Lucian

Dialogues of the Gods, 13

Ζευς
Ζε.
Ζε.

παύσασθε, Ἀσκληπιὲ καὶ Ἡράκλεις, ἐρίζοντες πρὸς ἀλλήλους ὥσπερ ἄνθρωποι · ἀπρεπῆ γὰρ ταῦτα καὶ ἀλλότρια τοῦ συμποσίου τῶν θεῶν.

Ηρακλης
Ηρ.
Ηρ.

ἀλλὰ ἐθέλεις, Ζεῦ, τουτονὶ τὸν φαρμακέα προκατακλίνεσθαί μου;

Ασκληπιος
Ασ.
Ασ.

νὴ Δία · καὶ ἀμείνων γάρ εἰμι.

Ηρακλης
Ηρ.
Ηρ.

κατὰ τί, ἐμβρόντητε; διότι σε Ζεὺς ἐκεραύνωσεν μὴ θέμις ποιοῦντα, νῦν δὲ κατ’ἔλεον αὖθις ἀθανασίας μετείληφας;

Ασκληπιος
Ασ.
Ασ.

ἐπιλέλησαι γὰρ καὶ σύ, Ἡράκλεις, ἐν τῇ Οἴτῃ καταφλεγείς, ὅτι μοι ὀνειδίζεις τὸ πῦρ;

Ηρακλης
Ηρ.
Ηρ.

οὔκουν ἴσα καὶ ὅμοια βεβίωται ἡμῖν, ὃς Διὸς μὲν υἱός εἰμι, τοσαῦτα δὲ πεπόνηκα ἐκκαθαίρων τὸν βίον, θηρία καταγωνιζόμενος καὶ ἀνθρώπους ὑβριστὰς τιμωρούμενος · σὺ δὲ ῥιζοτόμος εἶ καὶ ἀγύρτης, νοσοῦσι μὲν ἴσως ἀνθρώποις χρήσιμος ἐπιθήσειν τῶν φαρμάκων, ἀνδρῶδες δὲ οὐδὲν ἐπιδεδειγμένος.

Ασκληπιος
Ασ.
Ασ.

εὖ λέγεις, ὅτι σου τὰ ἐγκαύματα ἰασάμην, ὅτε πρῴην ἀνῆλθες ἡμίφλεκτος ὑπ’ἀμφοῖν διεφθαρμένος τὸ σῶμα, καὶ τοῦ χιτῶνος καὶ μετὰ τοῦτο τοῦ πυρός · ἐγὼ δὲ εἰ καὶ μηδὲν ἄλλο, οὔτε ἐδούλευσα ὥσπερ σὺ οὔτε ἔξαινον ἔρια ἐν Λυδίᾳ πορφυρίδα ἐνδεδυκὼς καὶ παιόμενος ὑπὸ τῆς Ὀμφάλης χρυσῷ σανδάλῳ, ἀλλὰ οὐ δὲ μελαγχολήσας ἀπέκτεινα τὰ τέκνα καὶ τὴν γυναῖκα.

Ηρακλης
Ηρ.
Ηρ.

εἰ μὴ παύσῃ λοιδορούμενός μοι, αὐτίκα μάλα εἴσῃ ὡς οὐ πολύ σε ὀνήσει ἀθανασία, ἐπεὶ ἀράμενός σε ῥίψω ἐπὶ κεφαλὴν ἐκ τοῦ οὐρανοῦ, ὥστε μη δὲ τὸν Παιῶνα ἰάσασθαί σε τὸ κρανίον συντριβέντα.

Ζευς
Ζε.
Ζε.

παύσασθε, φημί, καὶ μὴ ἐπιταράττετε ἡμῖν τὴν ξυνουσίαν, ἀμφοτέρους ἀποπέμψομαι ὑμᾶς τοῦ ξυμποσίου. καίτοι εὔγνωμον, Ἡράκλεις, προκατακλίνεσθαί σου τὸν Ἀσκληπιὸν ἅτε καὶ πρότερον ἀποθανόντα.