Lucian

Dialogues of the Dead, 8

Κνημων
Κν.
Κν.

τοῦτο ἐκεῖνο τὸ τῆς παροιμίας · νεβρὸς τὸν λέοντα.

Δαμασιας
Δα.
Δα.

τί ἀγανακτεῖς, Κνήμων;

Κνημων
Κν.
Κν.

πυνθάνῃ τι ἀγανακτῶ; κληρονόμον ἀκούσιον καταλέλοιπα κατασοφισθεὶς ἄθλιος, οὓς ἐβουλόμην ἂν μάλιστα σχεῖν τἀμὰ παραλιπών.

Δαμασιας
Δα.
Δα.

πῶς τοῦτο ἐγένετο;

Κνημων
Κν.
Κν.

Ἑρμόλαον τὸν πάνυ πλούσιον ἄτεκνον ὄντα ἐθεράπευον ἐπὶ θανάτῳ, κἀκεῖνος οὐκ ἀηδῶς τὴν θεραπείαν προσίετο. ἔδοξε δή μοι καὶ σοφὸν τοῦτο εἶναι, θέσθαι διαθήκας ἐς τὸ φανερόν, ἐν αἷς ἐκείνῳ καταλέλοιπα τἀμὰ πάντα, ὡς κἀκεῖνος ζηλώσειε καὶ τὰ αὐτὰ πράξειε.

Δαμασιας
Δα.
Δα.

τί οὖν δὴ ἐκεῖνος;

Κνημων
Κν.
Κν.

τι μὲν αὐτὸς ἐνέγραψε ταῖς ἑαυτοῦ διαθήκαις οὐκ οἶδα ἐγὼ γοῦν ἄφνω ἀπέθανον τοῦ τέγους μοι ἐπιπεσόντος, καὶ νῦν Ἑρμόλαος ἔχει τἀμὰ ὥσπερ τις λάβραξ καὶ τὸ ἄγκιστρον τῷ δελέατι συγκατασπάσας.

Δαμασιας
Δα.
Δα.

οὐ μόνον, ἀλλὰ καὶ αὐτόν σε τὸν ἁλιέα · ὥστε σόφισμα κατὰ σαυτοῦ συντέθεικας.

Κνημων
Κν.
Κν.

ἔοικα · οἰμώζω τοιγαροῦν.