Dialogues of the Gods, 7
ἑώρακας, ὦ Ἄπολλον, τὸ τῆς Μαίας βρέφος τὸ ἄρτι τεχθέν; ὡς καλόντέ ἐστι καὶ προσμειδιᾷ πᾶσι καὶ δηλοῖ ἤδη μέγα τι ἀγαθὸν ἀποβησόμενον.
ἐκεῖνο τὸ βρέφος, ὦ Ἥφαιστε, ἦ μέγα ἀγαθόν, ὃ τοῦ Ἰαπετοῦ πρεσβύτερόν ἐστιν ὅσον ἐπὶ τῇ πανουργίᾳ;
καὶ τί ἂν ἀδικῆσαι δύναιτο ἀρτίτοκον ὄν;
ἐρώτα τὸν Ποσειδῶνα, οὗ τὴν τρίαιναν ἔκλεψεν, ἢ τὸν Ἄρη · καὶ τούτου γὰρ ἐξείλκυσε λαθὸν ἐκ τοῦ κολεοῦ τὸ ξίφος, ἵνα μὴ ἐμαυτὸν λέγω, ὃν ἀφώπλισε τοῦ τόξου καὶ τῶν βελῶν.
τὸ νεογνὸν ταῦτα, ὃ μόλις ἕστηκε, τὸ ἐν τοῖς σπαργάνοις;
εἴσῃ, ὦ Ἥφαιστε, ἤν σοι προσέλθῃ μόνον.
καὶ μὴν προσῆλθεν ἤδη.
τί οὖν; πάντα ἔχεις τὰ ἐργαλεῖα καὶ οὐδὲν ἀπόλωλεν αὐτῶν;
πάντα, ὦ Ἄπολλον.
ὅμως ἐπίσκεψαι ἀκριβῶς.
μὰ Δία, τὴν πυράγραν οὐχ ὁρῶ.
ἀλλ’ὄψει που ἐν τοῖς σπαργάνοις αὐτὴν τοὺ βρέφους.
οὕτως ὀξύχειρ ἐστὶ καθάπερ ἐν τῇ γαστρὶ ἐκ μελετήσας τὴν κλεπτικήν;
οὐ γὰρ ἤκουσας αὐτοῦ καὶ λαλοῦντος ἤδη στωμύλα καὶ ἐπίτροχα · ὁ δὲ καὶ διακονεῖσθαι ἡμῖν ἐθέλει. χθὲς δὲ προκαλεσάμενος τὸν Ἔρωτα κατεπάλαισεν εὐθὺς οὐκ οἶδ’ὅπως ὑφελὼν τὼ πόδε · εἶτα μεταξὺ ἐπαινούμενος τῆς Ἀφροδίτης μὲν τὸν κεστὸν ἔκλεψε προσπτυξαμένης αὐτὸν ἐπὶ τῇ νίκῃ, τοῦ Διὸς δὲ γελῶντος ἔτι τὸ σκῆπτρον · εἰ δὲ μὴ βαρύτερος ὁ κεραυνὸς ἦν καὶ πολὺ τὸ πῦρ εἶχε, κα- κἀκεῖνον ἂν ὑφείλετο.
γοργόν τινα τὸν παῖδα φής.
οὐ μόνον, ἀλλ’ἤδη καὶ μουσικόν.
τῷ τοῦτο τεκμαίρεσθαι ἔχεις;
χελώνην που νεκρὰν εὑρὼν ὄργανον ἀπ’αὐτῆς · συνεπήξατο · πήχεις γὰρ ἐναρμόσας καὶ ζυγώσας, ἔπειτα κολλάβους ἐμπήξας καὶ μαγάδα ὑποθεὶς καὶ ἐντεινάμενος ἑπτὰ χορδὰς ἐμελῴδει πάνυ γλαφυρόν, ὦ Ἥφαιστε, καὶ ἐναρμόνιον, ὡς κα- κἀμὲ αὐτῷ φθονεῖν πάλαι κιθαρίζειν ἀσκοῦντα. ἔλεγε δὲ ἡ Μαῖα, ὡς μη δὲ μένοι τὰς νύκτας ἐν τῷ οὐρανῷ, ἀλλ’ὑπὸ περιεργίας ἄχρι τοῦ ᾅδου κατίοι, κλέψων τι κα- κἀκεῖθεν δηλαδή. ὑπόπτερος δ’ἐστὶ καὶ ῥάβδον τινὰ πεποίηται θαυμασίαν τὴν δύναμιν, ᾗ ψυχαγωγεῖ καὶ κατάγει τοὺς νεκρούς.
ἐγὼ ἐκείνην ἔδωκα αὐτῷ παίγνιον εἶναι.
τοιγαροῦν ἀπέδωκέ σοι τὸν μισθόν, τὴν πυράγραν —
εὖ γε ὑπέμνησας · ὥστε βαδιοῦμαι ἀποληψόμενος αὐτήν, εἴ που ὡς φὴς εὑρεθείη ἐν τοῖς σπαργάνοις.