Lucian

Dialogues of the Gods, 1

Προμηθευς
Πρ.
Πρ.

λῦσόν με, Ζεῦ · δεινὰ γὰρ ἤδη πέπονθα.

Ζευς
Ζε.
Ζε.

λύσω σε, φής, ὃν ἐχρῆν βαρυτέρας πέδας ἔχοντα καὶ τὸν Καύκασον ὅλον ὑπὲρ κεφαλῆς ἐπικείμενον ὑπὸ ἑκκαίδεκα γυπῶν μὴ μόνον κείρεσθαι τὸ ἧπαρ, ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττεσθαι, ἀνθ’ὧν τοιαῦθ’ἡμῖν ζῷα τοὺς ἀνθρώπους ἔπλασας καὶ τὸ πῦρ ἔκλεψας καὶ γυναῖκας ἐδημιούργησας; μὲν γὰρ ἐμὲ ἐξηπάτησας ἐν τῇ νομῇ τῶν κρεῶν ὀστᾶ πιμελῇ κεκαλυμμένα παραθεὶς καὶ τὴν ἀμείνω τῶν μοιρῶν σεαυτῷ φυλάττων, τί χρὴ λέγειν;

Προμηθευς
Πρ.
Πρ.

οὔκουν ἱκανὴν ἤδη τὴν δίκην ἐκτέτικα τοσοῦτον χρόνον τῷ Καυκάσῳ προσηλωμένος τὸν κάκιστα ὀρνέων ἀπολούμενον αἰετὸν τρέφων τῷ ἥπατι;

Ζευς
Ζε.
Ζε.

οὐ δὲ πολλοστημόριον τοῦτο ὧν σε δεῖ παθεῖν.

Προμηθευς
Πρ.
Πρ.

καὶ μὴν οὐκ ἀμισθί με λύσεις, ἀλλά σοι μηνύσω τι, Ζεῦ, πάνυ ἀναγκαῖον.

Ζευς
Ζε.
Ζε.

κατασοφίζῃ με, Προμηθεῦ.

Προμηθευς
Πρ.
Πρ.

καὶ τί πλέον ἕξω; οὐ γὰρ ἀγνοήσεις αὖθις ἔνθα Καύκασός ἐστιν, οὐ δὲ ἀπορήσεις δεσμῶν, ἤν τι τεχνάζων ἁλίσκωμαι.

Ζευς
Ζε.
Ζε.

εἰπὲ πρότερον, ὅντινα μισθὸν ἀποτίσεις ἀναγκαῖον ἡμῖν ὄντα.

Προμηθευς
Πρ.
Πρ.

ἢν εἴπω ἐφ’ τι βαδίζεις νῦν, ἀξιόπιστος ἔσομαί σοι καὶ περὶ τῶν ὑπολοίπων μαντευόμενος;

Ζευς
Ζε.
Ζε.

πῶς γὰρ οὔ;

Προμηθευς
Πρ.
Πρ.

παρὰ τὴν Θέτιν, συνεσόμενος αὐτῇ.

Ζευς
Ζε.
Ζε.

τουτὶ μὲν ἔγνως · τί δ’οὖν τὸ ἐπὶ τούτῳ; δοκεῖς γὰρ ἀληθές τι ἐρεῖν.

Προμηθευς
Πρ.
Πρ.

μηδέν, Ζεῦ, κοινωνήσῃς τῇ Νηρηΐδι · ἢν γὰρ αὕτη κυοφορήσῃ ἐκ σοῦ, τὸ τεχθὲν ἴσα ἐργάσεταί σε οἷα καὶ σὺ ἔδρασας

Ζευς
Ζε.
Ζε.

τοῦτο φής, ἐκπεσεῖσθαί με τῆς ἀρχῆς;

Προμηθευς
Πρ.
Πρ.

μὴ γένοιτο, Ζεῦ. πλὴν τοιοῦτό γε μῖξις αὐτῆς ἀπειλεῖ.

Ζευς
Ζε.
Ζε.

χαιρέτω τοιγαροῦν Θέτις · σὲ δὲ Ἥφαιστος ἐπὶ τούτοις λυσάτω.