Lucian

Dialogues of the Dead, 5

Πλουτων
Πλ.
Πλ.

τὸν γέροντα οἶσθα, τὸν πάνυ γεγηρακότα λέγω, τὸν πλούσιον Εὐκράτην, παῖδες μὲν οὐκ εἰσίν, οἱ τὸν κλῆρον δὲ θηρῶντες πεντακισμύριοι;

Ερμης
Ερ.
Ερ.

ναί, τὸν Σικυώνιον φής. τί οὖν;

Πλουτων
Πλ.
Πλ.

ἐκεῖνον μέν, Ἑρμῆ, ζῆν ἔασον ἐπὶ τοῖς ἐνενήκοντα ἔτεσιν, βεβίωκεν, ἐπιμετρήσας ἄλλα τοσαῦτα, εἰ δὲ οἷόντε ἦν, καὶ ἔτι πλείω, τοὺς δὲ κόλακας αὐτοῦ Χαρῖνον τὸν νέον καὶ Δάμωνα καὶ τοὺς ἄλλους κατάσπασον ἐφεξῆς ἅπαντας.

Ερμης
Ερ.
Ερ.

ἄτοπον ἂν δόξειε τὸ τοιοῦτον.

Πλουτων
Πλ.
Πλ.

οὐ μὲν οὖν, ἀλλὰ δικαιότατον · τί γὰρ ἐκεῖνοι παθόντες εὔχονται ἀποθανεῖν ἐκεῖνον τῶν χρημάτων ἀντιποιοῦνται οὐδὲν προσήκοντες; δὲ πάντων ἐστὶ μιαρώτατον, ὅτι καὶ τὰ τοιαῦτα εὐχόμενοι ὅμως θεραπεύουσιν ἔν γε τῷ φανερῷ, καὶ νοσοῦντος μὲν βουλεύονται πᾶσι πρόδηλα, θύσειν δὲ ὅμως ὑπισχνοῦνται, ἢν ῥαΐσῃ, καὶ ὅλως ποικίλη τις κολακεία τῶν ἀνδρῶν. διὰ ταῦτα μὲν ἔστω ἀθάνατος, οἱ δὲ προαπίτωσαν αὐτοῦ μάτην ἐπιχανόντες.

Ερμης
Ερ.
Ερ.

γελοῖα πείσονται, πανοῦργοι ὄντες · πολλὰ κἀκεῖνος εὖ μάλα διαβουκολεῖ αὐτοὺς καὶ ἐλπίζει, καὶ ὅλως ἀεὶ θανόντι ἐοικὼς ἔρρωται πολὺ μᾶλλον τῶν νέων. οἱ δὲ ἤδη τὸν κλῆρον ἐν σφίσι διῃρημένοι βόσκονται ζωὴν μακαρίαν πρὸς ἑαυτοὺς τιθέντες.

Πλουτων
Πλ.
Πλ.

οὐκοῦν μὲν ἀποδυσάμενος τὸ γῆρας ὥσπερ Ἰόλεως ἀνηβησάτω, οἱ δὲ ἀπὸ μέσων τῶν ἐλπίδων τὸν ὀνειροποληθέντα πλοῦτον ἀπολιπόντες ἡκέτωσαν ἤδη κακοὶ κακῶς ἀποθανόντες.

Ερμης
Ερ.
Ερ.

ἀμέλησον, Πλούτων μετελεύσομαι γάρ σοι ἤδη αὐτοὺς καθ’ἕνα ἑξῆς · ἑπτὰ δέ, οἶμαι, εἰσί.

Πλουτων
Πλ.
Πλ.

κατάσπα, δὲ παραπέμψει ἕκαστον ἀντὶ γέροντος αὖθις πρωθήβης γενόμενος.