Lucian

Dialogues of the Dead, 1

Διογενης
Δι.
Δι.

Πολύδευκες, ἐντέλλομαί σοι, ἐπειδὰν τάχιστα ἀνέλθῃς, σὸν γάρ ἐστιν, οἶμαι, ἀναβιῶναι αὔριον ἤν που ἴδῃς Μένιππον τὸν κύνα, εὕροις δ’ἂν αὐτὸν ἐν Κορίνθῳ κατὰ τὸ Κράνειον ἐν Λυκείῳ τῶν ἐριζόντων πρὸς ἀλλήλους φιλοσόφων καταγελῶντα εἰπεῖν πρὸς αὐτόν, ὅτι σοί, Μένιππε, κελεύει Διογένης, εἴ σοι ἱκανῶς τὰ ὑπὲρ γῆς καταγεγέλασται, ἥκειν ἐνθάδε πολλῷ πλείω ἐπιγελασόμενον · ἐκεῖ μὲν γὰρ ἐν ἀμφιβόλῳ σοὶ ἔτι γέλως ἦν καὶ πολὺ τὸ τίς γὰρ ὅλως οἶδε τὰ μετὰ τὸν βίον; ἐνταῦθα δὲ οὐ παύσῃ βεβαίως γελῶν καθάπερ ἐγὼ νῦν, καὶ μάλιστα ἐπειδὰν ὁρᾷς τοὺς πλουσίους καὶ σατράπας καὶ τυράννους οὕτω ταπεινοὺς καὶ ἀσήμους, ἐκ μόνης οἰμωγῆς διαγινωσκομένους, καὶ ὅτι μαλθακοὶ καὶ ἀγεννεῖς εἰσι μεμνημένοι τῶν ἄνω. ταῦτα λέγε αὐτῷ, καὶ προσέτι, ἐμπλησάμενον τὴν πήραν ἥκειν θέρμωντε πολλῶν καὶ εἴ που εὕροι ἐν τῇ τριόδῳ Ἑκάτης δεῖπνον κείμενον ᾠὸν ἐκ καθαρσίου τι τοιοῦτον.

Πολυδευκης
Πο.
Πο.

ἀλλ’ἀπαγγελῶ ταῦτα, Διόγενες. ὅπως δὲ εἰδῶ μάλιστα, ὁποῖός τίς ἐστι τὴν ὄψιν.

Διογενης
Δι.
Δι.

γέρων, φαλακρός, τριβώνιον ἔχων πολύθυρον, ἅπαντι ἀνέμῳ ἀναπεπταμένον καὶ ταῖς ἐπιπτυχαῖς τῶν ῥακίων ποικίλον, γελᾷ δ’ἀεὶ καὶ τὰ πολλὰ τοὺς ἀλαζόνας τούτους φιλοσόφους ἐπισκώπτει.

Πολυδευκης
Πο.
Πο.

ῥᾴδιον εὑρεῖν ἀπό γε τούτων.

Διογενης
Δι.
Δι.

βούλει καὶ πρὸς αὐτοὺς ἐκείνους ἐντείλωμαί τι τοὺς φιλοσόφους;

Πολυδευκης
Πο.
Πο.

λέγε · οὐ βαρὺ γὰρ οὐ δὲ τοῦτο.

Διογενης
Δι.
Δι.

τὸ μὲν ὅλον παύσασθαι αὐτοῖς παρεγγύα ληροῦσι καὶ περὶ τῶν ὅλων ἐρίζουσι καὶ κέρατα φύουσιν ἀλλήλοις καὶ κροκοδείλους ποιοῦσι καὶ τὰ τοιαῦτα ἄπορα ἐρωτᾶν διδάσκουσι τὸν νοῦν.

Πολυδευκης
Πο.
Πο.

ἀλλ’ἐμὲ ἀμαθῆ καὶ ἀπαίδευτον εἶναι φάσκουσι κατηγοροῦντα τῆς σοφίας αὐτῶν.

Διογενης
Δι.
Δι.

σὺ δὲ οἰμώζειν αὐτοῖς παρ’ἐμοῦ λέγε.

Πολυδευκης
Πο.
Πο.

καὶ ταῦτα, Διόγενες, ἀπαγγελῶ.

Διογενης
Δι.
Δι.

τοῖς πλουσίοις δ’, φίλτατον Πολυδεύκιον, ἀπάγγελλε ταῦτα παρ’ἡμῶν · τί, μάταιοι, τὸν χρυσὸν φυλάττετε; τί δὲ τιμωρεῖσθε ἑαυτοὺς λογιζόμενοι τοὺς τόκους καὶ τάλαντα ἐπὶ ταλάντοις συντιθέντες, οὓς χρὴ ἕνα ὀβολὸν ἔχοντας ἥκειν μετ’ὀλίγον;

Πολυδευκης
Πο.
Πο.

εἰρήσεται καὶ ταῦτα πρὸς ἐκείνους.

Διογενης
Δι.
Δι.

ἀλλὰ καὶ τοῖς καλοῖςτε καὶ ἰσχυροῖς λέγε, Μεγίλλῳτε τῷ Κορινθίῳ καὶ Δαμοξένῳ τῷ παλαιστῇ, ὅτι παρ’ἡμῖν οὔτε ξανθὴ κόμη οὔτε τὰ χαροπὰ μέλανα ὄμματα ἐρύθημα ἐπὶ τοῦ προσώπου ἔτι ἔστιν νεῦρα εὔτονα ὦμοι καρτεροί, ἀλλὰ πάντα μία ἡμῖν κόνις, φασί, κρανία γυμνὰ τοῦ κάλλους.

Πολυδευκης
Πο.
Πο.

οὐ χαλεπὸν οὐ δὲ ταῦτα εἰπεῖν πρὸς τοὺς καλοὺς καὶ ἰσχυρούς.

Διογενης
Δι.
Δι.

καὶ τοῖς πένησιν, Λάκων, πολλοὶ δ’εἰσὶ καὶ ἀχθόμενοι τῷ πράγματι καὶ οἰκτείροντες τὴν ἀπορίαν λέγε μήτε δακρύειν μήτε οἰμώζειν διηγησάμενος τὴν ἐνταῦθα ἰσοτιμίαν, καὶ ὅτι ὄψονται τοὺς ἐκεῖ πλουσίους οὐδὲν ἀμείνους αὐτῶν · καὶ Λακεδαιμονίοις δὲ τοῖς σοῖς ταῦτα, εἰ δοκεῖ, παρ’ἐμοῦ ἐπιτίμησον λέγων ἐκλελύσθαι αὐτούς.

Πολυδευκης
Πο.
Πο.

μηδέν, Διόγενες, περὶ Λακεδαιμονίων λέγε · οὐ γὰρ ἀνέξομαί γε. δὲ πρὸς τοὺς ἄλλους ἔφησθα, ἀπαγγελῶ.

Διογενης
Δι.
Δι.

ἐάσωμεν τούτους, ἐπεί σοι δοκεῖ · σὺ δὲ οἷς προεῖπον ἀπένεγκον παρ’ἐμοῦ τοὺς λόγους.