Dialogues of the Dead, 23
ὦ δέσποτα καὶ βασιλεῦ καὶ ἡμέτερε Ζεῦ καὶ σὺ Δήμητρος θύγατερ, μὴ ὑπερίδητε δέησιν ἐρωτικήν.
σὺ δὲ τίνων δέῃ παρ’ἡμῶν; ἢ τίς ὢν τυγχάνεις;
εἰμὶ μὲν Πρωτεσίλεως ὁ Ἰφίκλου Φυλάκιος συστρατιώτης τῶν Ἀχαιῶν καὶ πρῶτος ἀποθανὼν τῶν ἐπ’Ἰλίῳ. δέομαι δὲ ἀφεθεὶς πρὸς ὀλίγον ἀναβιῶναι πάλιν.
τοῦτον μὲν τὸν ἔρωτα, ὦ Πρωτεσίλαε, πάντες νεκροὶ ἐρῶσι, πλὴν οὐδεὶς ἂν αὐτῶν τύχοι.
ἀλλ’οὐ τοῦ ζῆν, Ἀϊδωνεῦ, ἐρῶ ἔγωγε, τῆς γυναικὸς δέ, ἣν νεόγαμον ἔτι ἐν τῷ θαλάμῳ καταλιπὼν ᾠχόμην ἀποπλέων, εἶτα ὁ κακοδαίμων ἐν τῇ ἀποβάσει ἀπέθανον ὑπὸ τοῦ Ἕκτορος. ὁ οὖν ἔρως τῆς γυναικὸς οὐ μετρίως ἀποκναίει με, ὦ δέσποτα, καὶ βούλομαι κα- κἂν πρὸς ὀλίγον ὀφθεὶς αὐτῇ καταβῆναι πάλιν.
οὐκ ἔπιες, ὦ Πρωτεσίλαε, τὸ Λήθης ὕδωρ;
καὶ μάλα, ὦ δέσποτα · τὸ δὲ πρᾶγμα ὑπέρογκον ἦν.
οὐκοῦν περίμεινον · ἀφίξεται γὰρ κα- κἀκείνη ποτὲ καὶ οὐ δὲ σὲ ἀνελθεῖν δεήσει.
ἀλλ’οὐ φέρω τὴν διατριβήν, ὦ Πλούτων · ἠράσθης δὲ καὶ αὐτὸς ἤδη καὶ οἶσθα οἷον τὸ ἐρᾶν ἐστιν.
εἶτα τί σε ὀνήσει μίαν ἡμέραν ἀναβιῶναι μετ’ὀλίγον τὰ αὐτὰ ὀδυρόμενον;
οἶμαι πείσειν κα- κἀκείνην ἀκολουθεῖν παρ’ὑμᾶς, ὥστε ἀνθ’ἑνὸς δύο νεκροὺς λήψει μετ’ὀλίγον.
οὐ θέμις γενέσθαι ταῦτα οὐ δὲ γέγονε πώποτε.
ἀναμνήσω σε, ὦ Πλούτων · Ὀρφεῖ γὰρ δι’αὐτὴν ταύτην τὴν αἰτίαν τὴν Εὐρυδίκην παρέδοτε καὶ τὴν ὁμογενῆ μου Ἄλκηστιν παρεπέμψατε Ἡρακλεῖ χαριζόμενοι.
θελήσεις δὲ οὕτως κρανίον γυμνὸν ὢν καὶ ἄμορφον τῇ καλῇ σου ἐκείνῃ νύμφῃ φανῆναι; πῶς δὲ κα- κἀκείνη προσήσεταί σε οὐ δὲ δυναμένη διαγνῶναι; φοβήσεται γὰρ εὖ οἶδα καὶ φεύξεταί σε καὶ μάτην ἔσῃ τοσαύτην ὁδὸν ἀνεληλυθώς.
οὐκοῦν, ὦ ἄνερ, σὺ καὶ τοῦτο ἴασαι καὶ τὸν Ἑρμῆν κέλευσον, ἐπειδὰν ἐν τῷ φωτὶ ἤδη ὁ Πρωτεσίλαος ᾖ, καθικόμενον τῇ ῥάβδῳ νεανίαν εὐθὺς καλὸν ἀπεργάσασθαι αὐτόν, οἷος ἦν ἐκ τοῦ παστοῦ.
ἐπεὶ Φερσεφόνῃ συνδοκεῖ, ἀναγαγὼν τοῦτον αὖθις ποίησον νυμφίον · σὺ δὲ μέμνησο μίαν λαβὼν ἡμέραν.