Lucian

Dialogues of the Dead, 16

Διογενης
Δι.
Δι.

οὐχ Ἡρακλῆς οὗτός ἐστιν; οὐ μὲν οὖν ἄλλος, μὰ τὸν Ἡρακλέα. τὸ τόξον, τὸ ῥόπαλον, λεοντῆ, τὸ μέγεθος, ὅλος Ἡρακλῆς ἐστιν. εἶτα τέθνηκε Διὸς υἱὸς ὤν; εἰπέ μοι, καλλίνικε, νεκρὸς εἶ; ἐγὼ γάρ σοι ἔθυον ὑπὲρ γῆς ὡς θεῷ.

Ηρακλης
Ηρ.
Ηρ.

καὶ ὀρθῶς ἔθυες · αὐτὸς μὲν γὰρ Ἡρακλῆς ἐν τῷ οὐρανῷ τοῖς θεοῖς σύνεστι καὶ ἔχει καλλίσφυρον Ἥβην, ἐγὼ δ’εἴδωλόν εἰμι αὐτοῦ.

Διογενης
Δι.
Δι.

πῶς λέγεις; εἴδωλον τοῦ θεοῦ; καὶ δυνατὸν ἐξ ἡμισείας μέν τινα θεὸν εἶναι, τεθνάναι δὲ τῷ ἡμίσει;

Ηρακλης
Ηρ.
Ηρ.

ναί · οὐ γὰρ ἐκεῖνος τέθνηκεν, ἀλλ’ἐγὼ εἰκῶν αὐτοῦ.

Διογενης
Δι.
Δι.

μανθάνω · ἄντανδρον σε τῷ Πλούτωνι παρέδωκεν ἀνθ’ἑαυτοῦ, καὶ σὺ τοίνυν ἀντ’ἐκείνου νεκρὸς εἶ.

Ηρακλης
Ηρ.
Ηρ.

τοιοῦτό τι.

Διογενης
Δι.
Δι.

πῶς οὖν ἀκριβὴς Αἰακὸς ὢν οὐ διέγνω σε μὴ ὄντα ἐκεῖνον, ἀλλὰ παρεδέξατο ὑποβολιμαῖον Ἡρακλέα παρόντα;

Ηρακλης
Ηρ.
Ηρ.

ὅτι ἐῴκειν ἀκριβῶς.

Διογενης
Δι.
Δι.

ἀληθῆ λέγεις · ἀκριβῶς γάρ, ὥστε αὐτὸς εἶναι. ὅρα γοῦν μὴ τὸ ἐναντίον ἐστὶ καὶ σὺ μὲν εἶ Ἡρακλῆς, τὸ δὲ εἴδωλον γεγάμηκε τὴν Ἥβην παρὰ τοῖς θεοῖς.

Ηρακλης
Ηρ.
Ηρ.

θρασὺς εἶ καὶ λάλος, καὶ εἰ μὴ παύσῃ σκώπτων ἐς ἐμέ, εἴσῃ αὐτίκα οἵου θεοῦ εἴδωλόν εἰμι.

Διογενης
Δι.
Δι.

τὸ μὲν τόξον γυμνὸν καὶ πρόχειρον · ἐγὼ δὲ τί ἂν ἔτι φοβοίμην σε ἅπαξ τεθνηκώς; ἀτὰρ εἰπέ μοι πρὸς τοῦ σοῦ Ἡρακλέους, ὁπότε ἐκεῖνος ἔζη, συνῆς αὐτῷ καὶ τότε εἴδωλον ὤν; εἷς μὲν ἦτε παρὰ τὸν βίον, ἐπεὶ δὲ ἀπεθάνετε, διαιρεθέντες μὲν ἐς θεοὺς ἀπέπτατο, σὺ δὲ τὸ εἴδωλον, ὥσπερ εἰκὸς ἦν, ἐς ᾅδου πάρει;

Ηρακλης
Ηρ.
Ηρ.

ἐχρῆν μὲν μη δὲ ἀποκρίνασθαι πρὸς ἄνδρα οὕτως ἐρεσχηλοῦντα · ὅμως δ’οὖν καὶ τοῦτο ἄκουσον · ὁπόσον μὲν γὰρ Ἀμφιτρύωνος ἐν τῷ Ἡρακλεῖ ἦν, τοῦτο τέθνηκε καί εἰμι ἐγὼ ἐκεῖνο πᾶν, δὲ ἦν τοῦ Διός, ἐν οὐρανῷ σύνεστι τοῖς θεοῖς.

Διογενης
Δι.
Δι.

σαφῶς νῦν μανθάνω · δύο γὰρ φὴς ἔτεκεν Ἀλκμήνη κατὰ τὸ αὐτὸ Ἡρακλέας, τὸν μὲν ὑπ’Ἀμφιτρύωνι, τὸν δὲ παρὰ τοῦ Διός, ὥστε ἐλελήθειτε δίδυμοι ὄντες ὁμομήτριοι.

Ηρακλης
Ηρ.
Ηρ.

οὔκ, μάταιε · γὰρ αὐτὸς ἄμφω ἦμεν.

Διογενης
Δι.
Δι.

οὐκ ἔστι μαθεῖν τοῦτο ῥᾴδιον, συνθέτους δύο ὄντας Ἡρακλέας, ἐκτὸς εἰ μὴ ὥσπερ ἱπποκένταυρός τις ἦτε ἐς ἓν συμπεφυκότες ἄνθρωπος καὶ θεός.

Ηρακλης
Ηρ.
Ηρ.

οὐ γὰρ καὶ πάντες οὕτω σοι δοκοῦσι συγκεῖσθαι ἐκ δυεῖν, ψυχῆς καὶ σώματος; ὥστε τί τὸ κωλῦόν ἐστι τὴν μὲν ψυχὴν ἐν οὐρανῷ εἶναι, ἥπερ ἦν ἐκ Διός, τὸ δὲ θνητὸν ἐμὲ παρὰ τοῖς νεκροῖς;

Διογενης
Δι.
Δι.

ἀλλ’, βέλτιστε Ἀμφιτρυωνιάδη, καλῶς ἂν ταῦτα ἔλεγες, εἰ σῶμα ἦσθα, νῦν δὲ ἀσώματον εἴδωλον εἶ · ὥστε κινδυνεύεις τριπλοῦν ἤδη ποιῆσαι τὸν Ἡρακλέα.

Ηρακλης
Ηρ.
Ηρ.

πῶς τριπλοῦν;

Διογενης
Δι.
Δι.

ὧδέ πως · εἰ γὰρ μέν τις ἐν οὐρανῷ, δὲ παρ’ἡμῖν σὺ τὸ εἴδωλον, τὸ δὲ σῶμα ἐλύθη κόνις ἤδη γενόμενον, τρία ταῦτα δὴ γίγνεται. καὶ σκόπει, ὅντινα δὴ πατέρα τὸν τρίτον ἐπινοήσεις τῷ σώματι.

Ηρακλης
Ηρ.
Ηρ.

θρασὺς εἶ καὶ σοφιστής · τίς δὲ καὶ ὢν τυγχάνεις;

Διογενης
Δι.
Δι.

Διογένους τοῦ Σινωπέως εἴδωλον, αὐτὸς δὲ οὐ μὰ Δία μετ’ἀθανάτοισι θεοῖσιν, ἀλλὰ τοῖς βελτίστοις νεκρῶν ἀνδρῶν συνὼν Ὁμήρου καὶ τῆς τοσαύτης ψυχρολογίας καταγελῶ.