Lucian

Dialogues of the Dead, 11

Κρατης
Κρ.
Κρ.

Μοίριχον τὸν πλούσιον ἐγίνωσκες, Διόγενες, τὸν πάνυ πλούσιον, τὸν ἐκ Κορίνθου, τὸν τὰς πολλὰς ὁλκάδας ἔχοντα, οὗ ἀνεψιὸς Ἀριστέας, πλούσιος καὶ αὐτὸς ὤν; ὃς τὸ Ὁμηρικὸν ἐκεῖνο εἰώθει ἐπιλέγειν, μ’ἀνάειρ’ ἐγὼ σέ.

Διογενης
Δι.
Δι.

τίνος ἕνεκα, Κράτης;

Κρατης
Κρ.
Κρ.

ἐθεράπευον ἀλλήλους τοῦ κλήρου ἕνεκα ἑκάτερος ἡλικιῶται ὄντες, καὶ τὰς διαθήκας ἐς τὸ φανερὸν ἐτίθεντο, Ἀριστέαν μὲν Μοίριχος, εἰ προαποθάνοι, δεσπότην ἀφιεὶς τῶν ἑαυτοῦ πάντων, Μοίριχον δὲ Ἀριστέας, εἰ προαπέλθοι αὐτοῦ. ταῦτα μὲν ἐγέγραπτο, οἱ δ’ἐθεράπευον ὑπερβαλλόμενοι ἀλλήλους τῇ κολακείᾳ · καὶ οἱ μάντεις, οἵτε ἀπὸ τῶν ἄστρων τεκμαιρόμενοι τὸ μέλλον οἵτε ἀπὸ τῶν ὀνειράτων, ὥς γε Χαλδαίων παῖδες, ἀλλὰ καὶ Πύθιος αὐτὸς ἄρτι μὲν Ἀριστέᾳ παρεῖχε τὸ κράτος, ἄρτι δὲ Μοιρίχῳ, καὶ τὰ τάλαντα ποτὲ μὲν ἐπ’ἐκεῖνον, νῦν δ’ἐπὶ τοῦτον ἔρρεπε.

Διογενης
Δι.
Δι.

τί οὖν πέρας ἐγένετο, Κράτης; ἀκοῦσαι γὰρ ἄξιον.

Κρατης
Κρ.
Κρ.

ἄμφω τεθνᾶσιν ἐπὶ μιᾶς ἡμέρας, οἱ δὲ κλῆροι ἐς Εὐνόμιον καὶ Θρασυκλέα περιῆλθον ἄμφω συγγενεῖς ὄντας οὐ δὲ πώποτε προμαντευομένους οὕτω γενέσθαι ταῦτα · διαπλέοντες γὰρ ἀπὸ Σικυῶνος ἐς Κίρραν κατὰ μέσον τὸν πόρον πλαγίῳ περιπεσόντες τῷ Ἰάπυγι ἀνετράπησαν.

Διογενης
Δι.
Δι.

εὖ ἐποίησαν. ἡμεῖς δὲ ὁπότε ἐν τῷ βίῳ ἦμεν, οὐδὲν τοιοῦτον ἐνενοοῦμεν περὶ ἀλλήλων · οὔτε ἐγώ ποτε ηὐξάμην Ἀντισθένην ἀποθανεῖν, ὡς κληρονομήσαιμι τῆς βακτηρίας αὐτοῦ εἶχε δὲ πάνυ καρτερὰν ἐκ κοτίνου ποιησάμενος οὔτε οἶμαι σὺ Κράτης ἐπεθύμεις κληρονομεῖν ἀποθανόντος ἐμοῦ τὰ κτήματα καὶ τὸν πίθον καὶ τὴν πήραν χοίνικας δύο θέρμων ἔχουσαν.

Κρατης
Κρ.
Κρ.

οὐδὲν γάρ μοι τούτων ἔδει, ἀλλ’οὐ δὲ σοί, Διόγενες · γὰρ ἐχρῆν, σύτε Ἀντισθένους ἐκληρονόμησας καὶ ἐγὼ σοῦ, πολλῷ μείζω καὶ σεμνότερα τῆς Περσῶν ἀρχῆς.

Διογενης
Δι.
Δι.

τίνα ταῦτα φής;

Κρατης
Κρ.
Κρ.

σοφίαν, αὐτάρκειαν, ἀλήθειαν, παρρησίαν, ἐλευθερίαν.

Διογενης
Δι.
Δι.

νὴ Δία, μέμνημαι καὶ τοῦτον διαδεξάμενος τὸν πλοῦτον παρὰ Ἀντισθένους καὶ σοὶ ἔτι πλείω καταλιπών.

Κρατης
Κρ.
Κρ.

ἀλλ’οἱ ἄλλοι ἠμέλουν τῶν τοιούτων κτημάτων καὶ οὐδεὶς ἐθεράπευεν ἡμᾶς κληρονομήσειν προσδοκῶν, ἐς δὲ τὸ χρυσίον πάντες ἔβλεπον.

Διογενης
Δι.
Δι.

εἰκότως · οὐ γὰρ εἶχον ἔνθα ἂν δέξαιντο τὰ τοιαῦτα παρ’ἡμῶν διερρυηκότες ὑπὸ τρυφῆς, καθάπερ τὰ σαπρὰ τῶν βαλαντίων · ὥστε εἴ ποτε καὶ ἐμβάλοι τις ἐς αὐτοὺς σοφίαν παρρησίαν ἀλήθεια, ἐξέπιπτεν εὐθὺς καὶ διέρρει, τοῦ πυθμένος στέγειν οὐ δυναμένου, οἷόν τι πάσχουσιν αἱ τοῦ Δαναοῦ αὗται παρθένοι εἰς τὸν τετρημένον πίθον ἐπαντλοῦσαι · τὸ δὲ χρυσίον ὀδοῦσι καὶ ὄνυξι καὶ πάσῃ μηχανῇ ἐφύλαττον.

Κρατης
Κρ.
Κρ.

οὐκοῦν ἡμεῖς μὲν ἕξομεν κἀνταῦθα τὸν πλοῦτον, οἱ δὲ ὀβολὸν ἥξουσι κομίζοντες καὶ τοῦτον ἄχρι τοῦ πορθμέως.