Lucian

Dialogues of the Dead, 22

Χαρων
Χα.
Χα.

ἀπόδος, κατάρατε, τὰ πορθμεῖα.

Μενιππος
Με.
Με.

βόα, εἰ τοῦτό σοι, Χάρων, ἥδιον.

Χαρων
Χα.
Χα.

ἀπόδος, φημί, ἀνθ’ὧν σε διεπορθμεύσαμεν.

Μενιππος
Με.
Με.

οὐκ ἂν λάβοις παρὰ τοῦ μὴ ἔχοντος.

Χαρων
Χα.
Χα.

ἔστι δέ τις ὀβολὸν μὴ ἔχων;

Μενιππος
Με.
Με.

εἰ μὲν καὶ ἄλλος τις οὐκ οἶδα, ἐγὼ δ’οὐκ ἔχω.

Χαρων
Χα.
Χα.

καὶ μὴν ἄγξω σε νὴ τὸν Πλούτωνα, μιαρέ, ἢν μὴ ἀποδῷς.

Μενιππος
Με.
Με.

κἀγὼ τῷ ξύλῳ σου πατάξας διαλύσω τὸ κρανίον.

Χαρων
Χα.
Χα.

μάτην οὖν ἔσῃ πεπλευκὼς τοσοῦτον πλοῦν.

Μενιππος
Με.
Με.

Ἑρμῆς ὑπὲρ ἐμοῦ σοι ἀποδότω, ὅς με παρέδωκέ σοι.

Ερμης
Ερ.
Ερ.

νὴ Δί’ὠνάμην γε, εἰ μέλλω καὶ ὑπερεκτίνειν τῶν νεκρῶν.

Χαρων
Χα.
Χα.

οὐκ ἀποστήσομαί σου.

Μενιππος
Με.
Με.

τούτου γε ἕνεκα καὶ νεωλκήσας τὸ πορθμεῖον παράμενε · πλὴν ἀλλ’ γε μὴ ἔχω, πῶς ἂν λάβοις;

Χαρων
Χα.
Χα.

σὺ δ’οὐκ ᾔδεις ὡς κομίζεσθαι δέον;

Μενιππος
Με.
Με.

ἤιδειν μέν, οὐκ εἶχον δέ. τί οὖν; ἐχρῆν διὰ τοῦτο μὴ ἀποθανεῖν;

Χαρων
Χα.
Χα.

μόνος οὖν αὐχήσεις προῖκα πεπλευκέναι;

Μενιππος
Με.
Με.

οὐ προῖκα, βέλτιστε · καὶ γὰρ ἤντλησα καὶ τῆς κώπης συνεπελαβόμην καὶ οὐκ ἔκλαον μόνος τῶν ἄλλων ἐπιβατῶν.

Χαρων
Χα.
Χα.

οὐδὲν ταῦτα πρὸς πορθμέα · τὸν ὀβολὸν ἀποδοῦναί σε δεῖ · οὐ θέμις ἄλλως γενέσθαι.

Μενιππος
Με.
Με.

οὐκοῦν ἄπαγέ με αὖθις ἐς τὸν βίον.

Χαρων
Χα.
Χα.

χάριεν λέγεις, ἵνα καὶ πληγὰς ἐπὶ τούτῳ παρὰ τοῦ Αἰακοῦ προσλάβω.

Μενιππος
Με.
Με.

μὴ ἐνόχλει οὖν.

Χαρων
Χα.
Χα.

δεῖξον τί ἐν τῇ πήρᾳ ἔχεις.

Μενιππος
Με.
Με.

θέρμους, εἰ θέλεις, καὶ τῆς Ἑκάτης τὸ δεῖπνον.

Χαρων
Χα.
Χα.

πόθεν τοῦτον ἡμῖν, Ἑρμῆ, τὸν κύνα ἤγαγες; οἷα δὲ καὶ ἐλάλει παρὰ τὸν πλοῦν τῶν ἐπιβατῶν ἁπάντων καταγελῶν καὶ ἐπισκώπτων καὶ μόνος ᾅδων οἰμωζόντων ἐκείνων.

Ερμης
Ερ.
Ερ.

ἀγνοεῖς, Χάρων, ὅντινα ἄνδρα διεπόρθμευσας; ἐλεύθερον ἀκριβῶς, κοὐδενὸς αὐτῷ μέλει. οὗτός ἐστιν Μένιππος.

Χαρων
Χα.
Χα.

καὶ μὴν ἄν σε λάβω ποτέ

Μενιππος
Με.
Με.

ἂν λάβῃς, βέλτιστε · δὶς δὲ οὐκ ἂν λάβοις.