Lucian

Dialogues of the Gods, 14

Ερμης
Ερ.
Ερ.

τί σκυθρωπός, Ἄπολλον;

Απολλων
Απ.
Απ.

ὅτι, Ἑρμῆ, δυστυχῶ ἐν τοῖς ἐρωτικοῖς.

Ερμης
Ερ.
Ερ.

ἄξιον μὲν λύπης τὸ τοιοῦτο · σὺ δὲ τί δυστυχεῖς; τὸ κατὰ τὴν Δάφνην σε λυπεῖ ἔτι;

Απολλων
Απ.
Απ.

οὐδαμῶς · ἀλλὰ ἐρώμενον πενθῶ τὸν Λάκωνα τὸν Οἰβάλου.

Ερμης
Ερ.
Ερ.

τέθνηκε γάρ, εἰπέ μοι, Ὑάκινθος;

Απολλων
Απ.
Απ.

καὶ μάλα.

Ερμης
Ερ.
Ερ.

πρὸς τίνος, Ἄπολλον; τίς οὕτως ἀνέραστος ἦν ὡς ἀποκτεῖναι τὸ καλὸν ἐκεῖνο μειράκιον;

Απολλων
Απ.
Απ.

αὐτοῦ ἐμοῦ τὸ ἔργον.

Ερμης
Ερ.
Ερ.

οὐκοῦν ἐμάνης, Ἄπολλον;

Απολλων
Απ.
Απ.

οὔκ, ἀλλὰ δυστύχημά τι ἀκούσιον ἐγένετο.

Ερμης
Ερ.
Ερ.

πῶς; ἐθέλω γὰρ ἀκοῦσαι τὸν τρόπον.

Απολλων
Απ.
Απ.

δισκεύειν ἐμάνθανε κἀγὼ συνεδίσκευον αὐτῷ, δὲ κάκιστα ἀνέμων ἀπολούμενος Ζέφυρος ἤρα μὲν ἐκ πολλοῦ καὶ αὐτός, ἀμελούμενος δὲ καὶ μὴ φέρων τὴν ὑπεροψίαν, ἐγὼ μὲν ἀνέρριψα, ὥσπερ εἰώθειμεν, τὸν δίσκον ἐς τὸ ἄνω, δὲ ἀπὸ τοῦ Ταϋγέτου καταπνεύσας ἐπὶ κεφαλὴν τῷ παιδὶ ἐνέσεισε φέρων αὐτόν, ὥστε ἀπὸ τῆς πληγῆς αἷμάτε ῥυῆναι πολὺ καὶ τὸν παῖδα εὐθέως ἀποθανεῖν. ἀλλὰ ἐγὼ τὸν μὲν Ζέφυρον αὐτίκα ἠμυνάμην κατατοξεύσας, φεύγοντι ἐπισπόμενος ἄχρι τοῦ ὄρους, τῷ παιδὶ δὲ καὶ τὸν τάφον μὲν ἐχωσάμην ἐν Ἀμύκλαις, ὅπου δίσκος αὐτὸν κατέβαλε, καὶ ἀπὸ τοῦ αἵματος ἄνθος ἀναδοῦναι τὴν γῆν ἐποίησα ἥδιστον, Ἑρμῆ, καὶ εὐανθέστατον ἀνθέων ἁπάντων, ἔτι καὶ γράμματα ἔχον ἐπαιάζοντα τῷ νεκρῷ. ἆρά σοι ἀλόγως λελυπῆσθαι δοκῶ;

Ερμης
Ερ.
Ερ.

ναί, Ἄπολλον · ᾔδεις γὰρ θνητὸν πεποιημένος τὸν ἐρώμενον · ὥστε μὴ ἄχθου ἀποθανόντος.