Lucian

Dialogues of the Dead, 26

Μενιππος
Με.
Με.

ἤκουσα, Χείρων, ὡς θεὸς ὢν ἐπιθυμήσειας ἀποθανεῖν.

Χειρων
Χε.
Χε.

ἀληθῆ ταῦτα ἤκουσας, Μένιππε, καὶ τέθνηκα, ὡς ὁρᾷς, ἀθάνατος εἶναι δυνάμενος.

Μενιππος
Με.
Με.

τίς δαί σε ἔρως τοῦ θανάτου ἔσχεν, ἀνεράστου τοῖς πολλοῖς χρήματος;

Χειρων
Χε.
Χε.

ἐρῶ πρὸς σὲ οὐκ ἀσύνετον ὄντα. οὐκ ἦν ἔτι ἡδὺ ἀπολαύειν τῆς ἀθανασίας.

Μενιππος
Με.
Με.

οὐχ ἡδὺ ἦν ζῶντα ὁρᾶν τὸ φῶς;

Χειρων
Χε.
Χε.

οὔκ, Μένιππε · τὸ γὰρ ἡδὺ ἔγωγε ποικίλον τι καὶ οὐχ ἁπλοῦν ἡγοῦμαι εἶναι. ἐγὼ δὲ ζῶν ἀεὶ καὶ ἀπολαύων τῶν ὁμοίων, ἡλίου, φωτός, τροφῆς, αἱ ὧραι δὲ αἱ αὐταὶ καὶ τὰ γιγνόμενα ἅπαντα ἑξῆς ἕκαστον, ὥσπερ ἀκολουθοῦντα θάτερον θατέρῳ, ἐνεπλήσθην γοῦν αὐτῶν · οὐ γὰρ ἐν τῷ αὐτῷ ἀεί, ἀλλὰ καὶ ἐν τῷ μὴ μετασχεῖν ὅλως τὸ τερπνὸν ἦν.

Μενιππος
Με.
Με.

εὖ λέγεις, Χείρων. τὰ ἐν ᾅδου δὲ πῶς φέρεις, ἀφ’οὗ προελόμενος αὐτὰ ἥκεις;

Χειρων
Χε.
Χε.

οὐκ ἀηδῶς, Μένιππε · γὰρ ἰσοτιμία πάνυ δημοτικὴ καὶ τὸ πρᾶγμα οὐδὲν ἔχει τὸ διάφορον ἐν φωτὶ εἶναι καὶ ἐν σκότῳ · ἄλλωςτε οὔτε διψῆν ὥσπερ ἄνω οὔτε πεινῆν δεῖ, ἀλλ’ἀνεπιδεεῖς τούτων ἁπάντων ἐσμέν.

Μενιππος
Με.
Με.

ὅρα, Χείρων, μὴ περιπίπτῃς σεαυτῷ καὶ ἐς τὸ αὐτό σοι λόγος περιπέσῃ.

Χειρων
Χε.
Χε.

πῶς τοῦτο φής;

Μενιππος
Με.
Με.

ὅτι εἰ τῶν ἐν τῷ βίῳ τὸ ὅμοιον ἀεὶ καὶ ταὐτὸν ἐγένετό σοι προσκορές, καὶ τἀνταῦθα ὅμοια ὄντα προσκορῆ ὁμοίως ἂν γένοιτο, καὶ δεήσει μεταβολήν σε ζητεῖν τινα καὶ ἐντεῦθεν ἐς ἄλλον βίον, ὅπερ οἶμαι ἀδύνατον.

Χειρων
Χε.
Χε.

τί οὖν ἂν πάθοι τις, Μένιππε;

Μενιππος
Με.
Με.

ὅπερ, οἶμαι, φασί, συνετὸν ὄντα ἀρέσκεσθαι καὶ ἀγαπᾶν τοῖς παροῦσι καὶ μηδὲν αὐτῶν ἀφόρητον οἴεσθαι.