Lucian

Dialogues of the Dead, 20

Μενιππος
Με.
Με.

πρὸς τοῦ Πλούτωνος, Αἰακέ, περιήγησαί μοι τὰ ἐν ᾅδου πάντα.

Αιακος
Αι.
Αι.

οὐ ῥᾴδιον, Μένιππε, ἅπαντα · ὅσα μέντοι κεφαλαιώδη, μάνθανε · οὑτοσὶ μὲν ὅτι Κέρβερός ἐστιν οἶσθα, καὶ τὸν πορθμέα τοῦτον, ὅς σε διεπέρασε, καὶ τὴν λίμνην καὶ τὸν Πυριφλεγέθοντα ἤδη ἑώρακας ἐσιών.

Μενιππος
Με.
Με.

οἶδα ταῦτα καὶ σέ, ὅτι πυλωρεῖς, καὶ τὸν βασιλέα εἶδον καὶ τὰς Ἐρινῦς · τοὺς δὲ ἀνθρώπους μοι τοὺς πάλαι δεῖξον καὶ μάλιστα τοὺς ἐνδόξους αὐτῶν.

Αιακος
Αι.
Αι.

οὗτος μὲν Ἀγαμέμνων, οὗτος δὲ Ἀχιλλεύς, οὗτος δὲ Ἰδομενεὺς πλησίον, οὗτος δὲ Ὀδυσσεύς, εἶτα Αἴας καὶ Διομήδης καὶ οἱ ἄριστοι τῶν Ἑλλήνων.

Μενιππος
Με.
Με.

βαβαῖ, Ὅμηρε, οἷά σοι τῶν ῥαψῳδιῶν τὰ κεφάλαια χαμαὶ ἔρριπται ἄγνωστα καὶ ἄμορφα, κόνις πάντα καὶ λῆρος πολύς, ἀμενηνὰ ὡς ἀληθῶς κάρηνα οὗτος δέ, Αἰακέ, τίς ἐστι;

Αιακος
Αι.
Αι.

Κῦρός ἐστιν · οὗτος δὲ Κροῖσος, δ’ὑπὲρ αὐτὸν Σαρδανάπαλλος, δ’ὑπὲρ τούτους Μίδας, ἐκεῖνος δὲ Ξέρξης.

Μενιππος
Με.
Με.

εἶτα σέ, κάθαρμα, Ἑλλὰς ἔφριττε ζευγνύντα μὲν τὸν Ἑλλήσποντον, διὰ δὲ τῶν ὀρῶν πλεῖν ἐπιθυμοῦντα; οἷος δὲ καὶ Κροῖσός ἐστι. τὸν Σαρδανάπαλλον δέ, Αἰακέ, πατάξαι μοι κατὰ κόρρης ἐπίτρεψον.

Αιακος
Αι.
Αι.

μηδαμῶς · διαθρύπτεις γὰρ αὐτοῦ τὸ κρανίον γυναικεῖον ὄν.

Μενιππος
Με.
Με.

οὐκοῦν ἀλλὰ προσπτύσομαί γε πάντως ἀνδρογύνῳ γε ὄντι.

Αιακος
Αι.
Αι.

βούλει σοὶ ἐπιδείξω καὶ τοὺς σοφούς;

Μενιππος
Με.
Με.

νὴ Δία γε.

Αιακος
Αι.
Αι.

πρῶτος οὗτός σοι Πυθαγόρας ἐστί.

Μενιππος
Με.
Με.

χαῖρε, Εὔφορβε Ἄπολλον τι ἂν ἐθέλῃς.

Πυθαγορας
Πυ.
Πυ.

νὴ Δία καὶ σύ γε, Μένιππε.

Μενιππος
Με.
Με.

οὐκέτι χρυσοῦς μηρός ἐστί σοι;

Πυθαγορας
Πυ.
Πυ.

οὐ γάρ · ἀλλὰ φέρε ἴδω εἴ τί σοι ἐδώδιμον πήρα ἔχει.

Μενιππος
Με.
Με.

κυάμους, ὦγαθέ · ὥστε οὐ τοῦτό σοι ἐδώδιμον.

Πυθαγορας
Πυ.
Πυ.

δὸς μόνον · ἄλλα παρὰ νεκροῖς δόγματα · ἔμαθον γάρ, ὡς οὐδὲν ἴσον κύαμοι καὶ κεφαλαὶ τοκήων ἐνθάδε.

Αιακος
Αι.
Αι.

οὗτος δὲ Σόλων Ἐξηκεστίδου καὶ Θαλῆς ἐκεῖνος καὶ παρ’αὐτοὺς Πιττακὸς καὶ οἱ ἄλλοι · ἑπτὰ δὲ πάντες εἰσὶν ὡς ὁρᾷς.

Μενιππος
Με.
Με.

ἄλυποι, Αἰακέ, οὗτοι μόνοι καὶ φαιδροὶ τῶν ἄλλων. δὲ σποδοῦ πλέως ὥσπερ ἐγκρυφίας ἄρτος, τὰς φλυκταίνας ἐξηνθηκώς, τίς ἐστιν;

Αιακος
Αι.
Αι.

Ἐμπεδοκλῆς, Μένιππε, ἡμίεφθος ἀπὸ τῆς Αἴτνης παρών.

Μενιππος
Με.
Με.

χαλκόπου βέλτιστε, τί παθὼν σαυτὸν ἐς τοὺς κρατῆρας ἐνέβαλες;

Εμπεδοκλης
Εμ.
Εμ.

μελαγχολία τις, Μένιππε.

Μενιππος
Με.
Με.

οὐ μὰ Δί’, ἀλλὰ κενοδοξία καὶ τῦφος καὶ πολλὴ κόρυζα, ταῦτά σε ἀπηνθράκωσεν αὐταῖς κρηπῖσιν οὐκ ἀνάξιον ὄντα · πλὴν ἀλλ’οὐδέν σε τὸ σόφισμα ὤνησεν · ἐφωράθης γὰρ τεθνεώς. Σωκράτης δέ, Αἰακέ, ποῦ ποτε ἄρα ἐστίν;

Αιακος
Αι.
Αι.

μετὰ Νέστορος καὶ Παλαμήδους ἐκεῖνος ληρεῖ τὰ πολλά.

Μενιππος
Με.
Με.

ὅμως ἐβουλόμην ἰδεῖν αὐτόν, εἴ που ἐνθάδε ἐστίν.

Αιακος
Αι.
Αι.

ὁρᾷς τὸν φαλακρόν;

Μενιππος
Με.
Με.

ἅπαντες φαλακροί εἰσιν · ὥστε πάντων ἂν εἴη τοῦτο τὸ γνώρισμα.

Αιακος
Αι.
Αι.

τὸν σιμὸν λέγω.

Μενιππος
Με.
Με.

καὶ τοῦτο ὅμοιον · σιμοὶ γὰρ ἅπαντες.

Σωκρατης
Σω.
Σω.

ἐμὲ ζητεῖς, Μένιππε;

Μενιππος
Με.
Με.

καὶ μάλα, Σώκρατες.

Σωκρατης
Σω.
Σω.

τί τὰ ἐν Ἀθήναις;

Μενιππος
Με.
Με.

πολλοὶ τῶν νέων φιλοσοφεῖν λέγουσι, καὶ τά γε σχήματα αὐτὰ καὶ τὰ βαδίσματα εἰ θεάσαιτό τις, ἄκροι φιλόσοφοι.

Σωκρατης
Σω.
Σω.

μάλα πολλοὺς ἑώρακα.

Μενιππος
Με.
Με.

ἀλλὰ ἑώρακας, οἶμαι, οἷος ἧκε παρὰ σοὶ Ἀρίστιππος καὶ Πλάτων αὐτός, μὲν ἀποπνέων μύρου, δὲ τοὺς ἐν Σικελίᾳ τυράννους θεραπεύειν ἐκμαθών.

Σωκρατης
Σω.
Σω.

περὶ ἐμοῦ δὲ τί φρονοῦσιν;

Μενιππος
Με.
Με.

εὐδαίμων, Σώκρατες, ἄνθρωπος εἶ τά γε τοιαῦτα · πάντες γοῦν σε θαυμάσιον οἴονται ἄνδρα γεγενῆσθαι καὶ πάντα ἐγνωκέναι καὶ ταῦτα δεῖ γάρ, οἶμαι, τἀληθῆ λέγειν οὐδὲν εἰδότα.

Σωκρατης
Σω.
Σω.

καὶ αὐτὸς ἔφασκον ταῦτα πρὸς αὐτούς, οἱ δὲ εἰρωνείαν ᾤοντο τὸ πρᾶγμα εἶναι.

Μενιππος
Με.
Με.

τίνες δέ εἰσιν οὗτοι οἱ περὶ δέ;

Σωκρατης
Σω.
Σω.

Χαρμίδης, Μένιππε, καὶ Φαῖδρος καὶ τοῦ Κλεινίου.

Μενιππος
Με.
Με.

εὖ γε, Σώκρατες, ὅτι κἀνταῦθα μέτει τὴν σαυτοῦ τέχνην καὶ οὐκ ὀλιγωρεῖς τῶν καλῶν.

Σωκρατης
Σω.
Σω.

τί γὰρ ἂν ἄλλο ἥδιον πράττοιμι; ἀλλὰ πλησίον ἡμῶν κατάκεισο, εἰ δοκεῖ.

Μενιππος
Με.
Με.

μὰ Δί’, ἐπεὶ παρὰ τὸν Κροῖσον καὶ τὸν Σαρδανάπαλλον ἄπειμι πλησίον οἰκήσων αὐτῶν · ἔοικα γοῦν οὐκ ὀλίγα γελάσεσθαι οἰμωζόντων ἀκούων.

Αιακος
Αι.
Αι.

κἀγὼ ἤδη ἄπειμι, μὴ καί τις ἡμᾶς νεκρῶν λάθῃ διαφυγών. τὰ λοιπὰ δ’ἐσαῦθις ὄψει, Μένιππε.

Μενιππος
Με.
Με.

ἄπιθι · καὶ ταυτὶ γὰρ ἱκανά, Αἰακέ.