Lucian

Dialogues of the Gods, 8

Ηφαιστος
Ηφ.
Ηφ.

τί με, ὦ Ζεῦ, χρὴ ποιεῖν; ἥκω γάρ, ὡς ἐκέλευσας, ἔχων τὸν πέλεκυν ὀξύτατον, εἰ καὶ λίθον δέοι μιᾷ πληγῇ διακόψαι.

Ζευς
Ζε.
Ζε.

εὖ γε, ὦ Ἥφαιστε · ἀλλὰ δίελέ μου τὴν κεφαλὴν ἐς δύο κατενεγκών.

Ηφαιστος
Ηφ.
Ηφ.

πειρᾷ μου, εἰ μέμηνα; πρόσταττε δ’οὖν τι ἄλλο ὅπερ ἐθέλεις σοι γενέσθαι.

Ζευς
Ζε.
Ζε.

τοῦτο αὐτό, διαιρεθῆναί μοι τὸ κρανίον · εἰ δὲ ἀπειθήσεις, οὐ νῦν πρῶτον ὀργιζομένου πειράσῃ. ἀλλὰ χρὴ καθικνεῖσθαι παντὶ τῷ θυμῷ, μη δὲ μέλλειν · ἀπόλλυμαι γὰρ ὑπὸ ὠδίνων, αἵ μοι τὸν ἐγκέφαλον ἀναστρέφουσιν.

Ηφαιστος
Ηφ.
Ηφ.

ὅρα, ὦ Ζεῦ, μὴ κακόν τι ποιήσωμεν · ὀξὺς γὰρ ὁ πέλεκύς ἐστι καὶ οὐκ ἀναιμωτὶ οὐ δὲ κατὰ τὴν Εἰλήθυιαν μαιώσεταί σε.

Ζευς
Ζε.
Ζε.

κατένεγκε μόνον, ὦ Ἥφαιστε, θαρρῶν · οἶδα ἐγὼ τὸ συμφέρον.

Ηφαιστος
Ηφ.
Ηφ.

ἄκων μέν, κατοίσω δέ · τί γὰρ χρὴ ποιεῖν σοῦ κελεύοντος; τί τοῦτο; κόρη ἔνοπλος; μέγα, ὦ Ζεῦ, κακὸν εἶχες ἐν τῇ κεφαλῇ · εἰκότως γοῦν ὀξύθυμος ἦσθα τηλικαύτην ὑπὸ τῇ μήνιγγι παρθένον ζῳογονῶν καὶ ταῦτα ἔνοπλον · ἦ που στρατόπεδον, οὐ κεφαλὴν ἐλελήθεις ἔχων. ἡ δὲ πηδᾷ καὶ πυρριχίζει καὶ τὴν ἀσπίδα τινάσσει καὶ τὸ δόρυ πάλλει καὶ ἐνθουσιᾷ, καὶ τὸ μέγιστον, καλὴ πάνυ καὶ ἀκμαία γεγένηται ἤδη ἐν βραχεῖ · γλαυκῶπις μέν, ἀλλὰ κοσμεῖ καὶ τοῦτο ἡ κόρυς. ὥστε, ὦ Ζεῦ, μαίωτρά μοι ἀπόδος ἐγγυήσας ἤδη αὐτήν.

Ζευς
Ζε.
Ζε.

ἀδύνατα αἰτεῖς, ὦ Ἥφαιστε · παρθένος γὰρ ἀεὶ ἐθελήσει μένειν. ἐγὼ δ’οὖν τό γε ἐπ’ἐμοὶ οὐδὲν ἀντιλέγω.

Ηφαιστος
Ηφ.
Ηφ.

τοῦτ’ἐβουλόμην · ἐμοὶ μελήσει τὰ λοιπά, καὶ ἤδη συναρπάσω αὐτήν.

Ζευς
Ζε.
Ζε.

εἴ σοι ῥᾴδιον, οὕτω ποίει · πλὴν οἶδα ὅτι ἀδυνάτων ἐρᾷς.