Lucian

Dialogues of the Gods, 23

Απολλων
Απ.
Απ.

τί ἂν λέγοιμεν; ὁμομητρίους, ὦ Διόνυσε, ἀδελφοὺς εἶναι Ἔρωτα καὶ Ἑρμαφρόδιτον καὶ Πρίαπον ἀνομοιοτάτους ὄντας τὰς μορφὰς καὶ τὰ ἐπιτηδεύματα; ὁ μὲν γὰρ πάγκαλος καὶ τοξότης καὶ δύναμιν οὐ μικρὰν περιβεβλημένος ἁπάντων ἄρχων, ὁ δὲ θῆλυς καὶ ἡμίανδρος καὶ ἀμφίβολος τὴν ὄψιν · οὐκ ἂν διακρίναις εἴτ’ἔφηβός ἐστιν εἴτε καὶ παρθένος · ὁ δὲ καὶ πέρα τοῦ εὐπρεποῦς ἀνδρικὸς ὁ Πρίαπος.

Διονυσος
Δι.
Δι.

μηδὲν θαυμάσῃς, ὦ Ἄπολλον · οὐ γὰρ Ἀφροδίτη αἰτία τούτου, ἀλλὰ οἱ πατέρες διάφοροι γεγενημένοι, ὅπου γε καὶ ὁμοπάτριοι πολλάκις ἐκ μιᾶς γαστρός, ὁ μὲν ἄρσην, ἡ δὲ θήλεια, ὥσπερ ὑμεῖς, γίνονται.

Απολλων
Απ.
Απ.

ναί · ἀλλ’ἡμεῖς ὅμοιοί ἐσμεν καὶ ταὐτὰ ἐπιτηδεύομεν · τοξόται γὰρ ἄμφω.

Διονυσος
Δι.
Δι.

μέχρι μὲν τόξου τὰ αὐτά, ὦ Ἄπολλον, ἐκεῖνα δὲ οὐχ ὅμοια, ὅτι ἡ μὲν Ἄρτεμις ξενοκτονεῖ ἐν Σκύθαις, σὺ δὲ μαντεύῃ καὶ ἰᾷ τοὺς κάμνοντας.

Απολλων
Απ.
Απ.

οἴει γὰρ τὴν ἀδελφὴν χαίρειν τοῖς Σκύθαις. ἥ γε καὶ παρεσκεύασται, ἤν τις Ἕλλην ἀφίκηταί ποτε ἐς τὴν Ταυρικήν, συνεκπλεῦσαι μετ’αὐτοῦ μυσαττομένη τὰς σφαγάς;

Διονυσος
Δι.
Δι.

εὖ γε ἐκείνη ποιοῦσα. ὁ μέντοι Πρίαπος, γελοῖον γάρ τί σοι διηγήσομαι, πρῴην ἐν Λαμψάκῳ γενόμενος, ἐγὼ μὲν παρῄειν τὴν πόλιν, ὁ δὲ ὑποδεξάμενός με καὶ ξενίσας παρ’αὑτῷ, ἐπειδὴ ἀνεπαυσάμεθα ἐν τῷ συμποσίῳ ἱκανῶς ὑποβεβρεγμένοι, κατ’αὐτάς που μέσας νύκτας ἐπαναστὰς ὁ γενναῖος — αἰδοῦμαι δὲ λέγειν

Απολλων
Απ.
Απ.

ἐπείρα σε, Διόνυσε;

Διονυσος
Δι.
Δι.

τοιοῦτόν ἐστι.

Απολλων
Απ.
Απ.

σὺ δὲ τί πρὸς ταῦτα;

Διονυσος
Δι.
Δι.

τί γὰρ ἄλλο ἢ ἐγέλασα;

Απολλων
Απ.
Απ.

εὖ γε, τὸ μὴ χαλεπῶς μη δὲ ἀγρίως · συγγνωστὸς γάρ, εἰ καλόν σε οὕτως ὄντα ἐπείρα.

Διονυσος
Δι.
Δι.

τούτου μὲν ἕνεκα καὶ ἐπὶ σὲ ἄν, ὦ Ἄπολλον, ἀγάγοι τὴν πεῖραν · καλὸς γὰρ σὺ καὶ κομήτης, ὡς καὶ νήφοντα ἄν σοι τὸν Πρίαπον ἐπιχειρῆσαι.

Απολλων
Απ.
Απ.

ἀλλ’οὐκ ἐπιχειρήσει γε, ὦ Διόνυσε · ἔχω γὰρ μετὰ τῆς κόμης καὶ τόξα.