Lucian

Dialogues of the Gods, 3

Ζευς
Ζε.
Ζε.

τὴν τοῦ Ἰνάχου παῖδα τὴν καλὴν οἶσθα. ὦ Ἑρμῆ;

Ερμης
Ερ.
Ερ.

ναί · τὴν Ἰὼ λέγεις.

Ζευς
Ζε.
Ζε.

οὐκέτι παῖς ἐκείνη ἐστίν, ἀλλὰ δάμαλις.

Ερμης
Ερ.
Ερ.

τεράστιον τοῦτο · τῷ τρόπῳ δ’ἐνηλλάγη;

Ζευς
Ζε.
Ζε.

ζηλοτυπήσασα ἡ Ἥρα μετέβαλεν αὐτήν. ἀλλα καὶ καινὸν ἄλλο τι δεινὸν ἐπιμεμηχάνηται τῇ κακοδαίμονι · βουκόλον τινὰ πολυόμματον Ἄργον τοὔνομα ἐπέστησεν, ὃς νέμει τὴν δάμαλιν ἄϋπνος ὤν.

Ερμης
Ερ.
Ερ.

τί οὖν ἡμᾶς χρὴ ποιεῖν;

Ζευς
Ζε.
Ζε.

καταπτάμενος ἐς τὴν Νεμέαν — ἐκεῖ δέ που ὁ Ἄργος βουκολεῖ — ἐκεῖνον ἀπόκτεινον, τὴν δὲ Ἰὼ διὰ τοῦ πελάγους ἐς τὴν Αἴγυπτον ἀγαγὼν Ἶσιν ποίησον · καὶ τὸ λοιπὸν ἔστω θεὸς τῶν ἐκεῖ καὶ τὸν Νεῖλον ἀναγέτω καὶ τοὺς ἀνέμους ἐπιπεμπέτω καὶ σωζέτω τοὺς πλέοντας.