῇ εἰς τὸ χωρίον τῆς νόσου τοῦ παιδίου καὶ ἰάσηται τὸν νενοσηκότα · ἀλλ’οὐ πάντως καταβεβηκέναι δεῖ πρὸς τὸν υἱὸν τοῦ βασιλικοῦ πυρέττοντα · ἀρκεῖ γὰρ τὸ υἱός σου ζῇ πρὸς σωτηρίαν λεγόμενον τοῦ παιδός, δραστηρίου ὄντος τοῦ λόγου καὶ ποιητικοῦ ὧν βούλεται λέγων.

13.60

13.60.416ἔοικεν δὲ βασιλικὸν Ἡρακλέων λέγειν τὸν δημιουργόν, ἐπεὶ καὶ αὐτὸς ἐβασίλευεν τῶν ὑπ’αὐτόν · διὰ δὲ τὸ μικρὰν αὐτοῦ καὶ πρόσκαιρον εἶναι τὴν βασιλείαν, φησί, βασιλικὸς ὠνομάσθη, οἱονεὶ μικρός τις βασιλεὺς ὑπὸ καθολικοῦ βασιλέως τεταγμένος ἐπὶ μικρᾶς βασιλείας · τὸν δὲ ἐν Καφαρναοὺμ υἱὸν αὐτοῦ διηγεῖται τὸν ἐν τῷ ὑποβεβηκότι μέρει τῆς μεσότητος τῷ πρὸς θάλασσαν, τουτέστιν τῷ συνημμένῳ τῇ ὕλῃ, καὶ λέγει ὅτι ἴδιος αὐτοῦ ἄνθρωπος ἀσθενῶν, τουτέστιν οὐ κατὰ φύσιν ἔχων, ἐν ἀγνοίᾳ καὶ ἁμαρτήμασιν ἦν.

13.60.417εἶτα τὸ ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν ἀντὶ τοῦ ἐκ τῆς ἄνωθεν Ἰουδαίας […]. οὐκ οἶδα δὲ ὅπως εἰς τὸ ἤμελλεν ἀποθνῄσκειν κινηθεὶς οἴεται ἀνατρέπεσθαι τὰ δόγματα τῶν ὑποτιθεμένων ἀθάνατον εἶναι τὴν ψυχὴν εἰς τὸ αὐτὸ συμβάλλεσθαι ὑπολαμβάνων καὶ τὸ ψυχὴν καὶ σῶμα ἀπόλλυσθαι ἐν γεέννῃ.

13.60.418καὶ οὐκ ἀθάνατόν γε εἶναι ἡγεῖται τὴν ψυχὴν Ἡρακλέων, ἀλλ’ἐπιτηδείως ἔχουσαν πρὸς σωτηρίαν, αὐτὴν λέγων εἶναι τὸ ἐνδυόμενον ἀφθαρσίαν φθαρτὸν καὶ ἀθανασίαν θνητόν, ὅταν καταποθῇ θάνατος αὐτῆς εἰς νῖκος.

13.60.419πρὸς τούτοις καὶ τὸ ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε λέγεσθαί φησιν οἰκείως πρὸς τὸ τοιοῦτον πρόσωπον δι’ἔργων φύσιν ἔχον καὶ δι’αἰσθήσεως πείθεσθαι καὶ οὐχὶ λόγῳ πιστεύειν.

13.60.420τὸ δὲ κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου διὰ τὸ τέλος εἶναι τοῦ νόμου τὸν θάνατον εἰρῆσθαι νομίζει, ἀναιροῦντος διὰ τῶν ἁμαρτιῶν · πρὶν τελέως οὖν, φησί, θανατωθῆναι κατὰ τὰς ἁμαρτίας δεῖται πατὴρ τοῦ μόνου σωτῆρος, ἵνα βοηθήσῃ τῷ υἱῷ, τουτέστιν τῇ τοιᾷδε φύσει.

13.60.421πρὸς τούτοις τὸ υἱός σου ζῇ κατὰ ἀτυφίαν εἰρῆσθαι τῷ σωτῆρι ἐξείληφεν, ἐπεὶ οὐκ εἶπεν · ζήτω, οὐ δὲ ἐνέφηνεν αὐτὸς παρεσχῆσθαι τὴν ζωήν. λέγει δὲ ὅτι καταβὰς πρὸς τὸν κάμνοντα καὶ ἰασάμενος αὐτὸν τῆς νόσου, τουτέστιν τῶν ἁμαρτιῶν, καὶ διὰ τῆς ἀφέσεως ζωοποιήσας εἶπεν · υἱός σου ζῇ.

13.60.422καὶ ἐπιλέγει πρὸς τὸ ἐπίστευσεν ἄνθρωπος · ὅτι εὔπιστος καὶ δημιουργός ἐστιν, ὅτι δύναται σωτὴρ καὶ μὴ παρὼν θεραπεύειν.

13.60.423δούλους δὲ τοῦ βασιλικοῦ ἐξείληφεν τοὺς ἀγγέλους τοῦ δημιουργοῦ, ἀπαγγέλλοντας ἐν τῷ παῖς σου ζῇ, ὅτι οἰκείως καὶ κατὰ τρόπον ἔχει, πράσσων μηκέτι τὰ ἀνοίκεια · καὶ διὰ τοῦτο νομίζει ἀπαγγέλλειν τῷ βασιλικῷ τοὺς δούλους τὰ περὶ τῆς τοῦ υἱοῦ σωτηρίας, ἐπεὶ καὶ πρώτους οἴεται βλέπειν τὰς πράξεις τῶν ἐν τῷ κόσμῳ ἀνθρώπων τοὺς ἀγγέλους, εἰ ἐρρωμένως καὶ εἰλικρινῶς πολιτεύοιντο ἀπὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας.

13.60.424ἔτι πρὸς τὴν ἑβδόμην ὥραν λέγει ὅτι διὰ τῆς ὥρας χαρακτηρίζεται φύσις τοῦ ἰαθέντος. ἐπὶ πᾶσιν τὸ ἐπίστευσεν αὐτὸς καὶ οἰκία αὐτοῦ ὅλη διηγήσατο ἐπὶ τῆς ἀγγελικῆς εἰρῆσθαι τάξεως καὶ ἀνθρώπων τῶν οἰκειοτέρων αὐτῷ.

13.60.425ζητεῖσθαι δέ φησι περί τινων ἀγγέλων εἰ σωθήσονται, τῶν κατελθόντων ἐπὶ τὰς τῶν ἀνθρώπων θυγατέρας. καὶ τῶν ἀνθρώπων δὲ τοῦ δημιουργοῦ τὴν ἀπώλειαν δηλοῦσθαι νομίζει ἐν τῷ · οἱ υἱοὶ τῆς βασιλείας ἐξελεύσονται εἰς τὸ σκότος τὸ ἐξώτερον.

13.60.426καὶ περὶ τούτων τὸν Ἡσαΐαν προφητεύειν τὸ υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δὲ μὲ ἠθέτησαν, οὕστινας υἱοὺς ἀλλοτρίους, καὶ σπέρμα πονηρὸν καὶ ἄνομον καλεῖ, καὶ ἀμπελῶνα ἀκάνθας ποιήσαντα.

13.61

13.61.427καὶ ταῦτα μὲν τὰ Ἡρακλέωνος, ἅπερ τολμηρότερον καὶ ἀσεβέστερον εἰρημένα ἐχρῆν μετὰ πολλῆς κατασκευῆς ἀποδεδεῖχθαι, εἴπερ ἦν ἀληθῆ. οὐκ οἶδα δὲ πῶς καὶ περὶ ἀθανασίας ψυχῆς ἀπιστεῖ, μὴ ἐκλαβὼν πόσα σημαίνεται ἐκ τῆς θάνατος φωνῆς.

13.61.428καθορῶντα γὰρ ἔδει τὸ σημαινόμενον μετ’ἐπισκέψεως καὶ ἀκριβείας ἰδεῖν εἰ κατὰ πάντα τὰ σημαινόμενα θνητή ἐστιν.

13.61.429εἰ μὲν γὰρ ὅτι δεκτικὴ ἁμαρτίας, ψυχὴ δὲ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται, καὶ ἡμεῖς ἐροῦμεν αὐτὴν θνητήν · εἰ δὲ τὴν παντελῆ διάλυσιν καὶ ἐξαφανισμὸν αὐτῆς θάνατον νομίζει, ἡμεῖς οὐ προσησόμεθα οὐ δὲ μέχρι ἐπινοίας ἰδεῖν δυνάμενοι οὐσίαν θνητὴν μεταβάλλουσαν εἰς ἀθάνατον, καὶ φύσιν φθαρτὴν ἐπὶ τὸ ἄφθαρτον · ὅμοιον γὰρ τοῦτο τῷ λέγειν μεταβάλλειν τι ἀπὸ σώματος εἰς ἀσώματον · ὡς ὑποκειμένου τινὸς κοινοῦ τῆς τῶν σωμάτων καὶ ἀσωμάτων φύσεως, ὅπερ μένει, ὥσπερ μένειν φασὶ τὸ ὑλικὸν οἱ περὶ ταῦτα δεινοὶ τῶν ποιοτήτων μεταβαλλουσῶν εἰς ἀφθαρσίαν. οὐ ταὐτὸν δέ ἐστιν τὸ τὴν φθαρτὴν φύσιν ἐνδύεσθαι ἀφθαρσίαν, καὶ τὸ τὴν φθαρτὴν φύσιν μεταβάλλειν εἰς ἀφθαρσίαν.

13.61.430τὰ δ’αὐτὰ καὶ περὶ τῆς θνητῆς λεκτέον, οὐ μεταβαλλούσης μὲν εἰς ἀθανασίαν, ἐνδυομένης δὲ αὐτήν.

13.61.431ἔτι ἐπείπερ τὴν ψυχικὴν φύσιν ᾠήθη δι’ἔργων καὶ αἰσθήσεως πείθεσθαι οὐχὶ δὲ λόγων, πευσόμεθα αὐτοῦ περὶ Παύλου ποίας φύσεως ἦν. εἰ μὲν γὰρ πνευματικῆς, πῶς διὰ τῆς τεραστίου ἐπιφανείας πεπίστευκεν; εἰ δ’οὐκ ἄλλως ἐδύνατο πιστεύειν διὰ τῆς τεραστίου ἐπιφανείας, ἀκολουθεῖ κατ’αὐτοὺς καὶ αὐτὸν εἶναι ψυχικόν.

13.61.432πῶς δὲ οὐκ ἀσεβὲς τὸ πρὸ τοῦ δημιουργοῦ τοὺς ἀγγέλους αὐτοῦ θεωρεῖν τὸ ἐρρωμένον καὶ τὸ εἰλικρινὲς τῆς πολιτείας τῶν ὑπὸ τῆς δυνάμεως τοῦ σωτῆρος βελτιωθέντων καὶ παρὰ τὸ ἐναργὲς τοῦ περὶ τοῦ δημιουργοῦ λόγου, ἔτι δὲ καὶ παρὰ τὴν γραφὴν τὴν λέγουσαν · εἰ κρυβήσεται ἄνθρωπος ἐν κρυφαίοις, κἀγὼ οὐκ ὄψομαι αὐτόν; καὶ κύριος ἐτάζων νεφροὺς καὶ καρδίας καὶ κύριος γινώσκων τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων κἂν ὦσιν μάταιοι;

13.61.433πῶς δὲ σώσει καὶ τὸ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν; τί δὲ μᾶλλον φύσις χαρακτηρίζεται τοῦ ἰαθέντος ἀπὸ τοῦ ἀριθμοῦ τῆς ὥρας, φύσις τῆς ἰάσεως γινομένης τῷ οἰκείῳ τῇ ἀναπαύσει ἀριθμῷ; τὸ δὲ διαφθορὰς εἶναι ψυχικῶν, ἐπὶ τέλει ὧν ἐξεθέμεθα ὑπ’αὐτοῦ εἰρημένων ἀναγεγραμμένον, ὁμωνυμίᾳ χρωμένου ἐστὶν καὶ ἑτέραν φύσιν εἰσάγοντος τετάρτην, ὅπερ οὐ βούλεται.

13.62

13.62.434τὸ ῥητὸν ἀμφίβολόν ἐστιν · σημαίνει γὰρ τὸ μέν τι τοιοῦτον · ἐν τῇ ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν ἐπιδημίᾳ Ἰησοῦς δύο σημεῖα πεποίηκεν, ὧν τὸ περὶ τὸν υἱὸν τοῦ βασιλικοῦ δεύτερόν ἐστιν · τὸ δέ τι τοιοῦτον · δύο σημείων ὄντων, ἐποίησεν ἐν τῇ Γαλιλαίᾳ Ἰησοῦς, τὸ δεύτερον πεποίηκεν ἐλθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.

13.62.435καὶ τοῦτό γέ ἐστιν τὸ δεκτὸν καὶ ἀληθές · οὐ γὰρ τὸ πρότερον ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν ἐλθὼν πεποίηκεν · τὸ δὲ πρότερόν ἐστιν τὸ περὶ τὴν μεταβολὴν τοῦ ὕδατος εἰς οἶνον, ὅπερ γέγονεν τῇ ἐπαύριον τοῦ Ἀνδρέαν τὸν ἀδελφὸν Σίμωνος Πέτρου, πυθόμενον ποῦ μένει, περὶ δεκάτην ὥραν τῆς ἡμέρας μεμενηκέναι παρὰ τῷ κυρίῳ · γέγραπται γάρ · τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον.

13.62.436ὅρα δὲ τὴν οἰκονομίαν εἰ δυνάμεθα νοῆσαι τὸ καὶ ἐπισεσημειῶσθαι τὸν εὐαγγελιστὴν περὶ τοῦ δεύτερον τοῦτο τὸ σημεῖον γεγονέναι κατελθόντος ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν τοῦ κυρίου.

13.62.437ἐλέγομεν δὲ ἐν τοῖς ἀνωτέρω δύνασθαι τὰς δύο εἰς τὴν Κανᾶ τοῦ σωτῆρος ἡμῶν ἐπιδημίας εἰς σύμβολον λαμβάνεσθαι τῶν δύο αὐτοῦ εἰς τὴν γῆν ἐπιδημιῶν, ἥτις παρὰ τὸ κτῆμα αὐτοῦ γεγονέναι εἰληφότος πᾶσαν ἐξουσίαν ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς Κανᾶ ὠνομάσθη.

13.62.438τῇ μὲν οὖν προτέρᾳ ἐπιδημίᾳ μετὰ τὸ λουτρὸν ἡμᾶς εὐφραίνει συνδιαιτωμένους αὐτῷ, καὶ διδοὺς τοῦ ἐκ τῆς δυνάμεως αὐτοῦ οἴνου πιεῖν, ὕδατος μὲν τυγχάνοντος ὅτε ἠντλεῖτο πρότερον, οἴνου δὲ γενομένου ὅτε αὐτὸν μετεποίησεν Ἰησοῦς. καὶ γὰρ ἀληθῶς πρὸ μὲν Ἰησοῦ γραφὴ ὕδωρ ἦν, ἀπὸ δὲ τοῦ Ἰησοῦ οἶνος ἡμῖν γεγένηται.

13.62.439τῇ δὲ δευτέρᾳ ἐπιδημίᾳ ἀπολύει τοῦ πυρετοῦ κατὰ τὸν καιρὸν τῆς κρίσεως, ἣν ἐπιστεύθη κρίνειν ἀπὸ τοῦ θεοῦ, ἀπολύων τοῦ πυρετοῦ καὶ ἰώμενος παντελῶς τὸν τοῦ βασιλικοῦ υἱόν, εἴτε Ἀβραὰμ εἴτε ἄρχοντός τινος ὀνομαζομένου βασιλικοῦ.

13.62.440καὶ ταῦτα μὲν ὡς πρός τινα διήγησιν παραξύουσαν τὰς προτέρας. ἐπεὶ δὲ μεμνῆσθαι ἡμᾶς ἑαυτῶν δεῖ, λεκτέον ὅτι δυνατὸν πάσῃ τῇ κτήσει αὐτοῦ τὴν διττὴν ταύτην νοεῖσθαι ἐπιδημίαν.

13.62.441ἐπιστήσεις δὲ εἰ προηγουμένην μὲν κατὰ τοῦτο τὴν πρώτην λεκτέον ἑπομένην δὲ τὴν δευτέραν, ὥστε τῇ μὲν προηγουμένῃ εὐφραίνεσθαι τοὺς παραδεξαμένους αὐτόν, τῇ δὲ δευτέρᾳ πάσης νόσου ἀπολύεσθαι καὶ τῶν πεπυρωμένων τοῦ ἐχθροῦ βελῶν τοὺς μὴ βουληθέντας πρότερον τοῦ οἴνου αὐτοῦ πιεῖν.

13.62.442καὶ τὰ μὲν τῆς πρώτης δυνάμεως ἀμέριστά ἐστιν · ἐν Κανᾷ γὰρ ποιῶν τὸ ὕδωρ οἶνον ἦν καὶ οἱ πίνοντες · τὰ δὲ τῆς δευτέρας οἱονεὶ ἔχει τινὰ μερισμόν · γὰρ τοῦ βασιλικοῦ υἱὸς νοσῶν οὐκ ἦν ὅπου Ἰησοῦς · οὐ γὰρ ἦν ἐν Κανᾷ ἀλλ’ἐν Καφαρναούμ.

13.62.443καὶ μὲν τῆς δυνάμεως λόγος ἀπὸ τῆς Κανᾶ ἐξέρχεται · τὸ γὰρ υἱός σου ζῇ ἐν Κανᾷ εἴρηται · τὸ δὲ τοῦ λόγου ἔργον ἐν Καφαρναοὺμ γίνεται · ἐκεῖ γὰρ νοσῶν τοῦ βασιλικοῦ υἱὸς λόγῳ ἐθεραπεύθη τοῦ Ἰησοῦ κατὰ τὴν ἑβδόμην ὥραν.

13.62.444τοῦτον δὲ λόγῳ εὑρίσκομεν θεραπευθέντα ἀπὸ μὴ παρεῖναι νομιζομένου αὐτῷ τοῦ Ἰησοῦ καὶ τὸν τοῦ ἑκατοντάρχου δοῦλον · καὶ γὰρ ἀπ’ἐκείνου εἰς τὴν οἰκίαν τοῦ ἑκατοντάρχου οὐ γίνεται κύριος εἰπόντος · κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται. διό φησι πρὸς αὐτόν · ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι.

13.63

13.63.445τετηρήκαμεν δὲ καὶ ὅτι ἐν Καφαρναοὺμ ἀμφότεροι ἦσαν νοσοῦντες, τε τοῦ ἑκατοντάρχου παῖς καὶ τοῦ βασιλικοῦ υἱός. καὶ πενθερὰ δὲ Πέτρου βεβλημένη ἐπύρεσσεν ἐν Καφαρναούμ, ἧς ἁψάμενος τῆς χειρὸς ἰάσατο τὴν βεβλημένην, ὡς ἐγερθεῖσαν διακονεῖν αὐτῷ.

13.63.446καὶ οὗτοι μὲν ἡμέρας ἐθεραπεύθησαν ἐν Καφαρναούμ · μὲν τοῦ βασιλικοῦ υἱὸς ὥραν ἑβδόμην, δὲ τοῦ ἑκατοντάρχου παῖς καὶ τοῦ Πέτρου πενθερὰ πρὸ τῆς ὀψίας. ὀψίας δὲ γενομένης κατὰ τὸν Ματθαῖον, ἐν Καφαρναούμ προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλοὺς καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν. βράδιον οὖν τινες ὑπὸ Ἰησοῦ θεραπεύονται καὶ ἕτεροι τάχιον · οἱ γὰρ ὀψίας βράδιον, ὡς ἐλάττονες ὄντες δαιμονῶσιν γὰρ καὶ ἔχουσιν κακῶς τῶν ἡμέρας τεθεραπευμένων.

13.63.447φιλοτιμητέον δὲ συναγαγεῖν τοὺς τόπους ἔνθα εὑρέθησαν οἱ δεόμενοι θεραπείας, καὶ σημειωτέον ἐν ποίοις τόποις ἄλλα γέγονεν σημεῖα, καὶ οὐ τὰ περὶ τοὺς κάμνοντας · οἷον ἐν τῇ Σαμαρείᾳ σημεῖον ἦν τὸ πέντε ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνὴρ ἐφ’ καὶ καταπλαγεῖσα γυνή φησιν · θεωρῶ ὅτι προφήτης εἶ σύ · τοῖςτε πολίταις λέγει · δεῦτε ἴδετε ἄνθρωπον, ὃς εἶπέν μοι πάντα ὅσα ἐποίησα · μήτι οὗτός ἐστιν Χριστός;

13.63.448παρατηρητέον δὲ καὶ τοὺς λόγους αὐτοῦ, ποῦ καὶ διὰ τί καὶ ἐπὶ τίσιν πεπραγμένοις λέγονται · ὑπὸ γὰρ μόνων τῶν τοιούτων παρατηρήσεων καὶ ἐξετάσεων μετὰ τὰς βασάνους εὑρήσεις κατὰ βραχὺ τοὺς καρποὺς τῶν πόνων, τὴν ἐν ψαλμοῖς εὐλογίαν λέγουσαν · τοὺς καρποὺς τῶν πόνων σου φάγεσαι.

13.64

13.64.449ἔτι πρὸς τὸ τοῦτο δὲ πάλιν δεύτερον σημεῖον ἐποίησεν Ἰησοῦς καὶ τοῦτο λεκτέον, ὅτι οὐδαμοῦ μὲν ὠνομάσθη μόνα τὰ τέρατα · εἴ που γὰρ λέγεται, μετὰ τῶν σημείων ἀναγέγραπται, ὥσπερ ἐν τῷ ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε · πολλαχοῦ δὲ τὰ σημεῖα χωρὶς τῶν τεράτων εἴρηται, ὃν τρόπον καὶ νῦν.

13.64.450καὶ ζητητέον γε, εἰ ἔχει τινὰ διαφορὰν πρὸς ἄλληλα τὰ τέρατα καὶ τὰ σημεῖα. οἶμαι δὲ τὰς μὲν παραδόξους καὶ τεραστίους δυνάμεις κατ’αὐτὸ τὸ παράδοξον καὶ ἐκβεβηκὸς τὴν συνήθειαν θαυμάσιόντε καὶ ὑπὲρ ἄνθρωπον γινόμενον τέρατα ὀνομάζεσθαι · τὰ δὲ δηλωτικά τινων ἑτέρων παρὰ τὰ γινόμενα σημεῖα λέγεσθαι · διόπερ καὶ ἐπὶ τῶν μὴ παραδόξων τὸ ὄνομα τοῦ σημείου εὑρίσκομεν.

13.64.451 γοῦν περιτομὴ σημεῖον λέγεται ὑπὸ τοῦ θεοῦ ἐν τούτοις περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν. καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν.

13.64.452οὐδαμοῦ δὲ μόνα τὰ τέρατα ὠνομάσθη, ἐπείπερ οὐκ ἔστιν τι παράδοξον γενόμενον ἐν τῇ γραφῇ, μή ἐστι σημεῖον καὶ σύμβολον ἑτέρου παρὰ τὸ αἰσθητῶς γεγενημένον, ὡς εἴπερ ἦν τεράστιόν τι γινόμενον οὐ συμβολικὸν ἑτέρου, ἐγέγραπτο ἂν τοῦτο τὸ τέρας πεποιηκέναι τὸν Ἰησοῦν, φέρ’εἰπεῖν Μωσέα τινὰ τῶν ἁγίων.

13.64.453ὅτε μὲν οὖν διδασκόμεθα ἀπὸ τῆς γραφῆς δεῖν ζητεῖν τὸ οὗ σημεῖόν ἐστιν τὸ γεγενημένον λέγεται · τοῦτο δὲ πάλιν δεύτερον σημεῖον ἐποίησεν Ἰησοῦς · ὅτε δὲ βασιλικὸς ὀνειδίζεται ὡς οὐκ ἂν πιστεύσων χωρὶς τῆς θέας τῶν παραδόξων, οὐκέτι λέγεται · ἐὰν μὴ σημεῖα ἴδητε, οὐ μὴ πιστεύσητε οὐ γὰρ τὰ σημεῖα γινόμενα προκαλεῖται ἐπὶ τὸ πιστεύειν, σημεῖά ἐστιν, ἐὰν τύχῃ τὸ σημεῖον μὴ εἶναι καὶ τέρας ἀλλὰ ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε ὑμῶν μὲν πιστευόντων διὰ τὸ παράδοξον, ἡμῶν δὲ πρὸς τούτῳ καὶ διὰ τὸ οὗ ἐστι σημεῖον ἐπιτελούντων αὐτό.

13.64.454ζητήσεις δὲ τὸ ἐν ἑβδομηκοστῷ ἑβδόμῳ ψαλμῷ · ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὐτοῦ, καὶ τὰ τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως, πότερον τῷ ὑποκειμένῳ διαφέρει τὰ σημεῖα καὶ τέρατα, τὰ αὐτά, μὲν σημεῖά ἐστιν, γέγονεν ἐν Αἰγύπτῳ, καὶ αὐτῆς τῆς Αἰγύπτου ἀναγομένης ἐπί τινα νοητά · δὲ τέρατα ἐν πεδίῳ Τάνεως οὔτε τῶν τεράτων, τέρατα, οὔτε τοῦ πεδίου Τάνεως, πεδίον Τάνεως, ἀλληγορουμένων. ἀλλὰ καὶ τὰ τέρατα, σημεῖά ἐστιν, δεῖται ἀναγωγῆς, καὶ τὸ πεδίον Τάνεως, Αἴγυπτος.

13.64.455αὐτόθι δὲ καταπαύσωμεν καὶ τὸν τρισκαιδέκατον τόμον, περιέχοντα διήγησιν τῶν μέχρι τῆς ἑβδόμης ἀρχῆθεν ἐπιδημίας τοῦ Ἰησοῦ · πρῶτον μὲν γὰρ ἐν Βηθαβαρᾷ παρὰ τῷ Ἰορδάνῃ βαπτιζόμενος γίνεται · δεύτερον δὲ τῇ Κανᾷ τῆς Γαλιλαίας ἐπιδημήσας τὸ ὕδωρ οἶνον ποιεῖ · τρίτον εἰς τὴν Καφαρναοὺμ καταβαίνει, καὶ ἁρμόζει γε, ὅπου καταβαίνει, εἶναι τοὺς ἀσθενοῦντας · τέταρτον εἰς Ἱεροσόλυμα ἀνέρχεται · πέμπτον εἰς τὴν Ἰουδαίαν γῆν συνδιατρίβει τοῖς μαθηταῖς · ἕκτον ἐν τῇ Σαμαρείᾳ παρὰ τῇ πηγῇ τοῦ Ἰακὼβ ἐδίδαξεν, κατὰ δύναμιν ἐξητάσαμεν · καὶ ἕβδομον ἐν Κανᾷ τῆς Γαλιλαίας δεύτερον γίνεται. ἐν δὲ τῷ ἑξῆς, θεοῦ διδόντος, διαληψόμεθα περὶ τῶν ἐν τῇ ἑορτῇ τῶν Ἰουδαίων ἐν Ἱεροσολύμοις πεπραγμένων αὐτῷ καὶ εἰρημένων.