Lucian

Dialogues of the Gods, 17

Απολλων
Απ.
Απ.

τί γελᾷς, Ἑρμῆ;

Ερμης
Ερ.
Ερ.

ὅτι γελοιότατα, Ἄπολλον, εἶδον.

Απολλων
Απ.
Απ.

εἰπὲ οὖν, ὡς καὶ αὐτὸς ἀκούσας ἔχω ξυγγελᾶν.

Ερμης
Ερ.
Ερ.

Ἀφροδίτη ξυνοῦσα τῷ Ἄρει κατείληπται καὶ Ἥφαιστος ἔδησεν αὐτοὺς ξυλλαβών.

Απολλων
Απ.
Απ.

πῶς; ἡδὺ γάρ τι ἐρεῖν ἔοικας.

Ερμης
Ερ.
Ερ.

ἐκ πολλοῦ, οἶμαι, ταῦτα εἰδὼς ἐθήρευεν αὐτούς, καὶ περὶ τὴν εὐνὴν ἀφανῆ δεσμὰ περιθεὶς εἰργάζετο ἀπελθὼν ἐπὶ τὴν κάμινον · εἶτα μὲν Ἄρης ἐσέρχεται λαθών, ὡς ᾤετο, καθορᾷ δὲ αὐτὸν Ἥλιος καὶ λέγει πρὸς τὸν Ἥφαιστον. ἐπεὶ δὲ ἐπέβησαν τοῦ λέχους καὶ ἐν ἔργῳ ἦσαν καὶ ἐντὸς ἐγεγένηντο τῶν ἀρκύων, περιπλέκεται μὲν αὐτοῖς τὰ δεσμά, ἐφίσταται δὲ Ἥφαιστος. ἐκείνη μὲν οὖν καὶ γὰρ ἔτυχε γυμνὴ οὖσα οὐκ εἶχεν ὅπως ἐγκαλύψαιτο αἰδουμένη, δὲ Ἄρης τὰ μὲν πρῶτα διαφυγεῖν ἐπειρᾶτο καὶ ἤλπιζε ῥήξειν τὰ δεσμά, ἔπειτα δὲ συνεὶς ἐν ἀφύκτῳ ἐχόμενον ἑαυτὸν ἱκέτευε.

Απολλων
Απ.
Απ.

τί οὖν; ἀπέλυσεν αὐτοὺς Ἥφαιστος;

Ερμης
Ερ.
Ερ.

οὐδέπω, ἀλλὰ ξυγκαλέσας τοὺς θεοὺς ἐπιδείκνυται τὴν μοιχείαν αὐτοῖς · οἱ δὲ γυμνοὶ ἀμφότεροι κάτω νενευκότες ξυνδεδεμένοι ἐρυθριῶσι, καὶ τὸ θέαμα ἥδιστον ἐμοὶ ἔδοξε μονονουχὶ αὐτὸ γινόμενον τὸ ἔργον.

Απολλων
Απ.
Απ.

δὲ χαλκεὺς ἐκεῖνος οὐκ αἰδεῖται καὶ αὐτὸς ἐπιδεικνύμενος τὴν αἰσχύνην τοῦ γάμου;

Ερμης
Ερ.
Ερ.

μὰ Δί’, ὅς γε καὶ ἐπιγελᾷ ἐφεστὼς αὐτοῖς. ἐγὼ μέντοι, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐφθόνουν τῷ Ἄρει μὴ μόνον μοιχεύσαντι τὴν καλλίστην θεόν, ἀλλὰ καὶ δεδεμένῳ μετ’αὐτῆς.

Απολλων
Απ.
Απ.

οὐκοῦν καὶ δεδέσθαι ἂν ὑπέμεινας ἐπὶ τούτῳ;

Ερμης
Ερ.
Ερ.

σὺ δ’οὐκ ἄν, Ἄπολλον; ἰδὲ μόνον ἐπελθών · ἐπαινέσομαι γάρ σε, ἤν μὴ τὰ ὅμοια καὶ αὐτὸς εὔξῃ ἰδών.