Lucian

Dialogues of the Gods, 10

Ερμης
Ερ.
Ερ.

Ἥλιε, μὴ ἐλάσῃς τήμερον, Ζεύς φησι, μη δὲ αὔριον μη δὲ ἐς τρίτην ἡμέραν, ἀλλὰ ἔνδον μένε, καὶ τὸ μεταξὺ μία τις ἔστω νὺξ μακρά · ὥστε λυέτωσαν μὲν αἱ Ὧραι αὖθις τοὺς ἵππους, σὺ δὲ σβέσον τὸ πῦρ καὶ ἀνάπαυε διὰ μακροῦ σεαυτόν.

Ηλιος
Ηλ.
Ηλ.

καινὰ ταῦτα, Ἑρμῆ, καὶ ἀλλόκοτα ἥκεις παραγγέλλων. ἀλλὰ μὴ παραβαίνειν τι ἔδοξα ἐν τῷ δρόμῳ καὶ ἔξω ἐλάσαι τῶν ὅρων, κᾆτά μοι ἄχθεται καὶ τὴν νύκτα τριπλασίαν τῆς ἡμέρας ποιῆσαι διέγνωκεν;

Ερμης
Ερ.
Ερ.

οὐδὲν τοιοῦτον, οὐ δὲ ἐς ἀεὶ τοῦτο ἔσται · δεῖται δέ τι νῦν αὐτὸς ἐπιμηκεστέραν γενέσθαι οἱ τὴν νύκτα.

Ηλιος
Ηλ.
Ηλ.

ποῦ δὲ καὶ ἔστιν πόθεν ἐξεπέμφθης ἀγγελῶν ταῦτά μοι;

Ερμης
Ερ.
Ερ.

ἐκ Βοιωτίας, Ἥλιε, παρὰ τῆς Ἀμφιτρύωνος, σύνεστιν ἐρῶν αὐτῆς.

Ηλιος
Ηλ.
Ηλ.

εἶτα οὐχ ἱκανὴ νὺξ μία;

Ερμης
Ερ.
Ερ.

οὐδαμῶς · τεχθῆναι γάρ τινα δεῖ ἐκ τῆς ὁμιλίας ταύτης μέγαν καὶ πολύαθλον θεόν · τοῦτον οὖν ἐν μιᾷ νυκτὶ ἀποτελεσθῆναι ἀδύνατον.

Ηλιος
Ηλ.
Ηλ.

ἀλλὰ τελεσιουργείτω μὲν ἀγαθῇ τύχῃ. ταῦτα δ’οὖν, Ἑρμῆ, οὐκ ἐγίνετο ἐπὶ τοῦ Κρόνου αὐτοὶ γὰρ ἡμεῖς ἐσμέν οὐ δὲ · ἀπόκοιτός ποτε ἐκεῖνος παρὰ τῆς Ῥέας ἦν οὐ δὲ ἀπολιπὼν ἂν τὸν οὐρανὸν ἐν Θήβαις ἐκοιμᾶτο, ἀλλὰ ἡμέρα μὲν ἡμέρα, νὺξ δὲ κατὰ μέτρον τὸ αὐτῆς ἀνάλογον ταῖς ὥραις, ξένον δὲ παρηλλαγμένον οὐδέν, οὐ δ’ἂν ἐκοινώνησέ ποτε ἐκεῖνος θνητῇ γυναικί · νῦν δὲ δυστήνου γυναίου ἕνεκα χρὴ ἀνεστράφθαι τὰ πάντα καὶ ἀκαμπεστέρους μὲν γενέσθαι τοὺς ἵππους ὑπὸ τῆς ἀργίας, δύσπορον δὲ τὴν ὁδὸν ἀτριβῆ μένουσαν τριῶν ἑξῆς ἡμερῶν, τοὺς δὲ ἀνθρώπους ἀθλίως ἐν σκοτεινῷ διαβιοῦν. τοιαῦτα ἀπολαύσονται τῶν Διὸς ἐρώτων καὶ καθεδοῦνται περιμένοντες, ἔστ’ἂν ἐκεῖνος ἀποτελέσῃ τὸν ἀθλητήν, ὃν λέγεις, ὑπὸ μακρῷ τῷ ζόφῳ.

Ερμης
Ερ.
Ερ.

σιώπα, Ἥλιε, μή τι κακὸν ἀπολαύσῃς τῶν λόγων. ἐγὼ δὲ παρὰ τὴν Σελήνην ἀπελθὼν καὶ τὸν Ὕπνον ἀπαγγελῶ κἀκείνοις ἅπερ Ζεὺς ἐπέστειλε, τὴν μὲν σχολῇ προβαίνειν, τὸν δὲ Ὕπνον μὴ ἀνιέναι τοὺς ἀνθρώπους, ὡς ἀγνοήσωσι μακρὰν οὕτω τὴν νύκτα γεγενημένην.