Polybius

Histories, 9

9.1

9.1.1αἱ μὲν οὖν ἐπιφανέσταται πράξεις τῶν ὑπὸ τῆς προειρημένης ὀλυμπιάδος περιληφθεισῶν καὶ τοῦ τετραετοῦς διαστήματος, φαμεν δεῖν ὀλυμπιάδα νομίζειν, εἰσὶν αὗται · περὶ ὧν ἡμεῖς ἐν δυσὶ βυβλίοις πειρασόμεθα ποιεῖσθαι τὴν ἐξήγησιν.

9.1.2οὐκ ἀγνοῶ δὲ διότι συμβαίνει τὴν πραγματείαν ἡμῶν ἔχειν αὐστηρόν τι καὶ πρὸς ἓν γένος ἀκροατῶν οἰκειοῦσθαι καὶ κρίνεσθαι διὰ τὸ μονοειδὲς τῆς συντάξεως.

9.1.3οἱ μὲν γὰρ ἄλλοι συγγραφεῖς σχεδὸν ἅπαντες, εἰ δὲ μή γ’, οἱ πλείους, πᾶσι τοῖς τῆς ἱστορίας μέρεσι χρώμενοι πολλοὺς ἐφέλκονται πρὸς ἔντευξιν τῶν ὑπομνημάτων.

9.1.4τὸν μὲν γὰρ φιλήκοον γενεαλογικὸς τρόπος ἐπισπᾶται, τὸν δὲ πολυπράγμονα καὶ περιττὸν περὶ τὰς ἀποικίας καὶ κτίσεις καὶ συγγενείας, καθά που καὶ παρ’Ἐφόρῳ λέγεται, τὸν δὲ πολιτικὸν περὶ τὰς πράξεις τῶν ἐθνῶν καὶ πόλεων καὶ δυναστῶν.

9.1.5ἐφ’ὃν ἡμεῖς ψιλῶς κατηντηκότες καὶ περὶ τοῦτον πεποιημένοι τὴν ὅλην τάξιν, πρὸς ἓν μέν τι γένος, ὡς προεῖπον, οἰκείως ἡρμόσμεθα, τῷ δὲ πλείονι μέρει τῶν ἀκροατῶν ἀψυχαγώγητον παρεσκευάκαμεν τὴν ἀνάγνωσιν.

9.1.6τίνος δὲ χάριν τἄλλα μέρη τῆς ἱστορίας ἀποδοκιμάσαντες αὐτὰ τὰ κατὰ τὰς πράξεις προειλάμεθα γράφειν, ἐν ἑτέροις ἡμῖν εἴρηται διὰ πλειόνων, κεφαλαιωδῶς γε μὴν οὐδὲν ἐπέχει καὶ νῦν ἐμφάσεως χάριν ὑπομνῆσαι τοὺς ἀκούοντας.

9.2

9.2.1πολλῶν γὰρ καὶ πολλαχῶς ἐξηριθμημένων τάτε περὶ τὰς γενεαλογίας καὶ μύθους καὶ περὶ τὰς ἀποικίας, ἔτι δὲ συγγενείας καὶ κτίσεις, λοιπὸν τὰ ἀλλότρια δεῖ λέγειν ὡς ἴδια τὸν νῦν περὶ τούτων πραγματευόμενον, πάντων ἐστὶν αἴσχιστον, τοῦτο μὴ βουλόμενον προδήλως ματαιοπονεῖν, ὑπὲρ τοιούτων ὁμολογοῦντα συντάττεσθαι καὶ φροντίζειν, διὰ τῶν προγενεστέρων ἱκανῶς δεδήλωται καὶ παραδέδοται τοῖς ἐπιγινομένοις.

9.2.3ταῦτα μὲν οὖν παρελείφθη τούτων ἕνεκα καὶ πλειόνων ἑτέρων ·

9.2.4 δὲ πραγματικὸς τρόπος ἐνεκρίθη πρῶτον μὲν διὰ τὸ καινοποιεῖσθαι συνεχῶς καὶ καινῆς ἐξηγήσεως δεῖσθαι τῷ μὴ συμβατὸν εἶναι τοῖς ἀρχαίοις τὸ τὰς ἐπιγινομένας πράξεις ἡμῖν ἐξαγγεῖλαι, δεύτερον δὲ καὶ διὰ τὸ πάντων ὠφελιμώτατον αὐτὸν καὶ πρὸ τοῦ μέν, μάλιστα δὲ νῦν ὑπάρχειν, τῷ τὰς ἐμπειρίας καὶ τέχνας ἐπὶ τοσοῦτον προκοπὴν εἰληφέναι καθ’ἡμᾶς ὥστε πᾶν τὸ παραπῖπτον ἐκ τῶν καιρῶν ὡς ἂν εἰ μεθοδικῶς δύνασθαι χειρίζειν τοὺς φιλομαθοῦντας.

9.2.6διόπερ ἡμεῖς οὐχ οὕτως τῆς τέρψεως στοχαζόμενοι τῶν ἀναγνωσομένων ὡς τῆς ὠφελείας τῶν προσεχόντων, τἄλλα παρέντες ἐπὶ τοῦτο τὸ μέρος κατηνέχθημεν.

9.2.7περὶ μὲν οὖν τούτων οἱ συνεφιστάνοντες ἐπιμελῶς ἡμῶν τοῖς ὑπομνήμασι βεβαιότατα μαρτυρήσουσι τοῖς νῦν λεγομένοις.

9.3

9.3.1Ἀννίβας δὲ κύκλῳ περιλαμβάνων τὸν χάρακα τοῦ Ἀππίου τὸ μὲν πρῶτον ἠκροβολίζετο καὶ κατεπείραζε, βουλόμενος ἐκκαλεῖσθαι πρὸς μάχην ·

9.3.2οὐδενὸς δὲ συνυπακούοντος τέλος ἐγίνετο πολιορκίᾳ παραπλήσιον τὸ συμβαῖνον, τῶν μὲν ἱππέων ἐπιφερομένων ταῖς ἴλαις καὶ μετὰ κραυγῆς εἰσακοντιζόντων εἰς τὴν παρεμβολήν, τῶν δὲ πεζῶν κατὰ σπείρας προσπιπτόντων καὶ διασπᾶν τὸ χαράκωμα πειρωμένων.

9.3.3οὐ μὴν ἀλλ’οὐ δ’ὣς ἐδύνατο κινῆσαι τοὺς Ῥωμαίους ἐκ τῆς ὑποκειμένης προθέσεως, ἀλλὰ τοῖς μὲν εὐζώνοις ἀπετρίβοντο τοὺς προσπίπτοντας πρὸς τὸν χάρακα, τοῖς δὲ βαρέσι τῶν ὅπλων ἀσφαλιζόμενοι τὴν ἐπιφορὰν τῶν βελῶν ἔμενον ἐν τάξει κατὰ τὰς σημαίας.

9.3.4Ἀννίβας δὲ δυσαρεστούμενος τοῖς ὅλοις διὰ τὸ μήτε παραπεσεῖν εἰς τὴν πόλιν δύνασθαι μήτ’ἐκκαλεῖσθαι τοὺς Ῥωμαίους, ἐβουλεύετο περὶ τῶν ἐνεστώτων τί χρὴ ποιεῖν.

9.3.5ἐμοὶ δ’οὐ μόνοις ἂν δοκεῖ Καρχηδονίοις τὰ τότε συμβαίνοντα παρέχειν ἀπορίαν, ἀλλὰ καὶ τῶν ἄλλων ἀνθρώπων τοῖς πυθομένοις.

9.3.6τίς γὰρ οὐκ ἂν ἀπιστήσαι πῶς Ῥωμαῖοι, πολλαῖς μὲν ἡττημένοι μάχαις ὑπὸ Καρχηδονίων, οὐ τολμῶντες δὲ κατὰ πρόσωπον ἔτι συγκαθίστασθαι τοῖς ὑπεναντίοις, ὅμως οὔτ’εἴκειν οἷοίτ’ἦσαν οὔτ’ἐκχωρεῖν τῶν ὑπαίθρων;

9.3.7καὶ τὸν μὲν πρὸ τοῦ χρόνον ἀντιπαρῆγον μόνον ἀεὶ ταῖς ὑπωρείαις, τότε δὲ καθίσαντες εἰς τὰ πεδία καὶ τὸν ἐπιφανέστατον τόπον τῆς Ἰταλίας ἐπολιόρκουν τὴν ἰσχυροτάτην πόλιν, κύκλῳ προσμαχομένων αὐτοῖς τῶν πολεμίων, πρὸς οὓς οὐ δ’ἐπινοήσαντες οἷοίτ’ἦσαν ἀντοφθαλμεῖν ·

9.3.8καρχηδόνιοίτ’, ἀδιαλείπτως νικῶντες ταῖς μάχαις, οὐχ ἧττον ἐνίοις καιροῖς ἐδυσχρηστοῦντο τῶν ἡττωμένων.

9.3.9δοκεῖ δέ μοι παραίτιον τοῦτο γεγονέναι τῆς ἑκατέρων προαιρέσεως, τὸ παρ’ἀμφοῖν συντεθεωρῆσθαι διότι τὸ παρ’Ἀννίβου σύνταγμα τῶν ἱππέων αἴτιον ἦν καὶ τοῦ νικᾶν τοὺς Καρχηδονίους καὶ τοῦ λείπεσθαι τοὺς Ῥωμαίους.

9.3.10διόπερ αἵτε τῶν ἡττωμένων στρατοπέδων ἀντιπαραγωγαὶ μετὰ τὰς μάχας εὐθέως κατὰ λόγον ἐγίνοντο · διὰ γὰρ τόπων τοιούτων ἀντιπαρῆγον ἐν οἷς οὐδὲν ἔμελλε βλάψειν αὐτοὺς τὸ τῶν ὑπεναντίων ἱππικόν.

9.3.11τάτε περὶ τὴν Καπύην τότε συμβαίνοντ’εἰκότως ἑκατέροις ἀπήντα.

9.4

9.4.1τὸ μὲν γὰρ τῶν Ῥωμαίων στρατόπεδον ἐξιέναι μὲν πρὸς μάχην οὐκ ἐθάρρει τῷ δεδιέναι τοὺς τῶν πολεμίων ἱππεῖς, ἔμενε δ’ἐν τῇ παρεμβολῇ τετολμηκότως, σαφῶς εἰδὸς ἀβλαβῆ τὴν ἵππον αὐτοῖς ἐσομένην, ὑφ’ἧς ἐν ταῖς μάχαις ἡττᾶτο.

9.4.3οἵτε Καρχηδόνιοι πάλιν εὐλόγως οὔτε στρατοπεδεύσαντες μετὰ τῆς ἵππου μένειν ἐδύναντο πλείω χρόνον διὰ τὸ τὰ μὲν ἐν τῇ παρακειμένῃ χώρᾳ χορτάσματα πάντα κατεφθαρκέναι τοὺς Ῥωμαίους αὐτοῦ τούτου χάριν, τοῖς δὲ νώτοις οὐκ ἐφικτὸν εἶναι τοσαύτῃ μὲν ἵππῳ, τοσούτοις δ’ὑποζυγίοις κατανύσαι χόρτον κριθὰς κομίζοντας ἐκ μακροῦ διαστήματος ·

9.4.4οὔτε μὴν ἄνευ τῶν ἱππέων παραστρατοπεδεύσαντες ἐθάρρουν πολιορκεῖν χάρακα καὶ τάφρον προβεβλημένους τοὺς ὑπεναντίους, πρὸς οὓς καὶ τὸν ἐξ ἴσου κίνδυνον αὐτοῖς ἀμφίδοξον εἶναι συνέβαινε χωρὶς τῶν ἱππέων.

9.4.5ἔτι δὲ πρὸς τούτοις ἠγωνίων καὶ τοὺς ἐπικαθισταμένους ὑπάτους μὴ παραγενηθέντες ἐπιστρατοπεδεύσαιεν καὶ πολλὴν ἀπορίαν σφίσι παραστήσαιεν, ἀφελόμενοι τὴν τῶν χορηγιῶν ἐπάρκειαν.

9.4.6ἐξ ὧν συλλογιζόμενος Ἀννίβας ἀδύνατον ὑπάρχον τὸ διὰ τῆς ἐκ χειρὸς βίας λῦσαι τὴν πολιορκίαν, ἐπ’ἄλλης ἐγένετο γνώμης.

9.4.7ὑπέλαβε γάρ, εἰ λαθραίαν ποιησάμενος τὴν πορείαν αἰφνιδίως ἐπιφανείη τοῖς κατὰ τὴν Ῥώμην τόποις, ἴσως μὲν ἂν καὶ περὶ τὴν πόλιν ἀνύσασθαί τι τῶν χρησίμων, ἐκπλήξας τῷ παραδόξῳ τοὺς ἐνοικοῦντας ·

9.4.8εἰ δὲ μὴ τοῦτο, τούς γε περὶ τὸν Ἄππιον ἀναγκάσειν λύειν τὴν πολιορκίαν, σπεύδοντας τῇ πατρίδι βοηθεῖν, διαιροῦντας τὴν δύναμιν εὐκαταγωνίστους ὑπάρξειν καὶ τοὺς βοηθοῦντας καὶ τοὺς ἀπολειπομένους αὐτῶν.

9.5

9.5.1 διανοηθεὶς ἐξέπεμψε γραμματοφόρον εἰς τὴν Καπύην, πείσας τινὰ τῶν Λιβύων αὐτομολῆσαι πρὸς τοὺς Ῥωμαίους, κἀκεῖθεν εἰς τὴν πόλιν, προνοηθεὶς τῆς τῶν γραμμάτων ἀσφαλείας ·

9.5.2πάνυ γὰρ ἠγωνία μὴ θεωρήσαντες αὐτὸν ἀπαλλαττόμενον οἱ Καπυανοί, κἄπειτα διατραπέντες ὡς ἀπηλπισμένοι, παραδῶσι τοῖς Ῥωμαίοις ἑαυτούς.

9.5.3διὸ γράψας ὑπὲρ τῆς ἐπιβολῆς τῆς κατὰ τὴν ἀναζυγὴν ἀπέστειλε τὸν Λίβυν, ἵνα συνέντες τὴν πρόθεσιν αὐτοῦ καὶ τὸν χωρισμὸν εὐθαρσῶς ὑπομένοιεν τὴν πολιορκίαν.

9.5.4τοῖς δ’ἐν Ῥώμῃ προσπεπτωκότων τῶν περὶ τὴν Καπύην, διότι παρεστρατοπεδευκὼς Ἀννίβας πολιορκεῖ τὰς δυνάμεις αὐτῶν, ὀρθοὶ ταῖς διανοίαις καὶ περίφοβοι πάντες ἦσαν, ὡς καὶ πρὸς τὰ ὅλα διατεινούσης τῆς ἐνεστηκυίας κρίσεως ·

9.5.5διὸ καὶ ταῖς ἐξαποστολαῖς καὶ ταῖς παρασκευαῖς πρὸς τοῦτο τὸ μέρος ὅλοι καὶ πάντες ἐνενεύκεισαν.

9.5.6οἱ δὲ Καπυανοὶ κομισάμενοι τὰ παρὰ τοῦ Λίβυος γράμματα καὶ γνόντες τὴν ἐπίνοιαν τῶν Καρχηδονίων, ἔμενον ἐπὶ τῶν ὑποκειμένων, κρίνοντες ἔτι ταύτην ἐξελέγξαι τὴν ἐλπίδα. Ἀννίβας δὲ μετὰ πέμπτην ἡμέραν τῆς παρουσίας, δειπνοποιησάμενος καὶ καταλιπὼν τὰ πυρὰ καιόμενα, τοιαύτην ἐποίησε τὴν ἀναζυγὴν ὥστε μηδένα συνεῖναι τῶν πολεμίων τὸ συμβαῖνον.

9.5.8χρησάμενος δὲ ταῖς πορείαις διὰ τῆς Σαυνίτιδος ἐνεργοῖς καὶ συνεχέσι καὶ τοὺς περὶ τὴν ὁδὸν τόπους αἰεὶ ταῖς προπορείαις ἐξερευνώμενος καὶ προκαταλαμβάνων, ἔτι τῶν ἐν τῇ Ῥώμῃ ταῖς διανοίαις περὶ τὴν Καπύην καὶ τὰς ἐκεῖ πράξεις ὄντων ἔλαθε διαβὰς τὸν Ἀνίωνα ποταμὸν καὶ συνεγγίσας, ὥστε μὴ πλεῖον τετταράκοντα σταδίων ἀποσχὼν τῆς Ῥώμης ποιήσασθαι τὴν παρεμβολήν.

9.6

9.6.1οὗ γενομένου καὶ προσπεσόντος εἰς τὴν Ῥώμην, εἰς ὁλοσχερῆ συνέβη ταραχὴν καὶ φόβον ἐμπεσεῖν τοὺς κατὰ τὴν πόλιν, ἅτε τοῦ πράγματος αἰφνιδίου μὲν ὄντος καὶ τελέως ἀνελπίστου διὰ τὸ μηδέποτε τὸν Ἀννίβαν ἐπὶ τοσοῦτον ἀπηρκέναι τῆς πόλεως, ὑποτρεχούσης δέ τινος ἅμα καὶ τοιαύτης ἐννοίας ὡς οὐχ οἷόντε τοὺς ἐναντίους ἐπὶ τοσοῦτον ἐγγίσαι καὶ καταθαρρῆσαι μὴ οὐ τῶν περὶ Καπύην στρατοπέδων ἀπολωλότων.

9.6.3διόπερ οἱ μὲν ἄνδρες τὰ τείχη προκατελάμβανον καὶ τοὺς πρὸ τῆς πόλεως εὐκαίρους τόπους, αἱ δὲ γυναῖκες περιπορευόμεναι τοὺς ναοὺς ἱκέτευον τοὺς θεούς, πλύνουσαι ταῖς κόμαις τὰ τῶν ἱερῶν ἐδάφη ·

9.6.4τοῦτο γὰρ αὐταῖς ἔθος ἐστὶ ποιεῖν, ὅταν τις ὁλοσχερὴς τὴν πατρίδα καταλαμβάνῃ κίνδυνος.

9.6.5ἄρτι δὲ τῶν περὶ τὸν Ἀννίβαν κατεστρατοπεδευκότων καὶ διανοουμένων τῇ μετὰ ταῦθ’ἡμέρᾳ καταπειράζειν αὐτῆς τῆς πόλεως, γίνεται παράδοξόν τι καὶ τυχικὸν σύμπτωμα πρὸς σωτηρίαν τοῖς Ῥωμαίοις.

9.6.6οἱ γὰρ περὶ τὸν Γνάιον καὶ Πόπλιον τοῦ μὲν ἑνὸς στρατοπέδου πρότερον πεποιημένοι τὴν καταγραφὴν ἐνόρκους εἶχον τοὺς στρατιώτας εἰς ἐκείνην τὴν ἡμέραν ἥξειν ἐν τοῖς ὅπλοις εἰς τὴν Ῥώμην, τοῦ δ’ἑτέρου τότε τὰς καταγραφὰς ἐποιοῦντο καὶ δοκιμασίας.

9.6.7ἐξ οὗ συνέβη πλῆθος ἀνδρῶν αὐτομάτως ἁθροισθῆναι πρὸς τὸν δέοντα καιρὸν εἰς τὴν Ῥώμην. οὓς ἐξαγαγόντες εὐθαρσῶς οἱ στρατηγοὶ καὶ παρεμβαλόντες πρὸ τῆς πόλεως ἐπέσχον τὴν ὁρμὴν τῶν περὶ τὸν Ἀννίβαν.

9.6.8οἱ γὰρ Καρχηδόνιοι τὸ μὲν πρῶτον ὥρμησαν, οὐχ ὅλως ἀπελπίζοντες αἱρήσειν κατὰ κράτος αὐτὴν τὴν Ῥώμην · συνθεασάμενοι δὲ τοὺς ὑπεναντίους παρατεταγμένους καὶ ταχέως διά τινος αἰχμαλώτου πυθόμενοι τὸ γεγονός, τῆς μὲν ἐπὶ τὴν πόλιν ἐπιβολῆς ἀπέστησαν, τὴν δὲ χώραν ἐδῄουν ἐπιπορευόμενοι καὶ τὰς οἰκίας ἐνεπίμπρασαν.

9.6.9τὰς μὲν οὖν ἀρχὰς ἀναρίθμητον περιελασάμενοι λείας πλῆθος ἥθροισαν εἰς τὴν παρεμβολήν, ὡς ἂν εἰς ἄγραν ἥκοντες τοιαύτην εἰς ἣν οὐδεὶς οὐδέποτε πολέμιον ἥξειν ἤλπιζε ·

9.7

9.7.1μετὰ δὲ ταῦτα τῶν ὑπάτων τολμησάντων ἐν δέκα σταδίοις ἀντιστρατοπεδεῦσαι σφίσι παραβόλως, Ἀννίβας ἅμα μὲν λείας πλῆθος ἡθροικώς, ἅμα δὲ τῆς κατὰ τὴν πόλιν ἐλπίδος ἀποπεπτωκώς, τὸ δὲ μέγιστον, συλλογιζόμενος τὰς ἡμέρας, ἐν αἷς ἤλπιζε κατὰ τὴν ἐξ ἀρχῆς ἐπίνοιαν πυθομένους τοὺς περὶ τὸν Ἄππιον τὸν περὶ τὴν πόλιν κίνδυνον ἤτοι λύσαντας τὴν πολιορκίαν ὁλοσχερῶς παραβοηθήσειν τοῖς ἐπὶ τῇ Ῥώμῃ πράγμασιν μέρος τι καταλιπόντας τῷ πλείονι βοηθήσειν κατὰ σπουδήν ·

9.7.3ὧν ὁπότερον ἂν συμβῇ, δεόντως ἕξειν ὑπειληφὼς ἐκίνει τὴν δύναμιν ἐκ τῆς παρεμβολῆς ὑπὸ τὴν ἑωθινήν.

9.7.4οἱ δὲ περὶ τὸν Πόπλιον διασπάσαντες τὰς ἐπὶ τοῦ προειρημένου ποταμοῦ γεφύρας καὶ συναναγκάσαντες αὐτὸν διὰ τοῦ ῥεύματος περαιοῦν τὴν δύναμιν, προσέκειντο τοῖς Καρχηδονίοις περὶ τὴν διάβασιν καὶ πολλὴν παρεῖχον δυσχρηστίαν.

9.7.5ὁλοσχερὲς μὲν οὖν οὐδὲν ἐδύναντο πρᾶξαι διὰ τὸ πλῆθος τῶν ἱππέων καὶ τὴν πρὸς πάντα τόπον εὐχρηστίαν τῶν Νομάδων · τῆς δὲ λείας ἱκανόν τι μέρος ἀφελόμενοι καὶ περὶ τριακοσίους καταβαλόντες τῶν πολεμίων τότε μὲν ἀνεχώρησαν πρὸς τὴν παρεμβολήν, μετὰ δὲ ταῦτα νομίσαντες τοὺς Καρχηδονίους διὰ φόβον σπουδῇ ποιεῖσθαι τὴν ὑποχώρησιν, εἵποντο κατόπιν ταῖς παρωρείαις.

9.7.7Ἀννίβας δὲ τὸ μὲν πρῶτον ἠπείγετο, σπεύδων ἐπὶ τὸ προκείμενον · μετὰ δὲ πέμπτην ἡμέραν προσαγγελθέντος αὐτῷ μένειν ἐπὶ τῆς πολιορκίας τοὺς περὶ τὸν Ἄππιον, οὕτως ὑποστὰς καὶ προσδεξάμενος τοὺς ἑπομένους ἐπιτίθεται νυκτὸς ἔτι τῇ στρατοπεδείᾳ, καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινε, τοὺς δὲ λοιποὺς ἐκ τῆς παρεμβολῆς ἐξέβαλε.

9.7.9τῆς δ’ἡμέρας ἐπιγενομένης συνθεωρήσας τοὺς Ῥωμαίους πρός τινα λόφον ἐρυμνὸν ἀποκεχωρηκότας, τοῦ μὲν ἔτι προσκαρτερεῖν τούτοις ἀπέγνω, ποιησάμενος δὲ τὴν πορείαν διὰ τῆς Δαυνίας καὶ τῆς Βρεττίας ἐπέστη τοῖς κατὰ τὸ Ῥήγιον τόποις ἀνυπόπτως, ὥστε παρ’ὀλίγον μὲν καὶ τῆς πόλεως κυριεῦσαι, πάντας δὲ τοὺς ἐπὶ τὴν χώραν ἐκπεπορευμένους ἀποτεμέσθαι καὶ πλείστων γενέσθαι Ῥηγίνων κύριος ἐν ἐκείνῃ τῇ παρουσίᾳ.

9.8

9.8.1δοκεῖ δέ μοι δικαίως ἄν τις ἐπισημήνασθαι κατὰ τοῦτον τὸν καιρὸν τάςτε Καρχηδονίων καὶ Ῥωμαίων ἀρετὰς καὶ φιλοτιμίας ἐν τῷ πολεμεῖν.

9.8.2καθάπερ γὰρ Ἐπαμινώνδαν τὸν Θηβαῖον θαυμάζουσι πάντες, διότι παραγενόμενος εἰς Τεγέαν μετὰ τῶν συμμάχων καὶ θεωρήσας τοὺς Λακεδαιμονίους αὐτούςτε πανδημεὶ παραγεγονότας εἰς Μαντίνειαν καὶ τοὺς συμμάχους εἰς ταύτην ἡθροικότας τὴν πόλιν, ὡς παραταξομένους τοῖς Θηβαίοις, δειπνοποιήσασθαι τοῖς αὑτοῦ καθ’ὥραν παραγγείλας ἐξῆγε τὴν δύναμιν ἄρτι τῆς νυκτὸς ἐπιγινομένης, ὡς τῆς παρατάξεως χάριν σπεύδων εὐκαίρους τινὰς προκαταλαβέσθαι τόπους, τοιαύτην δὲ τοῖς πολλοῖς δόξαν ἐνεργασάμενος προῆγε, ποιούμενος τὴν πορείαν ἐπ’αὐτὴν τὴν Λακεδαίμονα, προσμίξας δὲ περὶ τρίτην ὥραν τῇ πόλει παραδόξως καὶ καταλαβὼν τὴν Σπάρτην ἔρημον τῶν βοηθησόντων, μέχρι μὲν ἀγορᾶς ἐβιάσατο καὶ κατέσχε τῆς πόλεως τοὺς ἐπὶ τὸν ποταμὸν ἐστραμμένους τόπους.

9.8.6γενομένης δὲ περιπετείας, καί τινος αὐτομόλου τὴν νύκτα διαπεσόντος εἰς τὴν Μαντίνειαν καὶ διασαφήσαντος Ἀγησιλάῳ τῷ βασιλεῖ τὸ συμβαῖνον, καὶ τῶν βοηθούντων παραγενομένων εἰς τὸν τῆς καταλήψεως καιρόν, ταύτης μὲν τῆς ἐλπίδος ἀπεσφάλη, μετὰ δὲ ταῦτα περὶ τὸν Εὐρώταν ἀριστοποιησάμενος καὶ προσαναλαβὼν τὴν δύναμιν ἐκ τῆς κακοπαθείας, ὥρμα πάλιν ἐξ ὑποστροφῆς τὴν αὐτὴν ὁδόν, συλλογιζόμενος ὅτι συμβήσεται τῶν Λακεδαιμονίων καὶ τῶν συμμάχων παραβεβοηθηκότων εἰς τὴν Σπάρτην ἔρημον πάλιν καταλείπεσθαι τὴν Μαντίνειαν ·

9.8.8 καὶ συνέβη γενέσθαι.

9.8.9διὸ παρακαλέσας τοὺς Θηβαίους καὶ χρησάμενος ἐνεργῷ τῇ νυκτοπορείᾳ παρῆν καὶ προσέμισγε τῇ Μαντινείᾳ περὶ μέσον ἡμέρας, ἐρήμῳ τελέως ὑπαρχούσῃ τῶν βοηθησόντων.

9.8.10οἱ δ’Ἀθηναῖοι κατὰ τὸν καιρὸν τοῦτον σπουδάζοντες μετασχεῖν τοῦ πρὸς τοὺς Θηβαίους ἀγῶνος τοῖς Λακεδαιμονίοις κατὰ τὴν συμμαχίαν παρῆσαν.

9.8.11ἤδη δὲ τῆς Θηβαίων πρωτοπορείας συναπτούσης πρὸς τὸ τοῦ Ποσειδῶνος ἱερόν, κεῖται πρὸ τῆς πόλεως ἐν ἑπτὰ σταδίοις, ὥσπερ ἐπίτηδες συνεκύρησεν ἅμα καὶ τοὺς Ἀθηναίους ἐπιφαίνεσθαι κατὰ τὸν τῆς Μαντινείας ὑπερκείμενον λόφον ·

9.8.12εἰς οὓς ἐμβλέψαντες οἱ καταλελειμμένοι τῶν Μαντινέων μόλις ἐθάρρησαν ἐπιβῆναι τοῦ τείχους καὶ κωλῦσαι τὴν τῶν Θηβαίων ἔφοδον.

9.8.13διόπερ εἰκότως οἱ συγγραφεῖς ἐπιμέμφονται τοῖς προειρημένοις ἔργοις, φάσκοντες τῷ μὲν ἡγεμόνι πεπρᾶχθαι πᾶν ὅσον ἀγαθῷ στρατηγῷ, καὶ τῶν μὲν ὑπεναντίων κρείττω, τῆς δὲ τύχης ἥττω γεγονέναι τὸν Ἐπαμινώνδαν.

9.9

9.9.1τὸ δὲ παραπλήσιον ἄν τις εἴποι καὶ περὶ τῶν κατ’Ἀννίβαν.

9.9.2καὶ γὰρ τὸ προσβαλόντα τοῖς πολεμίοις πειραθῆναι διὰ τῶν ἐκ μέρους ἀγώνων λύειν τὴν πολιορκίαν, καὶ τὸ ταύτης ἀποπεσόντα τῆς προσβολῆς ἐπ’αὐτὴν ὁρμῆσαι τὴν Ῥώμην, κἄπειτα μὴ καθικόμενον τῆς προθέσεως διὰ τὰς ἐκ ταὐτομάτου περιπετείας αὖθις ἐξ ὑποστροφῆς συντρῖψαι μὲν τοὺς ἑπομένους, ἐφεδρεῦσαι δὲ τῷ κατὰ λόγον, εἰ συνέβη γενέσθαι κίνημα περὶ τοὺς τὴν Καπύην πολιορκοῦντας, τὸ δὲ τελευταῖον μὴ λήξαντα τῆς προθέσεως εἰς τὴν τῶν ἐχθρῶν βλάβην ἀποσκῆψαι, μόνον οὐ δ’ἀναστάτους ποιῆσαι Ῥηγίνους, τίς οὐκ ἂν ἐπισημήναιτο καὶ θαυμάσαι τὸν προειρημένον ἐπὶ τούτοις ἡγεμόνα;

9.9.6καὶ μὴν Ῥωμαίους Λακεδαιμονίων ἀμείνους ἄν τις ἐν τούτῳ τῷ καιρῷ κρίνειεν.

9.9.7Λακεδαιμόνιοι μὲν γὰρ τῇ πρώτῃ προσαγγελίᾳ συνεκχυθέντες τὴν μὲν Σπάρτην ἔσωσαν, τὴν δὲ Μαντίνειαν τὸ καθ’αὑτοὺς μέρος ἀπέβαλον ·

9.9.8Ῥωμαῖοι δὲ καὶ τὴν πατρίδα διεφύλαξαν καὶ τὴν πολιορκίαν οὐκ ἔλυσαν, ἀλλ’ἔμειναν ἀσαλεύτως καὶ βεβαίως ἐπὶ τῶν ὑποκειμένων καὶ τὸ λοιπὸν ἤδη τεθαρρηκότως προσέκειντο τοῖς Καπυανοῖς.

9.9.9ταῦτα μὲν οὖν οὐχ οὕτως τοῦ Ῥωμαίων Καρχηδονίων ἐγκωμίου χάριν εἴρηταί μοι τούτους μὲν γὰρ ἤδη πολλάκις ἐπεσημηνάμην τὸ δὲ πλεῖον τῶν ἡγουμένων παρ’ἀμφοτέροις καὶ τῶν μετὰ ταῦτα μελλόντων χειρίζειν παρ’ἑκάστοις τὰς κοινὰς πράξεις, ἵνα τῶν μὲν ἀναμιμνησκόμενοι, τὰ δ’ὑπὸ τὴν ὄψιν λαμβάνοντες ζηλωταὶ γίνωνται παράβολον ἔχειν τι καὶ κινδυνῶδες, τοὐναντίον ἀσφαλῆ μὲν τὴν τόλμαν, θαυμασίαν δὲ τὴν ἐπίνοιαν, ἀείμνηστον δὲ καὶ καλὴν ἔχει τὴν προαίρεσιν καὶ κατορθωθέντα καὶ διαψευσθέντα παραπλησίως, ἐὰν μόνον σὺν νῷ γένηται τὰ πραττόμενα.

9.9.10Ἄτελλα, πόλις Ὀπικῶν Ἰταλίας μεταξὺ Καπύης καὶ Νεαπόλεως.

9.9.11τῶν γὰρ Ῥωμαίων πολιορκούντων Τάραντα Βομίλκας τῶν Καρχηδονίων ναύαρχος εἰς τὸ συμμαχήσειν μετὰ δυνάμεως πλείστης καὶ μηδὲν δυνηθεὶς ἐπικουρῆσαι τοῖς ἔνδον διὰ τὸ τοὺς Ῥωμαίους ἀσφαλῶς θέσθαι τὰ περὶ τὴν στρατοπεδείαν, ἔλαθεν ἀναλώσας τὴν χορηγίαν. καὶ μετὰ παρακλήσεως πρότερον ἀφικέσθαι ἐκβιασθεὶς καὶ ὑποσχέσεων μεγάλων, ὕστερον μεθ’ἱκετηρίας τῶν ἔνδον ἀποπλεῦσαι ἀπηναγκάσθη.

9.10

9.10.1οὐκ ἐκ τῶν ἔξω κοσμεῖται πόλις, ἀλλ’ἐκ τῆς τῶν οἰκούντων ἀρετῆς.

9.10.2ἐκρίθη μὲν οὖν διὰ τοῦτο τοῖς Ῥωμαίοις τὰ προειρημένα μετακομίζειν εἰς τὴν ἑαυτῶν πατρίδα καὶ μηδὲν ἀπολιπεῖν ·

9.10.3πότερα δ’ὀρθῶς τοῦτο καὶ συμφερόντως αὑτοῖς ἔπραξαν τἀναντία, πολὺς ἂν εἴη λόγος, πλείων γε μὴν εἰς τὸ μὴ δεόντως σφίσι πεπρᾶχθαι μη δ’ἀκμὴν νῦν πράττεσθαι τοῦτο τοὔργον.

9.10.4εἰ μὲν γὰρ ἐκ τοιούτων ὁρμηθέντες προεβίβασαν τὴν πατρίδα, δῆλον ὡς εἰκότως ταῦτα μετέφερον εἰς τὴν οἰκείαν, δι’ὧν ηὐξήθησαν.

9.10.5εἰ δ’ἁπλουστάτοις χρώμενοι βίοις καὶ πορρωτάτω τῆς ἐν τούτοις περιττότητος καὶ πολυτελείας ἀφεστῶτες ὅμως ἐπεκράτουν τούτων αἰεὶ παρ’οἷς ὑπῆρχε πλεῖστα καὶ κάλλιστα τὰ τοιαῦτα, πῶς οὐ νομιστέον εἶναι τὸ γινόμενον ὑπ’αὐτῶν ἁμάρτημα;

9.10.6τὸ γὰρ ἀπολιπόντας τὰ τῶν νικώντων ἔθη τὸν τῶν ἡττωμένων ζῆλον ἀναλαμβάνειν, προσεπιδραττομένους ἅμα καὶ τὸν ἐξακολουθοῦντα τοῖς τοιούτοις φθόνον, πάντων ἐστὶ φοβερώτατον ταῖς ὑπεροχαῖς, ὁμολογούμενον ἂν εἴποι τις εἶναι τῶν πραττόντων παράπτωμα.

9.10.7οὐ γὰρ οὕτως θεώμενος οὐδέποτε μακαρίζει τοὺς τἀλλότρια κεκτημένους, ὡς ἐν τῷ φθονεῖν ἅμα καί τις ἔλεος αὐτὸν ὑποτρέχει τῶν ἐξ ἀρχῆς ἀποβαλόντων.

9.10.8ἐπὰν δὲ καὶ προβαίνῃ τὰ τῆς εὐκαιρίας καὶ πάντα συνάγῃ πρὸς αὑτὸν τὰ τῶν ἄλλων, καὶ ταῦτα συγκαλῇ τρόπον τινὰ τοὺς ἐστερημένους ἐπὶ θέαν, διπλάσιον γίνεται τὸ κακόν.

9.10.9οὐ γὰρ ἔτι τοὺς πέλας ἐλεεῖν συμβαίνει τοὺς θεωμένους, ἀλλὰ σφᾶς αὐτούς, ἀναμιμνησκομένους τῶν οἰκείων συμπτωμάτων.

9.10.10ἐξ ὧν οὐ μόνον φθόνος, ἀλλ’οἷον ὀργή τις ἐκκαίεται πρὸς τοὺς εὐτυχοῦντας · γὰρ τῶν ἰδίων περιπετειῶν ἀνάμνησις ὡς ἂν εἰ προτροπή τις ἐστι πρὸς τὸ κατὰ τῶν πραξάντων μῖσος.

9.10.11τὸ μὲν οὖν τὸν χρυσὸν καὶ τὸν ἄργυρον ἁθροίζειν πρὸς αὑτοὺς ἴσως ἔχει τινὰ λόγον · οὐ γὰρ οἷόντε τῶν καθόλου πραγμάτων ἀντιποιήσασθαι μὴ οὐ τοῖς μὲν ἄλλοις ἀδυναμίαν ἐνεργασαμένους, σφίσι δὲ τὴν τοιαύτην δύναμιν ἑτοιμάσαντας.

9.10.12τὰ δ’ἐκτὸς ὑπάρχοντα τῆς προειρημένης δυνάμεως ἦν ἐν τοῖς ἐξ ἀρχῆς τόποις ἅμα τῷ φθόνῳ καταλιπόντας ἐνδοξοτέραν ποιεῖν τὴν σφετέραν πατρίδα, μὴ γραφαῖς καὶ τύποις, ἀλλὰ σεμνότητι καὶ μεγαλοψυχίᾳ κοσμοῦντας αὐτήν.

9.10.13οὐ μὴν ἀλλὰ ταῦτα μὲν εἰρήσθω μοι χάριν τῶν μεταλαμβανόντων ἀεὶ τὰς δυναστείας, ἵνα μὴ σκυλεύοντες τὰς πόλεις κόσμον ὑπολαμβάνωσιν εἶναι ταῖς ἑαυτῶν πατρίσι τὰς ἀλλοτρίας συμφοράς · Ῥωμαῖοι δὲ μετακομίσαντες τὰ προειρημένα ταῖς μὲν ἰδιωτικαῖς κατασκευαῖς τοὺς αὑτῶν ἐκόσμησαν βίους, ταῖς δὲ δημοσίαις τὰ κοινὰ τῆς πόλεως.

9.11

9.11.1ὅτι οἱ τῶν Καρχηδονίων ἡγεμόνες, κρατήσαντες τῶν ὑπεναντίων, σφῶν αὐτῶν οὐκ ἠδύναντο κρατεῖν, καὶ δόξαντες τὸν πρὸς Ῥωμαίους πόλεμον ἀνῃρηκέναι πρὸς αὑτοὺς ἐστασίαζον, ἀεὶ παρατριβόμενοι διὰ τὴν ἔμφυτον Φοίνιξι πλεονεξίαν καὶ φιλαρχίαν.

9.11.3ὧν ὑπάρχων Ἀσδρούβας Γέσκωνος εἰς τοῦτο κακοπραγμοσύνης προήχθη διὰ τὴν ἐξουσίαν, ὡς τὸν πιστότατον τῶν κατ’Ἰβηρίαν φίλων Ἀνδοβάλην, πάλαι μὲν ἀποβαλόντα τὴν ἀρχὴν διὰ Καρχηδονίους, ἄρτι δὲ πάλιν ἀπειληφότα διὰ τὴν πρὸς ἐκείνους εὔνοιαν, ἐπεβάλετο χρημάτων πλῆθος αἰτεῖν.

9.11.4τοῦ δὲ παρακούσαντος διὰ τὸ θαρρεῖν ἐπὶ τῇ προγεγενημένῃ πίστει πρὸς τοὺς Καρχηδονίους, ψευδῆ διαβολὴν ἐπενέγκας ἠνάγκασε τὸν Ἀνδοβάλην δοῦναι τὰς ἑαυτοῦ θυγατέρας εἰς ὁμηρείαν.

9.11a

9.11a.1ὅτι οἱ Ῥωμαῖοι πρεσβευτὰς ἐξαπέστειλαν πρὸς Πτολεμαῖον, βουλόμενοι σίτῳ χορηγηθῆναι διὰ τὸ μεγάλην εἶναι παρ’αὐτοῖς σπάνιν, ὡς ἂν τοῦ μὲν κατὰ τὴν Ἰταλίαν ὑπὸ τῶν στρατοπέδων ἅπαντος ἐφθαρμένου μέχρι τῶν τῆς Ῥώμης πυλῶν, ἔξωθεν δὲ μὴ γενομένης ἐπικουρίας, ἅτε κατὰ πάντα τὰ μέρη τῆς οἰκουμένης πολέμων ἐνεστώτων καὶ στρατοπέδων παρακαθημένων, πλὴν τῶν κατ’Αἴγυπτον τόπων.

9.11a.3εἰς γὰρ τοσοῦτον κατὰ τὴν Ῥώμην προεβεβήκει τὰ τῆς ἐνδείας ὥστε τὸν Σικελικὸν μέδιμνον πεντεκαίδεκα δραχμῶν ὑπάρχειν.

9.11a.4ἀλλ’ὅμως τοιαύτης οὔσης τῆς περιστάσεως οὐκ ἠμέλουν τῶν πολεμικῶν. πολλὴν μὲν ἐπισκέψεως χρείαν ἔχει τὰ συμβαίνοντα περὶ τὰς πολεμικὰς ἐπιβολάς ·

9.12

9.12.1ἔστι δὲ δυνατὸν ἐν ἑκάστοις αὐτῶν εὐστοχεῖν, ἐὰν σὺν νῷ τις πράττῃ τὸ προτεθέν.

9.12.2ὅτι μὲν οὖν ἐστι τῶν κατὰ πόλεμον ἔργων ἐλάττω τὰ προδήλως καὶ μετὰ βίας ἐπιτελούμενα τῶν μετὰ δόλου καὶ σὺν καιρῷ πραττομένων, εὐχερὲς τῷ βουλομένῳ καταμαθεῖν ἐκ τῶν ἤδη γεγονότων ·

9.12.3ὅτι γε μὴν αὐτῶν τῶν ἐν καιρῷ πάλιν ἐνεργουμένων πλείω γίνεται τὰ διαμαρτανόμενα τῶν κατορθουμένων, οὐ δὲ τοῦτο γνῶναι χαλεπὸν ἐκ τῶν συμβαινόντων.

9.12.4καὶ μὴν διότι παρὰ τὰς τῶν ἡγουμένων ἀγνοίας ῥᾳθυμίας ἐπιτελεῖται τὰ πλεῖστα τῶν ἁμαρτημάτων, οὐδεὶς ἂν τοῦτ’ἀπορήσειε.

9.12.5τίς οὖν τρόπος τῆς τοιαύτης διαθέσεως σκοπεῖν ἤδη πάρεστι.

9.12.6τὰ μὲν οὖν ἀπροθέτως ἐν τοῖς πολεμικοῖς συμβαίνοντα πράξεις μὲν οὐδαμῶς ἁρμόζει λέγειν, περιπετείας δὲ καὶ συγκυρήσεις μᾶλλον ·

9.12.7διὸ καὶ λόγον οὐκ ἔχοντα μεθοδικὸν οὐ δ’ἑστῶτα παραλειπέσθω · τὰ δὲ κατὰ πρόθεσιν ἐνεργούμενα, ταῦτα δηλούσθω · περὶ ὧν νῦν δὴ λόγος.

9.12.8πάσης δὴ πράξεως ἐχούσης καιρὸν ὡρισμένον καὶ διάστημα καὶ τόπον, καὶ προσδεομένης τοῦ λαθεῖν καὶ συνθημάτων ὡρισμένων, ἔτι δὲ καὶ δι’ὧν καὶ μεθ’ὧν καὶ τίνι τρόπῳ πραχθήσεται, φανερὸν ὡς μὲν ἑκάστου τούτων εὐστοχήσας οὐχ ἁμαρτήσεται τῆς ἐπιβολῆς, δ’ἑνὸς ὀλιγωρήσας σφαλήσεται τῆς ὅλης προθέσεως.

9.12.10οὕτως φύσις πρὸς τὰς ἀποτυχίας τῶν ἐπινοηθέντων ἱκανὸν ἓν καὶ τὸ τυχὸν ἐποίησε τῶν κατὰ μέρος · πρὸς δὲ τὸ κατορθοῦν μόλις ἱκανὰ πάντα.

9.13

9.13.1διὸ χρὴ μηδενὸς ἀφροντιστεῖν ἐν ταῖς τοιαύταις ἐπιβολαῖς τοὺς ἡγουμένους.

9.13.2ἔστι δ’ἀρχὴ μὲν τῶν προειρημένων τὸ σιγᾶν, καὶ μήτε διὰ χαρὰν παραδόξου προφαινομένης ἐλπίδος μήτε διὰ φόβον μήτε διὰ συνήθειαν μήτε διὰ φιλοστοργίαν μεταδιδόναι μηδενὶ τῶν ἐκτός, αὐτοῖς δὲ κοινοῦσθαι τούτοις, ὧν χωρὶς οὐχ οἷόντε τὸ προτεθὲν ἐπὶ τέλος ἀγαγεῖν, καὶ τούτοις μὴ πρότερον, ἀλλ’ὅταν τῆς ἑκάστου χρείας καιρὸς ἐπαναγκάζῃ.

9.13.4χρὴ δὲ σιγᾶν μὴ μόνον τῇ γλώττῃ, πολὺ δὲ μᾶλλον τῇ ψυχῇ ·

9.13.5πολλοὶ γὰρ ἤδη κρύψαντες τοὺς λόγους ποτὲ μὲν δι’αὐτῆς τῆς ἐπιφάσεως, ποτὲ δὲ καὶ διὰ τῶν πραττομένων φανερὰς ἐποίησαν τὰς ἑαυτῶν ἐπινοίας.

9.13.6δεύτερον δ’ἐπεγνωκέναι τὰς ἡμερησίους καὶ νυκτερινὰς πορείας καὶ τὰ διανύσματα τούτων, μὴ μόνον κατὰ γῆν, ἀλλὰ καὶ κατὰ θάλατταν.

9.13.7τρίτον καὶ μέγιστον, τῶν ἐκ τοῦ περιέχοντος καιρῶν ἔχειν ἔννοιαν καὶ δύνασθαι τούτων κατὰ τὸ κριθὲν εὐστοχεῖν.

9.13.8καὶ μὴν οὐ δὲ τὸν τόπον τῆς πράξεως ἐν μικρῷ θετέον, ἐπειδὴ πολλάκις παρὰ τοῦτο τὰ μὲν ἀδύνατα δοκοῦντ’εἶναι δυνατά, τὰ δὲ δυνατὰ πέφηνεν ἀδύνατα.

9.13.9τὸ δὲ τελευταῖον συνθημάτων καὶ παρασυνθημάτων, ἔτι δὲ τῆς ἐκλογῆς, δι’ὧν καὶ μεθ’ὧν ἐνεργηθήσεται τὸ κριθέν, οὐκ ὀλιγωρητέον.

9.14

9.14.1τῶν δὲ προειρημένων τὰ μὲν ἐκ τριβῆς, τὰ δ’ἐξ ἱστορίας, τὰ δὲ κατ’ἐμπειρίαν μεθοδικὴν θεωρεῖται.

9.14.2κάλλιστον μὲν οὖν τὸ γινώσκειν αὐτὸν καὶ τὰς ὁδοὺς καὶ τὸν τόπον, ἐφ’ὃν δεῖ παραγενέσθαι, καὶ τὴν φύσιν τοῦ τόπου, πρὸς δὲ τούτοις, δι’ὧν μέλλει καὶ μεθ’ὧν πράττειν.

9.14.3δεύτερον δ’ἱστορεῖν ἐπιμελῶς καὶ μὴ πιστεύειν τοῖς τυχοῦσι · τὴν δὲ τῶν καθηγουμένων πίστιν ἐπί τι τῶν τοιούτων ἐν τοῖς ἑπομένοις ἀεὶ δεῖ κεῖσθαι.

9.14.4ταῦτα μὲν οὖν καὶ τὰ τούτοις παραπλήσια δυνατὸν ἴσως καὶ δι’αὐτῆς τῆς στρατιωτικῆς τριβῆς περιγίνεσθαι τοῖς ἡγουμένοις, τὰ μὲν ἐξ αὐτουργίας, τὰ δ’ἐξ ἱστορίας ·

9.14.5τὰ δ’ἐκ τῆς ἐμπειρίας προσδεῖται μαθήσεως καὶ θεωρημάτων, καὶ μάλιστα τῶν ἐξ ἀστρολογίας καὶ γεωμετρίας, ὧν τὸ μὲν ἔργον οὐ μέγα πρός γε ταύτην τὴν χρείαν, τὸ δὲ χρῆμα μέγα καὶ μεγάλα συνεργεῖν δυνάμενον πρὸς τὰς προειρημένας ἐπιβολάς.

9.14.6ἀναγκαιότατον δ’αὐτοῦ τὸ περὶ τὰς νυκτερινὰς θεωρίας καὶ τὰς ἡμερινάς. εἰ μὲν γὰρ ἴσας εἶναι συνέβαινεν ἀεὶ ταύτας, οὐ δ’ἧστινος ἂν ἀσχολίας τὸ πρᾶγμα προσεδεῖτο, κοινὴ δ’ἂν ἦν ἁπάντων γνῶσις ·

9.14.7ἐπεὶ δ’οὐ μόνον ἔχει τὰ προειρημένα πρὸς ἄλληλα διαφοράν, ἀλλὰ καὶ πρὸς αὑτά, δῆλον ὡς ἀνάγκη γινώσκειν τὰς αὐξήσεις καὶ μειώσεις ἑκατέρων.

9.14.8πῶς γὰρ ἄν τις εὐστοχήσειε πορείας καὶ διανύσματος ἡμερησίου, πῶς δὲ νυκτερινοῦ, μὴ κατανοήσας τὰς τῶν προειρημένων διαφοράς;

9.14.9καὶ μὴν οὐδὲν πρὸς τὸν δέοντα καιρὸν ἐξικέσθαι δυνατὸν ἄνευ τῆς τούτων ἐμπειρίας, ἀλλὰ ποτὲ μὲν ὑστερεῖν, ποτὲ δὲ προτερεῖν ἀνάγκη.

9.14.10μεῖζον δὲ τὸ προτερεῖν ἐν μόνοις τούτοις ἁμάρτημα τοῦ καθυστερεῖν ·

9.14.11 μὲν γὰρ ὑπεράρας τὸν ὡρισμένον καιρὸν αὐτῆς ἀποτυγχάνει τῆς ἐλπίδος τὸ γὰρ γεγονὸς ἐξ ἀποστήματος ἐπιγνοὺς αὖθις ἀπολύεται μετ’ἀσφαλείας δὲ προλαβὼν τὸν καιρόν, ἐγγίσας καὶ γνωρισθεὶς οὐ μόνον ἀποτυγχάνει τῆς ἐπιβολῆς, ἀλλὰ καὶ κινδυνεύει τοῖς ὅλοις.

9.15

9.15.1κρατεῖ δ’ἐπὶ πάντων μὲν τῶν ἀνθρωπείων ἔργων καιρός, μάλιστα δὲ τῶν πολεμικῶν.

9.15.2διὸ προχείρως ἰστέον τῷ στρατηγῷ τροπὰς ἡλίου θερινὰς καὶ χειμερινάς, ἔτι δ’ἰσημερίας καὶ τὰς μεταξὺ τούτων αὐξήσεις καὶ μειώσεις ἡμερῶν καὶ νυκτῶν ·

9.15.3οὕτως γὰρ ἂν μόνως δύναιτο συμμετρεῖσθαι πρὸς λόγον τὰ διανύσματα καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.

9.15.4καὶ μὴν τοὺς κατὰ μέρος καιροὺς ἀναγκαῖον εἰδέναι, καὶ τοὺς τῆς ἡμέρας καὶ τοὺς τῆς νυκτός, πρὸς τὸ γινώσκειν πηνίκα ποιητέον καὶ τὰς ἐξεγέρσεις καὶ τὰς ἀναζυγάς ·

9.15.5οὐ γὰρ οἷόντε τοῦ τέλους τυγχάνειν μὴ οὐ τῆς ἀρχῆς εὐστοχήσαντα.

9.15.6τοὺς μὲν οὖν τῆς ἡμέρας καιροὺς τῇ σκιᾷ θεωρεῖν οὐκ ἀδύνατον, ἔτι δὲ τῇ κατὰ τὸν ἥλιον πορείᾳ καὶ τοῖς ἐπὶ τοῦ κόσμου γινομένοις αὐτοῦ τούτου διαστήμασι ·

9.15.7τοὺς δὲ τῆς νυκτὸς δυσχερές, ἐὰν μή τις ἐπὶ τοῦ φαινομένου τῇ τῶν δώδεκα ζῳδίων οἰκονομίᾳ καὶ τάξει συμπεριφέρηται · πάνυ δὲ καὶ τοῦτο ῥᾴδιον τοῖς τὰ φαινόμενα πεπολυπραγμονηκόσιν.

9.15.8ἐπεὶ γὰρ ἀνίσων οὐσῶν τῶν νυκτῶν ὅμως ἐν πάσῃ τῇ νυκτὶ τῶν δώδεκα ζῳδίων ἓξ ἀναφέρεσθαι συμβαίνει, φανερὸν ὡς ἀναγκαῖον ἐν τοῖς αὐτοῖς μέρεσι πάσης νυκτὸς ἴσα μέρη τῶν δώδεκα ζῳδίων ἀναφέρεσθαι.

9.15.9τοῦ δ’ἡλίου γνωριζομένου καθ’ἡμέραν, ποίαν μοῖραν ἐπέχει, δῆλον ὡς δύναντος τούτου τὴν κατὰ διάμετρον ἐπιτέλλειν ἀνάγκη.

9.15.10λοιπὸν ὅσον ἂν τὸ μετὰ ταύτην μέρος ἀνατεταλκὸς φαίνηται τοῦ ζῳδιακοῦ, τοσοῦτον εἰκὸς ἠνύσθαι τῆς νυκτὸς αἰεί.

9.15.11γνωριζομένων δὲ τῶν ζῳδίων καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὸ μέγεθος, τοιούτους γίνεσθαι μετὰ ταῦτα συμβαίνει καὶ τοὺς κατὰ μέρος καιροὺς τῆς νυκτός.

9.15.12ἐν δὲ ταῖς συννεφέσι νυξὶ τῇ σελήνῃ προσεκτέον, ἐπεὶ διὰ τὸ μέγεθος ὡς ἐπίπαν αἰεὶ τὸ ταύτης ἐμφαίνεται φῶς, καθ’ὃν ἂν τόπον τοῦ κόσμου.

9.15.13καὶ ποτὲ μὲν ἐκ τῶν περὶ τὰς ἀνατολὰς καιρῶν καὶ τόπων στοχαστέον, ποτὲ δὲ πάλιν ἐκ τῶν περὶ τὰς δύσεις, καθυπαρχούσης καὶ περὶ τοῦτο τὸ μέρος ἐννοίας ἐπὶ τοσοῦτον ὥστε συμπεριφέρεσθαι ταῖς καθ’ἡμέραν διαφοραῖς τῶν ἀνατολῶν.

9.15.15ἔστι δὲ τρόπος εὐθεώρητος καὶ περὶ ταύτην · ὅρος γὰρ εἷς μὴν ὡς τύπῳ, καὶ πρὸς αἴσθησιν τοιοῦτοι πάντες.

9.16

9.16.1 καὶ τὸν ποιητὴν ἄν τις ἐπαινέσειε, διότι παρεισάγει τὸν Ὀδυσσέα, τὸν ἡγεμονικώτατον ἄνδρα, τεκμαιρόμενον ἐκ τῶν ἄστρων οὐ μόνον τὰ κατὰ τοὺς πλοῦς, ἀλλὰ καὶ τὰ περὶ τὰς ἐν τῇ γῇ πράξεις.

9.16.2ἱκανὰ γὰρ καὶ τὰ παρὰ δόξαν γινόμενα μὴ δυνάμενα τυγχάνειν προνοίας ἀκριβοῦς εἰς τὸ πολλὴν ἀπορίαν παρασκευάζειν καὶ πολλάκις, οἷον ὄμβρων καὶ ποταμῶν ἐπιφοραὶ καὶ πάγων ὑπερβολαὶ καὶ χιόνες, ἔτι δ’ καπνώδης καὶ συννεφὴς ἀὴρ καὶ τἄλλα τὰ παραπλήσια τούτοις.

9.16.4εἰ δὲ καὶ περὶ ὧν δυνατόν ἐστι προϊδέσθαι, καὶ τούτων ὀλιγωρήσομεν, πῶς οὐκ εἰκότως ἐν τοῖς πλείστοις ἀποτευξόμεθα δι’αὑτούς;

9.16.5διόπερ οὐκ ἀφροντιστητέον οὐδενὸς τῶν προειρημένων, ἵνα μὴ τοιούτοις ἀλογήμασι περιπίπτωμεν οἵοις φασὶ περιπεσεῖν ἑτέρουςτε πλείους καὶ τοὺς νῦν ὑφ’ἡμῶν λέγεσθαι μέλλοντας ὑποδείγματος χάριν.

9.17

9.17.1Ἄρατος τῶν Ἀχαιῶν στρατηγὸς ἐπιβαλόμενος πραξικοπεῖν τὴν τῶν Κυναιθέων πόλιν, συνετάξατο πρὸς τοὺς ἐκ τῆς πόλεως αὐτῷ συνεργοῦντας ἡμέραν, ἐν τὸν μὲν Ἄρατον ἔδει νυκτὸς παραγενηθέντα πρὸς τὸν ἀπὸ Κυναίθης ῥέοντα ποταμὸν ὡς ἐπὶ πρεπίου μένειν ἐνσχολάσαντα μετὰ τῆς δυνάμεως, τοὺς δ’ἔνδοθεν περὶ μέσον ἡμέρας, ὅτε λάβοιεν τὸν καιρόν, ἕνα μὲν αὑτῶν μεθ’ἡσυχίας ἐν ἱματίῳ διὰ τῆς πύλης ἐκπέμψαι, καὶ κελεῦσαι προελθόντα στῆναι πρὸ τῆς πόλεως ἐπὶ τὸν συνταχθέντα τάφον, τοὺς δὲ λοιποὺς προσενεγκεῖν τὰς χεῖρας τοῖς ἄρχουσι, κοιμωμένοις κατὰ μέσον ἡμέρας, τοῖς εἰθισμένοις τηρεῖν τὴν πύλην.

9.17.4γενομένου δὲ τούτου σπουδῇ καταταχεῖν τοὺς Ἀχαιοὺς ἐκ τῆς ἐνέδρας ἔδει πρὸς τὴν πύλην.

9.17.5τούτων δὲ διατεταγμένων καὶ τοῦ καιροῦ συνάψαντος, μὲν Ἄρατος ἧκε καὶ κρυφθεὶς κατὰ τὸν ποταμὸν ἔμενε τηρῶν τὸ σύνθημα ·

9.17.6περὶ δὲ πέμπτην ὥραν ἔχων τις πρόβατα μαλακὰ τῶν εἰθισμένων περὶ πόλιν τρέφειν, δεηθεὶς ἐκ τοῦ καιροῦ πυθέσθαι τι τοῦ ποιμένος βιωτικόν, ἐξῆλθε διὰ τῆς πύλης ἐν ἱματίῳ καὶ στὰς ἐπὶ τὸν αὐτὸν τάφον περιεβλέπετο τὸν ποιμένα.

9.17.7οἱ δὲ περὶ τὸν Ἄρατον ἀποδεδόσθαι σφίσι τὸ σύνθημα νομίσαντες σπουδῇ πρὸς τὴν πόλιν ἐφέροντο πάντες.

9.17.8ταχὺ δὲ τῆς πύλης κλεισθείσης ὑπὸ τῶν ἐφεστώτων διὰ τὸ μηδέπω μηδὲν ὑπὸ τῶν ἔνδον ἡτοιμάσθαι, συνέβη μὴ μόνον τῆς πράξεως ἀποτυχεῖν τοὺς περὶ τὸν Ἄρατον, ἀλλὰ καὶ τοῖς ἐκ τῆς πόλεως συμπράττουσιν αἰτίους γενέσθαι τῶν μεγίστων συμπτωμάτων · καταφανεῖς γὰρ γενόμενοι παραχρῆμα προβληθέντες ἀπέθανον.

9.17.9τί οὖν εἴποι τις ἂν τῆς περιπετείας αἴτιον γεγονέναι; τὸ ποιήσασθαι τὸν στρατηγὸν ἁπλοῦν τὸ σύνθημα, νέον ἀκμὴν ὄντα καὶ τῆς τῶν διπλῶν συνθημάτων καὶ παρασυνθημάτων ἀκριβείας ἄπειρον.

9.17.10οὕτως αἱ πολεμικαὶ πράξεις ἐν μικρῷ τὸ διαφέρον ἔχουσι τῆς ἐφ’ἑκάτερα ῥοπῆς τῶν ἐκβαινόντων.

9.18

9.18.1καὶ μὴν Κλεομένης Σπαρτιάτης προθέμενος διὰ πράξεως ἑλεῖν τὴν τῶν Μεγαλοπολιτῶν πόλιν, συνετάξατο τοῖς τὸ τεῖχος φυλάττουσι τὸ κατὰ τὸν Φωλεὸν καλούμενον νυκτὸς ἥξειν μετὰ τῆς δυνάμεως κατὰ τρίτην φυλακήν · τοῦτον γὰρ ἐφύλαττον τὸν καιρὸν τὸ τεῖχος οἱ συμπράττοντες αὐτῷ.

9.18.2οὐκέτι δὲ προνοηθεὶς ὅτι περὶ τὴν τῆς Πλειάδος ἐπιτολὴν τελέως ἤδη βραχείας εἶναι συμβαίνει τὰς νύκτας, ἐκίνησε τὴν δύναμιν ἐκ τῆς Λακεδαίμονος περὶ δυσμὰς ἡλίου.

9.18.3λοιπὸν οὐ δυνάμενος καταταχεῖν, ἀλλὰ τῆς ἡμέρας καταλαμβανούσης εἰκῇ καὶ ἀλόγως βιαζόμενος, αἰσχρῶς ἐξέπεσε, πολλοὺς ἀποβαλὼν καὶ κινδυνεύσας τοῖς ὅλοις ·

9.18.4ὃς εἰ κατὰ τὸ συνταχθὲν ηὐστόχησε τοῦ καιροῦ καὶ κρατούντων τῆς εἰσόδου τῶν συνεργούντων εἰσήγαγε τὴν δύναμιν, οὐκ ἂν διεψεύσθη τῆς ἐπιβολῆς. πάλιν ὁμοίως Φίλιππος βασιλεύς, ὡς ἐπάνω προεῖπον, πρᾶξιν ἔχων ἐκ τῆς τῶν Μελιταιῶν πόλεως κατὰ δύο τρόπους ἥμαρτε ·

9.18.5καὶ γὰρ τὰς κλίμακας ἐλάττους ἔχων ἦλθε τῆς χρείας καὶ τοῦ καιροῦ διέπεσε.

9.18.6συνταξάμενος γὰρ ἥξειν περὶ μέσας νύκτας κατακεκοιμημένων ἤδη πάντων, πρὸ τοῦ δέοντος καιροῦ κινήσας ἐκ Λαρίσης καὶ προσπεσὼν πρὸς τὴν τῶν Μελιταιῶν χώραν, οὔτ’ἐπιμένειν ἐδύνατο, δεδιὼς μὴ προσαγγελθείη τοῖς ἔνδον, οὔτ’ἀνακάμψας ἔτι λαθεῖν.

9.18.7διόπερ ἀναγκαζόμενος εἰς τοὔμπροσθεν προάγειν, ἧκε πρὸς τὴν πόλιν ἀκμὴν τῶν ἀνθρώπων ἐγρηγορότων.

9.18.8ὅθεν οὔτε διὰ τῶν κλιμάκων ἠδύνατο βιάζεσθαι διὰ τὴν ἀσυμμετρίαν οὔτε διὰ τῆς πύλης εἰσελθεῖν τῷ μὴ δύνασθαι τοὺς ἔνδον αὐτῷ συνεργεῖν διὰ τὸν καιρόν.

9.18.9τέλος διερεθίσας τοὺς ἐν τῇ πόλει καὶ πολλοὺς τῶν ἰδίων ἀποβαλών, μετ’αἰσχύνης ἄπρακτος ἐπανῆλθε, πᾶσι καὶ τοῖς ἄλλοις παρηγγελκὼς ἀπιστεῖν αὐτῷ καὶ φυλάττεσθαι.

9.19

9.19.1καὶ μὴν Νικίας τῶν Ἀθηναίων στρατηγός, δυνάμενος σῴζειν τὸ περὶ τὰς Συρακούσας στράτευμα, καὶ λαβὼν τῆς νυκτὸς τὸν ἁρμόζοντα καιρὸν εἰς τὸ λαθεῖν τοὺς πολεμίους, ἀποχωρήσας εἰς ἀσφαλές, κἄπειτα τῆς σελήνης ἐκλειπούσης δεισιδαιμονήσας, ὥς τι δεινὸν προσημαινούσης, ἐπέσχε τὴν ἀναζυγήν.

9.19.2καὶ παρὰ τοῦτο συνέβη κατὰ τὴν ἐπιοῦσαν αὐτοῦ νύκτα ποιησαμένου τὴν ἀναζυγήν, προαισθομένων τῶν πολεμίων, καὶ τὸ στρατόπεδον καὶ τοὺς ἡγεμόνας ὑποχειρίους γενέσθαι τοῖς Συρακοσίοις.

9.19.3καίτοι γε παρὰ τῶν ἐμπείρων ἱστορήσας μόνον περὶ τούτων δυνατὸς ἦν οὐχ οἷον παραλιπεῖν διὰ τὰ τοιαῦτα τοὺς ἰδίους καιρούς, ἀλλὰ καὶ συνεργοῖς χρήσασθαι διὰ τὴν τῶν ὑπεναντίων ἄγνοιαν ·

9.19.4 γὰρ τῶν πέλας ἀπειρία μέγιστον ἐφόδιον γίνεται τοῖς ἐμπείροις πρὸς κατόρθωσιν.

9.19.5ἐκ μὲν οὖν ἀστρολογίας μέχρι τῶν προειρημένων πολυπραγμονητέον. περὶ δὲ τῆς τῶν κλιμάκων συμμετρίας τοιοῦτός τίς ἐστιν τρόπος τῆς θεωρίας.

9.19.6ἐὰν μὲν γὰρ διά τινος τῶν συμπραττόντων δοθῇ τὸ τοῦ τείχους ὕψος, πρόδηλος τῶν κλιμάκων γίνεται συμμετρία · οἵων γὰρ ἂν δέκα τινῶν εἶναι συμβαίνῃ τὸ τοῦ τείχους ὕψος, τοιούτων δώδεκα δεήσει τὰς κλίμακας δαψιλῶν ὑπάρχειν.

9.19.7τὴν δ’ἀπόβασιν τῆς κλίμακος πρὸς τὴν τῶν ἀναβαινόντων συμμετρίαν ἡμίσειαν εἶναι δεήσει τῆς κλίμακος, ἵνα μήτε πλεῖον ἀφιστάμεναι διὰ τὸ πλῆθος τῶν ἐπιβαινόντων εὐσύντριπτοι γίνωνται μήτε πάλιν ὀρθότεραι προσερειδόμεναι λίαν ἀκροσφαλεῖς ὦσι τοῖς προσβαίνουσιν.

9.19.8ἐὰν δὲ μὴ δυνατὸν μετρῆσαι μη δ’ἐγγίσαι τῷ τείχει, ληπτέον ἐξ ἀποστάσεως παντὸς ὕψους τὸ μέγεθος τῶν πρὸς ὀρθὰς ἐφεστώτων τοῖς ὑποκειμένοις ἐπιπέδοις.

9.19.9τε τρόπος τῆς λήψεως καὶ δυνατὸς καὶ ῥᾴδιος τοῖς βουλομένοις πολυπραγμονεῖν τὰ παρὰ τῶν μαθηματικῶν.

9.20

9.20.1διὸ πάλιν ἐν τούτοις φανερὸν ὅτι δεήσει τοὺς βουλομένους εὐστοχεῖν ἐν ταῖς ἐπιβολαῖς καὶ πράξεσι γεγεωμετρηκέναι μὴ τελείως, ἀλλ’ἐπὶ τοσοῦτον ἐφ’ὅσον ἀναλογίας ἔννοιαν ἔχειν καὶ τῆς περὶ τὰς ὁμοιότητας θεωρίας.

9.20.2οὐ γὰρ περὶ ταῦτα μόνον, ἀλλὰ καὶ περὶ τὰς τῶν σχημάτων μεταλήψεις ἐν ταῖς στρατοπεδείαις ἀναγκαῖός ἐστιν τρόπος, χάριν τοῦ δύνασθαι ποτὲ μὲν πᾶν σχῆμα μεταλαμβάνοντας τηρεῖν τὴν αὐτὴν συμμετρίαν τῶν ἐν ταῖς παρεμβολαῖς περιλαμβανομένων, ποτὲ δὲ πάλιν ἐπὶ τῶν αὐτῶν σχημάτων μένοντας αὔξειν μειοῦν τὸ περιλαμβανόμενον τῇ στρατοπεδείᾳ χωρίον, κατὰ λόγον ἀεὶ τῶν προσγινομένων τῶν χωριζομένων ἐκ τῆς παρεμβολῆς ·

9.20.4ὑπὲρ ὧν ἡμῖν ἐν τοῖς περὶ τὰς τάξεις ὑπομνήμασιν ἀκριβέστερον δεδήλωται.

9.20.5οὐ γὰρ οἴομαι τοῦτό γε μετρίως ἡμῖν ἐποίσειν οὐδένα διότι πολλά τινα προσαρτῶμεν τῇ στρατηγίᾳ, κελεύοντες ἀστρολογεῖν καὶ γεωμετρεῖν τοὺς ὀρεγομένους αὐτῆς.

9.20.6ἐγὼ δὲ τὰ μὲν ἐκ περιττοῦ παρελκόμενα τοῖς ἐπιτηδεύμασι χάριν τῆς ἐν ἑκάστοις ἐπιφάσεως καὶ στωμυλίας πολύ τι μᾶλλον ἀποδοκιμάζων, παραπλησίως δὲ καὶ τὸ πορρωτέρω τοῦ πρὸς τὴν χρείαν ἀνήκοντος ἐπιτάττειν, περὶ τἀναγκαῖα φιλοτιμότατός εἰμι καὶ σπουδάζων.

9.20.7καὶ γὰρ ἄτοπον τοὺς μὲν ὀρχηστικῆς τοὺς αὐλητικῆς ἐφιεμένους ἐπιδέχεσθαι τήντε περὶ τοὺς ῥυθμοὺς καὶ τὰ μουσικὰ προκατασκευήν, ἔτι δὲ τὰ περὶ τὴν παλαίστραν, διὰ τὸ δοκεῖν προσδεῖσθαι τὸ τέλος ἑκατέρου τῆς τῶν προειρημένων συνεργίας, τοὺς δὲ στρατηγίας ἀντιποιουμένους ἀσχάλλειν, εἰ δεήσει τῶν ἐκτὸς ἐπιτηδευμάτων μέχρι τινὸς ἀναλαβεῖν.

9.20.9ὥστε τοὺς περὶ τὰς βαναύσους τέχνας ἀσκοῦντας ἐμμελεστέρους εἶναι καὶ φιλοτιμοτέρους τῶν περὶ τὰ κάλλιστα καὶ σεμνότατα προαιρουμένων διαφέρειν · ὧν οὐδὲν ἂν ὁμολογήσειε νοῦν ἔχων οὐδείς.

9.20.10καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω.

9.21

9.21.1ὅτι τοιαύτης διαθέσεως ὑπαρχούσης περίτε τοὺς Ῥωμαίους καὶ Καρχηδονίους, καὶ παλιντρόπων ἑκατέροις ἐκ τῶν ὑπὸ τῆς τύχης ἀπαντωμένων ἐναλλὰξ προσπιπτόντων, κατὰ τὸν ποιητὴν ἅμα λύπην καὶ χαρὰν ὑποτρέχειν εἰκὸς ἦν τὰς ἑκάστων ψυχάς.

9.22

9.22.1ὅτι τῶν ἑκατέροις, Ῥωμαίοις φημὶ καὶ Καρχηδονίοις, προσπιπτόντων καὶ συμβαινόντων εἷς ἦν ἀνὴρ αἴτιος καὶ μία ψυχή, λέγω δὲ τὴν Ἀννίβου.

9.22.2τάτε γὰρ κατὰ τὴν Ἰταλίαν ὁμολογουμένως οὗτος ἦν χειρίζων, τάτε κατὰ τὴν Ἰβηρίαν διὰ τοῦ πρεσβυτέρου τῶν ἀδελφῶν Ἀσδρούβου, μετὰ δὲ ταῦτα διὰ τοῦ πρεσβύτου Μάγωνος ·

9.22.3οἱ γὰρ τοὺς τῶν Ῥωμαίων στρατηγοὺς ἀμφοτέρους ἀποκτείναντες ἅμα κατὰ τὴν Ἰβηρίαν ἦσαν οὗτοι.

9.22.4καὶ μὴν τὰ κατὰ τὴν Σικελίαν ἔπραττε τὰς μὲν ἀρχὰς διὰ τῶν περὶ τὸν Ἱπποκράτην, ὕστερον δὲ διὰ Μυττόνου τοῦ Λίβυος.

9.22.5ὁμοίως δὲ καὶ κατὰ τὴν Ἑλλάδα καὶ τὴν Ἰλλυρίδα · καὶ τὸν ἀπὸ τούτων τῶν τόπων φόβον ἀνατεινόμενος ἐξέπληττε καὶ περιέσπα Ῥωμαίους διὰ τῆς πρὸς Φίλιππον κοινοπραγίας.

9.22.6οὕτως μέγα τι φύεται χρῆμα καὶ θαυμάσιον ἀνὴρ καὶ ψυχὴ δεόντως ἁρμοσθεῖσα κατὰ τὴν ἐξ ἀρχῆς σύστασιν πρὸς , τι ἂν ὁρμήσῃ τῶν ἀνθρωπίνων ἔργων.

9.22.7ἐπεὶ δ’ τῶν πραγμάτων διάθεσις εἰς ἐπίστασιν ἡμᾶς ἦχε περὶ τῆς Ἀννίβου φύσεως, ἀπαιτεῖν καιρὸς δοκεῖ μοι τὰς μάλιστα διαπορουμένας ἰδιότητας ὑπὲρ αὐτοῦ δηλῶσαι.

9.22.8τινὲς μὲν γὰρ ὠμὸν αὐτὸν οἴονται γεγονέναι καθ’ὑπερβολήν, τινὲς δὲ φιλάργυρον. τὸ δ’ἀληθὲς εἰπεῖν ὑπὲρ αὐτοῦ καὶ τῶν ἐν πράγμασιν ἀναστρεφομένων οὐ ῥᾴδιον.

9.22.9ἔνιοι μὲν γὰρ ἐλέγχεσθαί φασι τὰς φύσεις ὑπὸ τῶν περιστάσεων, καὶ τοὺς μὲν ἐν ταῖς ἐξουσίαις καταφανεῖς γίνεσθαι, κἂν ὅλως τὸν πρὸ τοῦ χρόνον ἀναστέλλωνται, τοὺς δὲ πάλιν ἐν ταῖς ἀτυχίαις.

9.22.10ἐμοὶ δ’ἔμπαλιν οὐχ ὑγιὲς εἶναι δοκεῖ τὸ λεγόμενον · οὐ γὰρ ὀλίγα μοι φαίνονται, τὰ δὲ πλεῖστα, ποτὲ μὲν διὰ τὰς τῶν φίλων παραθέσεις, ποτὲ δὲ διὰ τὰς τῶν πραγμάτων ποικιλίας, ἄνθρωποι παρὰ τὴν αὑτῶν προαίρεσιν ἀναγκάζεσθαι καὶ λέγειν καὶ πράττειν.

9.23

9.23.1γνοίη δ’ἄν τις ἐπὶ πολλῶν τῶν ἤδη γεγονότων ἐπιστήσας.

9.23.2τίς γὰρ Ἀγαθοκλέα τὸν Σικελίας τύραννον οὐχ ἱστόρηκε διότι δόξας ὠμότατος εἶναι κατὰ τὰς πρώτας ἐπιβολὰς καὶ τὴν κατασκευὴν τῆς δυναστείας, μετὰ ταῦτα νομίσας βεβαίως ἐνδεδέσθαι τὴν Σικελιωτῶν ἀρχὴν πάντων ἡμερώτατος δοκεῖ γεγονέναι καὶ πρᾳότατος;

9.23.3ἔτι δὲ Κλεομένης Σπαρτιάτης οὐ χρηστότατος μὲν βασιλεύς, πικρότατος δὲ τύραννος, εὐτραπελώτατος δὲ πάλιν ἰδιώτης καὶ φιλανθρωπότατος;

9.23.4καίτοι γ’οὐκ εἰκὸς ἦν περὶ τὰς αὐτὰς φύσεις τὰς ἐναντιωτάτας διαθέσεις ὑπάρχειν · ἀλλ’ἀναγκαζόμενοι ταῖς τῶν πραγμάτων μεταβολαῖς συμμετατίθεσθαι τὴν ἐναντίαν τῇ φύσει πολλάκις ἐμφαίνουσι διάθεσιν ἔνιοι τῶν δυναστῶν πρὸς τοὺς ἐκτός, ὥστε μὴ οἷον ἐλέγχεσθαι τὰς φύσεις διὰ τούτων, τὸ δ’ἐναντίον ἐπισκοτεῖσθαι μᾶλλον.

9.23.5τὸ δ’αὐτὸ καὶ διὰ τὰς τῶν φίλων παραθέσεις εἴωθε συμβαίνειν οὐ μόνον ἡγεμόσι καὶ δυνάσταις καὶ βασιλεῦσιν, ἀλλὰ καὶ πόλεσιν.

9.23.6Ἀθηναίων γοῦν εὕροι τις ἂν ὀλίγα μὲν τὰ πικρά, πολλὰ δὲ τὰ χρηστὰ καὶ σεμνὰ τῆς πολιτείας Ἀριστείδου καὶ Περικλέους προεστώτων, Κλέωνος δὲ καὶ Χάρητος τἀναντία ·

9.23.7Λακεδαιμονίων δ’ἡγουμένων τῆς Ἑλλάδος ὅσα μὲν διὰ Κλεομβρότου τοῦ βασιλέως πράττοιτο, πάντα συμμαχικὴν εἶχε τὴν αἵρεσιν, ὅσα δὲ δι’Ἀγησιλάου, τοὐναντίον ·

9.23.8ὥστε καὶ τὰ τῶν πόλεων ἔθη ταῖς τῶν προεστώτων διαφοραῖς συμμεταπίπτειν.

9.23.9Φίλιππος δ’ βασιλεύς, ὅτε μὲν Ταυρίων Δημήτριος αὐτῷ συμπράττοιεν, ἦν ἀσεβέστατος, ὅτε δὲ πάλιν Ἄρατος Χρυσόγονος, ἡμερώτατος.

9.24

9.24.1παραπλήσια δέ μοι δοκεῖ τούτοις καὶ τὰ κατ’Ἀννίβαν γεγονέναι ·

9.24.2καὶ γὰρ περιστάσεσι παραδόξοις καὶ ποικίλαις ἐχρήσατο καὶ φίλοις τοῖς ἔγγιστα μεγάλας ἐσχηκόσι διαφοράς, ὥστε καὶ λίαν ἐκ τῶν κατ’Ἰταλίαν πράξεων δυσθεώρητον εἶναι τὴν τοῦ προειρημένου φύσιν.

9.24.3τὰς μὲν οὖν τῶν περιστάσεων ὑποβολὰς εὐχερὲς καὶ διὰ τῶν προειρημένων καὶ διὰ τῶν μετὰ ταῦτα ῥηθησομένων καταμαθεῖν, τὰς δὲ τῶν φίλων οὐκ ἄξιον παραλιπεῖν, ἄλλωςτε καὶ διὰ μιᾶς γνώμης ἱκανὴν τοῦ πράγματος ἔμφασιν ἐξὸν λαβεῖν.

9.24.4καθ’ὃν γὰρ καιρὸν Ἀννίβας ἐξ Ἰβηρίας τὴν εἰς Ἰταλίαν πορείαν ἐπενόει στέλλεσθαι μετὰ τῶν δυνάμεων, μεγίστης προφαινομένης δυσχρηστίας περὶ τὰς τροφὰς καὶ τὴν ἑτοιμότητα τῶν ἐπιτηδείων τοῖς στρατοπέδοις, ἅτε καὶ κατὰ τὸ μῆκος ἀνήνυτον ἔχειν τι δοκούσης τῆς ὁδοῦ καὶ κατὰ τὸ πλῆθος καὶ τὴν ἀγριότητα τῶν μεταξὺ κατοικούντων βαρβάρων, τότε δοκεῖ καὶ πλεονάκις ἐν τῷ συνεδρίῳ περὶ τούτου τοῦ μέρους ἐμπιπτούσης ἀπορίας εἷς τῶν φίλων Ἀννίβας Μονομάχος ἐπικαλούμενος ἀποφήνασθαι γνώμην διότι μία τις ὁδὸς αὑτῷ προφαίνεται, δι’ἧς ἐστιν εἰς Ἰταλίαν ἐλθεῖν ἐφικτόν.

9.24.6τοῦ δ’Ἀννίβου λέγειν κελεύσαντος, διδάξαι δεῖν ἔφη τὰς δυνάμεις ἀνθρωποφαγεῖν καὶ τούτῳ ποιῆσαι συνήθεις.

9.24.7G4 Ἀννίβας δὲ πρὸς μὲν τὸ τόλμημα καὶ τὸ πρακτικὸν τῆς ἐπινοίας οὐδὲν ἀντειπεῖν ἐδυνήθη, τοῦ δὲ πράγματος λαβεῖν ἔννοιαν οὔθ’αὑτὸν οὔτε τοὺς φίλους ἐδύνατο πεῖσαι.

9.24.8τούτου δὲ τἀνδρὸς εἶναί φασιν ἔργα καὶ τὰ κατὰ τὴν Ἰταλίαν εἰς Ἀννίβαν ἀναφερόμενα περὶ τῆς ὠμότητος, οὐχ ἧττον δὲ καὶ τῶν περιστάσεων.

9.25

9.25.1φιλάργυρός γε μὴν δοκεῖ γεγονέναι διαφερόντως καὶ φίλῳ κεχρῆσθαι φιλαργύρῳ Μάγωνι τῷ τὰ κατὰ τὴν Βρεττίαν χειρίζοντι.

9.25.2ταύτην δὲ τὴν ἱστορίαν ἐγὼ παρέλαβον μὲν καὶ παρ’αὐτῶν Καρχηδονίων ·

9.25.3ἐγχώριοι γὰρ οὐ μόνον τὰς τῶν ἀνέμων στάσεις κατὰ τὴν παροιμίαν, ἀλλὰ καὶ τὰ τῶν ἐγχωρίων ἀνθρώπων ἤθη κάλλιστα γινώσκουσιν ·

9.25.4ἔτι δὲ Μασαννάσου G4 ἀκριβέστερον διήκουσα, φέροντος ἀπολογισμοὺς καθόλου μὲν περὶ πάντων Καρχηδονίων, μάλιστα δὲ περὶ τῆς Ἀννίβου καὶ Μάγωνος τοῦ Σαυνίτου προσαγορευομένου φιλαργυρίας.

9.25.5πρὸς γὰρ τοῖς ἄλλοις ἔφη γενναιότατα κεκοινωνηκότας ἑαυτοῖς πραγμάτων τοὺς προειρημένους ἀπὸ τῆς πρώτης ἡλικίας καὶ πολλὰς μὲν πόλεις κατ’Ἰβηρίαν, πολλὰς δὲ κατὰ τὴν Ἰταλίαν εἰληφότας ἑκατέρους, τὰς μὲν κατὰ κράτος, τὰς δ’ἐκ παραδόσεως, οὐδέποτε μετεσχηκέναι τῆς αὐτῆς πράξεως ἀλλήλοις, ἀλλ’ἀεὶ μᾶλλον ἑαυτοὺς τοὺς πολεμίους στρατηγεῖν χάριν τοῦ μὴ συμπαρεῖναι θάτερον θατέρῳ πόλεως καταλαμβανομένης, ἵνα μήτε διαφέρωνται πρὸς σφᾶς ἐκ τῶν τοιούτων μήτε μερίζωνται τὸ λυσιτελές, ἐφαμίλλου τῆς ὑπεροχῆς αὐτῶν ὑπαρχούσης.

9.26

9.26.1πλὴν ὅτι γε καὶ τὴν Ἀννίβου φύσιν οὐ μόνον τῶν φίλων παράθεσις, ἔτι δὲ μᾶλλον τῶν πραγμάτων περίστασις ἐβιάζετο καὶ μετετίθετο πολλάκις, ἔκτε τῶν προειρημένων καὶ τῶν λέγεσθαι μελλόντων ἐστὶ φανερόν.

9.26.2ἅμα γὰρ τῷ γενέσθαι τὴν Καπύην τοῖς Ῥωμαίοις ὑποχείριον εὐθέως ἦσαν, ὅπερ εἰκός, αἱ πόλεις μετέωροι, καὶ περιέβλεπον ἀφορμὰς καὶ προφάσεις τῆς πρὸς Ῥωμαίους μεταβολῆς ·

9.26.3ὅτε δὴ καὶ δοκεῖ μάλιστα δυσχρηστηθεὶς Ἀννίβας εἰς ἀπορίαν ἐμπεσεῖν ὑπὲρ τῶν ἐνεστώτων.

9.26.4οὔτε γὰρ τηρεῖν τὰς πόλεις πάσας πολὺ διεστώσας ἀλλήλων δυνατὸς ἦν, καθίσας εἰς ἕνα τόπον, τῶν πολεμίων καὶ πλείοσι στρατοπέδοις ἀντιπαραγόντων, οὔτε διαιρεῖν εἰς πολλὰ μέρη τὴν αὑτοῦ δύναμιν οἷόςτ’ἦν.

9.26.5εὐχείρωτος γὰρ ἔμελλε τοῖς ἐχθροῖς ὑπάρξειν καὶ διὰ τὸ λείπεσθαι τῷ πλήθει καὶ διὰ τὸ μὴ δύνασθαι πᾶσιν αὐτὸς συμπαρεῖναι.

9.26.6διόπερ ἠναγκάζετο τὰς μὲν προδήλως ἐγκαταλείπειν τῶν πόλεων, ἐξ ὧν δὲ τὰς φρουρὰς ἐξάγειν, ἀγωνιῶν μὴ κατὰ τὰς μεταβολὰς τῶν πραγμάτων συγκαταφθείρῃ τοὺς ἰδίους στρατιώτας.

9.26.7ἐνίας δὲ καὶ παρασπονδῆσ’ὑπέμεινε, μετανιστὰς εἰς ἄλλας πόλεις καὶ ποιῶν ἀναρπάστους αὐτῶν τοὺς βίους.

9.26.8ἐξ ὧν προσκόπτοντες οἱ μὲν ἀσέβειαν, οἱ δ’ὠμότητα κατεγίνωσκον.

9.26.9καὶ γὰρ ἁρπαγαὶ χρημάτων ἅμα τοῖς προειρημένοις καὶ φόνοι καὶ βίαιοι προφάσεις ἐγίνοντο διάτε τῶν ἐξιόντων καὶ διὰ τῶν εἰσιόντων στρατιωτῶν εἰς τὰς πόλεις, ἑκάστων ὑπειληφότων ὅσον οὐκ ἤδη τοὺς ὑπολειπομένους μεταβαλεῖσθαι πρὸς τοὺς ὑπεναντίους.

9.26.10ἐξ ὧν καὶ λίαν δυσχερὲς ἀποφήνασθαι περὶ τῆς Ἀννίβου φύσεως, διάτε τὴν τῶν φίλων παράθεσιν καὶ τὴν τῶν πραγμάτων περίστασιν.

9.26.11κρατεῖ γε μὴν φήμη παρὰ μὲν Καρχηδοίοις ὡς φιλαργύρου, παρὰ δὲ Ῥωμαίοις ὡς ὠμοῦ γενομένου αὐτοῦ.

9.26a

9.26a.1οἱ δὲ πλεῖστοι τῶν ἀνθρώπων ἐξ αὐτῆς τῆς περιμέτρου τεκμαίρονται τὰ μεγέθη τῶν προειρημένων.

9.26a.2λοιπὸν ὅταν εἴπῃ τις τὴν μὲν τῶν Μεγαλοπολιτῶν πόλιν πεντήκοντα σταδίων ἔχειν τὸν περίβολον, τὴν δὲ τῶν Λακεδαιμονίων ὀκτὼ καὶ τετταράκοντα, τῷ δὲ μεγέθει διπλῆν εἶναι τὴν Λακεδαίμονα τῆς Μεγάλης πόλεως, ἄπιστον αὐτοῖς εἶναι δοκεῖ τὸ λεγόμενον.

9.26a.3ἂν δὲ καὶ συναυξῆσαί τις βουλόμενος τὴν ἀπορίαν εἴπῃ διότι δυνατόν ἐστι τετταράκοντα σταδίων πόλιν στρατοπεδείαν ἔχουσαν τὴν περιγραφὴν διπλασίαν γίνεσθαι τῆς ἑκατὸν σταδίων ἐχούσης τὴν περίμετρον, τελέως ἐκπληκτικὸν αὐτοῖς φαίνεται τὸ λεγόμενον.

9.26a.4τοῦτο δ’ἐστὶν αἴτιον ὅτι τῶν ἐν τοῖς παιδικοῖς μαθήμασι παραδιδομένων ἡμῖν διὰ τῆς γεωμετρίας οὐ μνημονεύομεν.

9.26a.5περὶ μὲν οὖν τούτων προήχθην εἰπεῖν διὰ τὸ μὴ μόνον τοὺς πολλοὺς ἀλλὰ καὶ τῶν πολιτευομένων καὶ τῶν ἐν ταῖς ἡγεμονίαις ἀναστρεφομένων τινὰς ἐκπλήττεσθαι, θαυμάζοντας ποτὲ μὲν εἰ δυνατόν ἐστι μείζω τὴν τῶν Λακεδαιμονίων πόλιν εἶναι, καὶ πολλῷ μείζω, τῆς τῶν Μεγαλοπολιτῶν, τὸν περίβολον ἔχουσαν ἐλάττω, ποτὲ δὲ τὸ πλῆθος τῶν ἀνδρῶν τεκμαίρεσθαι, στοχαζομένους ἐξ αὐτῆς τῆς περιμέτρου τῶν στρατοπεδειῶν.

9.26a.7παραπλήσιον δέ τι καὶ ἕτερον ἀδίκημα συμβαίνει περὶ τὰς τῶν πόλεων ἐπιφάσεις. οἱ γὰρ πολλοὶ τῶν ἀνθρώπων τὰς περικεκλασμένας καὶ βουνώδεις πλείους οἰκίας ὑπολαμβάνουσι κατέχεσθαι τῶν ἐπιπέδων.

9.26a.8τὸ δ’οὐκ ἔστι τοιοῦτον διὰ τὸ τὰ τειχία τῶν οἰκοδομιῶν μὴ τοῖς ἐγκλίμασι τῶν ἐδάφων ἀλλὰ τοῖς ὑποκειμένοις ἐπιπέδοις οἰκοδομεῖσθαι πρὸς ὀρθάς, ἐφ’ὧν καὶ τοὺς λόφους αὐτοὺς βεβηκέναι συμβαίνει.

9.26a.9γνοίη δ’ἄν τις ἐκ τοῦ φαινομένου παιδικῶς ὅμως τὸ λεγόμενον.

9.26a.10εἰ γὰρ νοήσαι τις εἰς ὕψος ἀνατεταμένας τὰς ἐν τοῖς κλίμασιν οἰκίας οὕτως ὥστε πάσας ἰσοϋψεῖς ὑπάρχειν, φανερὸν ὡς ἑνὸς ἐπιπέδου γενομένου τοῦ κατὰ τὰ τέγη τῶν οἰκιῶν, ἴσον καὶ παράλληλον ἔσται τοῦτο τῷ τοῖς λόφοις ὑποκειμένῳ καὶ τοῖς τῶν τειχῶν θεμελίοις ἐπιπέδῳ.

9.26a.11περὶ μὲν οὖν τῶν ἡγεῖσθαι καὶ πολιτεύεσθαι βουλομένων, ἀγνοούντων δὲ τὰ τοιαῦτα καὶ θαυμαζόντων, ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω.

9.27

9.27.1 δὲ τῶν Ἀκραγαντίνων πόλις οὐ μόνον κατὰ τὰ προειρημένα διαφέρει τῶν πλείστων πόλεων, ἀλλὰ καὶ κατὰ τὴν ὀχυρότητα, καὶ μάλιστα κατὰ τὸ κάλλος καὶ τὴν κατασκευήν.

9.27.2ἔκτισται μὲν γὰρ ἀπὸ θαλάττης ἐν ὀκτωκαίδεκα σταδίοις, ὥστε μηδενὸς ἀμοίρους εἶναι τῶν ἐκ ταύτης χρησίμων ·

9.27.3 δὲ περίβολος αὐτῆς καὶ φύσει καὶ κατασκευῇ διαφερόντως ἠσφάλισται.

9.27.4κεῖται γὰρ τὸ τεῖχος ἐπὶ πέτρας ἀκροτόμου καὶ περιρρῶγος, μὲν αὐτοφυοῦς, δὲ χειροποιήτου, περιέχεται δὲ ποταμοῖς ·

9.27.5ῥεῖ γὰρ αὐτῆς παρὰ μὲν τὴν νότιον πλευρὰν συνώνυμος τῇ πόλει, παρὰ δὲ τὴν ἐπὶ τὰς δύσεις καὶ τὸν λίβα τετραμμένην προσαγορευόμενος Ὕψας.

9.27.6 δ’ἄκρα τῆς πόλεως ὑπέρκειται κατ’αὐτὰς τὰς θερινὰς ἀνατολάς, κατὰ μὲν τὴν ἔξωθεν ἐπιφάνειαν ἀπροσίτῳ φάραγγι περιεχομένη, κατὰ δὲ τὴν ἐντὸς μίαν ἔχουσα πρόσοδον ἐκ τῆς πόλεως.

9.27.7ἐπὶ δὲ τῆς κορυφῆς Ἀθηνᾶς ἱερὸν ἔκτισται καὶ Διὸς Ἀταβυρίου, καθάπερ καὶ παρὰ Ῥοδίοις ·

9.27.8τοῦ γὰρ Ἀκράγαντος ὑπὸ Ῥοδίων ἀπῳκισμένης, εἰκότως θεὸς οὗτος τὴν αὐτὴν ἔχει προσηγορίαν ἣν καὶ παρὰ τοῖς Ῥοδίοις.

9.27.9κεκόσμηται δὲ καὶ τἄλλα μεγαλοπρεπῶς πόλις ναοῖς καὶ στοαῖς. καὶ μὴν τοῦ Διὸς τοῦ Ὀλυμπίου νεὼς παντέλειαν μὲν οὐκ εἴληφε, κατὰ δὲ τὴν ἐπιβολὴν καὶ τὸ μέγεθος οὐ δ’ὁποίου τῶν κατὰ τὴν Ἑλλάδα δοκεῖ λείπεσθαι.

9.27.10Πολύβιος δὲ τὸν ποταμὸν καὶ τὴν πόλιν ἀπὸ τῆς χώρας ὠνομάσθαι Ἀκράγης διὰ τὸ εὔγεων. Ἀγάθυρνα, πόλις Σικελίας, ὡς Πολύβιος ἀνάτῃ.

9.27.11 δὲ Μάρκος δοὺς πίστεις ὑπὲρ ἀσφαλείας ἔπεισεν ἐκχωρεῖν εἰς Ἰταλίαν, ἐφ’ λαμβάνοντας μέτρημα παρὰ τῶν Ῥηγίνων πορθεῖν τὴν Βρεττιανήν, κυρίους ὄντας ὧν ἂν ἐκ τῆς πολεμίας ὠφεληθῶσι.

9.28

9.28.1ὅτι μὲν οὖν, ἄνδρες Λακεδαιμόνιοι, τὴν Μακεδόνων δυναστείαν ἀρχὴν συνέβη γεγονέναι τοῖς Ἕλλησι δουλείας, οὐ δ’ἄλλως εἰπεῖν οὐδένα πέπεισμαι τολμῆσαι · σκοπεῖν δ’οὕτως ἔξεστιν.

9.28.2ἦν τι σύστημα τῶν ἐπὶ Θρᾴκης Ἑλλήνων, οὓς ἀπῴκισαν Ἀθηναῖοι καὶ Χαλκιδεῖς, ὧν μέγιστον εἶχε πρόσχημα καὶ δύναμιν τῶν Ὀλυνθίων πόλις.

9.28.3ταύτην ἐξανδραποδισάμενος Φίλιππος καὶ παράδειγμα ποιήσας οὐ μόνον τῶν ἐπὶ Θρᾴκης πόλεων ἐγένετο κύριος, ἀλλὰ καὶ Θετταλοὺς ὑφ’αὑτὸν ἐποιήσατο διὰ τὸν φόβον.

9.28.4μετ’οὐ πολὺ δὲ μάχῃ νικήσας τοὺς Ἀθηναίους ἐχρήσατο μεγαλοψύχως τοῖς εὐτυχήμασιν, οὐχ ὅπως Ἀθηναίους εὖ ποιήσῃ, πολλοῦ γε δεῖν, ἀλλ’ἵνα διὰ τῆς πρὸς ἐκείνους εὐεργεσίας προκαλέσηται τοὺς ἄλλους εἰς τὸ ποιεῖν ἐθελοντὴν αὐτῷ τὸ προσταττόμενον.

9.28.5ἦν ἔτι τὸ τῆς ὑμετέρας πόλεως ἀξίωμα, δοκοῦν ἂν σὺν καιρῷ προστήσεσθαι τῶν Ἑλλήνων.

9.28.6τοιγαροῦν πᾶσαν ἱκανὴν ποιησάμενος πρόφασιν ἧκε μετὰ τῶν δυνάμεων, καὶ κατέφθειρε μὲν τέμνων τὴν γῆν, κατέφθειρε δ’αἴθων τὰς οἰκίας.

9.28.7τὸ δὲ τελευταῖον ἀποτεμόμενος καὶ τὰς πόλεις καὶ τὴν χώραν ὑμῶν προσένειμε τὴν μὲν Ἀργείοις, τὴν δὲ Τεγεάταις καὶ Μεγαλοπολίταις, τὴν δὲ Μεσσηνίοις, ἅπαντας βουλόμενος καὶ παρὰ τὸ προσῆκον εὐεργετεῖν, ἐφ’ μόνον ὑμᾶς κακῶς ποιεῖν.

9.28.8διεδέξατο παρ’αὐτοῦ τὴν ἀρχὴν Ἀλέξανδρος. οὗτος πάλιν ὑπολαβὼν βραχύ τι τῆς Ἑλλάδος ἔναυσμα καταλείπεσθαι περὶ τὴν Θηβαίων πόλιν, τίνα τρόπον αὐτὴν διέφθειρε, πάντας ὑμᾶς οἴομαι κατανοεῖν.

9.29

9.29.1καὶ μὴν περὶ τῶν διαδεξαμένων τούτου τὰ πράγματα πῶς κέχρηνται τοῖς Ἕλλησι, τί με δεῖ κατὰ μέρος λέγειν;

9.29.2οὐδεὶς γάρ ἐστι τῶν ὄντων οὕτως ἀπράγμων ὃς οὐχὶ πέπυσται πῶς Ἀντίπατρος μὲν ἐν τῇ περὶ Λαμίαν μάχῃ νικήσας τοὺς Ἕλληνας κάκιστα μὲν ἐχρήσατο τοῖς ταλαιπώροις Ἀθηναίοις, ὁμοίως δὲ καὶ τοῖς ἄλλοις, εἰς τοῦτο δ’ὕβρεως ἦλθε καὶ παρανομίας ὡς φυγαδοθήρας καταστήσας ἐξέπεμψε πρὸς τὰς πόλεις ἐπὶ τοὺς ἀντειρηκότας καθόλου λελυπηκότας τι τὴν Μακεδόνων οἰκίαν.

9.29.4ὧν οἱ μὲν ἐκ τῶν ἱερῶν ἀγόμενοι μετὰ βίας, οἱ δ’ἀπὸ τῶν βωμῶν ἀποσπώμενοι, μετὰ τιμωρίας ἀπέθνησκον, οἱ δὲ διαφυγόντες ἐκ πάσης ἐξενηλατοῦντο τῆς Ἑλλάδος · φύξιμον γὰρ οὐδὲν ἦν πλὴν ἑνὸς αὐτοῖς τοῦ τῶν Αἰτωλῶν ἔθνους.

9.29.5τά γε μὴν Κασσάνδρῳ καὶ Δημητρίῳ πεπραγμένα, σὺν δὲ τούτοις Ἀντιγόνῳ τῷ Γονατᾷ, τίς οὐκ οἶδε; διὰ γὰρ τὸ προσφάτως αὐτὰ γεγονέναι τελέως ἐναργῆ συμβαίνει τὴν γνῶσιν αὐτῶν ὑπάρχειν.

9.29.6ὧν οἱ μὲν φρουρὰς εἰσάγοντες εἰς τὰς πόλεις, οἱ δὲ τυράννους ἐμφυτεύοντες οὐδεμίαν πόλιν ἄμοιρον ἐποίησαν τοῦ τῆς δουλείας ὀνόματος.

9.29.7ἀφέμενος δὲ τούτων ἐπάνειμι νῦν ἐπὶ τὸν τελευταῖον Ἀντίγονον, ἵνα μὴ τὴν ἐκ τούτου πρᾶξιν ἀκάκως τινὲς ὑμῶν θεωροῦντες ὑπόχρεοι χάριτι νομίζωσιν εἶναι Μακεδόσιν.

9.29.8οὔτε γὰρ Ἀχαιοὺς σῴζειν προαιρούμενος Ἀντίγονος ἐπανείλετο τὸν πρὸς ὑμᾶς πόλεμον οὔτε τῇ Κλεομένους τυραννίδι δυσαρεστούμενος, ἵνα Λακεδαιμονίους ἐλευθερώσῃ ·

9.29.9καὶ λίαν γὰρ γε τοιοῦτός ἐστι τρόπος εὐήθης, εἴ τις ἄρα ταύτην ὑμῶν ἔχει τὴν διάληψιν ·

9.29.10ἀλλ’ὁρῶν οὐκ ἐν ἀσφαλεῖ τὴν ἑαυτοῦ δυναστείαν ἐσομένην, ἐὰν ὑμεῖς τὴν Πελοποννησίων ἀρχὴν κατακτήσησθε, πρὸς δὲ τοῦτο βλέπων εὖ πεφυκότα τὸν Κλεομένην καὶ τὴν τύχην ὑμῖν λαμπρῶς συνεργοῦσαν, ἅμα φοβηθεὶς καὶ φθονήσας παρῆν, οὐ Πελοποννησίοις βοηθήσων, ἀλλὰ τὰς ὑμετέρας ἐλπίδας ἀφελούμενος καὶ τὴν ὑμετέραν ὑπεροχὴν ταπεινώσων.

9.29.12διόπερ οὐκ ἐπὶ τοσοῦτον ἀγαπᾶν ὀφείλετε Μακεδόνας, ὅτι κυριεύσαντες τῆς πόλεως οὐ διήρπασαν, ἐφ’ὅσον ἐχθροὺς νομίζειν καὶ μισεῖν, ὅτι δυναμένους ὑμᾶς ἡγεῖσθαι τῆς Ἑλλάδος πλεονάκις ἤδη κεκωλύκασι.

9.30

9.30.1περί γε μὴν τῆς Φιλίππου παρανομίας τίς χρεία πλείω λέγειν;

9.30.2τῆς μὲν γὰρ εἰς τὸ θεῖον ἀσεβείας ἱκανὸν ὑπόδειγμ’αἱ περὶ τοὺς ἐν Θέρμῳ ναοὺς ὕβρεις, τῆς δ’εἰς τοὺς ἀνθρώπους ὠμότητος περὶ τοὺς Μεσσηνίους ἀθεσία καὶ παρασπόνδησις G4.

9.30.3Αἰτωλοὶ γὰρ μόνοι μὲν τῶν Ἑλλήνων ἀντωφθάλμησαν πρὸς Ἀντίπατρον ὑπὲρ τῆς τῶν ἀδίκως ἀκληρούντων ἀσφαλείας, μόνοι δὲ πρὸς τὴν Βρέννου καὶ τῶν ἅμα τούτῳ βαρβάρων ἔφοδον ἀντέστησαν, μόνοι δὲ καλούμενοι συνηγωνίζοντο, βουλόμενοι τὴν πάτριον ἡγεμονίαν τῶν Ἑλλήνων ὑμῖν συγκατασκευάζειν.

9.30.4ταῦτα μὲν οὖν ἡμῖν ἐπὶ τοσοῦτον εἰρήσθω.

9.30.5περὶ δὲ τοῦ νῦν ἐνεστῶτος διαβουλίου γράφειν μὲν καὶ χειροτονεῖν ἀναγκαῖόν πώς ἐστιν ὡς περὶ πολέμου βουλευομένοις, τῇ μέντοι γ’ἀληθείᾳ μὴ νομίζειν τοῦτον εἶναι πόλεμον.

9.30.6Ἀχαιοὺς μὲν γὰρ οὐχ οἷον διανοησομένους βλάπτειν ὑμῶν τὴν χώραν, μεγάλην δὲ χάριν ἕξειν αὐτοὺς ὑπολαμβάνω τοῖς θεοῖς, ἐὰν δύνωνται τὴν ἰδίαν τηρεῖν, ἐπειδὰν αὐτοῖς πόλεμος ὑπ’Ἠλείων καὶ Μεσσηνίων διὰ τὴν πρὸς ἡμᾶς συμμαχίαν, ἅμα δὲ τούτοις ὑφ’ἡμῶν περισταθῇ.

9.30.7Φίλιππον δὲ πάντως πέπεισμαι λήξειν τῆς ὁρμῆς κατὰ μὲν γῆν ὑπ’Αἰτωλῶν πολεμούμενον, κατὰ δὲ θάλατταν ὑπότε Ῥωμαίων καὶ τοῦ βασιλέως Ἀττάλου.

9.30.8λίαν δ’εὐμαρῶς ἔστι συλλογίσασθαι τὸ μέλλον ἐκ τῶν ἤδη γεγονότων.

9.30.9εἰ γὰρ πρὸς μόνους Αἰτωλοὺς πολεμῶν μηδέποτε δυνατὸς ἦν χειρώσασθαι τούτους, που συμβεβηκότων ἀξιόχρεως ἂν εἴη πρὸς τὸν ἐνεστῶτα πόλεμον;

9.31

9.31.1ταῦτα μὲν οὖν εἰρήσθω μοι κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν χάριν τοῦ γνῶναι πάντας ὑμᾶς διότι καὶ μὴ προεισδεδεμένους, ἀλλ’ἐξ ἀκεραίου βουλευομένους, μᾶλλον Αἰτωλοῖς ἡμᾶς Μακεδόσιν ἐχρῆν συμμαχεῖν.

9.31.2εἰ δὲ καὶ προκατέχεσθε καὶ προδιειλήφατε περὶ τούτων, τίς ἔτι καταλείπεται λόγος;

9.31.3εἰ γὰρ συνέθεσθε τὴν νῦν ὑπάρχουσαν ὑμῖν πρὸς ἡμᾶς συμμαχίαν πρότερον τῶν ὑπ’Ἀντιγόνου γεγονότων εἰς ὑμᾶς εὐεργετημάτων, ἴσως ἦν εἰκὸς διαπορεῖν, εἰ δέον ἐστί, τοῖς ἐπιγεγονόσιν εἴκοντας παριδεῖν τι τῶν πρότερον ὑπαρχόντων.

9.31.4ἐπεὶ δὲ συντετελεσμένης ὑπ’Ἀντιγόνου τῆς πολυθρυλήτου ταύτης ἐλευθερίας καὶ σωτηρίας, ἣν οὗτοι παρ’ἕκαστον ὑμῖν ὀνειδίζουσι, μετὰ δὲ ταῦτα βουλευόμενοι καὶ πολλάκις ἑαυτοῖς δόντες λόγον, ποτέροις ὑμᾶς δεῖ κοινωνεῖν πραγμάτων, Αἰτωλοῖς Μακεδόσιν, εἵλεσθε μετέχειν Αἰτωλοῖς, οἷς ἐδώκατε περὶ τούτων πίστεις καὶ κατελάβετε παρ’ἡμῶν, καὶ συμπεπολεμήκατε τὸν πρῴην συστάντα πόλεμον ἡμῖν πρὸς Μακεδόνας, τίς ἔτι δύναται περὶ τούτων εἰκότως ἐπαπορεῖν;

9.31.5τὰ μὲν γὰρ πρὸς Ἀντίγονον καὶ Φίλιππον ὑμῖν ὑπάρχοντα φιλάνθρωπα παρεγράφη τότε.

9.31.6λοιπὸν δι’Αἰτωλῶν ἀδίκημά τι δεῖ μετὰ ταῦτα γεγονὸς εἰς ὑμᾶς δεικνύειν διὰ Μακεδόνων εὐεργεσίαν μηδετέρου τούτων ἐπιγεγονότος, πῶς, οἷς πρότερον ἐξ ἀκεραίου βουλευόμενοι δικαίως οὐ προσέσχετε, τούτων νῦν ἐντραπέντες ἀνασκευάζειν μέλλετε συνθήκας, ὅρκους, τὰς μεγίστας πίστεις παρ’ἀνθρώποις;

9.31.7 μὲν οὖν Χλαινέας τοιαῦτα διαλεχθεὶς καὶ δόξας δυσαντιρρήτως εἰρηκέναι κατέπαυσε τὸν λόγον.

9.32

9.32.1μετὰ δὲ ταῦτα Λυκίσκος τῶν Ἀκαρνάνων πρεσβευτὴς εἰσελθὼν τὸ μὲν πρῶτον ἐπέσχε, θεωρῶν τοὺς πολλοὺς ἐν αὑτοῖς διαλαλοῦντας ὑπὲρ τῶν προειρημένων, ἐπεὶ δέ ποτε καθησύχασαν, οὕτως πως ἤρξατο τοῦ λέγειν ·

9.32.3ἡμεῖς, ἄνδρες Λακεδαιμόνιοι, παρεγενόμεθα μὲν ὑπὸ τοῦ κοινοῦ τῶν Ἀκαρνάνων ἀπεσταλμένοι πρὸς ὑμᾶς, μετέχοντες δὲ σχεδὸν ἀεί ποτε Μακεδόσι τῶν αὐτῶν ἐλπίδων καὶ τὴν πρεσβείαν ταύτην κοινὴν ὑπολαμβάνομεν ἡμῖν ὑπάρχειν καὶ Μακεδόσιν.

9.32.4ὥσπερ δὲ καὶ κατὰ τοὺς κινδύνους διὰ τὴν ὑπεροχὴν καὶ τὸ μέγεθος τῆς Μακεδόνων δυνάμεως ἐμπεριέχεσθαι συμβαίνει τὴν ἡμετέραν ἀσφάλειαν ἐν ταῖς ἐκείνων ἀρεταῖς, οὕτως καὶ κατὰ τοὺς πρεσβευτικοὺς ἀγῶνας ἐμπεριέχεται τὸ τῶν Ἀκαρνάνων συμφέρον ἐν τοῖς Μακεδόνων δικαίοις.

9.32.5διόπερ οὐ δεῖ θαυμάζειν ὑμᾶς, ἐὰν τὸν πλείω λόγον ὑπὲρ Φιλίππου ποιώμεθα καὶ Μακεδόνων.

9.32.6Χλαινέας τοιγαροῦν, καταστρέφων τὴν δημηγορίαν, ἀπότομόν τινα συγκεφαλαίωσιν ἐποιήσατο τῶν ὑπαρχόντων πρὸς ὑμᾶς δικαίων.

9.32.7ἔφη γάρ, εἰ μὲν ἐπιγέγονέ τι μετὰ τὸ θέσθαι τὴν συμμαχίαν ὑμᾶς τὴν πρὸς τούτους ἤτοι βλαβερὸν καὶ δυσχερὲς ὑπ’Αἰτωλῶν καὶ νὴ Δία φιλάνθρωπον ὑπὸ Μακεδόνων, εἰκότως ἂν καὶ τὸ νῦν διαβούλιον ἐξ ἀκεραίου σκέψεως τυγχάνειν ·

9.32.8εἰ δὲ μηδενὸς ἐπιγεγονότος τοιούτου τὰ κατ’Ἀντίγονον προφερόμενοι τὰ πρότερον ὑφ’ὑμῶν δεδοκιμασμένα πεπείσμεθα νῦν ἡμεῖς ἀνασκευάσειν ὅρκους καὶ συνθήκας, εὐηθεστάτους πάντων ἡμᾶς ὑπάρχειν.

9.32.9ἐγὼ δ’, εἰ μὲν μηδὲν ἐπιγέγονε κατὰ τὸν τούτου λόγον, μένει δὲ τὰ πράγματα τοιαῦτα τοῖς Ἕλλησιν οἷα πρότερον ἦν, ὅτε πρὸς αὐτοὺς Αἰτωλοὺς ἐποιεῖσθε τὴν συμμαχίαν, ὁμολογῶ πάντων εὐηθέστατος ὑπάρχειν καὶ ματαίους μέλλειν διατίθεσθαι λόγους ·

9.32.10εἰ δὲ τὴν ἐναντίαν ἔσχηκε διάθεσιν, ὡς ἐγὼ σαφῶς δείξω προϊόντος τοῦ λόγου, καὶ λίαν ἐμὲ μὲν οἴομαι φανήσεσθαί τι λέγειν ὑμῖν τῶν συμφερόντων, Χλαινέαν δ’ἀγνοεῖν.

9.32.11παραγινόμεθα μὲν οὖν ὑπὲρ αὐτοῦ τούτου πεπεισμένοι δεῖν ἡμᾶς ποιεῖσθαι τοὺς λόγους, ὑπὲρ τοῦ δεῖξαι διότι καὶ πρέπον ὑμῖν ἐστι καὶ συμφέρον, εἰ μὲν δυνατόν, ἀκούσαντας τῆς ἐπιφερομένης τοῖς Ἕλλησι περιστάσεως καλόν τι βουλεύσασθαι καὶ πρέπον ἑαυτοῖς, μετασχόντας ἡμῖν τῶν ἐλπίδων ·

9.32.12εἰ δὲ μή, τούτων τὴν ἡσυχίαν ἔχειν κατὰ τὸ παρόν.

9.33

9.33.1ἐπεὶ δ’ἀνέκαθεν οὗτοι κατηγορεῖν ἐτόλμησαν τῆς Μακεδόνων οἰκίας, ἀναγκαῖον εἶναί μοι δοκεῖ πρότερον ὑπὲρ τούτων βραχέα διαλεχθέντ’ἀφελέσθαι τὴν ἄγνοιαν τῶν πεπιστευκότων τοῖς εἰρημένοις.

9.33.2ἔφη τοιγαροῦν Χλαινέας Φίλιππον τὸν Ἀμύντου διὰ τῆς Ὀλυνθίων ἀτυχίας κύριον γενέσθαι Θετταλίας.

9.33.3ἐγὼ δὲ διὰ Φίλιππον οὐ μόνον Θετταλούς, ἀλλὰ καὶ τοὺς λοιποὺς Ἕλληνας ὑπολαμβάνω σεσῶσθαι.

9.33.4καθ’οὓς γὰρ καιροὺς Ὀνόμαρχος καὶ Φιλόμηλος καταλαβόμενοι Δελφοὺς ἀσεβῶς καὶ παρανόμως ἐγένοντο κύριοι τῶν τοῦ θεοῦ χρημάτων, τότε τίς ὑμῶν οὐκ οἶδε διότι τηλικαύτην συνεστήσαντο δύναμιν, πρὸς ἣν οὐδεὶς ἔτι τῶν Ἑλλήνων ἀντοφθαλμεῖν δυνατὸς ἦν;

9.33.5ἀλλ’ἐκινδύνευον ἅμα ταῖς εἰς τὸ θεῖον ἀσεβείαις καὶ τῆς Ἑλλάδος γενέσθαι κύριοι πάσης.

9.33.6ἐν οἷς καιροῖς Φίλιππος ἐθελοντὴν αὑτὸν ἐπιδοὺς ἐπανείλετο μὲν τοὺς τυράννους, ἠσφαλίσατο δὲ τὰ κατὰ τὸ ἱερόν, αἴτιος δ’ἐγένετο τοῖς Ἕλλησι τῆς ἐλευθερίας, ὡς αὐτὰ τὰ πράγματα μεμαρτύρηκε καὶ τοῖς ἐπιγενομένοις.

9.33.7οὐ γὰρ ὡς ἠδικηκότα Φίλιππον Θετταλούς, καθάπερ οὗτος ἐτόλμα λέγειν, ἀλλ’ὡς εὐεργέτην ὄντα τῆς Ἑλλάδος, καὶ κατὰ γῆν αὐτὸν ἡγεμόνα καὶ κατὰ θάλατταν εἵλοντο πάντες · οὗ πρότερον ἀνθρώπων οὐδεὶς ἔτυχε.

9.33.8νὴ Δί’, ἀλλὰ παρεγένετο μετὰ τῆς δυνάμεως εἰς τὴν Λακωνικήν ·

9.33.9οὐ κατά γε τὴν αὑτοῦ προαίρεσιν, ὡς ὑμεῖς ἴστε, καλούμενος δὲ καὶ πολλάκις ὀνομαζόμενος ὑπὸ τῶν ἐν Πελοποννήσῳ φίλων καὶ συμμάχων μόλις αὑτὸν ἐπέδωκε.

9.33.10καὶ παραγενόμενος πῶς τοῖς πράγμασιν ἐχρήσατο, Χλαινέα, σκόπει. δυνάμενος γὰρ συγχρήσασθαι ταῖς τῶν ἀστυγειτόνων ὁρμαῖς πρόςτε τὴν τῆς χώρας τῆς τούτων καταφθορὰν καὶ τὴν τῆς πόλεως ταπείνωσιν, καὶ τοῦτο πρᾶξαι μετὰ τῆς μεγίστης χάριτος, ἐπὶ μὲν τὴν τοιαύτην αἵρεσιν οὐδαμῶς αὑτὸν ἐνέδωκε, καταπληξάμενος δὲ κἀκείνους καὶ τούτους ἐπὶ τῷ κοινῇ συμφέροντι διὰ λόγου τὴν ἐξαγωγὴν ἀμφοτέρους ἠνάγκασε ποιήσασθαι περὶ τῶν ἀμφισβητουμένων, οὐχ αὑτὸν ἀποδείξας κριτὴν ὑπὲρ τῶν ἀντιλεγομένων, ἀλλὰ κοινὸν ἐκ πάντων τῶν Ἑλλήνων καθίσας κριτήριον.

9.33.12ἄξιόν γε τὸ γεγονὸς ὀνείδους καὶ προφορᾶς.

9.34

9.34.1πάλιν Ἀλεξάνδρῳ διότι μὲν ἀδικεῖσθαι δόξας τὴν Θηβαίων πόλιν ἐκόλασε, τοῦτο πικρῶς ὠνείδισας, ὅτι δὲ τιμωρίαν ἔλαβε παρὰ τῶν Περσῶν ὑπὲρ τῆς εἰς ἅπαντας τοὺς Ἕλληνας ὕβρεως, οὐκ ἐποιήσω μνήμην, οὐ δὲ διότι μεγάλων κακῶν κοινῇ πάντας ἡμᾶς ἔλυσε, καταδουλωσάμενος τοὺς βαρβάρους καὶ παρελόμενος αὐτῶν τὰς χορηγίας, αἷς ἐκεῖνοι χρώμενοι κατέφθειραν τοὺς Ἕλληνας, ποτὲ μὲν Ἀθηναίους καὶ τοὺς τούτων προγόνους ἀγωνοθετοῦντες καὶ συμβάλλοντες, ποτὲ δὲ Θηβαίους, καὶ τέλος ὑπήκοον ἐποίησε τὴν Ἀσίαν τοῖς Ἕλλησι.

9.34.4περὶ δὲ τῶν διαδεξαμένων πῶς καὶ τολμᾶτε μνημονεύειν; ἐκεῖνοι γὰρ κατὰ τὰς τῶν καιρῶν περιστάσεις οἷς μὲν ἀγαθῶν οἷς δὲ κακῶν ἐγίνοντο παραίτιοι πολλάκις · περὶ ὧν τοῖς μὲν ἄλλοις ἴσως ἂν ἐξείη μνησικακεῖν, ὑμῖν δ’οὐδαμῶς καθήκει τοῦτο ποιεῖν τοῖς ἀγαθοῦ μὲν μηδενὶ μηδενὸς παραιτίοις γεγονόσι, κακῶν δὲ πολλοῖς καὶ πολλάκις.

9.34.6ἐπεὶ τίνες οἱ τὸν Ἀντίγονον εἰσὶ τὸν Δημητρίου παρακαλέσαντες ἐπὶ διαιρέσει τοῦ τῶν Ἀχαιῶν ἔθνους;

9.34.7τίνες δ’οἱ πρὸς τὸν Ἀλέξανδρον τὸν Ἠπειρώτην ὅρκους ποιησάμενοι καὶ συνθήκας ἐπ’ἐξανδραποδισμῷ καὶ μερισμῷ τῆς Ἀκαρνανίας;

9.34.8οὐχ ὑμεῖς; τίνες δὲ κατὰ κοινὸν τοιούτους ἡγεμόνας ἐξέπεμψαν οἵους ὑμεῖς; οἵ γε καὶ τοῖς ἀσύλοις ἱεροῖς ἐτόλμησαν προσάγειν τὰς χεῖρας.

9.34.9ὧν Τίμαιος μὲν τότ’ἐπὶ Ταινάρῳ τοῦ Ποσειδῶνος καὶ τὸ τῆς ἐν Λούσοις ἱερὸν Ἀρτέμιδος ἐσύλησε, Φάρυκος δὲ καὶ Πολύκριτος, μὲν τὸ τῆς Ἥρας ἐν Ἄργει τέμενος, δὲ τὸ τοῦ Ποσειδῶνος ἐν Μαντινείᾳ διήρπασε.

9.34.11τί δαὶ Λάτταβος καὶ Νικόστρατος; οὐ τὴν τῶν Παμβοιωτίων πανήγυριν εἰρήνης οὔσης παρεσπόνδησαν, Σκυθῶν ἔργα καὶ Γαλατῶν ἐπιτελοῦντες; ὧν οὐδὲν πέπρακται τοῖς διαδεξαμένοις.

9.35

9.35.1καὶ πρὸς οὐδὲν τούτων ἀπολογηθῆναι δυνάμενοι σεμνύνεσθε, διότι τὴν ἐπὶ Δελφοὺς ἔφοδον τῶν βαρβάρων ὑπέστητε, καὶ φατὲ δεῖν διὰ ταῦτα χάριν ἔχειν ὑμῖν τοὺς Ἕλληνας.

9.35.2ἀλλ’εἰ διὰ μίαν ταύτην χρείαν Αἰτωλοῖς χάρις ὀφείλεται, τίνος καὶ πηλίκης δεῖ τιμῆς ἀξιοῦσθαι Μακεδόνας, οἳ τὸν πλείω τοῦ βίου χρόνον οὐ παύονται διαγωνιζόμενοι πρὸς τοὺς βαρβάρους ὑπὲρ τῆς τῶν Ἑλλήνων ἀσφαλείας;

9.35.3ὅτι γὰρ αἰεί ποτ’ἂν ἐν μεγάλοις ἦν κινδύνοις τὰ κατὰ τοὺς Ἕλληνας, εἰ μὴ Μακεδόνας εἴχομεν πρόφραγμα καὶ τὰς τῶν παρὰ τούτοις βασιλέων φιλοτιμίας, τίς οὐ γινώσκει;

9.35.4μέγιστον δὲ τούτου σημεῖον · ἅμα γὰρ τῷ Γαλάτας καταφρονῆσαι Μακεδόνων νικήσαντας Πτολεμαῖον τὸν Κεραυνὸν ἐπικαλούμενον, εὐθέως καταγνόντες τῶν ἄλλων ἧκον οἱ περὶ Βρέννον εἰς μέσην τὴν Ἑλλάδα μετὰ δυνάμεως. πολλάκις ἂν συνέβαινε γίνεσθαι μὴ προκαθημένων Μακεδόνων.

9.35.5οὐ μὴν ἀλλὰ περὶ μὲν τῶν γεγονότων ἔχων πολλὰ λέγειν ἀρκεῖν ἡγοῦμαι ·

9.35.6τῶν δὲ Φιλίππῳ πεπραγμένων εἰς ἀσέβειαν ὠνείδισαν τὴν τοῦ ναοῦ καταφθοράν, οὐ προσθέντες τὴν αὑτῶν ὕβριν καὶ παρανομίαν, ἣν ἐπετελέσαντο περὶ τοὺς ἐν Δίῳ καὶ Δωδώνῃ ναοὺς καὶ τὰ τεμένη τῶν θεῶν.

9.35.7ἐχρῆν δὲ λέγειν τοῦτο πρῶτον. ὑμεῖς δ’ μὲν ἐπάθετε, τούτοις ἐξηγήσασθε, μείζω ποιοῦντες τῶν γεγονότων, δ’ἐποιήσατε πρότεροι, πολλαπλάσια γεγονότα παρεσιωπήσατε, σαφῶς εἰδότες ὅτι τὰς ἀδικίας καὶ ζημίας ἅπαντες ἀεὶ τοῖς ἄρχουσι χειρῶν ἀδίκων ἐπιφέρουσι.

9.36

9.36.1περὶ δὲ τῶν κατ’Ἀντίγονον ἕως τούτου βούλομαι ποιήσασθαι τὴν μνήμην, ἕως τοῦ μὴ δόξαι καταφρονεῖν τῶν γεγονότων μη δ’ἐν παρέργῳ τίθεσθαι τὴν τηλικαύτην πρᾶξιν.

9.36.2ἔγωγ’εὐεργεσίαν μείζω τῆς ὑπ’Ἀντιγόνου γεγενημένης εἰς ὑμᾶς οὐ δ’ἱστορεῖσθαι νομίζω · δοκεῖ γὰρ ἔμοιγε μη δ’ὑπερβολὴν ἐπιδέχεσθαι τὸ γεγονός.

9.36.3γνοίη δ’ἄν τις ἐκ τούτων. ἐπολέμησε πρὸς ὑμᾶς Ἀντίγονος, καὶ μετὰ ταῦτα παραταξάμενος ἐνίκησε · διὰ τῶν ὅπλων ἐγένετο κύριος τῆς χώρας ἅμα καὶ τῆς πόλεως.

9.36.4ὤφειλε ποιεῖν τὰ τοῦ πολέμου · τοσοῦτον ἀπέσχε τοῦ πρᾶξαί τι καθ’ὑμῶν δεινόν, ὡς πρὸς τοῖς ἄλλοις ἐκβαλὼν τὸν τύραννον καὶ τοὺς νόμους καὶ τὸ πάτριον ὑμῖν ἀποκατέστησε πολίτευμα.

9.36.5ἀνθ’ὧν ὑμεῖς ἐν ταῖς κοιναῖς πανηγύρεσι μάρτυρας ποιησάμενοι τοὺς Ἕλληνας εὐεργέτην ἑαυτῶν καὶ σωτῆρα τὸν Ἀντίγονον ἀνεκηρύξατε.

9.36.6τί οὖν ἐχρῆν ποιεῖν ὑμᾶς; ἐρῶ γὰρ τὸ φαινόμενον, ἄνδρες. ὑμεῖς δ’ἀνέξεσθε · ποιήσω γὰρ τοῦτο νῦν οὐκ ἀπροσλόγως ὀνειδίσαι βουλόμενος ὑμῖν, ἀλλ’ὑπὸ τῆς τῶν πραγμάτων περιστάσεως ἀναγκαζόμενος ἐπὶ τῷ κοινῇ συμφέροντι.

9.36.7τί δὴ μέλλω λέγειν; ὅτι καὶ κατὰ τὸν προγεγονότα πόλεμον οὐκ Αἰτωλοῖς, ἀλλὰ Μακεδόσιν ἔδει συμμαχεῖν ὑμᾶς, καὶ νῦν παρακαλουμένους Φιλίππῳ μᾶλλον τούτοις ἑαυτοὺς προσνέμειν.

9.36.8νὴ Δί’, ἀλλὰ παραβήσεσθε τὰς συνθήκας ·

9.36.9καὶ πότερα δεινότερον ἂν ποιήσαιτε, τὰ κατ’ἰδίαν πρὸς Αἰτωλοὺς ὑμῖν συγκείμενα δίκαια παριδόντες τὰ πάντων τῶν Ἑλλήνων ἐναντίον ἐν στήλῃ γεγονότα καὶ καθιερωμένα;

9.36.10πῶς δὲ τούτους ἀθετεῖν εὐλαβεῖσθε, παρ’ὧν οὐδεμίαν προειλήφατε χάριν, Φίλιππον δὲ καὶ Μακεδόνας οὐκ ἐντρέπεσθε, δι’οὓς ἔχετε καὶ τοῦ νῦν βουλεύεσθαι τὴν ἐξουσίαν;

9.36.11 τὸ μὲν τοῖς φίλοις τὰ δίκαια ποιεῖν ἀναγκαῖον ἡγεῖσθε;

9.36.12καὶ μὴν οὐχ οὕτως ὅσιόν ἐστι τὸ τὰς ἐγγράπτους πίστεις βεβαιοῦν, ὡς ἀνόσιον τὸ τοῖς σώσασι πολεμεῖν · νῦν Αἰτωλοὶ πάρεισιν ὑμᾶς ἀξιοῦντες.

9.37

9.37.1οὐ μὴν ἀλλ’εἰρήσθω μέν μοι ταῦτα, κρινέσθω δὲ παρὰ τοῖς φιλοτιμότερον διακειμένοις ἐκτὸς εἶναι τῶν ἐνεστώτων. ἐπὶ δὲ τὸ συνέχον, ὡς οὗτοί φασιν, ἐπάνιμεν.

9.37.2τοῦτο δ’ἦν, εἰ μὲν ὡμοίωται τὰ πράγματα νῦν καὶ καθ’οὓς καιροὺς ἐποιεῖσθε τὴν πρὸς τούτους συμμαχίαν, διότι δεῖ μένειν καὶ τὴν ὑμετέραν αἵρεσιν ἐπὶ τῶν ὑποκειμένων · ταῦτα γὰρ ἐν ἀρχαῖς εἶναι ·

9.37.3εἰ δ’ὁλοσχερῶς ἠλλοίωται, διότι δίκαιόν ἐστι καὶ νῦν ὑμᾶς ἐξ ἀκεραίου βουλεύεσθαι περὶ τῶν παρακελευομένων.

9.37.4ἐρωτῶ τοιγαροῦν ὑμᾶς, Κλεόνικε καὶ Χλαινέα, τίνας ἔχοντες συμμάχους τότε παρεκαλεῖτε τούτους εἰς τὴν κοινοπραγίαν; ἆρ’οὐ πάντας Ἕλληνας;

9.37.5τίσι δὲ νῦν κοινωνεῖτε τῶν ἐλπίδων, πρὸς ποίαν παρακαλεῖτε τούτους συμμαχίαν;

9.37.6ἆρ’οὐ πρὸς τὴν τῶν βαρβάρων; ὅμοιά γε δοκεῖ τὰ πράγμαθ’ὑμῖν ὑπάρχειν νῦν καὶ πρότερον, ἀλλ’οὐ τἀναντία ·

9.37.7τότε μὲν γὰρ ὑπὲρ ἡγεμονίας καὶ δόξης ἐφιλοτιμεῖσθε πρὸς Ἀχαιοὺς καὶ Μακεδόνας ὁμοφύλους καὶ τὸν τούτων ἡγεμόνα Φίλιππον · νῦν δὲ περὶ δουλείας ἐνίσταται πόλεμος τοῖς Ἕλλησι πρὸς ἀλλοφύλους ἀνθρώπους, οὓς ὑμεῖς δοκεῖτε μὲν ἐπισπᾶσθαι κατὰ Φιλίππου, λελήθατε δὲ κατὰ σφῶν αὐτῶν ἐπεσπασμένοι καὶ κατὰ πάσης Ἑλλάδος.

9.37.9ὥσπερ γὰρ οἱ κατὰ τὰς πολεμικὰς περιστάσεις βαρυτέρας ἐπαγόμενοι φυλακὰς εἰς τὰς πόλεις τῆς αὑτῶν δυνάμεως χάριν τῆς ἀσφαλείας ἅμα τὸν ἀπὸ τῶν ἐχθρῶν ἀπωθοῦνται φόβον καὶ ποιοῦσιν ὑποχειρίους σφᾶς αὐτοὺς ταῖς τῶν φίλων ἐξουσίαις, τὸν αὐτὸν τρόπον καὶ νῦν Αἰτωλοὶ διανοοῦνται.

9.37.10βουλόμενοι γὰρ περιγενέσθαι Φιλίππου καὶ ταπεινῶσαι Μακεδόνας, λελήθασιν αὑτοῖς ἐπισπασάμενοι τηλικοῦτο νέφος ἀπὸ τῆς ἑσπέρας, κατὰ μὲν τὸ παρὸν ἴσως πρώτοις ἐπισκοτήσει Μακεδόσι, κατὰ δὲ τὸ συνεχὲς πᾶσιν ἔσται τοῖς Ἕλλησι μεγάλων κακῶν αἴτιον.

9.38

9.38.1ἅπαντας μὲν οὖν δεῖ τοὺς Ἕλληνας προϊδέσθαι τὸν ἐπιφερόμενον καιρόν, μάλιστα δὲ Λακεδαιμονίους.

9.38.2ἐπεὶ τίνος χάριν ὑπολαμβάνετε τοὺς ὑμετέρους προγόνους, ἄνδρες Λακεδαιμόνιοι, καθ’οὓς καιροὺς Ξέρξης ἀπέστειλε πρεσβευτὴν πρὸς ὑμᾶς, ὕδωρ καὶ γῆν αἰτούμενος, ἀπώσαντας εἰς τὸ φρέαρ τὸν παραγεγονότα καὶ προσεπιβαλόντας τῆς γῆς κελεύειν ἀπαγγεῖλαι τῷ Ξέρξῃ διότι παρὰ Λακεδαιμονίων ἔχει τὰ κατὰ τὴν ἐπαγγελίαν, ὕδωρ καὶ γῆν;

9.38.3τίνος πάλιν ἐθελοντὴν καὶ προδήλως ἐξορμᾶν ἀποθανουμένους τοὺς περὶ Λεωνίδην;

9.38.4ἆρ’οὐχ ἵνα δόξωσι μὴ μόνον ὑπὲρ τῆς αὑτῶν, ἀλλὰ καὶ περὶ τῆς τῶν ἄλλων Ἑλλήνων ἐλευθερίας προκινδυνεύειν;

9.38.5ἄξιόν γε τοιούτων ἀνδρῶν ἀπογόνους ὑπάρχοντας, κἄπειτα νῦν συμμαχίαν ποιησαμένους τοῖς βαρβάροις, στρατεύειν μετ’ἐκείνων καὶ πολεμεῖν Ἠπειρώταις, Ἀχαιοῖς, Ἀκαρνᾶσι, Βοιωτοῖς, Θετταλοῖς σχεδὸν πᾶσι τοῖς Ἕλλησι πλὴν Αἰτωλῶν.

9.38.6τούτοις μὲν οὖν ἔθος ἐστὶ ταῦτα πράττειν καὶ μηδὲν αἰσχρὸν νομίζειν, εἰ μόνον πρόσεστι τὸ πλεονεκτεῖν, οὐ μὴν ὑμῖν.

9.38.7καὶ τί δήποτε προσδοκᾶν δεῖ τούτους ἀπεργασομένους, ἐπεὶ τὴν Ῥωμαίων προσειλήφασι συμμαχίαν;

9.38.8οἵ γε τῆς Ἰλλυριῶν ἐπιλαβόμενοι ῥοπῆς καὶ βοηθείας κατὰ μὲν θάλατταν βιάζεσθαι καὶ παρασπονδεῖν ἐπεβάλοντο Πύλον, κατὰ δὲ γῆν ἐπολιόρκησαν μὲν τὴν Κλειτορίων πόλιν, ἐξηνδραποδίσαντο δὲ τὴν Κυναιθέων.

9.38.9καὶ πρότερον μὲν Ἀντιγόνῳ, καθάπερ ἐπάνω προεῖπον, ἐποιήσαντο συνθήκας οὗτοι περίτε τοῦ τῶν Ἀχαιῶν καὶ τοῦ τῶν Ἀκαρνάνων ἔθνους, νῦν δὲ πεποίηνται πρὸς Ῥωμαίους κατὰ πάσης τῆς Ἑλλάδος.

9.39

9.39.1 τίς οὐκ ἂν πυθόμενος ὑπίδοιτο μὲν τὴν Ῥωμαίων ἔφοδον, μισήσαι δὲ τὴν Αἰτωλῶν ἀπόνοιαν, ὅτι τοιαύτας ἐθάρρησαν ποιήσασθαι συνθήκας;

9.39.2ἤδη παρῄρηνται μὲν Ἀκαρνάνων Οἰνιάδας καὶ Νᾶσον · κατέσχον δὲ πρῴην τὴν τῶν ταλαιπώρων Ἀντικυρέων πόλιν, ἐξανδραποδισάμενοι μετὰ Ῥωμαίων αὐτήν.

9.39.3καὶ τὰ μὲν τέκνα καὶ τὰς γυναῖκας ἀπάγουσι Ῥωμαῖοι, πεισόμενα δῆλον ὅτι ἅπερ εἰκός ἐστι πάσχειν τοῖς ὑπὸ τὰς τῶν ἀλλοφύλων πεσοῦσιν ἐξουσίας · τὰ δ’ἐδάφη κληρονομοῦσι τῶν ἠτυχηκότων Αἰτωλοί.

9.39.4καλόν γε ταύτης τῆς συμμαχίας μετασχεῖν κατὰ προαίρεσιν, ἄλλωςτε καὶ Λακεδαιμονίους ὑπάρχοντας, οἵ γε Θηβαίους τοὺς κατ’ἀνάγκην ἡσυχίαν ἄγειν βουλευσαμένους μόνους τῶν Ἑλλήνων κατὰ τὴν τῶν Περσῶν ἔφοδον ἐψηφίσαντο δεκατεύσειν τοῖς θεοῖς κρατήσαντες τῷ πολέμῳ τῶν βαρβάρων.

9.39.5καλὸν μὲν οὖν, ἄνδρες Λακεδαιμόνιοι, καὶ πρέπον ὑμῖν ἐστι τὸ μνησθέντας μὲν τῶν προγόνων, εὐλαβηθέντας δὲ τὴν Ῥωμαίων ἔφοδον, ὑπιδομένους δὲ τὴν Αἰτωλῶν κακοπραγμοσύνην, τὸ δὲ μέγιστον τῶν ἐξ Ἀντιγόνου γεγονότων μνησθέντας, ἔτι καὶ νῦν μισοπονηρῆσαι, καὶ τὴν μὲν Αἰτωλῶν ἀποστραφῆναι φιλίαν, Ἀχαιοῖς δὲ καὶ Μακεδόσι κοινωνῆσαι τῶν αὐτῶν ἐλπίδων.

9.39.7εἰ δ’ἄρα πρὸς τοῦτό τινες ἀντιπράττουσι τῶν πλεῖον δυναμένων παρ’ὑμῖν, πρός γε τὴν ἡσυχίαν ὁρμήσατε, καὶ μὴ μετάσχητε τῆς τούτων ἀδικίας.

9.40

9.40.1τὸ γὰρ τοιοῦτον ἦθος αἰεὶ βούλεται διαφυλάττειν τῶν Ἀθηναίων πόλις.

9.40.2προθυμίαν γὰρ φίλων συμφόρως μὲν γινομένην μεγάλην παρέχεσθαι χρείαν, ἐφελκομένην δὲ καὶ καθυστεροῦσαν τελέως ἀνωφελῆ ποιεῖν τὴν ἐπικουρίαν.

9.40.3εἴπερ οὖν βούλονται μὴ τοῖς γράμμασι μόνον, ἀλλὰ καὶ τοῖς ἔργοις τηρεῖν τὴν πρὸς αὐτοὺς συμμαχίαν G4. οἱ δὲ Ἀκαρνᾶνες, πυνθανόμενοι τὴν τῶν Αἰτωλῶν ἔφοδον ἐπὶ σφᾶς, τὰ μὲν ἀπαλγοῦντες ταῖς ἐλπίσι, τὰ δὲ καὶ θυμομαχοῦντες, ἐπί τινα παράστασιν κατήντησαν.

9.40.4εἰ δέ τις λειπόμενος μὴ θάνοι, φύγοι δὲ τὸν κίνδυνον, τοῦτον μήτε πόλει δέχεσθαι μήτε πῦρ ἐναύειν.

9.40.6περὶ τούτων ἀρὰς ἐποιήσαντο πᾶσι μέν, μάλιστα δὲ τοῖς Ἠπειρώταις, εἰς τὸ μηδένα τῶν φευγόντων δέξασθαι τῇ χώρᾳ.

9.41

9.41.1προθέμενος δὲ τῆς πόλεως κατὰ δύο πύργους ποιεῖσθαι τὴν προσαγωγὴν κατὰ μὲν τούτους χελώνας κατεσκεύαζε χωστρίδας καὶ κριούς, κατὰ δὲ τὸ μεσοπύργιον στοὰν ἐποίει μεταξὺ τῶν κριῶν παράλληλον τῷ τείχει.

9.41.2τῆς δὲ προθέσεως συντελουμένης παραπλήσιος τῶν ἔργων ἐγίνετο πρόσοψις τῇ τοῦ τείχους διαθέσει ·

9.41.3τὰ μὲν γὰρ ἐπὶ ταῖς χελώναις κατασκευάσματα πύργων ἐλάμβανε καὶ φαντασίαν καὶ διάθεσιν ἐκ τῆς τῶν γέρρων συνθέσεως, τὸ δὲ μεταξὺ τούτων τείχους, τῶν ἀνωτέρω γέρρων τῆς στοᾶς εἰς ἐπάλξεις τῇ πλοκῇ διῃρημένων.

9.41.4διὰ μὲν οὖν τοῦ κάτω μέρους τῶν πύργων οἵτε προσχωννύντες τὰς ἀνωμαλίας τῶν τόπων ἐπὶ τῇ τῶν ἐσχαρίων ἐφόδῳ τὴν γῆν ἐπέβαλλον τε κριὸς ἐξωθεῖτο.

9.41.5τὸ δὲ δεύτερον ὑδρίας καὶ τὰς πρὸς τοὺς ἐμπυρισμοὺς εἶχε παρασκευὰς καὶ τὰ καταπελτικὰ σὺν τούτοις.

9.41.6ἐπὶ δὲ τοῦ τρίτου πλῆθος ἀνδρῶν ἐφειστήκει τῶν ἀπομαχομένων πρὸς τοὺς κακοποιεῖν ἐπιβαλλομένους τὸν κριόν. οὗτοι δ’ἦσαν ἰσοϋψεῖς τοῖς τῆς πόλεως πύργοις.

9.41.7ἐκ δὲ τῆς μεταξὺ τῶν πύργων στοᾶς ὀρύγματα διπλᾶ προσήγετο πρὸς τὸ μεσοπύργιον.

9.41.8καὶ τρεῖς ἦσαν βελοστάσεις λιθοβόλοις, ὧν μὲν εἷς ταλαντιαίους, οἱ δὲ δύο τριακονταμναίους ἐξέβαλλον λίθους.

9.41.9ἀπὸ δὲ τῆς παρεμβολῆς ὡς πρὸς τὰς χελώνας τὰς χωστρίδας ἐπεποίηντο σύριγγες κατάστεγοι χάριν τοῦ μήτε τοὺς προσιόντας ἐκ τῆς στρατοπεδείας μήτε τοὺς ἀπιόντας ἀπὸ τῶν ἔργων βλάπτεσθαι μηδὲν ὑπὸ τῶν ἐκ τῆς πόλεως βελῶν.

9.41.10ἐν ὀλίγαις δὲ τελέως ἡμέραις συνέβη καὶ τὴν τῶν ἔργων ἐπιτελεσθῆναι συντέλειαν διὰ τὸ τὴν χώραν ἀφθόνους ἔχειν τὰς εἰς τοῦτο τὸ μέρος χορηγίας.

9.41.11οἱ γὰρ Ἐχιναιεῖς κεῖνται μὲν ἐν τῷ Μηλιεῖ κόλπῳ, τετραμμένοι πρὸς μεσημβρίαν, καταντίπεραν τῆς τῶν Θρονιέων χώρας, καρποῦνται δὲ γῆν πάμφορον. δι’ἣν αἰτίαν οὐδὲν ἐνέλειπε τὸν Φίλιππον τῶν πρὸς τὰς ἐπιβολάς.

9.41.12οὐ μὴν ἀλλά, καθάπερ εἶπον, ἐπιτελεσθέντων τῶν ἔργων προσῆγον ἅμα τὰς τῶν ὀρυγμάτων καὶ μηχανημάτων κατασκευάς.

9.42

9.42.1Πόπλιος τῶν Ῥωμαίων στρατηγὸς καὶ Δωρίμαχος τῶν Αἰτωλῶν, τοῦ Φιλίππου πολιορκοῦντος τὴν Ἐχιναιῶν πόλιν, καὶ τὰ πρὸς τὸ τεῖχος καλῶς ἀσφαλισαμένου καὶ τὰ πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν τοῦ στρατοπέδου τάφρῳ καὶ τείχει ὀχυρωσαμένου, παραγενόμενοι αὐτοί, μὲν Πόπλιος στόλῳ, δὲ Δωρίμαχος πεζικῇ καὶ ἱππικῇ δυνάμει, καὶ προσβαλόντες τῷ χάρακι καὶ ἀποκρουσθέντες, τοῦ Φιλίππου μᾶλλον ἰσχυρῶς ἀγωνισαμένου, ἀπελπίσαντες οἱ Ἐχιναιεῖς παρέδοσαν ἑαυτοὺς τῷ Φιλίππῳ.

9.42.4οὐ γὰρ οἷοίτε ἦσαν οἱ περὶ τὸν Δωρίμαχον τῇ τῶν δαπανημάτων ἐνδείᾳ ἀναγκάζειν τὸν Φίλιππον, ἐκ θαλάττης ταῦτα ποριζόμενον. ὅτι τῆς Αἰγίνης ὑπὸ Ῥωμαίων ἁλούσης, οἱ Αἰγινῆται συναθροισθέντες ἐπὶ τὰς ναῦς, ὅσοι μὴ διεκλάπησαν, ἐδέοντο τοῦ στρατηγοῦ συγχωρῆσαι σφίσι πρεσβευτὰς ἐκπέμψαι πρὸς τὰς συγγενεῖς πόλεις περὶ λύτρων ·

9.42.6 δὲ Πόπλιος τὸ μὲν πρῶτον πικρῶς ἀντέφη, φάσκων, ὅτ’ἦσαν αὑτῶν κύριοι, τότε δεῖν διαπρεσβεύεσθαι πρὸς τοὺς κρείττους περὶ σωτηρίας, μὴ νῦν δούλους γεγονότας ·

9.42.7τὸ δὲ μικρῷ πρότερον αὐτοὺς μη δὲ λόγου καταξιώσαντας τοὺς παρ’αὐτοῦ πρεσβευτάς, νῦν ὑποχειρίους γεγονότας ἀξιοῦν πρεσβεύειν πρὸς τοὺς συγγενεῖς, πῶς οὐκ εὔηθες εἶναι;

9.42.8καὶ τότε μὲν ἀπέπεμψε τοὺς ἐντυγχάνοντας ταῦτ’εἰπών · τῇ δ’ἐπαύριον συγκαλέσας ἅπαντας τοὺς αἰχμαλώτους, Αἰγινήταις μὲν οὐδὲν ὀφείλειν ἔφη ποιεῖν φιλάνθρωπον, τῶν δὲ λοιπῶν Ἑλλήνων ἕνεκα συγχωρεῖν ἔφη πρεσβεύειν περὶ τῶν λύτρων, ἐπεὶ τοῦτο παρ’αὐτοῖς ἔθος ἐστίν.

9.43

9.43.1 γὰρ Εὐφράτης τὴν μὲν ἀρχὴν λαμβάνει τῆς συστάσεως ἐξ Ἀρμενίας, διαρρεῖ δὲ τὸν διὰ Συρίας καὶ τῶν ἑξῆς τόπων ὡς ἐπὶ Βαβυλωνίαν.

9.43.2καὶ δοκεῖ μὲν εἰς τὴν Ἐρυθρὰν ἐμβάλλειν θάλατταν, οὐ μὴν ἔστι γε τοῦτο · ταῖς γὰρ διώρυξι ταῖς ἐπὶ τὴν χώραν ἀγομέναις προεκδαπανᾶται πρὶν ἐκβολὴν εἰς θάλατταν πεποιῆσθαι.

9.43.3διὸ καὶ συμβαίνει τὴν ὑπεναντίαν φύσιν ἔχειν τοῦτον τοῖς πλείστοις τῶν ποταμῶν. τοῖς μὲν γὰρ ἄλλοις αὔξεται τὸ ῥεῦμα, καθὼς ἂν πλείους διαφέρωνται τόπους, καὶ μέγιστοι μέν εἰσι κατὰ χειμῶνα, ταπεινότατοι δὲ κατὰ τὴν ἀκμὴν τοῦ θέρους ·

9.43.4οὗτος δὲ καὶ πλεῖστος γίνεται τῷ ῥεύματι κατὰ κυνὸς ἐπιτολὴν καὶ μέγιστος ἐν τοῖς κατὰ Συρίαν τόποις, αἰεὶ δὲ προϊὼν ἐλάττων.

9.43.5αἴτιον δὲ τούτων ὅτι συμβαίνει τὴν μὲν αὔξησιν οὐκ ἐκ τῆς συρρύσεως τῶν χειμερινῶν ὄμβρων, ἀλλ’ἐκ τῆς ἀνατήξεως τῶν χιόνων γίνεσθαι, τὴν δὲ μείωσιν διὰ τὰς ἐκτροπὰς τὰς ἐπὶ τὴν χώραν καὶ τὸν μερισμὸν αὐτοῦ τὸν ἐπὶ τὰς ἀρδεύσεις.

9.43.6 καὶ τότε βραδεῖαν συνέβαινε γίνεσθαι τὴν κομιδὴν τῶν δυνάμεων, ἅτε καταγόμων μὲν ὄντων τῶν πλοίων, ταπεινοτάτου δὲ τοῦ ποταμοῦ καὶ τελέως βραχύ τι συνεργούσης τῆς τοῦ ῥεύματος βίας πρὸς τὸν πλοῦν.

9.44

9.44.1ὅτι τοὺς μὴ μετ’εὐνοίας καὶ προθυμίας ἐμβαίνοντας οὐ δ’ἐπ’αὐτῶν εἰκός ἐστι τῶν ἔργων ἀληθεῖς εἶναι συμμάχους.

9.44.2καὶ ἔστιν ἀληθὲς τὸ πολλάκις ὑφ’ἡμῶν εἰρημένον ὡς οὐχ οἷόντε περιλαβεῖν οὐ δὲ συνθεάσασθαι τῇ ψυχῇ τὸ κάλλιστον θέαμα τῶν γεγονότων, λέγω δὲ τὴν τῶν ὅλων οἰκονομίαν, ἐκ τῶν τὰς κατὰ μέρος πράξεις γραφόντων.

9.45

9.45.1Πολύβιος δ’ἐν τῇ ἐνάτῃ τῶν Ἱστοριῶν καὶ ποταμόν τινα ἀναγράφει Κύαθον καλούμενον περὶ Ἀρσινόην πόλιν Αἰτωλίας. Ἀρσινόη, πόλις Λιβύης.

9.45.2[…] τὸ ἐθνικὸν Ἀρσινοΐτης, καὶ Ἀρσινοεὺς ἐπὶ τῆς Αἰτωλικῆς, ὡς Πολύβιος ἐνάτῳ. Ξυνία, Θετταλίας πόλις.

9.45.3Πολύβιος ἐνάτῳ. Φόρουννα, πόλις Θρᾴκης · Πολύβιος ἐνάτῳ.