Polybius

Histories, 15

15.1

15.1.1ὅτι τῶν Καρχηδονίων λαβόντων αἰχμαλώτους τὰς φορτηγοὺς νῆας τῶν Ῥωμαίων καὶ χορηγίας πλῆθος ἐξαίσιον Πόπλιος βαρέως μὲν ἔφερεν ἐπὶ τῷ μὴ μόνον σφίσι παρῃρῆσθαι τὴν χορηγίαν, ἀλλὰ καὶ τοῖς ἐχθροῖς παρεσκευάσθαι δαψίλειαν τῶν ἀναγκαίων, ἔτι δὲ βαρύτερον ἐπὶ τῷ παραβεβηκέναι τοὺς ὅρκους καὶ τὰς συνθήκας τοὺς Καρχηδονίους καὶ πάλιν ἐξ ἄλλης ἀρχῆς ἐγείρεσθαι τὸν πόλεμον.

15.1.3διὸ καὶ παραυτίκα προχειρισάμενος πρεσβευτὰς Λεύκιον Σέργιον καὶ Λεύκιον Βαίβιον καὶ Λεύκιον Φάβιον ἐξαπέστειλε διαλεξομένους τοῖς Καρχηδονίοις ὑπὲρ τῶν γεγονότων, ἅμα δὲ καὶ δηλώσοντας ὅτι κεκύρωκε τὰς συνθήκας δῆμος τῶν Ῥωμαίων ·

15.1.4ἄρτι γὰρ ἧκε τῷ Ποπλίῳ γράμματα διασαφοῦντα περὶ τῶν προειρημένων.

15.1.5οἱ δὲ παραγενηθέντες εἰς τὴν Καρχηδόνα τὸ μὲν πρῶτον εἰς τὴν σύγκλητον, μετὰ δὲ ταῦτα πάλιν ἐπὶ τοὺς πολλοὺς παραχθέντες, ἔλεγον ὑπὲρ τῶν ἐνεστώτων μετὰ παρρησίας, πρῶτον μὲν ἀναμιμνήσκοντες ὡς οἱ παρ’ἐκείνων πρεσβευταί, παραγενηθέντες εἰς Τύνητα πρὸς σφᾶς καὶ παρελθόντες εἰς τὸ συνέδριον, οὐ μόνον τοὺς θεοὺς ἀσπάσαιντο καὶ τὴν γῆν προσκυνήσαιεν, καθάπερ ἔστιν ἔθος τοῖς ἄλλοις ἀνθρώποις, ἀλλὰ καὶ πεσόντες ἐπὶ τὴν γῆν ἀγεννῶς τοὺς πόδας καταφιλοῖεν τῶν ἐν τῷ συνεδρίῳ, μετὰ δὲ ταῦτα πάλιν ἀναστάντες ὡς κατηγορήσαιεν σφῶν αὐτῶν, διότι καὶ τὰς ἐξ ἀρχῆς γενομένας συνθήκας Ῥωμαίοις καὶ Καρχηδονίοις ἀθετήσαιεν αὐτοί.

15.1.8διόπερ ἔφασαν οὐκ ἀγνοεῖν ὅτι πᾶν εἰκότως ἂν πάθοιεν ὑπὸ Ῥωμαίων, ἀλλὰ τῆς τύχης ἕνεκα τῶν ἀνθρώπων ἐδέοντο μηδὲν παθεῖν ἀνήκεστον · ἔσεσθαι γὰρ τὴν σφετέραν ἀβουλίαν ἀπόδειξιν τῆς Ῥωμαίων καλοκἀγαθίας.

15.1.9ὧν μνημονεύοντα τὸν στρατηγὸν ἔφασαν τὸν αὐτὸν οἱ πρέσβεις καὶ τοὺς ἐν τῷ συνεδρίῳ τότε γεγονότας ἐκπλήττεσθαι, τίνι ποτὲ πιστεύοντες ἐπελανθάνοντο μὲν τῶν τότε ῥηθέντων, ἀθετεῖν δὲ τολμῶσι τοὺς ὅρκους καὶ τὰς συνθήκας.

15.1.10σχεδὸν δὲ τοῦτ’εἶναι δῆλον ὡς Ἀννίβᾳ πεποιθότες καὶ ταῖς μετὰ τούτου παρούσαις δυνάμεσι ταῦτα τολμῶσι ποιεῖν, κακῶς φρονοῦντες ·

15.1.11σαφῶς γὰρ εἰδέναι πάντας ὅτι ἐκεῖνοι δεύτερον ἔτος ἤδη φεύγοντες ἐκ πάσης Ἰταλίας εἰς τοὺς περὶ Λακίνιον τόπους, κἀκεῖ συγκεκλεισμένοι καὶ μόνον οὐ πολιορκούμενοι, μόλις ἑαυτοὺς ἐκσεσωκότες ἥκουσι νῦν.

15.1.12οὐ μὴν ἀλλ’εἰ καὶ νενικηκότες τοὺς ἐκεῖ παρῆσαν, καὶ πρὸς ἡμᾶς ἔμελλον διακινδυνεύειν τοὺς δυσὶ μάχαις ἑξῆς ὑμᾶς ἤδη νενικηκότας, ὅμως ἀμφιδόξους ἔχειν ἔδει τὰς ἐλπίδας ὑπὲρ τοῦ μέλλοντος, καὶ μὴ μόνον τοῦ νικᾶν ἔννοιαν λαμβάνειν, ἀλλὰ καὶ τοῦ σφαλῆναι πάλιν. οὗ συμβάντος ποίους ἐπικαλέσεσθε ἔφη θεούς;

15.1.13ποίοις δὲ χρώμενοι λόγοις τὸν ἐκ τῶν κρατούντων ἔλεον ἐπισπάσεσθε πρὸς τὰς ἑαυτῶν συμφοράς;

15.1.14πάσης εἰκὸς ὑμᾶς ἐλπίδος ἀποκλεισθήσεσθαι καὶ παρὰ θεῶν καὶ παρ’ἀνθρώπων διὰ τὴν ἀθεσίαν καὶ τὴν ἀβουλίαν.

15.2

15.2.1οἱ μὲν οὖν πρέσβεις τοιαῦτα διαλεχθέντες ἀνεχώρησαν ·

15.2.2τῶν δὲ Καρχηδονίων ὀλίγοι μὲν ἦσαν οἱ συναινοῦντες μὴ παραβαίνειν τὰς ὁμολογίας, οἱ δὲ πλείους καὶ τῶν πολιτευομένων καὶ τῶν βουλευομένων βαρέως μὲν ἔφερον τὰς ἐν ταῖς συνθήκαις ἐπιταγάς, δυσχερῶς δ’ἀνείχοντο τὴν τῶν πρεσβευτῶν παρρησίαν, πρὸς δὲ τούτοις οὐχ οἷοίτ’ἦσαν προέσθαι τὰ κατηγμένα πλοῖα καὶ τὰς ἐκ τούτων χορηγίας.

15.2.3τὸ δὲ συνέχον, οὐ μικρὰς ἀλλὰ μεγάλας εἶχον ἐλπίδας νικήσειν διὰ τῶν περὶ τὸν Ἀννίβαν.

15.2.4τοῖς μὲν οὖν πολλοῖς ἔδοξε τοὺς πρέσβεις ἀναποκρίτους ἐξαποστέλλειν · τῶν δὲ πολιτευομένων οἷς ἦν προκείμενον ἐκ παντὸς τρόπου συγχέαι πάλιν τὸν πόλεμον, οὗτοι συνεδρεύσαντες μηχανῶνταί τι τοιοῦτον.

15.2.5ἔφασαν δεῖν πρόνοιαν ποιήσασθαι τῶν πρεσβευτῶν, ἵνα μετ’ἀσφαλείας ἀνακομισθῶσιν εἰς τὴν ἰδίαν παρεμβολήν.

15.2.6καὶ παραυτίκα τούτοις μὲν ἡτοίμαζον δύο τριήρεις παραπόμπους, πρὸς δὲ τὸν ναύαρχον Ἀσδρούβαν διεπέμψαντο παρακαλοῦντες ἑτοιμάσαι πλοῖα μὴ μακρὰν τῆς τῶν Ῥωμαίων παρεμβολῆς, ἵν’ἐπειδὰν αἱ παραπέμπουσαι νῆες ἀπολίπωσι τοὺς Ῥωμαίους, ἐπαναχθέντα ταῦτα καταποντίσῃ τοὺς πρεσβευτάς.

15.2.7ἐφώρμει γὰρ αὐτοῖς τὸ ναυτικὸν κατὰ τοὺς πρὸ τῆς Ἰτύκης ἐγκειμένους τόπους.

15.2.8οὗτοι μὲν οὖν ταῦτα διαταξάμενοι πρὸς τὸν Ἀσδρούβαν ἐξέπεμπον τοὺς Ῥωμαίους, ἐντειλάμενοι τοῖς ἐπὶ τῶν τριήρων, ὡς ἐὰν παραλλάξωσι τὸν Μακάραν ποταμόν, αὖθις ἀπολιπόντας ἀποπλεῖν ἐν τῷ πόρῳ τοὺς πρεσβευτάς ·

15.2.9καὶ γὰρ ἦν ἐκ τούτων τῶν τόπων συνορᾶν ἤδη τὴν τῶν ὑπεναντίων παρεμβολήν ·

15.2.10οἱ δὲ παραπέμποντες, ἐπεὶ κατὰ τὸ συνταχθὲν παρήλλαξαν τὸν ποταμόν, ἀσπασάμενοι τοὺς Ῥωμαίους αὖθις ἐπανέπλεον.

15.2.11οἱ δὲ περὶ τὸν Λεύκιον ἄλλο μὲν οὐδὲν ὑφεωρῶντο δεινόν, νομίσαντες δὲ τοὺς παραπέμποντας δι’ὀλιγωρίαν αὐτοὺς προαπολιπεῖν ἐπὶ ποσὸν ἐδυσχέραινον.

15.2.12ἅμα δὲ τῷ μονωθέντας αὐτοὺς πλεῖν ἐπανάγονται τρισὶ τριήρεσιν ἐξ ὑποβολῆς οἱ Καρχηδόνιοι, καὶ παραβαλόντες τῇ Ῥωμαϊκῇ πεντήρει τρῶσαι μὲν οὐχ οἷοίτ’ἦσαν, ὑποχωρούσης τῆς νεώς, οὐ δὲ τοῦ καταστρώματος ἐπιβῆναι διὰ τὸ γενναίως ἀμύνεσθαι τοὺς ἄνδρας ·

15.2.13ἐκ παραβολῆς δὲ καὶ πέριξ προσμαχόμενοι κατετίτρωσκον τοὺς ἐπιβάτας καὶ διέφθειρον πολλοὺς αὐτῶν, ἕως οὗ κατιδόντες οἱ Ῥωμαῖοι τοὺς προνομεύοντας τὴν παραλίαν ἀπὸ τῆς ἰδίας στρατοπεδείας παραβοηθοῦντας ἐπὶ τὸν αἰγιαλὸν ἐξέβαλον τὴν ναῦν εἰς τὴν γῆν.

15.2.15τῶν μὲν οὖν ἐπιβατῶν οἱ πλεῖστοι διεφθάρησαν, οἱ δὲ πρεσβευταὶ παραδόξως ἐξεσώθησαν.

15.3

15.3.1γενομένων δὲ τούτων αὖθις πόλεμος ἄλλην ἀρχὴν εἰλήφει βαρυτέραν τῆς πρόσθεν καὶ δυσμενικωτέραν.

15.3.2οἵτε γὰρ Ῥωμαῖοι δοκοῦντες παρεσπονδῆσθαι φιλοτίμως διέκειντο πρὸς τὸ περιγενέσθαι τῶν Καρχηδονίων, οἵτε Καρχηδόνιοι συνειδότες σφίσι τὰ πεπραγμένα πρὸς πᾶν ἑτοίμως εἶχον πρὸς τὸ μὴ τοῖς ἐχθροῖς ὑποχείριοι γενηθῆναι.

15.3.3τοιαύτης δὲ τῆς ἐξ ἀμφοῖν παραστάσεως ὑπαρχούσης προφανὲς ἦν ὅτι δεήσει μάχῃ κρίνεσθαι περὶ τῶν ἐνεστώτων.

15.3.4ἐξ οὗ συνέβαινε μὴ μόνον τοὺς κατὰ τὴν Ἰταλίαν καὶ Λιβύην πάντας, ἀλλὰ καὶ τοὺς κατὰ τὴν Ἰβηρίαν καὶ Σικελίαν καὶ Σαρδόνα μετεώρους εἶναι καὶ περισπᾶσθαι ταῖς διανοίαις, καραδοκοῦντας τὸ συμβησόμενον.

15.3.5κατὰ δὲ τὸν καιρὸν τοῦτον Ἀννίβας, ἐλλείπων τοῖς ἱππικοῖς, διέπεμπε πρός τινα Νομάδα Τυχαῖον, ὃς ἦν μὲν οἰκεῖος Σόφακος, ἱππεῖς δὲ μαχιμωτάτους ἔχειν ἐδόκει τῶν κατὰ τὴν Λιβύην, παρακαλῶν αὐτὸν βοηθεῖν καὶ συνεπιλαμβάνεσθαι τοῦ καιροῦ, σαφῶς γινώσκοντα διότι Καρχηδονίων κρατησάντων δύναται διαφυλάττειν τὴν ἀρχήν, Ῥωμαίων δ’ἐκνικησάντων καὶ τῷ βίῳ κινδυνεύσει διὰ τὴν Μασαννάσου φιλαρχίαν.

15.3.7οὗτος οὖν πεισθεὶς τοῖς παρακαλουμένοις ἧκε μετὰ δισχιλίων ἱππέων πρὸς τὸν Ἀννίβαν.

15.4

15.4.1Πόπλιος δὲ τὰ περὶ τὴν ναυτικὴν δύναμιν ἀσφαλισάμενος καὶ καταλιπὼν Βαίβιον ἀντιστράτηγον, αὐτὸς μὲν ἐπεπορεύετο τὰς πόλεις, οὐκέτι παραλαμβάνων εἰς τὴν πίστιν τοὺς ἐθελοντὴν σφᾶς αὐτοὺς ἐγχειρίζοντας, ἀλλὰ μετὰ βίας ἀνδραποδιζόμενος καὶ φανερὰν ποιῶν τὴν ὀργήν, ἣν εἶχε πρὸς τοὺς πολεμίους διὰ τὴν Καρχηδονίων παρασπόνδησιν ·

15.4.3πρὸς δὲ Μασαννάσαν διεπέμπετο συνεχῶς, ἀποδηλῶν αὐτῷ τίνα τρόπον παραβεβηκότες εἶεν οἱ Φοίνικες τὰς σπονδάς, καὶ παρακαλῶν ἁθροίζειν δύναμιν ὡς πλείστην καὶ συνάπτειν αὐτῷ κατὰ σπουδήν.

15.4.4 γὰρ Μασαννάσας ἅμα τῷ γενέσθαι τὰς συνθήκας, καθάπερ εἴρηται πρότερον, εὐθέως ἀφώρμησε μετὰ τῆς ἰδίας δυνάμεως, προσλαβὼν δέκα σημαίας Ῥωμαϊκὰς ἱππέων καὶ πεζῶν καὶ πρεσβευτὰς παρὰ τοῦ στρατηγοῦ, χάριν τοῦ μὴ μόνον τὴν πατρῴαν ἀρχὴν ἀπολαβεῖν, ἀλλὰ καὶ τὴν τοῦ Σόφακος προσκατακτήσασθαι διὰ τῆς Ῥωμαίων ἐπικουρίας · καὶ συνέβη γενέσθαι.

15.4.5συνέτυχε δὲ καὶ τοὺς ἐκ Ῥώμης πρεσβευτὰς περὶ τοὺς αὐτοὺς καιροὺς εἰς τὸν ναυτικὸν χάρακα τὸν τῶν Ῥωμαίων καταπλεῦσαι.

15.4.6τοὺς μὲν οὖν παρ’αὑτῶν Βαίβιος παραχρῆμα πρὸς τὸν Πόπλιον ἐξέπεμψε, τοὺς δὲ τῶν Καρχηδονίων παρακατεῖχε, τάτε λοιπὰ δυσθύμως διακειμένους καὶ νομίζοντας ἐν τοῖς μεγίστοις εἶναι κινδύνοις ·

15.4.7πυθόμενοι γὰρ τὴν γεγενημένην ἐκ τῶν Καρχηδονίων ἀσέβειαν πρὸς τοὺς τῶν Ῥωμαίων πρέσβεις, πρόδηλον ἐδόκουν εἶναι σφίσι τὴν ἐκ τούτων τιμωρίαν.

15.4.8 δὲ Πόπλιος, διακούσας τῶν παραγεγονότων ὅτι προθύμως τε σύγκλητος τε δῆμος ἀποδέξαιντο τὰς γενομένας δι’αὑτοῦ συνθήκας πρὸς τοὺς Καρχηδονίους καὶ διότι πρὸς πᾶν τὸ παρακαλούμενον ἑτοίμως ἔχοιεν, ἐπὶ μὲν τούτοις ἔχαιρε μεγάλως, τοὺς δὲ τῶν Καρχηδονίων προσέταξε τῷ Βαιβίῳ μετὰ πάσης φιλανθρωπίας ἀποπέμπειν εἰς τὴν οἰκείαν, πάνυ καλῶς βουλευσάμενος, ὥς γ’ἐμοὶ δοκεῖ, καὶ φρονίμως.

15.4.10θεωρῶν γὰρ τὴν σφετέραν πατρίδα περὶ πλείστου ποιουμένην τὴν περὶ τοὺς πρεσβευτὰς πίστιν, ἐσκοπεῖτο παρ’αὑτῷ συλλογιζόμενος οὐχ οὕτως τί δέον παθεῖν Καρχηδονίους, ὡς τί δέον ἦν πρᾶξαι Ῥωμαίους.

15.4.11διὸ παρακατασχὼν τὸν ἴδιον θυμὸν καὶ τὴν ἐπὶ τοῖς γεγονόσι πικρίαν, ἐπειράθη διαφυλάξαι, κατὰ τὴν παροιμίαν πατέρων εὖ κείμενα ἔργα.

15.4.12τοιγαροῦν καὶ τοὺς ἐν τῇ Καρχηδόνι πάντας ἥττησε ταῖς ψυχαῖς καὶ τὸν Ἀννίβαν αὐτόν, ὑπερθέμενος τῇ καλοκἀγαθίᾳ τὴν ἐκείνων ἄνοιαν.

15.5

15.5.1οἱ δὲ Καρχηδόνιοι θεωροῦντες τὰς πόλεις ἐκπορθουμένας, ἔπεμπον πρὸς τὸν Ἀννίβαν, δεόμενοι μὴ μέλλειν, ἀλλὰ προσπελάζειν τοῖς πολεμίοις καὶ κρίνειν τὰ πράγματα διὰ μάχης.

15.5.2 δὲ διακούσας τοῖς μὲν παροῦσιν ἀπεκρίθη τἄλλα σκοπεῖν, περὶ δὲ τούτου ῥᾳθυμεῖν · διαλήψεσθαι γὰρ τὸν καιρὸν αὐτός.

15.5.3μετὰ δέ τινας ἡμέρας ἀναζεύξας ἐκ τῶν παρὰ τὸν Ἀδρύμητα τόπων προῆλθε καὶ κατεστρατοπέδευσε περὶ Ζάμαν · αὕτη δ’ἐστὶ πόλις ἀπέχουσα Καρχηδόνος ὡς πρὸς τὰς δύσεις ὁδὸν ἡμερῶν πέντε. κἀκεῖθεν ἐξέπεμψε τρεῖς κατασκόπους, βουλόμενος ἐπιγνῶναι ποῦ στρατοπεδεύουσι καὶ πῶς χειρίζει τὰ κατὰ τὰς παρεμβολὰς τῶν Ῥωμαίων στρατηγός.

15.5.4Πόπλιος δ’, ἐπαναχθέντων ὡς αὐτὸν τῶν κατασκόπων, τοσοῦτον ἀπέσχε τοῦ κολάζειν τοὺς ἑαλωκότας, καθάπερ ἔθος ἐστὶ τοῖς ἄλλοις, ὡς τοὐναντίον συστήσας αὐτοῖς χιλίαρχον ἐπέταξε πάντα καθαρίως ὑποδεῖξαι τὰ κατὰ τὴν παρεμβολήν.

15.5.6γενομένου δὲ τούτου προσεπύθετο τῶν ἀνθρώπων εἰ πάντα φιλοτίμως αὐτοῖς ὑποδέδειχεν συσταθείς · τῶν δὲ φησάντων, δοὺς ἐφόδια καὶ παραπομπὴν ἐξαπέστειλε προστάξας ἐπιμελῶς Ἀννίβᾳ διασαφεῖν περὶ τῶν ἀπηντημένων αὐτοῖς.

15.5.8ὧν παραγενηθέντων θαυμάσας Ἀννίβας τὴν μεγαλοψυχίαν καὶ τόλμαν τἀνδρὸς οὐκ οἶδ’ὅπως εἰς ὁρμὴν ἔπεσε τοῦ βούλεσθαι συνελθεῖν εἰς λόγους τῷ Ποπλίῳ.

15.5.9κρίνας δὲ τοῦτο διεπέμψατο κήρυκα, φάσκων βούλεσθαι κοινολογηθῆναι πρὸς αὐτὸν ὑπὲρ τῶν ὅλων.

15.5.10 δὲ Πόπλιος ἀκούσας ταῦτα τοῦ κήρυκος συγκατετίθετο τοῖς παρακαλουμένοις, ἔφη δὲ πέμψειν πρὸς αὐτὸν διασαφῶν, ἐπειδὰν μέλλῃ συμπορεύεσθαι, τὸν τόπον καὶ τὸν καιρόν.

15.5.11ταῦτα μὲν οὖν ἀκούσας κῆρυξ ἐπανῆλθε πάλιν εἰς τὴν ἰδίαν παρεμβολήν ·

15.5.12τῇ δ’ἐπαύριον ἧκε Μασαννάσας, ἔχων πεζοὺς μὲν εἰς ἑξακισχιλίους, ἱππεῖς δὲ περὶ τετρακισχιλίους.

15.5.13ὃν ἀποδεξάμενος Πόπλιος φιλανθρώπως καὶ συγχαρεὶς ἐπὶ τῷ πάντας ὑπηκόους πεποιῆσθαι τοὺς πρότερον Σόφακι πειθομένους, ἀνέζευξε, καὶ παραγενηθεὶς πρὸς πόλιν Ναράγαρα κατεστρατοπέδευσε, πρόςτε τἄλλα τόπον εὐφυῆ καταλαβόμενος καὶ τὴν ὑδρείαν ἐντὸς βέλους ποιησάμενος.

15.6

15.6.1 κἀντεῦθεν ἐξέπεμψε πρὸς τὸν τῶν Καρχηδονίων στρατηγόν, φάσκων ἕτοιμος εἶναι συμπορεύεσθαι πρὸς αὐτὸν εἰς λόγους.

15.6.2ὧν ἀκούσας Ἀννίβας ἀνέζευξε, καὶ συνεγγίσας, ὥστε μὴ πλεῖον ἀπέχειν τριάκοντα σταδίων, κατεστρατοπέδευσε πρός τινα λόφον, ὃς τὰ μὲν λοιπὰ πρὸς τὸν παρόντα καιρὸν ὀρθῶς ἔχειν ἐδόκει, τὴν δ’ὑδρείαν ἀπωτέρω μικρὸν εἶχε · καὶ πολλὴν ταλαιπωρίαν ὑπέμενον οἱ στρατιῶται περὶ τοῦτο τὸ μέρος, κατὰ δὲ τὴν ἑξῆς ἡμέραν προῆλθον ἀπὸ τῆς ἰδίας παρεμβολῆς ἀμφότεροι μετ’ὀλίγων ἱππέων, κἄπειτα χωρισθέντες ἀπὸ τούτων αὐτοὶ συνῆλθον εἰς τὸ μέσον ἔχοντες ἑρμηνέα μεθ’αὑτῶν.

15.6.4δεξιωσάμενος δὲ πρῶτος Ἀννίβας ἤρξατο λέγειν ὡς ἐβούλετο μὲν ἂν μήτε Ῥωμαίους ἐπιθυμῆσαι μηδέποτε μηδενὸς τῶν ἐκτὸς Ἰταλίας μήτε Καρχηδονίους τῶν ἐκτὸς Λιβύης ·

15.6.5ἀμφοτέροις γὰρ εἶναι ταύτας καὶ καλλίστας δυναστείας καὶ συλλήβδην ὡς ἂν εἰ περιωρισμένας ὑπὸ τῆς φύσεως.

15.6.6ἐπεὶ δὲ πρῶτον μὲν ὑπὲρ τῶν κατὰ Σικελίαν ἀμφισβητήσαντες ἐξεπολεμώσαμεν ἀλλήλους, μετὰ δὲ ταῦτα πάλιν ὑπὲρ τῶν κατ’Ἰβηρίαν, τὸ δὲ τέλος ὑπὸ τῆς τύχης οὔπω νουθετούμενοι μέχρι τούτου προβεβήκαμεν ὥστε καὶ περὶ τοῦ τῆς πατρίδος ἐδάφους οὓς μὲν κεκινδυνευκέναι, τοὺς δ’ἀκμὴν ἔτι καὶ νῦν κινδυνεύειν, λοιπόν ἐστιν, εἴ πως δυνάμεθα δι’αὑτῶν παραιτησάμενοι τοὺς θεοὺς διαλύσασθαι τὴν ἐνεστῶσαν φιλοτιμίαν.

15.6.8ἐγὼ μὲν οὖν ἕτοιμός εἰμι τῷ πεῖραν εἰληφέναι δι’αὐτῶν τῶν πραγμάτων ὡς εὐμετάθετός ἐστιν τύχη καὶ παρὰ μικρὸν εἰς ἑκάτερα ποιεῖ μεγάλας ῥοπάς, καθάπερ εἰ νηπίοις παισὶ χρωμένη ·

15.7

15.7.1σὲ δ’ἀγωνιῶ, Πόπλιε, λίαν ἔφη καὶ διὰ τὸ νέον εἶναι κομιδῇ καὶ διὰ τὸ πάντα σοι κατὰ λόγον κεχωρηκέναι καὶ τὰ κατὰ τὴν Ἰβηρίαν καὶ τὰ κατὰ τὴν Λιβύην καὶ μηδέπω μέχρι γε τοῦ νῦν εἰς τὴν τῆς τύχης ἐμπεπτωκέναι παλιρρύμην, μήποτ’οὐ πεισθῇς διὰ ταῦτα τοῖς ἐμοῖς λόγοις, καίπερ οὖσι πιστοῖς.

15.7.2σκόπει δ’ἀφ’ἑνὸς τῶν λόγων τὰ πράγματα, μὴ τὰ τῶν προγεγονότων, ἀλλὰ τὰ καθ’ἡμᾶς αὐτούς.

15.7.3εἰμὶ τοιγαροῦν Ἀννίβας ἐκεῖνος, ὃς μετὰ τὴν ἐν Κάνναις μάχην σχεδὸν ἁπάσης Ἰταλίας ἐγκρατὴς γενόμενος μετά τινα χρόνον ἧκον πρὸς αὐτὴν τὴν Ῥώμην, καὶ στρατοπεδεύσας ἐν τετταράκοντα σταδίοις ἐβουλευόμην ὑπὲρ ὑμῶν καὶ τοῦ τῆς ὑμετέρας πατρίδος ἐδάφους πῶς ἐστί μοι χρηστέον, ὃς νῦν ἐν Λιβύῃ πάρειμι πρὸς σὲ Ῥωμαῖον ὄντα περὶ τῆς ἐμαυτοῦ καὶ τῶν Καρχηδονίων σωτηρίας κοινολογησόμενος.

15.7.4εἰς βλέποντα παρακαλῶ σε μὴ μέγα φρονεῖν, ἀλλ’ἀνθρωπίνως βουλεύεσθαι περὶ τῶν ἐνεστώτων ·

15.7.5τοῦτο δ’ἐστὶ τῶν μὲν ἀγαθῶν ἀεὶ τὸ μέγιστον, τῶν κακῶν δὲ τοὐλάχιστον αἱρεῖσθαι.

15.7.6τίς οὖν ἂν ἕλοιτο νοῦν ἔχων πρὸς τοιοῦτον ὁρμᾶν κίνδυνον οἷος σοὶ νῦν ἐνέστηκεν; ἐν νικήσας μὲν οὔτε τῇ σαυτοῦ δόξῃ μέγα τι προσθήσεις οὔτε τῇ τῆς πατρίδος, ἡττηθεὶς δὲ πάντα τὰ πρὸ τούτου σεμνὰ καὶ καλὰ δι’αὑτὸν ἄρδην ἀναιρήσεις.

15.7.7τί οὖν ἐστιν προτίθεμαι τέλος τῶν νυνὶ λόγων;

15.7.8πάντα περὶ ὧν πρότερον ἠμφισβητήσαμεν, Ῥωμαίων ὑπάρχειν ταῦτα δ’ἦν Σικελία, Σαδρώ, τὰ κατὰ τὴν Ἰβηρίαν καὶ μηδέποτε Καρχηδονίους Ῥωμαίοις ὑπὲρ τούτων ἀντᾶραι πόλεμον · ὁμοίως δὲ καὶ τὰς ἄλλας νήσους, ὅσαι μεταξὺ κεῖνται τῆς Ἰταλίας καὶ Λιβύης, Ῥωμαίων ὑπάρχειν.

15.7.9ταύτας γὰρ πέπεισμαι τὰς συνθήκας καὶ πρὸς τὸ μέλλον ἀσφαλεστάτας μὲν εἶναι Καρχηδονίοις, ἐνδοξοτάτας δὲ σοὶ καὶ πᾶσι Ῥωμαίοις.

15.8

15.8.1Ἀννίβας μὲν οὖν ταῦτ’εἶπεν. δὲ Πόπλιος ὑπολαβὼν οὔτε τοῦ περὶ Σικελίας ἔφη πολέμου Ῥωμαίους οὔτε τοῦ περὶ τῆς Ἰβηρίας αἰτίους γεγονέναι, Καρχηδονίους δὲ προφανῶς ·

15.8.2ὑπὲρ ὧν κάλλιστα γινώσκειν αὐτὸν τὸν Ἀννίβαν. μάρτυρας δὲ καὶ τοὺς θεοὺς γεγονέναι τούτων, περιθέντας τὸ κράτος οὐ τοῖς ἄρχουσι χειρῶν ἀδίκων, ἀλλὰ τοῖς ἀμυνομένοις.

15.8.3βλέπειν δὲ καὶ τὰ τῆς τύχης οὐδενὸς ἧττον καὶ τῶν ἀνθρωπίνων στοχάζεσθαι κατὰ δύναμιν .

15.8.4ἀλλ’εἰ μὲν πρὸ τοῦ τοὺς Ῥωμαίους διαβαίνειν εἰς Λιβύην αὐτὸς ἐξ Ἰταλίας ἐκχωρήσας προύτεινας τὰς διαλύσεις ταύτας, οὐκ ἂν οἴομαί σε διαψευσθῆναι τῆς ἐλπίδος.

15.8.5ἐπεὶ δὲ σὺ μὲν ἄκων ἐκ τῆς Ἰταλίας ἀπηλλάγης, ἡμεῖς δὲ διαβάντες εἰς τὴν Λιβύην τῶν ὑπαίθρων ἐκρατήσαμεν, δῆλον ὡς μεγάλην εἴληφε τὰ πράγματα παραλλαγήν.

15.8.6τὸ δὲ δὴ μέγιστον ἤλθομεν ἐπὶ τί πέρας;

15.8.7ἡττηθέντων καὶ δεηθέντων τῶν παρὰ σοῦ πολιτῶν ἐθέμεθα συνθήκας ἐγγράπτους, ἐν αἷς ἦν πρὸς τοῖς ὑπὸ σοῦ νῦν προτεινομένοις τοὺς αἰχμαλώτους ἀποδοῦναι χωρὶς λύτρων Καρχηδονίους, τῶν πλοίων παραχωρῆσαι τῶν καταφράκτων, πεντακισχίλια τάλαντα προσενεγκεῖν, ὅμηρα δοῦναι περὶ τούτων.

15.8.8ταῦτ’ἦν συνεθέμεθα πρὸς ἀλλήλους · ὑπὲρ τούτων ἐπρεσβεύσαμεν ἀμφότεροι πρόςτε τὴν σύγκλητον τὴν ἡμετέραν καὶ πρὸς τὸν δῆμον, ἡμεῖς μὲν ὁμολογοῦντες εὐδοκεῖν τοῖς γεγραμμένοις, Καρχηδόνιοι δὲ δεόμενοι τούτων τυχεῖν. ἐπείσθη τὸ συνέδριον τούτοις, δὲ δῆμος συγκατῄνεσε.

15.8.9τυχόντες ὧν ἠξίουν ἠθέτησαν ταῦτα Καρχηδόνιοι, παρασπονδήσαντες ἡμᾶς.

15.8.10τί λείπεται ποιεῖν;

15.8.11σὺ τὴν ἐμὴν χώραν μεταλαβὼν εἶπον. ἀφελεῖν τὰ βαρύτατα τῶν ὑποκειμένων ἐπιταγμάτων; ἵνα δὴ λαβόντες ἆθλα τῆς παρανομίας διδαχθῶσι τοὺς εὖ ποιοῦντας εἰς τὸ λοιπὸν παρασπονδεῖν · ἀλλ’ἵνα τυχόντες ὧν ἀξιοῦσι χάριν ὀφείλωσιν ἡμῖν;

15.8.12ἀλλὰ νυνὶ μεθ’ἱκετηρίας τυχόντες ὧν παρεκάλουν, ὅτι βραχείας ἐλπίδος ἐπελάβοντο τῆς κατὰ σέ, παρὰ πόδας ὡς ἐχθροῖς ἡμῖν κέχρηνται καὶ πολεμίοις.

15.8.13ἐν οἷς βαρυτέρου μέν τινος προσεπιταχθέντος δυνατὸν ἀνενεγκεῖν τῷ δήμῳ περὶ διαλύσεως, ὑφαίρεσιν δὲ ποιουμένοις τῶν ὑποκειμένων οὐ δ’ἀναφορὰν ἔχει τὸ διαβούλιον.

15.8.14τί πέρας οὖν πάλιν τῶν ἡμετέρων λόγων; τὴν ἐπιτροπὴν ὑμᾶς διδόναι περὶ σφῶν αὐτῶν καὶ τῆς πατρίδος μαχομένους νικᾶν.

15.9

15.9.1ταῦτα μὲν οὖν διαλεχθέντες αὑτοῖς Ἀννίβας καὶ Πόπλιος ἐχωρίσθησαν, ἀσύμβατον ποιησάμενοι τὴν κοινολογίαν.

15.9.2εἰς δὲ τὴν ἐπαύριον ἅμα τῷ φωτὶ τὰς δυνάμεις ἐξῆγον ἀμφότεροι καὶ συνίσταντο τὸν ἀγῶνα, Καρχηδόνιοι μὲν ὑπὲρ τῆς σφετέρας σωτηρίας καὶ τῶν κατὰ τὴν Λιβύην πραγμάτων, Ῥωμαῖοι δὲ περὶ τῆς τῶν ὅλων ἀρχῆς καὶ δυναστείας.

15.9.3ἐφ’ τίς οὐκ ἂν ἐπιστήσας συμπαθὴς γένοιτο κατὰ τὴν ἐξήγησιν;

15.9.4οὔτε γὰρ δυνάμεις πολεμικωτέρας οὔθ’ἡγεμόνας ἐπιτυχεστέρους τούτων καὶ μᾶλλον ἀθλητὰς γεγονότας τῶν κατὰ πόλεμον ἔργων εὕροι τις ἂν ἑτέρους, οὐ δὲ μὴν ἆθλα μείζω τὴν τύχην ἐκτεθεικυῖαν τοῖς ἀγωνιζομένοις τῶν τότε προκειμένων ·

15.9.5οὐ γὰρ τῆς Λιβύης αὐτῆς οὐ δὲ τῆς Εὐρώπης ἔμελλον κυριεύειν οἱ τῇ μάχῃ κρατήσαντες, ἀλλὰ καὶ τῶν ἄλλων μερῶν τῆς οἰκουμένης, ὅσα νῦν πέπτωκεν ὑπὸ τὴν ἱστορίαν. καὶ συνέβη γενέσθαι μετ’ὀλίγον.

15.9.6πλὴν μὲν Πόπλιος ἔθηκε τὰς τάξεις τῶν ἰδίων δυνάμεων τὸν τρόπον τοῦτον.

15.9.7πρῶτον μὲν τοὺς ἁστάτους καὶ τὰς τούτων σημαίας ἐν διαστήμασιν, ἐπὶ δὲ τούτοις τοὺς πρίγκιπας, τιθεὶς τὰς σπείρας οὐ κατὰ τὸ τῶν πρώτων σημαιῶν διάστημα, καθάπερ ἔθος ἐστὶ τοῖς Ῥωμαίοις, ἀλλὰ καταλλήλους ἐν ἀποστάσει διὰ τὸ πλῆθος τῶν παρὰ τοῖς ἐναντίοις ἐλεφάντων · τελευταίους δ’ἐπέστησε τοὺς τριαρίους.

15.9.8ἐπὶ δὲ τῶν κεράτων ἔταξε κατὰ μὲν τὸ λαιὸν Γάιον Λαίλιον, ἔχοντα τοὺς Ἰταλικοὺς ἱππέας, κατὰ δὲ τὸ δεξιὸν μέρος Μασαννάσαν μετὰ πάντων τῶν ὑφ’ἑαυτὸν ταττομένων Νομάδων.

15.9.9τὰ δὲ διαστήματα τῶν πρώτων σημαιῶν ἀνεπλήρωσε ταῖς τῶν γροσφομάχων σπείραις, παραγγείλας τούτοις προκινδυνεύειν, ἐὰν δ’ἐκβιάζωνται κατὰ τὴν τῶν θηρίων ἔφοδον, ἀποχωρεῖν, τοὺς μὲν καταταχοῦντας διὰ τῶν ἐπ’εὐθείας διαστημάτων εἰς τοὐπίσω τῆς ὅλης δυνάμεως, τοὺς δὲ περικαταλαμβανομένους εἰς τὰ πλάγια παρίστασθαι διαστήματα κατὰ τὰς σημαίας.

15.10

15.10.1ταῦτα δ’ἑτοιμασάμενος ἐπεπορεύετο παρακαλῶν τὰς δυνάμεις βραχέως μέν, οἰκείως δὲ τῆς ὑποκειμένης περιστάσεως.

15.10.2ἠξίου γὰρ μνημονεύοντας τῶν προγεγονότων ἀγώνων ἄνδρας ἀγαθοὺς γίνεσθαι, σφῶν καὶ τῆς πατρίδος ἀξίους, καὶ λαμβάνειν πρὸ ὀφθαλμῶν ὅτι κρατήσαντες μὲν τῶν ἐχθρῶν οὐ μόνον τῶν ἐν Λιβύῃ πραγμάτων ἔσονται κύριοι βεβαίως, ἀλλὰ καὶ τῆς ἄλλης οἰκουμένης τὴν ἡγεμονίαν καὶ δυναστείαν ἀδήριτον αὑτοῖςτε καὶ τῇ πατρίδι περιποιήσουσιν ·

15.10.3ἐὰν δ’ὡς ἄλλως ἐκβῇ τὰ κατὰ τὸν κίνδυνον, οἱ μὲν ἀποθανόντες εὐγενῶς ἐν τῇ μάχῃ κάλλιστον ἐντάφιον ἕξουσι τὸν ὑπὲρ τῆς πατρίδος θάνατον, οἱ δὲ διαφυγόντες αἴσχιστον καὶ ἐλεεινότατον τὸν ἐπίλοιπον βίον.

15.10.4ἀσφάλειαν γὰρ τοῖς φυγοῦσιν οὐδεὶς ἱκανὸς περιποιῆσαι τόπος τῶν ἐν τῇ Λιβύῃ · πεσοῦσι δ’ὑπὸ τὰς τῶν Καρχηδονίων χεῖρας οὐκ ἄδηλα εἶναι τὰ συμβησόμενα τοῖς ὀρθῶς λογιζομένοις · ὧν ἔφη μηδενὶ γένοιτο πεῖραν ὑμῶν λαβεῖν.

15.10.5τῆς δ’οὖν τύχης ἡμῖν τὰ μέγιστα τῶν ἄθλων εἰς ἑκάτερον τὸ μέρος ἐκτεθεικυίας, πῶς οὐκ ἂν εἴημεν ἀγεννέστατοι καὶ συλλήβδην ἀφρονέστατοι πάντων, εἰ παρέντες τὰ κάλλιστα τῶν ἀγαθῶν ἑλοίμεθα τὰ μέγιστα τῶν κακῶν διὰ φιλοζωίαν;

15.10.6διόπερ ἠξίου δύο προθεμένους, ταῦτα δ’ἐστὶν νικᾶν θνήσκειν, ὁμόσε χωρεῖν εἰς τοὺς πολεμίους.

15.10.7τοὺς γὰρ τοιαύτας ἔχοντας διαλήψεις κατ’ἀνάγκην ἀεὶ κρατεῖν τῶν ἀντιταττομένων, ἐπειδὰν ἀπελπίσαντες τοῦ ζῆν ἴωσιν εἰς τὴν μάχην.

15.11

15.11.1 μὲν οὖν Πόπλιος τοιαύτην ἐποιήσατο τὴν παραίνεσιν. δ’Ἀννίβας τὰ μὲν θηρία πρὸ πάσης τῆς δυνάμεως, ὄντα πλείω τῶν ὀγδοήκοντα, μετὰ δὲ ταῦτα τοὺς μισθοφόρους ἐπέστησε, περὶ μυρίους ὄντας καὶ δισχιλίους τὸν ἀριθμόν. οὗτοι δ’ἦσαν Λιγυστῖνοι, Κελτοί, Βαλιαρεῖς, Μαυρούσιοι.

15.11.2τούτων δὲ κατόπιν παρενέβαλε τοὺς ἐγχωρίους Λίβυας καὶ Καρχηδονίους, ἐπὶ δὲ πᾶσι τοὺς ἐξ Ἰταλίας ἥκοντας μεθ’αὑτοῦ, πλεῖον στάδιον ἀποστήσας τῶν προτεταγμένων.

15.11.3τὰ δὲ κέρατα διὰ τῶν ἱππέων ἠσφαλίσατο, θεὶς ἐπὶ μὲν τὸ λαιὸν τοὺς συμμάχους Νομάδας, ἐπὶ δὲ τὸ δεξιὸν τοὺς τῶν Καρχηδονίων ἱππεῖς.

15.11.4παρήγγειλε δὲ τοὺς ἰδίους στρατιώτας ἕκαστον παρακαλεῖν, ἀναφέροντας τὴν ἐλπίδα τῆς νίκης ἐφ’ἑαυτὸν καὶ τὰς μεθ’αὑτοῦ παραγεγενημένας δυνάμεις ·

15.11.5τοῖς δὲ Καρχηδονίοις ἐκέλευσε τοὺς ἡγουμένους τὰ συμβησόμενα περὶ τέκνων καὶ γυναικῶν ἐξαριθμεῖσθαι καὶ τιθέναι πρὸ ὀφθαλμῶν, ἐὰν ἄλλως πως ἐκβῇ τὰ τῆς μάχης. οὗτοι μὲν οὖν οὕτως ἐποίουν τὸ παραγγελθέν.

15.11.6Ἀννίβας δὲ τοὺς μεθ’αὑτοῦ παραγεγονότας ἐπιπορευόμενος ἠξίου καὶ παρεκάλει διὰ πλειόνων μνησθῆναι μὲν τῆς πρὸς ἀλλήλους ἑπτακαιδεκαέτους συνηθείας, μνησθῆναι δὲ τοῦ πλήθους τῶν προγεγονότων αὐτοῖς πρὸς Ῥωμαίους ἀγώνων ·

15.11.7ἐν οἷς ἀηττήτους γεγονότας οὐ δ’ἐλπίδα τοῦ νικᾶν οὐδέποτ’ἔφη Ῥωμαίοις αὐτοὺς ἀπολελοιπέναι.

15.11.8τὸ δὲ μέγιστον, ἠξίου λαμβάνειν πρὸ ὀφθαλμῶν χωρὶς τῶν κατὰ μέρος κινδύνων καὶ τῶν ἀναριθμήτων προτερημάτων τήντε περὶ τὸν Τρεβίαν ποταμὸν μάχην πρὸς τὸν πατέρα τοῦ νῦν ἡγουμένου Ῥωμαίων, ὁμοίως τὴν ἐν Τυρρηνίᾳ πρὸς Φλαμίνιον μάχην, ἔτι δὲ τὴν περὶ Κάννας γενομένην πρὸς Αἰμίλιον, ἃς οὔτε κατὰ πλῆθος τῶν ἀνδρῶν οὔτε κατὰ τὰς ἀρετὰς ἀξίας εἶναι συγκρίσεως πρὸς τὸν νῦν ἐπιφερόμενον κίνδυνον.

15.11.10καὶ ταῦτα λέγων ἀναβλέπειν αὐτοὺς ἐκέλευε καὶ τὴν τῶν ὑπεναντίων κατοπτεύειν τάξιν · οὐ γὰρ οἷον ἐλάττους, ἀλλ’οὐ δὲ πολλοστὸν μέρος εἶναι τῶν τότε πρὸς αὐτοὺς ἀγωνισαμένων, ταῖς γε μὴν ἀρεταῖς οὐ δὲ σύγκρισιν ἔχειν.

15.11.11ἐκείνους μὲν γὰρ ἀηττήτους ὄντας ἐξ ἀκεραίου διηγωνίσθαι πρὸς σφᾶς, τούτων δὲ τοὺς μὲν ἐκγόνους εἶναι, τοὺς δὲ λείψανα τῶν ἡττημένων ἐν Ἰταλίᾳ καὶ πεφευγότων αὐτὸν πλεονάκις.

15.11.12διόπερ ᾤετο δεῖν μὴ καταλῦσαι μήτε τὴν σφῶν αὐτῶν μήτε τὴν τοῦ προεστῶτος δόξαν καὶ προσηγορίαν, ἀλλ’ἀγωνισαμένους εὐψύχως βεβαιῶσαι τὴν διαδεδομένην περὶ αὐτῶν φήμην, ὡς ὄντων ἀηττήτων.

15.11.13ταῦτα μὲν οὖν καὶ τοιαῦτα παρεκάλεσαν ἀμφότεροι.

15.12

15.12.1ἐπειδὴ δ’ἑκατέροις ἦν εὐτρεπῆ τὰ πρὸς τὸν κίνδυνον, πάλαι τῶν Νομαδικῶν ἱππέων πρὸς ἀλλήλους ἀκροβολιζομένων, τότε παρήγγειλε τοῖς ἐπὶ τῶν ἐλεφάντων Ἀννίβας ποιεῖσθαι τὴν ἔφοδον ἐπὶ τοὺς ὑπεναντίους.

15.12.2ἅμα δὲ τῷ πανταχόθεν τὰς σάλπιγγας καὶ τὰς βυκάνας ἀναβοῆσαι τινὰ μὲν διαταραχθέντα τῶν θηρίων ἐξ αὐτῆς ὥρμησε παλίσσυτα κατὰ τῶν βεβοηθηκότων τοῖς Καρχηδονίοις Νομάδων · τῶν περὶ τὸν Μασαννάσαν ταχέως ἐψιλώθη τὸ λαιὸν κέρας τῶν Καρχηδονίων.

15.12.3τὰ δὲ λοιπὰ συμπεσόντα τοῖς τῶν Ῥωμαίων γροσφομάχοις ἐν τῷ μεταξὺ χωρίῳ τῶν παρατάξεων πολλὰ μὲν ἔπασχε κακά, πολλὰ δ’ἐποίει τοὺς ὑπεναντίους, ἕως ὅτου πεφοβημένα τὰ μὲν διὰ τῶν διαστημάτων ἐξέπεσε, δεξαμένων αὐτὰ τῶν Ῥωμαίων ἀσφαλῶς κατὰ τὴν τοῦ στρατηγοῦ πρόνοιαν, τὰ δ’ἐπὶ τὸ δεξιὸν μέρος παραφυγόντα διὰ τῶν ἱππέων συνακοντιζόμενα τέλος εἰς τὸν ἔξω τόπον τῶν στρατοπέδων ἐξέπεσεν, ὅτε δὴ καὶ Λαίλιος ἅμα τῇ περὶ τοὺς ἐλέφαντας ταραχῇ συμβαλὼν ἠνάγκασε φυγεῖν τοὺς τῶν Καρχηδονίων ἱππεῖς προτροπάδην.

15.12.6οὗτος μὲν οὖν ἐπέκειτο τοῖς φεύγουσιν ἐκθύμως · τὸ δ’ὅμοιον ἐποίει καὶ Μασαννάσας.

15.12.7κατὰ δὲ τὸν καιρὸν τοῦτον αἱ φάλαγγες ἀμφότεραι βάδην ἀλλήλαις καὶ σοβαρῶς ἐπῄεσαν, πλὴν τῶν ἐκ τῆς Ἰταλίας μετ’Ἀννίβου παραγεγονότων · οὗτοι δ’ἔμενον ἐπέχοντες τὸν ἐξ ἀρχῆς τόπον.

15.12.8ἐπειδὴ δ’ἐγγὺς ἦσαν ἀλλήλων, οἱ μὲν Ῥωμαῖοι κατὰ τὰ πάτρια συναλαλάξαντες καὶ συμψοφήσαντες τοῖς ξίφεσι τοὺς θυρεοὺς προσέβαλλον τοῖς ὑπεναντίοις, οἱ δὲ μισθοφόροι τῶν Καρχηδονίων ἀδιάκριτον ἐποίουν τὴν φωνὴν καὶ παρηλλαγμένην ·

15.12.9οὐ γὰρ πάντων ἦν κατὰ τὸν ποιητὴν αὐτὸς θροῦς οὐ δ’ἴα γῆρυς, ἄλλη δ’ἄλλων γλῶσσα, πολύκλητοι δ’ἔσαν ἄνδρες, καθάπερ ἀρτίως ἐξηριθμησάμην.

15.13

15.13.1πάσης δ’οὔσης ἐκ χειρὸς καὶ κατ’ἄνδρα τῆς μάχης διὰ τὸ μὴ δόρασι μη δὲ ξίφεσι χρῆσθαι τοὺς ἀγωνιζομένους, τῇ μὲν εὐχερείᾳ καὶ τόλμῃ προεῖχον οἱ μισθοφόροι τὰς ἀρχάς, καὶ πολλοὺς κατετραυμάτιζον τῶν Ῥωμαίων, τῷ δὲ τῆς συντάξεως ἀκριβεῖ καὶ τῷ καθοπλισμῷ πιστεύοντες οἱ Ῥωμαῖοι μᾶλλον ἐπέβαινον εἰς τὸ πρόσθεν.

15.13.3ἅμα δὲ τοῖς μὲν Ῥωμαίοις ἑπομένων καὶ παρακαλούντων τῶν κατόπιν, τοῖς δὲ μισθοφόροις τῶν Καρχηδονίων οὐ συνεγγιζόντων οὐ δὲ παραβοηθούντων, ἀλλ’ἀποδειλιώντων ταῖς ψυχαῖς, πέρας ἐνέκλιναν οἱ βάρβαροι, καὶ δόξαντες ἐγκαταλείπεσθαι προφανῶς ὑπὸ τῶν ἰδίων, ἐπιπεσόντες κατὰ τὴν ἀποχώρησιν εἰς τοὺς ἐφεστῶτας ἔκτεινον τούτους.

15.13.5 καὶ πολλοὺς ἠνάγκασε τῶν Καρχηδονίων ἀνδρωδῶς ἀποθανεῖν · φονευόμενοι γὰρ ὑπὸ τῶν μισθοφόρων ἐμάχοντο παρὰ τὴν αὑτῶν προαίρεσιν ἅμα πρόςτε τοὺς ἰδίους καὶ πρὸς τοὺς Ῥωμαίους.

15.13.6ποιούμενοι δὲ τὸν κίνδυνον ἐκστατικῶς καὶ παρηλλαγμένως οὐκ ὀλίγους διέφθειραν καὶ τῶν ἰδίων καὶ τῶν ὑπεναντίων.

15.13.7καὶ δὴ τῷ τοιούτῳ τρόπῳ συνέχεαν ἐπιπεσόντες τὰς τῶν ἁστάτων σημαίας · οἱ μέντοι τῶν πριγκίπων ἡγεμόνες συνθεασάμενοι τὸ γεγονὸς ἐπέστησαν τὰς αὑτῶν τάξεις.

15.13.8τῶν δὲ μισθοφόρων καὶ τῶν Καρχηδονίων τὸ πλεῖστον μέρος τὸ μὲν ὑφ’αὑτῶν, τὸ δ’ὑπὸ τῶν ἁστάτων αὐτοῦ κατεκόπη.

15.13.9τοὺς δὲ διασῳζομένους καὶ φεύγοντας οὐκ εἴασε καταμιγῆναι ταῖς δυνάμεσιν Ἀννίβας, ἀλλὰ προβαλέσθαι παραγγείλας τοῖς ἐπιστάταις ἐκώλυσε μὴ παραδέξασθαι τοὺς ἐγγίζοντας.

15.13.10ὅθεν ἠναγκάσθησαν οὗτοι μὲν ποιεῖσθαι τὴν ἀποχώρησιν ἐπὶ τὰ κέρατα καὶ τὰς ἐκ τούτων εὐρυχωρίας, γενομένου δὲ τοῦ μεταξὺ τόπου τῶν καταλειπομένων στρατοπέδων πλήρους αἵματος, φόνου, νεκρῶν, πολλὴν ἀπορίαν παρεῖχε τῷ τῶν Ῥωμαίων στρατηγῷ τὸ τῆς τροπῆς ἐμπόδιον ·

15.14

15.14.2τε γὰρ τῶν νεκρῶν ὄλισθος, ὡς ἂν αἱμοφύρτων καὶ σωρηδὸν πεπτωκότων, τε τῶν χύδην ἐρριμμένων ὅπλων ὁμοῦ τοῖς πτώμασιν ἀλογία δυσχερῆ τὴν δίοδον ἔμελλε ποιήσειν τοῖς ἐν τάξει διαπορευομένοις.

15.14.3οὐ μὴν ἀλλὰ τοὺς μὲν τραυματίας εἰς τοὐπίσω τῆς παρατάξεως κομισάμενος, τοὺς δ’ἐπιδιώκοντας τῶν ἁστάτων ἀνακαλεσάμενος διὰ τῆς σάλπιγγος, τοὺς μὲν αὐτοῦ πρὸ τῆς μάχης κατὰ μέσους τοὺς πολεμίους ἐπέστησε, τοὺς δὲ πρίγκιπας καὶ τριαρίους πυκνώσας ἐφ’ἑκάτερον τὸ κέρας προάγειν παρήγγειλε διὰ τῶν νεκρῶν.

15.14.5ἐπειδὴ δ’ὑπερβάντες ἐξ ἴσου τοῖς ἁστάτοις ἐγένοντο, συνέβαλον αἱ φάλαγγες ἀλλήλαις μετὰ τῆς μεγίστης ὁρμῆς καὶ προθυμίας.

15.14.6ὄντων δὲ καὶ τῷ πλήθει καὶ τοῖς φρονήμασι καὶ ταῖς ἀρεταῖς καὶ τοῖς καθοπλισμοῖς παραπλησίων ἀμφοτέρων, ἄκριτον ἐπὶ πολὺ συνέβαινε γενέσθαι τὴν μάχην, ἐν αὐταῖς ταῖς χώραις ἐναποθνησκόντων τῶν ἀνδρῶν διὰ φιλοτιμίαν, ἕως οἱ περὶ τὸν Μασαννάσαν καὶ Λαίλιον ἀπὸ τοῦ διώγματος τῶν ἱππέων ἀνακάμπτοντες καὶ δαιμονίως εἰς δέοντα καιρὸν συνῆψαν.

15.14.8ὧν προσπεσόντων τοῖς περὶ τὸν Ἀννίβαν κατόπιν οἱ μὲν πλεῖστοι κατεκόπησαν ἐν τῇ τάξει, τῶν δὲ πρὸς φυγὴν ὁρμησάντων ὀλίγοι μὲν τελέως διέφυγον, ἅτε τῶν ἱππέων ἐν χερσὶν ὄντων καὶ τῶν τόπων ἐπιπέδων ὑπαρχόντων.

15.14.9ἔπεσον δὲ τῶν μὲν Ῥωμαίων ὑπὲρ τοὺς χιλίους πεντακοσίους, τῶν δὲ Καρχηδονίων ὑπὲρ δισμυρίους, αἰχμάλωτοι δ’ἑάλωσαν οὐ πολὺ τούτων ἐλάττους.

15.15

15.15.1 μὲν οὖν ἐπὶ πᾶσι γενομένη μάχη καὶ τὰ ὅλα κρίνασα Ῥωμαίοις διὰ τῶν προειρημένων ἡγεμόνων τοιοῦτον ἔσχε τὸ τέλος ·

15.15.2μετὰ δὲ τὴν μάχην Πόπλιος μὲν ἐπακολουθήσας καὶ διαρπάσας τὸν χάρακα τῶν Καρχηδονίων αὖτις ἀνεχώρησεν εἰς τὴν ἰδίαν παρεμβολήν.

15.15.3Ἀννίβας δὲ μετ’ὀλίγων ἱππέων κατὰ τὸ συνεχὲς ποιούμενος τὴν ἀναχώρησιν εἰς Ἀδρύμητα διεσώθη, πάντα τὰ δυνατὰ ποιήσας κατὰ τὸν κίνδυνον, ὅσα τὸν ἀγαθὸν ἔδει στρατηγὸν καὶ πολλῶν ἤδη πραγμάτων πεῖραν εἰληφότα.

15.15.4πρῶτον μὲν γὰρ εἰς λόγους συνελθὼν ἐπειράθη δι’αὑτοῦ λύσιν ποιήσασθαι τῶν ἐνεστώτων ·

15.15.5τοῦτο δ’ἐστὶ τοῦ προειδότος τὰ κατορθώματα, ἀλλ’ἀπιστοῦντος τῇ τύχῃ καὶ προορωμένου τὰ περὶ τὰς μάχας ἐκβαίνοντα παράλογα.

15.15.6μετὰ δὲ ταῦτα συγκαταστὰς εἰς τὸν κίνδυνον οὕτως ἐχρήσατο τοῖς πράγμασιν ὥστε μὴ δυνατὸν εἶναι βέλτιον πρὸς Ῥωμαίους ἀγῶνα συστήσασθαι, παραπλησίῳ καθοπλισμῷ χρώμενον, οὗ τότε συνεστήσατ’Ἀννίβας.

15.15.7οὔσης γὰρ δυσδιασπάστου τῆς Ῥωμαίων τάξεως καὶ δυνάμεως, τὸν ἄνδρα συνέβη καὶ καθόλου καὶ κατὰ μέρη μάχεσθαι πρὸς πάσας τὰς ἐπιφανείας διὰ τῆς μιᾶς ἐκτάξεως, ἀεὶ τῶν ἔγγιστα τῷ δεινῷ σημαιῶν συνεπιστρεφουσῶν πρὸς τὸ δεόμενον.

15.15.8ἔτι δὲ τοῦ καθοπλισμοῦ σκέπην καὶ θράσος παρασκευάζοντος καὶ διὰ τὸ μέγεθος τοῦ θυρεοῦ καὶ τὴν τῆς μαχαίρας ὑπομονὴν τῶν πληγῶν, δύσμαχοι γίνονται καὶ δυσκαταγώνιστοι διὰ τὰς προειρημένας αἰτίας.

15.16

15.16.1ἀλλ’ὅμως πρὸς ἕκαστα τούτων οὕτως ἐνδεχομένως Ἀννίβας ἐκ τῶν κατὰ λόγον ἡρμόσατο παρ’αὐτὸν τὸν καιρὸν ὥσθ’ὑπερβολὴν μὴ καταλιπεῖν.

15.16.2τὸ μὲν γὰρ τῶν ἐλεφάντων πλῆθος ἐξ αὐτῆς παρεσκευάσατο καὶ τότε προεβάλετο χάριν τοῦ συνταράξαι καὶ διασπάσαι τὰς τάξεις τῶν ὑπεναντίων ·

15.16.3τοὺς δὲ μισθοφόρους προέταξε καὶ τοὺς Καρχηδονίους ἔθηκε μετὰ τούτους ἕνεκα τοῦ προεκλῦσαι μὲν τῷ κόπῳ τὰ σώματα τῶν πολεμίων, ἀχρειῶσαι δὲ τὰς ἀκμὰς τῶν ὅπλων διὰ τὸ πλῆθος τῶν φονευομένων, ἀναγκάσαι δὲ τοὺς Καρχηδονίους μέσους ὄντας μένειν καὶ μάχεσθαι κατὰ τὸν ποιητὴν ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι.

15.16.4τοὺς δὲ μαχιμωτάτους καὶ στασιμωτάτους τῶν ἀνδρῶν ἐν ἀποστάσει παρενέβαλε χάριν τοῦ προορωμένους ἐκ πολλοῦ τὸ συμβαῖνον καὶ διαμένοντας ἀκεραίους τοῖςτε σώμασι καὶ ταῖς ψυχαῖς σὺν καιρῷ χρήσασθαι ταῖς σφετέραις ἀρεταῖς.

15.16.5εἰ δὲ πάντα τὰ δυνατὰ ποιήσας πρὸς τὸ νικᾶν ἐσφάλη τὸν πρὸ τούτου χρόνον ἀήττητος ὤν, συγγνώμην δοτέον ·

15.16.6ἔστι μὲν γὰρ ὅτε καὶ ταὐτόματον ἀντέπραξε ταῖς ἐπιβολαῖς τῶν ἀγαθῶν ἀνδρῶν, ἔστι δ’ὅτε πάλιν κατὰ τὴν παροιμίαν ἐσθλὸς ἐὼν ἄλλου κρείττονος ἀντέτυχεν · δὴ καὶ τότε γεγονέναι περὶ ἐκεῖνον φήσειεν ἄν τις. τὰ γὰρ ὑπεραίροντα τὴν κοινὴν συνήθειαν τῶν παρ’ἐνίοις ἐθισμῶν, ὅταν μὲν αὐτοπαθῶς δόξῃ γίνεσθαι διὰ τὸ μέγεθος τῶν συμπτωμάτων, ἔλεον ἐκκαλεῖται παρὰ τοῖς ὁρῶσι καὶ τοῖς ἀκούουσι, καὶ συγκινεῖ πως ἕκαστον ἡμῶν ξενισμός ·

15.17

15.17.2ἐπὰν δὲ φαίνηται γοητείας χάριν καὶ καθ’ὑπόκρισιν γίνεσθαι τὸ τοιοῦτον, οὐκ ἔλεον, ἀλλ’ὀργὴν ἐξεργάζεται καὶ μῖσος. καὶ τότε συνέβη γενέσθαι περὶ τοὺς πρεσβευτὰς τῶν Καρχηδονίων. δὲ Πόπλιος διὰ βραχέων ἤρξατο λέγειν πρὸς αὐτούς, ὡς ἐκείνων μὲν χάριν οὐδὲν ὀφείλουσι ποιεῖν φιλάνθρωπον, ὁμολογούντων αὐτῶν διότι καὶ τὸν πόλεμον ἐξ ἀρχῆς ἐπενέγκαιεν Ῥωμαίοις, παρὰ τὰς συνθήκας ἐξανδραποδισάμενοι τὴν Ζακανθαίων πόλιν, καὶ πρῴην παρασπονδήσαιεν, ἀθετήσαντες τοὺς ὅρκους καὶ τὰς ἐγγράπτους ὁμολογίας ·

15.17.4αὑτῶν δὲ χάριν ἔφησε καὶ τῆς τύχης καὶ τῶν ἀνθρωπίνων κεκρίσθαι σφίσι πρᾴως χρῆσθαι καὶ μεγαλοψύχως τοῖς πράγμασι.

15.17.5φανήσεσθαι δὲ τοῦτο κἀκείνοις ἔφησεν, ἐὰν ὀρθῶς διαλαμβάνωσι περὶ τῶν ἐνεστώτων · οὐ γὰρ εἴ τι πάσχειν ποιεῖν διδόναι σφίσιν ἐπιταχθήσεται, τοῦτο δεῖν νομίζειν δεινόν, ἀλλ’εἴ τι συγχωρηθήσεται φιλάνθρωπον, τοῦτο μᾶλλον ἡγεῖσθαι παράδοξον, ἐπείπερ τύχη παρελομένη τὸν ἔλεον αὐτῶν καὶ τὴν συγγνώμην διὰ τὴν σφετέραν ἀδικίαν ὑποχειρίους πεποίηκε τοῖς ἐχθροῖς.

15.17.7ταῦτα δ’εἰπὼν ἔλεγε τὰ φιλάνθρωπα τὰ διδόμενα, καὶ πάλιν δέον ἦν ὑπομένειν αὐτούς.

15.18

15.18.1ἦν δὲ τὰ κεφάλαια τῶν προτεινομένων ταῦτα. πόλεις ἔχειν κατὰ Λιβύην ἃς καὶ πρότερον εἶχον τὸν τελευταῖον πόλεμον ἐξενεγκεῖν Ῥωμαίοις, καὶ χώραν ἣν καὶ τὸ παλαιὸν εἶχον, κτήνη καὶ σώματα καὶ τὴν ἄλλην ὕπαρξιν, ἀπὸ δὲ τῆς ἡμέρας ἐκείνης ἀσινεῖς Καρχηδονίους ὑπάρχειν, ἔθεσι καὶ νόμοις χρῆσθαι τοῖς ἰδίοις, ἀφρουρήτους ὄντας.

15.18.3ταῦτα μὲν οὖν ἦν τὰ φιλάνθρωπα, τὰ δ’ἐναντία τούτοις πάλιν τὰ κατὰ τὰς ἀνοχὰς ἀδικήματα γενόμενα πάντα Καρχηδονίους ἀποκαταστῆσαι Ῥωμαίοις, τοὺς αἰχμαλώτους καὶ δραπέτας ἐκ παντὸς ἀποδοῦναι τοῦ χρόνου, τὰ μακρὰ πλοῖα παραδοῦναι πάντα πλὴν δέκα τριήρων, ὁμοίως καὶ πάντας τοὺς ἐλέφαντας.

15.18.4πόλεμον μηδενὶ τῶν ἔξω τῆς Λιβύης ἐπιφέρειν καθόλου μη δὲ τῶν ἐν τῇ Λιβύῃ χωρὶς τῆς Ῥωμαίων γνώμης ·

15.18.5οἰκίας καὶ χώραν καὶ πόλεις, καὶ εἴ τι ἕτερόν ἐστι Μασαννάσου τοῦ βασιλέως τῶν προγόνων ἐντὸς τῶν ἀποδειχθησομένων ὅρων αὐτοῖς πάντα ἀποδοῦναι Μασαννάσᾳ ·

15.18.6σιτομετρῆσαίτε τὴν δύναμιν τριμήνου καὶ μισθοδοτῆσαι μέχρι ἂν ἐκ Ῥώμης ἀντιφωνηθῇ τι κατὰ τὰς συνθήκας ·

15.18.7ἐξενεγκεῖν ἀργυρίου τάλαντα μύρια Καρχηδονίους ἐν ἔτεσι πεντήκοντα, φέροντας καθ’ἕκαστον ἐνιαυτὸν Εὐβοϊκὰ τάλαντα διακόσια ·

15.18.8ὁμήρους δοῦναι πίστεως χάριν ἑκατὸν οὓς ἂν προγράψῃ τῶν νέων στρατηγὸς τῶν Ῥωμαίων, μὴ νεωτέρους τετταρεσκαίδεκα ἐτῶν μη δὲ πρεσβυτέρους τριάκοντα.

15.19

15.19.1ταῦτα μὲν οὖν στρατηγὸς εἶπε τῶν Ῥωμαίων τοῖς πρεσβευταῖς · οἱ δ’ἀκούσαντες ἠπείγοντο καὶ διεσάφουν τοῖς ἐν τῇ πατρίδι.

15.19.2καθ’ὃν δὴ καιρὸν λέγεται, μέλλοντός τινος τῶν ἐκ τῆς γερουσίας ἀντιλέγειν τοῖς προτεινομένοις καὶ καταρχομένου, προελθόντα τὸν Ἀννίβαν κατασπάσαι τὸν ἄνθρωπον ἀπὸ τοῦ βήματος.

15.19.3τῶν δὲ λοιπῶν ἐξοργισθέντων διὰ τὸ παρὰ τὴν συνήθειαν αὐτὸν τοῦτο πρᾶξαι, πάλιν τὸν Ἀννίβαν ἀναστάντα φασὶν ἀγνοεῖν μὲν ὁμολογῆσαι, δεῖν δὲ συγγνώμην ἔχειν, εἴ τι παρὰ τοὺς ἐθισμοὺς πράττει, γινώσκοντας ὅτι τὴν μὲν ἔξοδον ἐκ τῆς πατρίδος ἐνναέτης ὢν ποιήσαιτο, πλείω δὲ τῶν πέντε καὶ τετταράκοντ’ἐτῶν ἔχων εἰς αὐτὴν ἐπανήκει.

15.19.4διόπερ ἠξίου μὴ τοῦτο σκοπεῖν, εἴ τι παραπέπαικε τῆς συνηθείας, πολὺ δὲ μᾶλλον, εἰ τοῖς τῆς πατρίδος πράγμασιν ἀληθινῶς συμπάσχει · διὰ γὰρ ταῦτα καὶ νῦν εἰς τὴν ἀλογίαν ἐμπεπτωκένει ταύτην.

15.19.5θαυμαστὸν γὰρ αὐτῷ φανῆναι καὶ τελέως ἐξηλλαγμένον, εἴ τις ὑπάρχων Καρχηδόνιος καὶ συνειδὼς τὰ βεβουλευμένα καὶ κοινῇ τῇ πατρίδι καὶ κατ’ἰδίαν ἑκάστοις ἡμῶν κατὰ Ῥωμαίων οὐ προσκυνεῖ τὴν τύχην, εἰ γεγονὼς ὑποχείριος τοιούτων τυγχάνει φιλανθρώπων ·

15.19.6οὓς εἴ τις ὀλίγαις πρότερον ἡμέραις ἤρετο πόσ’ἐλπίζουσι πείσεσθαι τὴν πατρίδα κρατησάντων Ῥωμαίων, οὐ δ’ἂν εἰπεῖν οἷοίτ’ἦσαν διὰ τὸ μέγεθος καὶ τὴν ὑπερβολὴν τῶν προφαινομένων αὐτοῖς κακῶν.

15.19.7διόπερ ἠξίου καὶ νῦν μη δ’ἐπὶ λόγον ἄγειν, ἀλλ’ὁμοθυμαδὸν δεξαμένους τὰ προτεινόμενα θύειν τοῖς θεοῖς, καὶ πάντας εὔχεσθαι βεβαιῶσαι ταῦτα τὸν δῆμον τῶν Ῥωμαίων.

15.19.8φανέντος δὲ φρονίμως αὐτοῦ καὶ τοῖς καιροῖς οἰκείως συμβουλεύειν, ἔδοξε ποιεῖσθαι τὰς συνθήκας ἐπὶ τοῖς προειρημένοις.

15.19.9καὶ τὸ μὲν συνέδριον παραυτίκα πρεσβευτὰς ἐξέπεμπε τοὺς ἀνθομολογησομένους ὑπὲρ τούτων.

15.20

15.20.1τοῦτο δὲ τίς οὐκ ἂν θαυμάσειε, πῶς, ὅτε μὲν αὐτὸς Πτολεμαῖος ζῶν οὐ προσεδεῖτο τῆς τούτων ἐπικουρίας, ἕτοιμοι βοηθεῖν ἦσαν, ὅτε δ’ἐκεῖνος μετήλλαξε καταλιπὼν παιδίον νήπιον, κατὰ φύσιν ἀμφοῖν ἐπέβαλλε συσσῴζειν τὴν βασιλείαν, τότε παρακαλέσαντες ἀλλήλους ὥρμησαν ἐπὶ τὸ διελόμενοι τὴν τοῦ παιδὸς ἀρχὴν ἐπανελέσθαι τὸν ἀπολελειμμένον, οὐ δ’οὖν, καθάπερ οἱ τύραννοι, βραχεῖαν δή τινα προβαλλόμενοι τῆς αἰσχύνης πρόφασιν, ἀλλ’ἐξ αὐτῆς ἀνέδην καὶ θηριωδῶς οὕτως ὥστε προσοφλεῖν τὸν λεγόμενον τῶν ἰχθύων βίον, ἐν οἷς φασιν ὁμοφύλοις οὖσι τὴν τοῦ μείονος ἀπώλειαν τῷ μείζονι τροφὴν γίνεσθαι καὶ βίον.

15.20.4ἐξ ὧν τίς οὐκ ἂν ἐμβλέψας οἷον εἰς κάτοπτρον εἰς τὴν συνθήκην ταύτην αὐτόπτης δόξειε γίνεσθαι τῆς πρὸς τοὺς θεοὺς ἀσεβείας καὶ τῆς πρὸς τοὺς ἀνθρώπους ὠμότητος, ἔτι δὲ τῆς ὑπερβαλλούσης πλεονεξίας τῶν προειρημένων βασιλέων;

15.20.5οὐ μὴν ἀλλὰ τίς οὐκ ἂν εἰκότως τῇ τύχῃ μεμψάμενος ἐπὶ τῶν ἀνθρωπείων πραγμάτων ἐν τούτοις ἀντικαταλλαγείη, διότι ἐκείνοις μὲν ἐπέθηκε μετὰ ταῦτα τὴν ἁρμόζουσαν δίκην, τοῖς δ’ἐπιγενομένοις ἐξέθηκε κάλλιστον ὑπόδειγμα πρὸς ἐπανόρθωσιν τὸν τῶν προειρημένων βασιλέων παραδειγματισμόν;

15.20.6ἔτι γὰρ αὐτῶν παρασπονδούντων μὲν ἀλλήλους, διασπωμένων δὲ τὴν τοῦ παιδὸς ἀρχήν, ἐπιστήσασα Ῥωμαίους, ἁκεῖνοι κατὰ τῶν πέλας ἐβουλεύσαντο παρανόμως, ταῦτα κατ’ἐκείνων δικαίως ἐκύρωσε καὶ καθηκόντως.

15.20.7παραυτίκα γὰρ ἑκάτεροι διὰ τῶν ὅπλων ἡττηθέντες οὐ μόνον ἐκωλύθησαν τῆς τῶν ἀλλοτρίων ἐπιθυμίας, ἀλλὰ καὶ συγκλεισθέντες εἰς φόρους ὑπέμειναν Ῥωμαίοις τὸ προσταττόμενον ποιεῖν.

15.20.8τὸ τελευταῖον ἐν πάνυ βραχεῖ χρόνῳ τὴν μὲν Πτολεμαίου βασιλείαν τύχη διώρθωσε, τὰς δὲ τούτων δυναστείας καὶ τοὺς διαδόχους τοὺς μὲν ἄρδην ἀναστάτους ἐποίησε καὶ πανωλέθρους, τοὺς δὲ μικροῦ δεῖν τοῖς αὐτοῖς περιέβαλε συμπτώμασι. ὅτι Μολπαγόρας τις ἦν παρὰ τοῖς Κιανοῖς, ἀνὴρ καὶ λέγειν καὶ πράττειν ἱκανός, κατὰ δὲ τὴν αἵρεσιν δημαγωγικὸς καὶ πλεονέκτης.

15.21

15.21.2ὃς πρὸς χάριν ὁμιλῶν τῷ πλήθει καὶ τοὺς εὐκαιροῦντας τοῖς βίοις ὑποβάλλων τοῖς ὄχλοις, καὶ τινὰς μὲν εἰς τέλος ἀναιρῶν, τινὰς δὲ φυγαδεύων καὶ τὰς οὐσίας τὰς τούτων δημεύων καὶ διαδιδοὺς τοῖς πολλοῖς, ταχέως τῷ τοιούτῳ τρόπῳ περιεποιήσατο μοναρχικὴν ἐξουσίαν. Κιανοὶ μὲν οὖν περιέπεσον τηλικαύταις συμφοραῖς οὐχ οὕτως διὰ τὴν τύχην οὐ δὲ διὰ τὴν τῶν πέλας ἀδικίαν, τὸ δὲ πλεῖον διὰ τὴν αὑτῶν ἀβουλίαν καὶ κακοπολιτείαν, προάγοντες ἀεὶ τοὺς χειρίστους καὶ κολάζοντες τοὺς ἐναντιουμένους τούτοις, ἵνα διαιρῶνται τὰς ἀλλήλων οὐσίας, εἰς ταύτας οἷον ἐθελοντὴν ἐνέπεσον τὰς ἀτυχίας, εἰς ἃς οὐκ οἶδ’ὅπως πάντες ἄνθρωποι προφανῶς ἐμπίπτοντες οὐ δύνανται λῆξαι τῆς ἀνοίας, ἀλλ’οὐ δὲ βραχὺ διαπιστῆσαι ῥᾴδιον, καθάπερ ἔνια τῶν ἀλόγων ζῴων.

15.21.6ἐκεῖνα γὰρ οὐ μόνον ἐὰν αὐτά που δυσχρηστήσῃ περὶ τὰ δελέατα καὶ τὰς ἄρκυς, ἀλλὰ κἂν ἕτερον ἴδῃ κινδυνεῦον, οὐκ ἂν ἔτι ῥᾳδίως αὐτὰ προσαγάγοις πρὸς οὐδὲν τῶν τοιούτων, ἀλλὰ καὶ τὸν τόπον ὑποπτεύει καὶ παντὶ τῷ φαινομένῳ διαπιστεῖ.

15.21.7οἱ δ’ἄνθρωποι τὰς μὲν ἀκούοντες ἀπολλυμένας πόλεις ἄρδην τῷ προειρημένῳ τρόπῳ, τὰς δ’ἀκμὴν ὁρῶντες, ὅμως, ὅταν τις χρησάμενος τῷ πρὸς χάριν λόγῳ προτείνῃ τὴν ἐλπίδα τῆς ἐξ ἀλλήλων ἐπανορθώσεως, προσίασι πρὸς τὸ δέλεαρ ἀνεπιστάτως, σαφῶς εἰδότες ὅτι τῶν τὰ τοιαῦτα δελέατα καταπιόντων οὐδεὶς οὐδέποτε σέσωσται, πᾶσι δ’ὁμολογουμένως ὄλεθρον ἐπήνεγκαν αἱ τοιαῦται πολιτεῖαι.

15.22

15.22.1 δὲ Φίλιππος κύριος γενόμενος τῆς πόλεως περιχαρὴς ἦν, ὡς καλήν τινα καὶ σεμνὴν πρᾶξιν ἐπιτετελεσμένος καὶ βεβοηθηκὼς μὲν προθύμως τῷ κηδεστῇ, καταπεπληγμένος δὲ πάντας τοὺς ἀλλοτριάζοντας, σωμάτων δὲ καὶ χρημάτων εὐπορίαν ἐκ τοῦ δικαίου περιπεποιημένος.

15.22.2τὰ δ’ἐναντία τούτοις οὐ καθεώρα, καίπερ ὄντα προφανῆ, πρῶτον μὲν ὡς οὐκ ἀδικουμένῳ, παρασπονδοῦντι δὲ τῷ κηδεστῇ τοὺς πέλας ἐβοήθει, δεύτερον ὅτι πόλιν Ἑλληνίδα περιβαλὼν τοῖς μεγίστοις ἀτυχήμασιν ἀδίκως ἔμελλε κυρώσειν τὴν περὶ αὐτοῦ διαδεδομένην φήμην ὑπὲρ τῆς εἰς τοὺς φίλους ὠμότητος, ἐξ ἀμφοῖν δὲ δικαίως καὶ κληρονομήσειν παρὰ πᾶσι τοῖς Ἕλλησι τὴν ἐπ’ἀσεβείᾳ δόξαν, τρίτον ὡς ἐνυβρίκει τοῖς ἀπὸ τῶν προειρημένων πόλεων πρεσβευταῖς, οἳ παρῆσαν ἐξελούμενοι τοὺς Κιανοὺς ἐκ τῶν περιεστώτων κακῶν, ὑπὸ δ’ἐκείνου παρακαλούμενοι καὶ διαγελώμενοι καθ’ἡμέραν ἠναγκάσθησαν αὐτόπται γενέσθαι τούτων, ὧν ἥκιστ’ἂν ἐβουλήθησαν, πρὸς δὲ τούτοις ὅτι τοὺς Ῥοδίους οὕτως ἀπετεθηριώκει τότε πρὸς αὑτὸν ὥστε μηδένα λόγον ἔτι προσίεσθαι περὶ Φιλίππου.

15.23

15.23.1καὶ γὰρ τύχη πρός γε τοῦτο τὸ μέρος αὐτῷ συνήργησε προφανῶς.

15.23.2ὅτε γὰρ πρεσβευτὴν ἐν τῷ θεάτρῳ τὸν ἀπολογισμὸν ἐποιεῖτο πρὸς τοὺς Ῥοδίους, ἐμφανίζων τὴν τοῦ Φιλίππου μεγαλοψυχίαν, καὶ διότι τρόπον τινὰ κρατῶν ἤδη τῆς πόλεως δίδωσι τῷ δήμῳ τὴν χάριν ταύτην, ποιεῖ δὲ τοῦτο βουλόμενος ἐλέγξαι μὲν τὰς τῶν ἀντιπραττόντων αὐτῷ διαβολάς, φανερὰν δὲ τῇ πόλει καταστῆσαι τὴν αὑτοῦ προαίρεσιν ·

15.23.3καὶ παρῆν τις ἐκ κατάπλου πρὸς τὸ πρυτανεῖον ἀναγγέλλων τὸν ἐξανδραποδισμὸν τῶν Κιανῶν καὶ τὴν ὠμότητα τοῦ Φιλίππου τὴν ἐν τούτοις γεγενημένην, ὥστε τοὺς Ῥοδίους, ἔτι μεταξὺ τοῦ πρεσβευτοῦ τὰ προειρημένα λέγοντος, ἐπεὶ προελθὼν πρύτανις διεσάφει τὰ προσηγγελμένα, μὴ δύνασθαι πιστεῦσαι διὰ τὴν ὑπερβολὴν τῆς ἀθεσίας.

15.23.5Φίλιππος μὲν οὖν, παρασπονδήσας οὐχ οὕτως Κιανοὺς ὡς ἑαυτόν, εἰς τοιαύτην ἄγνοιαν καὶ παράπτωσιν τοῦ καθήκοντος ἧκεν ὥστ’ἐφ’οἷς ἐχρῆν αἰσχύνεσθαι καθ’ὑπερβολήν, ἐπὶ τούτοις ὡς καλοῖς σεμνύνεσθαι καὶ μεγαλαυχεῖν ·

15.23.6 δὲ τῶν Ῥοδίων δῆμος ἀπὸ ταύτης τῆς ἡμέρας ὡς περὶ πολεμίου διελάμβανε τοῦ Φιλίππου, καὶ πρὸς τοῦτον τὸν σκοπὸν ἐποιεῖτο τὰς παρασκευάς.

15.23.7παραπλήσιον δὲ καὶ τοῖς Αἰτωλοῖς μῖσος ἐκ ταύτης τῆς πράξεως ἐνειργάσατο πρὸς αὑτόν ·

15.23.8ἄρτι γὰρ διαλελυμένος καὶ τὰς χεῖρας ἐκτείνων πρὸς τὸ ἔθνος, οὐδεμιᾶς προφάσεως ἐγγινομένης, φίλων ὑπαρχόντων καὶ συμμάχων Αἰτωλῶν, Λυσιμαχέων, Καλχηδονίων, Κιανῶν, βραχεῖ χρόνῳ πρότερον, πρῶτον μὲν προσηγάγετο τὴν Λυσιμαχέων πόλιν, ἀποσπάσας ἀπὸ τῆς τῶν Αἰτωλῶν συμμαχίας, δευτέραν δὲ τὴν Καλχηδονίων, τρίτην δὲ τὴν Κιανῶν ἐξηνδραποδίσατο, στρατηγοῦ παρ’Αἰτωλῶν ἐν αὐτῇ διατρίβοντος καὶ προεστῶτος τῶν κοινῶν.

15.23.9Προυσίας δέ, καθὸ μὲν πρόθεσις αὐτοῦ συντελείας ἔτυχε, περιχαρὴς ἦν, καθὸ δὲ τὰ μὲν ἆθλα τῆς ἐπιβολῆς ἕτερος ἀπέφερεν, αὐτὸς δὲ πόλεως οἰκόπεδον ἔρημον ἐκληρονόμει, δυσχερῶς διέκειτο, ποιεῖν δ’οὐδὲν οἷόςτ’ἦν.

15.23.10 ὅτι Φίλιππος κατὰ τὸν ἀνάπλουν ἕτερον ἐφ’ἑτέρῳ παρασπόνδημα μεταχειριζόμενος προσέσχε περὶ μέσον ἡμέρας πρὸς τὴν τῶν Θασίων πόλιν, καὶ ταύτην φιλίαν οὖσαν ἐξηνδραποδίσατο.

15.24

15.24.1 Θάσιοι εἶπον πρὸς Μητρόδωρον τὸν Φιλίππου στρατηγὸν παραδοῦναι τὴν πόλιν εἰ διατηρήσοι αὐτοὺς ἀφρουρήτους, ἀφορολογήτους, ἀνεπισταθμεύτους, νόμοις χρῆσθαι τοῖς ἰδίοις.

15.24.2 συγχωρεῖν τὸν βασιλέα Θασίους ἀφρουρήτους, ἀφορολογήτους, ἀνεπισταθμεύτους, νόμοις χρῆσθαι τοῖς ἰδίοις.

15.24.3ἐπισημηναμένων δὲ μετὰ κραυγῆς πάντων τὰ ῥηθέντα παρήγαγον τὸν Φίλιππον εἰς τὴν πόλιν. ἴσως μὲν γὰρ πάντες οἱ βασιλεῖς κατὰ τὰς πρώτας ἀρχὰς πᾶσι προτείνουσι τὸ τῆς ἐλευθερίας ὄνομα καὶ φίλους προσαγορεύουσι καὶ συμμάχους τοὺς κοινωνήσαντας σφίσι τῶν αὐτῶν ἐλπίδων, καθικόμενοι δὲ τῶν πράξεων παρὰ πόδας οὐ συμμαχικῶς, ἀλλὰ δεσποτικῶς χρῶνται τοῖς πιστεύσασι ·

15.24.5διὸ καὶ τοῦ μὲν καλοῦ διαψεύδονται, τοῦ δὲ παραυτὰ συμφέροντος ὡς ἐπίπαν οὐκ ἀποτυγχάνουσι ·

15.24.6τὸ δ’ἐπιβαλλόμενον τοῖς μεγίστοις καὶ περιλαμβάνοντα ταῖς ἐλπίσι τὴν οἰκουμένην καὶ πάσας ἀκμὴν ἀκεραίους ἔχοντα τὰς ἐπιβολὰς εὐθέως ἐν τοῖς ἐλαχίστοις καὶ πρώτοις τῶν ὑποπιπτόντων ἐπικηρύττειν ἅπασι τὴν ἀθεσίαν αὑτοῦ καὶ τὴν ἀβεβαιότητα πῶς οὐκ ἂν δόξειεν ἀλόγιστον εἶναι καὶ μανικόν;

15.24a

15.24a.1ὅτι ἐπεὶ πάσας καθ’ἕκαστον ἔτος τὰς κατάλληλα πράξεις γενομένας κατὰ τὴν οἰκουμένην ἐξηγούμεθα, δῆλον ὡς ἀναγκαῖόν ἐστι τὸ τέλος ἐπ’ἐνίων πρότερον ἐκφέρειν τῆς ἀρχῆς, ἐπειδὰν πρότερος τόπος ὑποπέσῃ κατὰ τὸν τῆς ὅλης ὑποθέσεως μερισμὸν καὶ κατὰ τὴν τῆς διηγήσεως ἔφοδον τὴν συντέλειαν τῆς πράξεως ἔχων τοῦ τὴν ἀρχὴν καὶ τὴν ἐπιβολὴν περιέχοντος. ὅτι Σωσίβιος ψευδεπίτροπος Πτολεμαίου ἐδόκει γεγονέναι σκεῦος ἀγχίνουν καὶ πολυχρόνιον, ἔτι δὲ κακοποιὸν ἐν βασιλείᾳ, καὶ πρώτῳ μὲν ἀρτῦσαι φόνον Λυσιμάχῳ, ὃς ἦν υἱὸς Ἀρσινόης τῆς Λυσιμάχου καὶ Πτολεμαίου, δευτέρῳ δὲ Μάγᾳ τῷ Πτολεμαίου καὶ Βερενίκης τῆς Μάγα, τρίτῃ δὲ Βερενίκῃ τῇ Πτολεμαίου μητρὶ τοῦ Φιλοπάτορος, τετάρτῳ Κλεομένει τῷ Σπαρτιάτῃ, πέμπτῃ θυγατρὶ Βερενίκης Ἀρσινόῃ.

15.25

15.25.2 μετὰ δ’ἡμέρας τρεῖς τέτταρας ἐν τῷ μεγίστῳ περιστύλῳ τῆς αὐλῆς οἰκοδομήσαντες βῆμα συνεκάλεσαν τοὺς ὑπασπιστὰς καὶ τὴν θεραπείαν, ἅμα δὲ τούτοις τοὺς πεζῶν καὶ τοὺς ἱππέων ἡγεμόνας.

15.25.4ἁθροισθέντων δὲ τούτων ἀναβὰς Ἀγαθοκλῆς καὶ Σωσίβιος ἐπὶ τὸ βῆμα πρῶτον μὲν τὸν τοῦ βασιλέως καὶ τὸν τῆς βασιλίσσης θάνατον ἀνθωμολογήσαντο καὶ τὸ πένθος ἀνέφηναν τοῖς πολλοῖς κατὰ τὸ παρ’αὐτοῖς ἔθος.

15.25.5μετὰ δὲ ταῦτα διάδημα τῷ παιδὶ περιθέντες ἀνέδειξαν βασιλέα, καὶ διαθήκην τινὰ παρανέγνωσαν πεπλασμένην, ἐν γεγραμμένον ἦν ὅτι καταλείπει τοῦ παιδὸς ἐπιτρόπους βασιλεὺς Ἀγαθοκλέα καὶ Σωσίβιον ·

15.25.6καὶ παρεκάλουν τοὺς ἡγεμόνας εὐνοεῖν καὶ διαφυλάττειν τῷ παιδὶ τὴν ἀρχήν · ἐπὶ δὲ τούτοις δύο κάλπιδας ἀργυρᾶς εἰσήνεγκαν, ὡς τῆς μὲν μιᾶς ἐχούσης τὰ τοῦ βασιλέως ὀστᾶ, τῆς δ’ἑτέρας τὰ τῆς Ἀρσινόης ·

15.25.7εἶχε δ’ μὲν μία κατ’ἀλήθειαν τὰ τοῦ βασιλέως, δ’ἑτέρα πλήρης ἦν ἀρωμάτων. ταῦτα δὲ ποιήσαντες εὐθέως ἐπετέλουν τὴν ἐκφοράν. ἐν καιρῷ πᾶσι τὰ κατὰ τὴν Ἀρσινόην συνέβη γενέσθαι δῆλα.

15.25.8τοῦ γὰρ θανάτου φωτισθέντος τρόπος ἐπεζητεῖτο τῆς ἀπωλείας · οὐκ οὔσης δὲ προφάσεως ἄλλης οὐδεμιᾶς, τῆς ἀληθινῆς φήμης προσπεπτωκυίας, ἀκμὴν δ’ἀμφισβητουμένης, τὸ κατ’ἀλήθειαν γεγονὸς ἐν ταῖς ἑκάστων γνώμαις ἐπεσφραγίσθη. διὸ καὶ συνέβη μεγάλην γενέσθαι τὴν σύγχυσιν τῶν ὄχλων.

15.25.9τοῦ μὲν γὰρ βασιλέως οὐθεὶς οὐθένα λόγον ἐποιεῖτο, περὶ δὲ τῆς Ἀρσινόης, ἀνανεούμενοι τινὲς μὲν τὴν ὀρφανίαν αὐτῆς, ἔνιοι δὲ τὴν ἐξ ἀρχῆς ἐν τῷ ζῆν ὕβριν, ἣν ὑπέμεινε, καὶ τὴν αἰκίαν, σὺν δὲ τούτοις τὸ περὶ τὴν τελευτὴν ἀτύχημα, εἰς τοσαύτην παράστασιν ἐνέπιπτον καὶ δυσθυμίαν ὥστε πλήρη γενέσθαι τὴν πόλιν στεναγμοῦ, δακρύων, οἰμωγῆς ἀκαταπαύστου.

15.25.10ταῦτα δ’ἦν τοῖς ὀρθῶς λογιζομένοις οὐχ οὕτω τῆς πρὸς Ἀρσινόην εὐνοίας τεκμήρια, πολὺ δὲ μᾶλλον τοῦ πρὸς τοὺς περὶ τὸν Ἀγαθοκλέα μίσους ·

15.25.11 δὲ προειρημένος, ἐπειδὴ τὰς ὑδρίας εἰς τοὺς βασιλικοὺς οἴκους ἔθηκε, παραγγείλας ἀποθέσθαι τὰ φαιά, πρῶτον μὲν διμήνου τὰς δυνάμεις ὠψωνίασε, πεπεισμένος τὸ παρὰ τοῖς πολλοῖς μῖσος ἀμβλύνειν διὰ τῆς πρὸς τὸ λυσιτελὲς ὁρμῆς αὐτῶν, εἶτ’ἐπεξώρκισε τὸν ὅρκον ὃν ἦσαν ὀμνύειν εἰθισμένοι κατὰ τὰς ἀναδείξεις τῶν βασιλέων.

15.25.12ἐξαπέστειλε δὲ καὶ Φιλάμμωνα τὸν ἐπιστάντα τῷ τῆς Ἀρσινόης φόνῳ, ποιήσας αὐτὸν Λιβυάρχην τῶν κατὰ Κυρήνην τόπων, τὸ δὲ παιδίον ἐνεχείρισε ταῖς περὶ τὴν Οἰνάνθην καὶ Ἀγαθόκλειαν.

15.25.13μετὰ δὲ ταῦτα Πέλοπα μὲν ἐξέπεμψε τὸν Πέλοπος εἰς τὴν Ἀσίαν πρὸς Ἀντίοχον τὸν βασιλέα, παρακαλέσοντα συντηρεῖν τὴν φιλίαν καὶ μὴ παραβαίνειν τὰς πρὸς τὸν τοῦ παιδὸς πατέρα συνθήκας, Πτολεμαῖον δὲ τὸν Σωσιβίου πρὸς Φίλιππον τάτε περὶ τῆς ἐπιγαμίας συνθησόμενον καὶ παρακαλέσοντα βοηθεῖν, ἐὰν ὁλοσχερέστερον αὐτοὺς Ἀντίοχος ἐπιβάληται παρασπονδεῖν.

15.25.14προεχειρίσατο δὲ καὶ Πτολεμαῖον τὸν Ἀγησάρχου πρεσβευτὴν πρὸς Ῥωμαίους, οὐχ ὡς ἐπισπεύσοντα τὴν πρεσβείαν, ἀλλ’ὡς, ἂν ἅψηται τῆς Ἑλλάδος καὶ συμμίξῃ τοῖς ἐκεῖ φίλοις καὶ συγγενέσιν, αὐτοῦ καταμενοῦντα.

15.25.15προέκειτο γὰρ αὐτῷ πάντας τοὺς ἐπιφανεῖς ἄνδρας ἐκποδὼν ποιῆσαι.

15.25.16ἐξαπέστειλε δὲ καὶ Σκόπαν τὸν Αἰτωλὸν ἐπὶ ξενολογίαν εἰς τὴν Ἑλλάδα, πλῆθος χρυσίου συνθεὶς εἰς τὰ προδόματα.

15.25.17δύο γὰρ ἔσχε προθέσεις ὑπὲρ ταύτης τῆς ἐπιβολῆς, μίαν μὲν ἀποχρῆσθαι τοῖς ξενολογηθεῖσιν εἰς τὸν πρὸς Ἀντίοχον πόλεμον, ἄλλην δὲ τοὺς ἀρχαίους καὶ προϋπάρχοντας ξένους ἐπὶ τὰ κατὰ τὴν χώραν φρούρια καὶ τὰς κατοικίας ἀποστεῖλαι, τοῖς δὲ παραγενομένοις ἀναπληρῶσαι καὶ καινοποιῆσαι τὴν θεραπείαν καὶ τὰ περὶ τὴν αὐλὴν φυλακεῖα, παραπλησίως δὲ καὶ κατὰ τὴν ἄλλην πόλιν, νομίζων τοὺς δι’αὑτοῦ ξενολογηθέντας καὶ μισθοδοτουμένους τῶν μὲν προγεγονότων μηδενὶ συμπαθήσοντας διὰ τὸ μηδὲν γινώσκειν, ἐν αὐτῷ δὲ τὰς ἐλπίδας ἔχοντας καὶ τῆς σωτηρίας καὶ τῆς ἐπανορθώσεως, ἑτοίμους ἕξειν συναγωνιστὰς καὶ συνεργοὺς πρὸς τὸ παραγγελλόμενον.

15.25.19ταῦτα δ’ἐγενήθη πρότερα τοῦ παρὰ Φιλίππῳ διαβουλίου, ὡς ἐδηλώσαμεν · ἀλλ’ἐκείνων κατὰ τὴν τῆς διηγήσεως τάξιν προτέρων λαμβανομένων ἀναγκαῖον ἦν οὕτως ταῦτα χειρίζειν ὥστε πρότερον ἐξηγεῖσθαι τὰς ἐντεύξεις καὶ τοὺς χρηματισμοὺς τῶν πρεσβευτῶν καὶ τῆς καταστάσεως καὶ τῆς ἐξαποστολῆς.

15.25.20 δ’Ἀγαθοκλῆς ἐπεὶ τοὺς ἐπιφανεστάτους τῶν ἀνδρῶν ἐκποδὼν ἐποίησε, καὶ τὸ πολὺ τῆς τοῦ πλήθους ὀργῆς παρακατέσχε τῇ τῶν ὀψωνίων ἀποδόσει, παρὰ πόδας εἰς τὴν ἐξ ἀρχῆς συνήθειαν ἐπανῆλθε. καὶ τὰς μὲν τῶν φίλων χώρας ἀνεπλήρωσε, παρεισαγαγὼν ἐκ τῆς διακονίας καὶ τῆς ἄλλης ὑπηρεσίας τοὺς εἰκαιοτάτους καὶ θρασυτάτους ·

15.25.22αὐτὸς δὲ τὸ πολὺ τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἐν μέθῃ διέτριβε καὶ ταῖς τῇ μέθῃ παρεπομέναις ἀκρασίαις, οὐ φειδόμενος οὔτ’ἀκμαζούσης γυναικὸς οὔτε νύμφης οὔτε παρθένου, καὶ πάντα ταῦτ’ἔπραττε μετὰ τῆς ἐπαχθεστάτης φαντασίας.

15.25.23ὅθεν πολλῆς μὲν καὶ παντοδαπῆς γινομένης δυσαρεστήσεως, οὐδεμιᾶς δὲ θεραπείας οὐ δὲ βοηθείας προσαγομένης, τὸ δ’ἐναντίον ἀεὶ προσεπαγομένης ὕβρεως, ὑπερηφανίας, ῥᾳθυμίας, ἀνεθυμιᾶτο πάλιν ἐν τοῖς πολλοῖς τὸ προϋπάρχον μῖσος καὶ πάντες ἀνενεοῦντο τὰ προγεγενημένα περὶ τὴν βασιλείαν ἀτυχήματα διὰ τοὺς ἀνθρώπους τούτους.

15.25.25τῷ δὲ μηδὲν ἔχειν πρόσωπον ἀξιόχρεων τὸ προστησόμενον, καὶ δι’οὗ τὴν ὀργὴν εἰς τὸν Ἀγαθοκλέα καὶ τὴν Ἀγαθόκλειαν ἀπερείσονται, τὴν ἡσυχίαν ἦγον, ἔτι μίαν ἐλπίδα καραδοκοῦντες τὴν κατὰ τὸν Τληπόλεμον καὶ ταύτῃ προσανέχοντες.

15.25.26 δὲ Τληπόλεμος, ἕως μὲν βασιλεὺς ἔζη, τὰ καθ’αὑτὸν ἔπραττεν · ἅμα δὲ τῷ μεταλλάξαι ’κεῖνον ταχέως ἐξομαλίσας τὰ πλήθη στρατηγὸς πάλιν ἐγενήθη τῶν κατὰ Πηλούσιον τόπων.

15.25.27καὶ τὰς μὲν ἀρχὰς ἐποιεῖτο τὴν ἀναφορὰν τῶν πραττομένων ἐπὶ τὸ τοῦ βασιλέως συμφέρον, πεπεισμένος ὑπάρξειν τι συνέδριον τήντε τοῦ παιδὸς ἐπιτροπείαν ἕξει καὶ τὴν τῶν ὅλων προστασίαν.

15.25.28ὡς δ’ἑώρα τοὺς μὲν ἀξίους ἐπιτροπῆς ἄνδρας ἐκποδὼν γεγονότας, τῆς δὲ τῶν ὅλων ἀρχῆς κατατολμῶντα τὸν Ἀγαθοκλέα, ταχέως ἐφ’ἑτέρας ἐγένετο γνώμης, ὑφορώμενος τὸν προεστῶτα κίνδυνον διὰ τὴν ὑποκειμένην αὐτοῖς ἔχθραν, καὶ τάςτε δυνάμεις περὶ αὑτὸν ἥθροιζε καὶ περὶ πόρον ἐγίνετο χρημάτων, ἵνα μηδενὶ τῶν ἐχθρῶν εὐχείρωτος .

15.25.29ἅμα δὲ καὶ τὴν τοῦ παιδὸς ἐπιτροπείαν καὶ τὴν τῶν ὅλων προστασίαν εἰς ἑαυτὸν ἥξειν οὐκ ἀπήλπιζε, νομίζων καὶ κατὰ τὴν ἰδίαν μὲν κρίσιν αὐτὸς ἀξιοχρεώτερος ὑπάρχειν Ἀγαθοκλέους πρὸς πᾶν, ἔτι μᾶλλον δὲ πυνθανόμενος καὶ τὰς ὑφ’ἑαυτὸν ταττομένας δυνάμεις καὶ τὰς κατὰ τὴν Ἀλεξάνδρειαν ἐπ’ἐκείνῳ τὰς ἐλπίδας ἔχειν τοῦ καταλύειν τὴν Ἀγαθοκλέους ὕβριν.

15.25.30οὔσης δὲ περὶ αὐτὸν οἵας εἴρηκα διαλήψεως, ταχέως τὰ τῆς διαφορᾶς αὔξησιν ἔλαβε συνεργούντων ἀμφοτέρων πρὸς τὴν τοιαύτην ὑπόθεσιν.

15.25.31 μὲν γὰρ Τληπόλεμος, ἐξιδιάζεσθαι σπεύδων τοὺς ἡγεμόνας καὶ ταξιάρχους καὶ τοὺς ἐπὶ τούτων ταττομένους, συνῆγε πότους ἐπιμελῶς, καὶ παρὰ τὰς συνουσίας τὰ μὲν ὑπὸ τῶν πρὸς χάριν λεγόντων αἰκαλλόμενος, τὰ δ’ὑπὸ τῆς ἰδίας ὁρμῆς, ἅτε νέος ὢν καὶ παρὰ τὸν οἶνον γινομένης τῆς ὁμιλίας, ἐρρίπτει λόγους κατὰ τῆς συγγενείας τῆς τῶν περὶ τὸν Ἀγαθοκλέα, τὰς μὲν ἀρχὰς αἰνιγματώδεις, εἶτ’ἀμφιβόλους, τὸ δὲ τελευταῖον ἐκφανεῖς καὶ τὴν πικροτάτην ἔχοντας λοιδορίαν.

15.25.32ἐπεχεῖτο γὰρ τοῦ θρανογράφου καὶ τῆς σαμβυκιστρίας καὶ τῆς κουρίδος, ἔτι δὲ τοῦ παιδαρίου τοῦ πάντα πεποιηκότος καὶ πεπονθότος παρὰ τοὺς πότους, ὅτ’ἐῳνοχόει τῷ βασιλεῖ παῖς ὤν.

15.25.33ἐπὶ δὲ τούτοις ἀεὶ τῶν συμπαρόντων γελώντων καὶ συμβαλλομένων τι πρὸς τὸν χλευασμόν, ταχέως εἰς τοὺς περὶ τὸν Ἀγαθοκλέα τὸ πρᾶγμα παρεγενήθη.

15.25.34γενομένης δ’ἔχθρας ὁμολογουμένης εὐθέως Ἀγαθοκλῆς διαβολὴν εἰσῆγε κατὰ τοῦ Τληπολέμου, φάσκων αὐτὸν ἀλλοτριάζειν τοῦ βασιλέως καὶ καλεῖν Ἀντίοχον ἐπὶ τὰ πράγματα.

15.25.35καὶ πολλὰς εἰς τοῦτο τὸ μέρος εὐπόρει πιθανότητας, τὰς μὲν ἐκ τῶν συμβαινόντων παρεκδεχόμενος καὶ διαστρέφων, τὰς δ’ἐκ καταβολῆς πλάττων καὶ διασκευάζων.

15.25.36ταῦτα δ’ἐποίει βουλόμενος τὰ πλήθη παροξύνειν κατὰ τοῦ Τληπολέμου · συνέβαινε δὲ τοὐναντίον. πάλαι γὰρ ἐπὶ τῷ προειρημένῳ τὰς ἐλπίδας ἔχοντες οἱ πολλοὶ καὶ λίαν ἡδέως ἑώρων ἐκκαιομένην τὴν διαφοράν.

15.25.37ἐγένετο δ’ καταρχὴ τοῦ περὶ τὰ πλήθη κινήματος διά τινας τοιαύτας αἰτίας. νίκων συγγενὴς τῶν περὶ τὸν Ἀγαθοκλέα ζῶντος ἔτι τοῦ βασιλέως καθεσταμένος ἦν ἐπὶ τοῦ ναυτικοῦ · τότε δὲ τῶν ὅτι Δείνωνα τὸν Δείνωνος ἐπανείλετο Ἀγαθοκλῆς, καὶ τοῦτο ἔπραξε τῶν ἀδίκων ἔργων, ὡς παροιμία φησί, δικαιότατον ·

15.26a

15.26a.1καθ’ὃν μὲν γὰρ καιρόν, τῶν γραμμάτων αὐτῷ προσπεσόντων ὑπὲρ τῆς ἀναιρέσεως τῆς Ἀρσινόης, ἐξουσίαν ἔσχε μηνῦσαι τὴν πρᾶξιν καὶ σῶσαι τὰ κατὰ τὴν βασιλείαν, τότε δὴ συνεργήσας τοῖς περὶ τὸν Φιλάμμωνα, πάντων ἐγένετο τῶν ἐπιγενομένων κακῶν αἴτιος, μετὰ δὲ τὸ συντελεσθῆναι τὸν φόνον ἀνανεούμενος καὶ πρὸς πολλοὺς οἰκτιζόμενος καὶ μεταμελόμενος ἐπὶ τῷ τοιοῦτον καιρὸν παραλιπεῖν δῆλος ἐγένετο τοῖς περὶ τὸν Ἀγαθοκλέα ·

15.26a.2διὸ καὶ παραυτίκα τυχὼν τῆς ἁρμοζούσης τιμωρίας μετήλλαξε τὸν βίον. πρώτους δὲ συναθροίσας τοὺς Μακεδόνας, εἰς τούτους εἰσῆλθε μετὰ τοῦ βασιλέως καὶ τῆς Ἀγαθοκλείας.

15.26

15.26.2καὶ τὰς μὲν ἀρχὰς ὑπεκρίνετο τὸν οὐ δυνάμενον εἰπεῖν βούλεται διὰ τὸ πλῆθος τῶν ἐπιφερομένων δακρύων ·

15.26.3ἐπεὶ δὲ πλεονάκις ἀπομάττων τῇ χλαμύδι κατεκράτησε τῆς ἐπιφορᾶς, βαστάσας τὸ παιδίον λάβετε ἔφη τοῦτον, ὃν πατὴρ ἀποθνήσκων εἰς μὲν τὰς ἀγκάλας ἔδωκε ταύτῃ δείξας τὴν ἀδελφὴν παρακατέθετο δ’εἰς τὴν ὑμετέραν, ἄνδρες Μακεδόνες, πίστιν.

15.26.4 μὲν οὖν καὶ ταύτης εὔνοια βραχεῖάν τινα ῥοπὴν ἔχει πρὸς τὴν τούτου σωτηρίαν, ἐν ὑμῖν δὲ κεῖται καὶ ταῖς ὑμετέραις χερσὶ τὰ τούτου νυνὶ πράγματα.

15.26.5Τληπόλεμος γὰρ πάλαι μὲν ἦν δῆλος τοῖς ὀρθῶς σκοπουμένοις μειζόνων ἐφιέμενος καθ’ἑαυτὸν πραγμάτων, νῦν δὲ καὶ τὴν ἡμέραν καὶ τὸν καιρὸν ὥρικεν, ἐν μέλλει τὸ διάδημ’ἀναλαμβάνειν.

15.26.6καὶ περὶ τούτων οὐχ αὑτῷ πιστεύειν ἐκέλευεν, ἀλλὰ τοῖς εἰδόσι τὴν ἀλήθειαν καὶ παροῦσι νῦν ἐξ αὐτῶν τῶν πραγμάτων.

15.26.7καὶ τοῦτ’εἰπὼν εἰσῆγε τὸν Κριτόλαον, ὃς ἔφη καὶ τοὺς βωμοὺς αὐτὸς ἑωρακέναι κατασκευαζομένους καὶ τὰ θύματα παρὰ τοῖς πλήθεσιν ἑτοιμαζόμενα πρὸς τὴν τοῦ διαδήματος ἀνάδειξιν.

15.26.8ὧν οἱ Μακεδόνες ἀκούοντες οὐχ οἷον ἠλέουν αὐτόν, ἀλλ’ἁπλῶς οὐδὲν προσεῖχον τῶν λεγομένων, μυχθίζοντες δὲ καὶ διαψιθυρίζοντες ἐξελήρησαν οὕτως ὥστε μη δ’αὐτὸν εἰδέναι μήτε πῶς τὸ παράπαν ἐκ τῆς ἐκκλησίας ἀπελύθη.

15.26.9παραπλήσια δὲ τούτοις ἐγίνετο καὶ περὶ τὰ λοιπὰ συστήματα κατὰ τοὺς ἐκκλησιασμούς.

15.26.10ἐν δὲ τῷ μεταξὺ πολὺς ἦν καταπλέων ἐκ τῶν ἄνω στρατοπέδων, καὶ παρεκάλουν οἱ μὲν συγγενεῖς, οἱ δὲ φίλους, βοηθεῖν τοῖς ὑποκειμένοις, καὶ μὴ περιιδεῖν σφᾶς ἀνέδην ὑφ’οὕτως ἀναξίων ὑβριζομένους.

15.26.11μάλιστα δὲ παρώξυνε τοὺς πολλοὺς πρὸς τὴν κατὰ τῶν προεστώτων τιμωρίαν τὸ γινώσκειν ὅτι τὸ μέλλειν καθ’αὑτῶν ἐστι διὰ τὸ πάντων τῶν παρακομιζομένων ἐπιτηδείων εἰς τὴν Ἀλεξάνδρειαν κρατεῖν τοὺς περὶ τὸν Τληπόλεμον.

15.27

15.27.1ἐγένετο δέ τι καὶ ἐξ αὐτῶν τῶν περὶ τὸν Ἀγαθοκλέα συνέργημα πρὸς τὸ τὴν ὀργὴν ἐπιτεῖναι τήντε τῶν πολλῶν καὶ τὴν τοῦ Τληπολέμου ·

15.27.2τὴν γὰρ Δανάην, ἥτις ἦν πενθερὰ τοῦ προειρημένου, λαβόντες ἐκ τοῦ τῆς Δήμητρος ἱεροῦ καὶ διὰ μέσου τῆς πόλεως ἑλκύσαντες ἀκατακάλυπτον εἰς φυλακὴν ἀπέθεντο, βουλόμενοι φανερὰν ποιεῖν τὴν πρὸς τὸν Τληπόλεμον διαφοράν.

15.27.3ἐφ’οἷς τὸ πλῆθος ἀγανακτοῦν οὐκέτι κατ’ἰδίαν οὐ δὲ δι’ἀπορρήτων ἐποιεῖτο τοὺς λόγους, ἀλλ’οἱ μὲν τὰς νύκτας εἰς πάντα τόπον ἐπέγραφον, οἱ δὲ τὰς ἡμέρας συστρεφόμενοι κατὰ μέρη φανερῶς ἐξέφερον ἤδη τὸ μῖσος εἰς τοὺς προεστῶτας.

15.27.4οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα βλέποντες τὰ συμβαίνοντα, καὶ μοχθηρὰς ἐλπίδας ἔχοντες περὶ αὑτῶν, τοτὲ μὲν ἐγίνοντο περὶ δρασμόν, οὐδενὸς δ’αὐτοῖς ἡτοιμασμένου πρὸς τοῦτο τὸ μέρος διὰ τὴν σφετέραν ἀβουλίαν ἀφίσταντο τῆς ἐπιβολῆς ·

15.27.5τοτὲ δὲ συνωμότας κατέγραφον καὶ κοινωνοὺς τῆς τόλμης, ὡς αὐτίκα μάλα τῶν ἐχθρῶν τοὺς μὲν κατασφάξοντες, τοὺς δὲ συλληψόμενοι, μετὰ δὲ ταῦτα τυραννικὴν ἐξουσίαν περιποιησόμενοι.

15.27.6ταῦτα δ’αὐτῶν διανοουμένων προσέπεσε διαβολὴ κατά τινος Μοιραγένους, ἑνὸς τῶν σωματοφυλάκων, διότι μηνύοι πάντα τῷ Τληπολέμῳ καὶ συνεργοίη διὰ τὴν πρὸς Ἀδαῖον οἰκειότητα τὸν ἐπὶ τῆς Βουβαστοῦ τότε καθεσταμένον.

15.27.7 δ’Ἀγαθοκλῆς εὐθέως συνέταξε Νικοστράτῳ τῷ πρὸς τοῖς γράμμασι τεταγμένῳ συλλαβόντι τὸν Μοιραγένη φιλοτίμως ἐξετάσαι, πᾶσαν προτιθέντα βάσανον.

15.27.8οὗτος μὲν οὖν παραχρῆμα συλληφθεὶς ὑπὸ τοῦ Νικοστράτου καὶ παραχθεὶς εἴς τινα μέρη τῆς αὐλῆς ἀποκεχωρηκότα, τὸ μὲν πρῶτον ἐξ ὀρθῆς ἀνεκρίνετο περὶ τῶν προσπεπτωκότων, πρὸς οὐδὲν δὲ τῶν λεγομένων ἀνθομολογούμενος ἐξεδύθη ·

15.27.9καὶ τινὲς μὲν τὰ πρὸς τὰς βασάνους ὄργανα διεσκεύαζον, οἱ δὲ τὰς μάστιγας ἔχοντες μετὰ χεῖρας ἀπεδύοντο τὰς χλαμύδας.

15.27.10κατὰ δὲ τὸν καιρὸν τοῦτον προστρέχει τις τῶν ὑπηρετῶν πρὸς τὸν Νικόστρατον, καὶ ψιθυρίσας πρὸς τὴν ἀκοὴν ἅττα δήποτ’οὖν ἀπηλλάττετο μετὰ σπουδῆς. δὲ Νικόστρατος ἐκ ποδὸς ἐπηκολούθει τούτῳ, λέγων μὲν οὐδέν, τύπτων δὲ συνεχῶς τὸν μηρόν.

15.28

15.28.1περὶ δὲ τὸν Μοιραγένην ἄφατον ἦν καὶ παράλογον τὸ συμβαῖνον.

15.28.2οἱ μὲν γὰρ μόνον οὐ διατεταμένοι τὰς μάστιγας παρέστασαν, οἱ δὲ πρὸ ποδῶν αὐτοῦ τὰ πρὸς ἀνάγκας ὄργανα διεσκεύαζον ·

15.28.3τοῦ δὲ Νικοστράτου παραχωρήσαντος ἕστασαν ἀχανεῖς πάντες, ἐμβλέποντες ἀλλήλοις, προσδοκῶντες ἀεί ποτε τὸν προειρημένον ἀνακάμψειν.

15.28.4χρόνου δὲ γινομένου κατὰ βραχὺ διέρρεον οἱ παρεστῶτες, τέλος δ’ Μοιραγένης ἀπελείφθη. καὶ μετὰ ταῦτα διελθὼν τὴν αὐλὴν ἀνελπίστως παρέπεσε γυμνὸς εἴς τινα σκηνὴν τῶν Μακεδόνων, σύνεγγυς κειμένην τῆς αὐλῆς.

15.28.5καταλαβὼν δὲ κατὰ τύχην ἀριστῶντας καὶ συνηθροισμένους, ἔλεγε τὰ περὶ αὑτὸν συμβεβηκότα καὶ τὸ παράλογον τῆς σωτηρίας.

15.28.6οἱ δὲ τὰ μὲν ἠπίστουν, τὰ δὲ πάλιν ὁρῶντες αὐτὸν γυμνὸν ἠναγκάζοντο πιστεύειν.

15.28.7ἐκ δὲ ταύτης τῆς περιπετείας τε Μοιραγένης μετὰ δακρύων ἐδεῖτο τῶν Μακεδόνων μὴ μόνον τῆς αὑτοῦ συνεπιλαβέσθαι σωτηρίας, ἀλλὰ καὶ τῆς τοῦ βασιλέως, καὶ μάλιστα τῆς σφῶν αὐτῶν ·

15.28.8πρόδηλον γὰρ εἶναι πᾶσι τὸν ὄλεθρον, ἐὰν μὴ συνάψωνται τοῦ καιροῦ, καθ’ὃν ἀκμάζει τὸ τῶν πολλῶν μῖσος καὶ πᾶς ἕτοιμός ἐστι πρὸς τὴν κατ’Ἀγαθοκλέους τιμωρίαν.

15.28.9ἀκμάζειν δὲ νῦν μά λιστ’ἔφη καὶ προσδεῖσθαι τῶν καταρξομένων.

15.29

15.29.1οἱ δὲ Μακεδόνες ἀκούσαντες τούτων παροξύνονται, καὶ πέρας ἐπείσθησαν τῷ Μοιραγένει, καὶ πρώτας μὲν εὐθέως ἐπῄεσαν τὰς τῶν Μακεδόνων σκηνάς, μετὰ δὲ ταῦτα τὰς τῶν ἄλλων στρατιωτῶν ·

15.29.2εἰσὶ δ’αὗται συνεχεῖς, πρὸς ἓν μέρος ἀπονενευκυῖαι τῆς πόλεως.

15.29.3οὔσης δὲ τῆς μὲν ὁρμῆς πάλαι προχείρου τῆς τῶν πολλῶν, προσδεομένης δὲ τοῦ προκαλεσομένου μόνον καὶ τολμήσοντος, ἅμα τῷ λαβεῖν ἀρχὴν τὸ πρᾶγμα ταχέως οἷον εἰ πῦρ ἐξέλαμψεν.

15.29.4οὐ γὰρ ἐγενήθησαν ὧραι τέτταρες καὶ πάντα τὰ γένη συμπεφωνήκει καὶ τὰ στρατιωτικὰ καὶ τὰ πολιτικὰ πρὸς τὴν ἐπίθεσιν.

15.29.5συνήργησε γὰρ μεγάλα καὶ ταὐτόματον ἐν τῷ καιρῷ τούτῳ πρὸς τὴν συντέλειαν.

15.29.6 μὲν γὰρ Ἀγαθοκλῆς, ἀνενεχθείσης πρὸς αὐτὸν ἐπιστολῆς καὶ κατασκόπων ἐπαναχθέντων, καὶ τῆς μὲν ἐπιστολῆς γεγραμμένης πρὸς τὰς δυνάμεις παρὰ τοῦ Τληπολέμου καὶ δηλούσης ὅτι παρέσται ταχέως, τῶν δὲ κατασκόπων διασαφούντων ὅτι πάρεστιν, οὕτως ἐξέστη τῶν φρενῶν ὥστ’ἀφέμενος τοῦ πράττειν τι καὶ διανοεῖσθαι περὶ τῶν προσπεπτωκότων ἀπῆλθε κατὰ τὸν εἰθισμένον καιρὸν εἰς τὸν πότον, κἀκεῖ κατὰ τὴν εἰθισμένην ἀγωγὴν ἐπετέλει τὴν συνουσίαν.

15.29.8 δ’Οἰνάνθη περικακοῦσα παρῆν εἰς τὸ Θεσμοφορεῖον, ἀνεῳγμένου τοῦ νεὼ διά τινα θυσίαν ἐπέτειον.

15.29.9καὶ τὸ μὲν πρῶτον ἐλιπάρει γονυπετοῦσα καὶ μαγγανεύουσα πρὸς τὰς θεάς, μετὰ δὲ ταῦτα καθίσασα πρὸς τὸν βωμὸν εἶχε τὴν ἡσυχίαν. αἱ μὲν οὖν πολλαὶ τῶν γυναικῶν, ἡδέως ὁρῶσαι τὴν δυσθυμίαν καὶ περικάκησιν αὐτῆς, ἀπεσιώπων ·

15.29.10αἱ δὲ τοῦ Πολυκράτους συγγενεῖς καί τινες ἕτεραι τῶν ἐνδόξων, ἀδήλου τῆς περιστάσεως αὐταῖς ἀκμὴν ὑπαρχούσης, προσελθοῦσαι παρεμυθοῦντο τὴν Οἰνάνθην.

15.29.11 δ’ἀναβοήσασα μεγάλῃ τῇ φωνῇ μή μοι πρόσιτέ φησι θηρία · καλῶς γὰρ ὑμᾶς γινώσκω, διότι καὶ φρονεῖθ’ἡμῖν ἐναντία καὶ ταῖς θεαῖς εὔχεσθε τὰ δυσχερέστατα καθ’ἡμῶν.

15.29.12οὐ μὴν ἀλλ’ἔτι πέποιθα τῶν θεῶν βουλομένων γεύσειν ὑμᾶς τῶν ἰδίων τέκνων.

15.29.13καὶ ταῦτ’εἰποῦσα ταῖς ῥαβδούχοις ἀνείργειν προσέταξε καὶ παίειν τὰς μὴ πειθαρχούσας.

15.29.14αἱ δ’ἐπιλαβόμεναι τῆς προφάσεως ταύτης ἀπηλλάττοντο πᾶσαι, τοῖς θεοῖς ἀνίσχουσαι τὰς χεῖρας καὶ καταρώμεναι λαβεῖν αὐτὴν ἐκείνην πεῖραν τούτων, κατὰ τῶν πέλας ἐπανετείνετο πράξειν.

15.30

15.30.1ἤδη δὲ κεκριμένου τοῦ καινοτομεῖν τοῖς ἀνδράσιν, ἐπιγενομένης καθ’ἑκάστην οἰκίαν καὶ τῆς ἐκ τῶν γυναικῶν ὀργῆς διπλάσιον ἐξεκαύθη τὸ μῖσος.

15.30.2ἅμα δὲ τῷ μεταλαβεῖν τὸ τῆς νυκτὸς πᾶσα πλήρης ἦν πόλις θορύβου καὶ φώτων καὶ διαδρομῆς ·

15.30.3οἱ μὲν γὰρ εἰς τὸ στάδιον ἡθροίζοντο μετὰ κραυγῆς, οἱ δὲ παρεκάλουν ἀλλήλους, οἱ δὲ κατεδύοντο διαδιδράσκοντες εἰς ἀνυπονοήτους οἰκίας καὶ τόπους ·

15.30.4ἤδη δὲ τῶν περὶ τὴν αὐλὴν εὐρυχωριῶν καὶ τοῦ σταδίου καὶ τῆς πλατείας πλήρους ὑπαρχούσης ὄχλου παντοδαποῦ καὶ τῆς περὶ τὸ Διονυσιακὸν θέατρον προστασίας, πυθόμενος τὸ συμβαῖνον Ἀγαθοκλῆς ἐξηγέρθη μεθύων, ἄρτι καταλελυκὼς τὸν πότον, καὶ παραλαβὼν τοὺς συγγενεῖς πάντας πλὴν Φίλωνος ἧκε πρὸς τὸν βασιλέα.

15.30.6καὶ βραχέα πρὸς τοῦτον οἰκτισάμενος καὶ λαβόμενος αὐτοῦ τῆς χειρός, ἀνέβαινεν εἰς τὴν σύριγγα τὴν μεταξὺ τοῦ Μαιάνδρου καὶ τῆς παλαίστρας κειμένην καὶ φέρουσαν ἐπὶ τὴν τοῦ θεάτρου πάροδον.

15.30.7μετὰ δὲ ταῦτα, δύο θύρας ἀσφαλισάμενος τὰς πρώτας, εἰς τὴν τρίτην ἀνεχώρησε μετὰ δυεῖν τριῶν σωματοφυλάκων καὶ τοῦ βασιλέως καὶ τῆς αὑτοῦ συγγενείας.

15.30.8συνέβαινε δὲ τὰς θύρας εἶναι δικτυωτὰς διαφανεῖς, ἀποκλειομένας δὲ διττοῖς μοχλοῖς.

15.30.9κατὰ δὲ τὸν καιρὸν τοῦτον ἡθροισμένου τοῦ πλήθους ἐξ ἁπάσης τῆς πόλεως, ὥστε μὴ μόνον τοὺς ἐπιπέδους τόπους, ἀλλὰ καὶ τὰ βάθρα καὶ τὰ τέγη καταγέμειν ἀνθρώπων, ἐγίνετο βοὴ καὶ κραυγὴ σύμμικτος, ὡς ἂν γυναικῶν ὁμοῦ καὶ παίδων ἀνδράσιν ἀναμεμιγμένων ·

15.30.10οὐ γὰρ ἐλάττω ποιεῖ τὰ παιδάρια τῶν ἀνδρῶν περὶ τὰς τοιαύτας ταραχὰς ἔντε τῇ Καρχηδονίων πόλει καὶ κατὰ τὴν Ἀλεξάνδρειαν.

15.31

15.31.1ἤδη δὲ τῆς ἡμέρας ὑποφαινούσης ἦν μὲν ἄκριτος κραυγή, μάλιστα δ’ἐξ αὐτῆς ἐξέλαμψε τὸ καλεῖν τὸν βασιλέα.

15.31.2τὸ μὲν οὖν πρῶτον οἱ Μακεδόνες ἐξαναστάντες κατελάβοντο τὸν χρηματιστικὸν πυλῶνα τῶν βασιλείων ·

15.31.3μετὰ δέ τινα χρόνον ἐπιγνόντες ποῦ τῆς αὐλῆς ἦν βασιλεύς, περιελθόντες τὰς μὲν πρώτας τῆς πρώτης σύριγγος ἐξέβαλον θύρας, ἐγγίσαντες δὲ τῆς δευτέρας ᾐτοῦντο τὸν παῖδα μετὰ κραυγῆς.

15.31.4οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα, βλέποντες ἤδη τὰ καθ’αὑτούς, ἐδέοντο τῶν σωματοφυλάκων πρεσβεῦσαι περὶ αὑτῶν πρὸς τοὺς Μακεδόνας, δηλοῦντας ὅτι τῆς ἐπιτροπείας ἐκχωροῦσι καὶ τῆς ἄλλης ἐξουσίας καὶ τῶν τιμῶν, ἔτι δὲ τῶν χορηγίων ὧν ἔχουσι πάντων, αὐτὸ δὲ τὸ πνευμάτιον δέονται συγχωρηθῆναι σφίσι μετὰ τῆς ἀναγκαίας τροφῆς, ἵνα χωρήσαντες εἰς τὴν ἐξ ἀρχῆς διάθεσιν μη δὲ βουληθέντες ἔτι δύνωνται λυπεῖν μηδένα.

15.31.6τῶν μὲν οὖν ἄλλων σωματοφυλάκων οὐδεὶς ὑπήκουσεν, Ἀριστομένης δὲ μόνος ὑπέστη τὴν χρείαν ταύτην μετά τινα χρόνον ἐπὶ τῶν πραγμάτων γενόμενος. δ’ἀνὴρ οὗτος τὸ μὲν γένος ἦν Ἀκαρνάν, καθ’ὅσον δὲ προβαίνων κατὰ τὴν ἡλικίαν, γενόμενος κύριος τῶν ὅλων πραγμάτων, κάλλιστα καὶ σεμνότατα δοκεῖ προστῆναι τοῦτε βασιλέως καὶ τῆς βασιλείας, κατὰ τοσοῦτον κεκολακευκέναι τὴν Ἀγαθοκλέους εὐκαιρίαν.

15.31.8πρῶτος μὲν γὰρ ὡς ἑαυτὸν ἐπὶ δεῖπνον καλέσας τὸν Ἀγαθοκλέα χρυσοῦν στέφανον ἀνέδωκε μόνῳ τῶν παρόντων, τοῖς βασιλεῦσιν αὐτοῖς ἔθος ἐστὶ μόνοις συγχωρεῖσθαι, πρῶτος δὲ τὴν εἰκόνα τοῦ προειρημένου φέρειν ἐτόλμησεν ἐν τῷ δακτυλίῳ ·

15.31.9γενομένης δὲ θυγατρὸς αὐτῷ ταύτην Ἀγαθόκλειαν προσηγόρευσεν.

15.31.10ἀλλ’ἴσως ὑπὲρ μὲν τούτων ἐξαρκεῖ καὶ τὰ νῦν εἰρημένα · λαβὼν δὲ τὰς προειρημένας ἐντολὰς καὶ διά τινος ῥινοπύλης ἐξελθών, ἧκε πρὸς τοὺς Μακεδόνας.

15.31.11βραχέα δ’αὐτοῦ διαλεχθέντος καὶ δηλώσαντος τὴν προαίρεσιν, ἐπεβάλοντο μὲν οἱ Μακεδόνες παραχρῆμα συγκεντῆσαι, ταχὺ δέ τινων ὑπερεχόντων αὐτοῦ τὰς χεῖρας καὶ παραιτησαμένων τοὺς πολλούς, ἐπανῆλθε λαβὼν ἐντολὴν τὸν βασιλέα πρὸς αὐτοὺς ἄγονθ’ἥκειν μη δ’αὐτὸν ἐξιέναι.

15.31.12τὸν μὲν οὖν Ἀριστομένην ταῦτ’εἰπόντες οἱ Μακεδόνες ἀπέπεμψαν, αὐτοὶ δὲ ταῖς δευτέραις θύραις ἐγγίσαντες ἐξέωσαν καὶ ταύτας.

15.31.13οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα θεωροῦντες τὴν τῶν Μακεδόνων βίαν διάτε τῶν ἐνεργουμένων καὶ διὰ τῆς ἀποκρίσεως, τὸ μὲν πρῶτον ἐπεβάλοντο διὰ τῆς θύρας προτείναντες τὰς χεῖρας, δ’Ἀγαθόκλεια καὶ τοὺς μασθούς, οἷς ἔφη θρέψαι τὸν βασιλέα, δεῖσθαι τῶν Μακεδόνων, πᾶσαν προϊέμενοι φωνὴν πρὸς τὸ περιποιήσασθαι τὸ ζῆν αὐτὸ μόνον ·

15.32

15.32.1ἐπεὶ δὲ πολλὰ κατολοφυρόμενοι τὴν αὑτῶν τύχην οὐδὲν ἤνυον, τέλος ἐξέπεμψαν τὸν παῖδα μετὰ τῶν σωματοφυλάκων.

15.32.2οἱ δὲ Μακεδόνες, παραλαβόντες τὸν βασιλέα καὶ ταχέως ἐφ’ἵππον ἀναβιβάσαντες, ἦγον εἰς τὸ στάδιον.

15.32.3ἅμα δὲ τῷ φανῆναι μεγάλης κραυγῆς καὶ κρότου γενηθέντος, ἐπιστήσαντες τὸν ἵππον καθεῖλον τὸν παῖδα, καὶ προαγαγόντες ἐκάθισαν εἰς τὴν βασιλικὴν θέαν.

15.32.4περὶ δὲ τοὺς ὄχλους ἐγένετό τις ἅμα χαρὰ καὶ λύπη · τὰ μὲν γὰρ ἦσαν περιχαρεῖς ἐπὶ τῷ κεκομίσθαι τὸν παῖδα, τὰ δὲ πάλιν δυσηρέστουν τῷ μὴ συνειλῆφθαι τοὺς αἰτίους μη δὲ τυγχάνειν τῆς ἁρμοζούσης τιμωρίας.

15.32.5διὸ καὶ συνεχῶς ἐβόων, ἄγειν κελεύοντες καὶ παραδειγματίζειν τοὺς πάντων τῶν κακῶν αἰτίους.

15.32.6ἤδη δὲ τῆς ἡμέρας προβαινούσης, καὶ τοῦ πλήθους ἐπ’οὐδένα δυναμένου πέρας ἀπερείσασθαι τὴν ὁρμήν, Σωσίβιος, ὃς ἦν μὲν υἱὸς Σωσιβίου, τότε δὲ σωματοφύλαξ ὑπάρχων μάλιστα τὸν νοῦν προσεῖχε τῷτε βασιλεῖ καὶ τοῖς πράγμασι, θεωρῶν τήντε τοῦ πλήθους ὁρμὴν ἀμετάθετον οὖσαν καὶ τὸ παιδίον δυσχρηστούμενον διάτε τὴν τῶν παρεστώτων ἀσυνήθειαν καὶ διὰ τὴν περὶ τὸν ὄχλον ταραχήν, ἐπύθετο τοῦ βασιλέως εἰ παραδώσει τοῖς πολλοῖς τοὺς εἰς αὐτὸν τὴν μητέρα τι πεπλημμεληκότας.

15.32.8τοῦ δὲ κατανεύσαντος, τῶν μὲν σωματοφυλάκων τισὶν εἶπε δηλῶσαι τὴν τοῦ βασιλέως γνώμην, τὸ δὲ παιδίον ἀναστήσας ἀπῆγε πρὸς τὴν θεραπείαν εἰς τὴν ἰδίαν οἰκίαν, σύνεγγυς οὖσαν.

15.32.9τῶν δὲ διασαφούντων τὰ παρὰ τοῦ βασιλέως, κατερρήγνυτο πᾶς τόπος ὑπὸ τοῦ κρότου καὶ τῆς κραυγῆς.

15.32.10οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα καὶ τὴν Ἀγαθόκλειαν ἐν τούτῳ τῷ καιρῷ διεχωρίσθησαν ἀλλήλων εἰς τὰς ἰδίας καταλύσεις. ταχὺ δὲ τῶν στρατιωτῶν τινες, οἱ μὲν ἐθελοντήν, οἱ δ’ὑπὸ τοῦ πλήθους ἐξωθούμενοι, παρώρμησαν ἐπὶ τὸ ζητεῖν τοὺς προειρημένους.

15.33

15.33.1τοῦ δὲ ποιεῖν αἷμα καὶ φόνους ἐγένετό τις ἐκ ταὐτομάτου καταρχὴ τοιαύτη.

15.33.2τῶν γὰρ Ἀγαθοκλέους ὑπηρετῶν καὶ κολάκων τις ὄνομα Φίλων ἐξῆλθε κραιπαλῶν εἰς τὸ στάδιον.

15.33.3οὗτος θεωρῶν τὴν ὁρμὴν τῶν ὄχλων εἶπε πρὸς τοὺς παρεστῶτας ὅτι πάλιν αὐτοῖς, καθάπερ καὶ πρῴην, ἐὰν Ἀγαθοκλῆς ἐξέλθῃ, μεταμελήσει.

15.33.4τῶν δ’ἀκουσάντων οἱ μὲν ἀπελοιδόρουν αὐτόν, οἱ δὲ προώθουν. ἐπιβαλομένου δ’ἀμύνεσθαι ταχέως οἱ μὲν τὴν χλαμύδα περιέρρηξαν, οἱ δὲ τὰς λόγχας προσερείσαντες ἐξεκέντησαν.

15.33.5ἅμα δὲ τῷ τοῦτον εἰς τὸ μέσον ἑλκυσθῆναι μεθ’ὕβρεως ἔτι σπαίροντα, καὶ γεύσασθαι τὰ πλήθη φόνου, πάντες ἐκαραδόκουν τὴν τῶν ἄλλων παρουσίαν.

15.33.6μετ’οὐ πολὺ δὲ παρῆν ἀγόμενος πρῶτος Ἀγαθοκλῆς δέσμιος · ὃν εὐθέως εἰσιόντα προσδραμόντες τινὲς ἄφνω συνεκέντησαν, ἔργον ποιοῦντες οὐκ ἐχθρῶν, ἀλλ’εὐνοούντων · αἴτιοι γὰρ ἐγένοντο τοῦ μὴ τυχεῖν αὐτὸν τῆς ἁρμοζούσης καταστροφῆς · μετὰ δὲ τοῦτον ἤχθη Νίκων, εἶτ’Ἀγαθόκλεια γυμνὴ σὺν ταῖς ἀδελφαῖς, ἑξῆς δὲ τούτοις πάντες οἱ συγγενεῖς.

15.33.8ἐπὶ δὲ πᾶσιν ἐκ τοῦ Θεσμοφορείου τὴν Οἰνάνθην ἀποσπάσαντες ἧκον εἰς τὸ στάδιον, ἄγοντες γυμνὴν ἐφ’ἵππου.

15.33.9παραδοθέντων δὲ πάντων ὁμοῦ τοῖς ὄχλοις, οἱ μὲν ἔδακνον, οἱ δ’ἐκέντουν, οἱ δὲ τοὺς ὀφθαλμοὺς ἐξέκοπτον · ἀεὶ δὲ τοῦ πεσόντος τὰ μέλη διέσπων, ἕως ὅτου κατελώβησαν πάντας αὐτούς ·

15.33.10δεινὴ γάρ τις περὶ τοὺς θυμοὺς ὠμότης γίνεται τῶν κατὰ τὴν Αἴγυπτον ἀνθρώπων.

15.33.11κατὰ δὲ τὸν καιρὸν τοῦτον σύντροφοι τῆς Ἀρσινόης γεγενημέναι τινὲς παιδίσκαι, πυθόμεναι παραγεγονέναι τὸν Φιλάμμωνα τριταῖον ἀπὸ Κυρήνης τὸν ἐπιστάντα τῷ φόνῳ τῆς βασιλίσσης, ὥρμησαν ἐπὶ τὴν οἰκίαν αὐτοῦ, καὶ βιασάμεναι τὸν μὲν Φιλάμμωνα τύπτουσαι τοῖς λίθοις καὶ τοῖς ξύλοις ἀπέκτειναν, τὸν δ’υἱὸν ἀπέπνιξαν, ἀντίπαιδα τὴν ἡλικίαν ὄντα, σὺν δὲ τούτοις τὴν γυναῖκα τοῦ Φιλάμμωνος γυμνὴν εἰς τὴν πλατεῖαν ἐξέλκουσαι διέφθειραν.

15.33.13καὶ τὰ μὲν περὶ τὸν Ἀγαθοκλέα καὶ τὴν Ἀγαθόκλειαν καὶ τοὺς τούτων συγγενεῖς τοιοῦτον ἔσχε τὸ τέλος.

15.34

15.34.1ἐγὼ δ’οὐκ ἀγνοῶ μὲν τὰς τερατείας καὶ διασκευάς, αἷς κέχρηνται πρὸς ἔκπληξιν τῶν ἀκουόντων ἔνιοι τῶν γεγραφότων τὰς πράξεις ταύτας, πλείω τὸν ἐπιμετροῦντα λόγον διατιθέμενοι τοῦ συνέχοντος τὰ πράγματα καὶ κυρίου, τινὲς μὲν ἐπὶ τὴν τύχην ἀναφέροντες τὰ γεγονότα καὶ τιθέντες ὑπὸ τὴν ὄψιν τὸ ταύτης ἀβέβαιον καὶ δυσφύλακτον, οἱ δὲ τὸ παράδοξον τῶν συμβεβηκότων ὑπὸ λόγον ἄγοντες, πειρώμενοι τοῖς γεγονόσιν αἰτίας καὶ πιθανότητας ὑποτάττειν.

15.34.3οὐ μὴν ἔγωγε προεθέμην τούτῳ χρήσασθαι τῷ χειρισμῷ περὶ τῶν προειρημένων διὰ τὸ μήτε πολεμικὴν τόλμαν καὶ δύναμιν ἐπίσημον γεγονέναι περὶ τὸν Ἀγαθοκλέα μήτε χει ρισμὸν πραγμάτων ἐπιτυχῆ καὶ ζηλωτὸν μήτε τὸ τελευταῖον τὴν αὐλικὴν ἀγχίνοιαν καὶ κακοπραγμοσύνην διαφέρουσαν, ἐν Σωσίβιος καὶ πλείους ἕτεροι κατεβίωσαν, βασιλεῖς ἐκ βασιλέων μεταχειριζόμενοι, τὰ δ’ἐναντία τούτοις συμβεβηκέναι περὶ τὸν προειρημένον ἄνδρα.

15.34.5προαγωγῆς μὲν γὰρ ἔτυχε παραδόξου διὰ τὴν τοῦ Φιλοπάτορος ἀδυναμίαν τοῦ βασιλεύειν ·

15.34.6τυχὼν δὲ ταύτης καὶ παραλαβὼν εὐφυέστατον καιρὸν μετὰ τὸν ἐκείνου θάνατον πρὸς τὸ συντηρῆσαι τὴν ἐξουσίαν, ἅμα τὰ πράγματα καὶ τὸ ζῆν ἀπέβαλε διὰ τὴν ἰδίαν ἀνανδρίαν καὶ ῥᾳθυμίαν, ἐν πάνυ βραχεῖ χρόνῳ καταγνωσθείς.

15.35

15.35.1διόπερ οὐ χρὴ τοῖς τοιούτοις προσάπτειν τὸν ἐπιμετροῦντα λόγον, καθάπερ εἶπα, τῷ δ’Ἀγαθοκλεῖ καὶ Διονυσίῳ τοῖς Σικελιώταις καί τισιν ἑτέροις τῶν ἐν πράγμασιν ἐπ’ὀνόματος γεγονότων.

15.35.2ἐκείνων γὰρ μὲν ἕτερος ἐκ δημοτικῆς καὶ ταπεινῆς ὑποθέσεως ὁρμηθείς, δ’Ἀγαθοκλῆς, ὡς Τίμαιος ἐπισκώπτων φησί, κεραμεὺς ὑπάρχων καὶ καταλιπὼν τὸν τροχὸν καὶ τὸν πηλὸν καὶ τὸν καπνόν, ἧκε νέος ὢν εἰς τὰς Συρακούσας.

15.35.3καὶ τὸ μὲν πρῶτον ἐγενήθησαν ἀμφότεροι κατὰ τοὺς ἰδίους καιροὺς τύραννοι Συρακουσῶν, πόλεως τῆς μέγιστον ἀξίωμα τότε καὶ μέγιστον πλοῦτον περιποιησαμένης, μετὰ δὲ ταῦτα βασιλεῖς ἁπάσης Σικελίας νομισθέντες καί τινων καὶ τῆς Ἰταλίας μερῶν κυριεύσαντες.

15.35.5Ἀγαθοκλῆς δ’οὐ μόνον καὶ τῶν τῆς Λιβύης ἀπεπείρασεν, ἀλλὰ καὶ τέλος ἐναπέθανε ταῖς ὑπεροχαῖς ταύταις.

15.35.6διὸ καὶ Πόπλιον Σκιπίωνά φασι τὸν πρῶτον καταπολεμήσαντα Καρχηδονίους ἐρωτηθέντα τίνας ὑπολαμβάνει πραγματικωτάτους ἄνδρας γεγονέναι καὶ σὺν νῷ τολμηροτάτους, εἰπεῖν τοὺς περὶ Ἀγαθοκλέα καὶ Διονύσιον τοὺς Σικελιώτας.

15.35.7καὶ περὶ μὲν τῶν τοιούτων ἀνδρῶν εἰς ἐπίστασιν ἄγειν τοὺς ἀναγινώσκοντας, καί που καὶ τῆς τύχης ποιήσασθαι μνήμην, ἔτι δὲ τῶν ἀνθρωπείων πραγμάτων, καὶ καθόλου προστιθέναι τὸν ἐπεκδιδάσκοντα λόγον, ἐπὶ δὲ τῶν προειρημένων ἀνδρῶν οὐδαμῶς ἁρμόζει.

15.36

15.36.1διὰ δὴ ταύτας τὰς αἰτίας τὸν μετ’αὐξήσεως λόγον ἀπεδοκιμάσαμεν ὑπὲρ Ἀγαθοκλέους, οὐχ ἥκιστα δὲ καὶ διὰ τὸ πάσας τὰς ἐκπληκτικὰς περιπετείας μίαν ἔχειν φαντασίαν τὴν πρώτην ἀξίαν ἐπιστάσεως, τὸ δὲ λοιπὸν οὐ μόνον ἀνωφελῆ γίνεσθαι τὴν ἀκρόασιν καὶ θέαν αὐτῶν, ἀλλὰ καὶ μετά τινος ὀχλήσεως ἐπιτελεῖσθαι τὴν ἐνέργειαν τῶν τοιούτων.

15.36.3δυεῖν γὰρ ὑπαρχόντων τελῶν, ὠφελείας καὶ τέρψεως, πρὸς δεῖ τὴν ἀναφορὰν ποιεῖσθαι τοὺς διὰ τῆς ἀκοῆς διὰ τῆς ὁράσεως βουλομένους τι πολυπραγμονεῖν, καὶ μάλιστα τῷ τῆς ἱστορίας γένει τούτου καθήκοντος, ἀμφοτέρων τούτων πλεονασμὸς ὑπὲρ τῶν ἐκπληκτικῶν συμπτωμάτων ἐκτὸς πίπτει.

15.36.4ζηλοῦν μὲν γὰρ τίς ἂν βουληθείη τὰς παραλόγους περιπετείας; οὐ δὲ μὴν θεώμενος οὐ δ’ἀκούων ἥδεται συνεχῶς οὐδεὶς τῶν παρὰ φύσιν γενομένων πραγμάτων καὶ παρὰ τὴν κοινὴν ἔννοιαν τῶν ἀνθρώπων.

15.36.5ἀλλ’εἰσάπαξ μὲν καὶ πρῶτον σπουδάζομεν μὲν ἰδεῖν, δ’ἀκοῦσαι, χάριν τοῦ γνῶναι τὸ μὴ δοκοῦν δυνατὸν εἶναι διότι δυνατόν ἐστιν ·

15.36.6ὅταν δὲ πιστεύωμεν, οὐδεὶς τοῖς παρὰ φύσιν ἐγχρονίζων εὐδοκεῖ · τῷ δ’αὐτῷ πλεονάκις ἐγκυρεῖν οὐ δ’ὅλως ἂν βουληθείη.

15.36.7διόπερ ζηλωτὸν εἶναι δεῖ τὸ λεγόμενον τερπνόν · δὲ τῆς ἐκτὸς τούτων συμφορᾶς πλεονασμὸς οἰκειότερόν ἐστι τραγῳδίας ἤπερ ἱστορίας.

15.36.8ἀλλ’ἴσως ἀναγκαῖόν ἐστι συγγνώμην ἔχειν τοῖς μὴ συνεφιστάνουσι μήτ’ἐπὶ τὰ τῆς φύσεως μήτ’ἐπὶ τὰ καθόλου κατὰ τῆς οἰκουμένης πράγματα ·

15.36.9δοκεῖ γὰρ αὐτοῖς ταῦτ’εἶναι μέγιστα καὶ θαυμαστότατα τῶν προγεγονότων οἷς ἂν αὐτοὶ παρατυχόντες ἐγκυρήσωσιν πυθόμενοι παρά τινων πρὸς αὐτὰ ταῦτα προσέχωσι τὸν νοῦν.

15.36.10διὸ καὶ λανθάνουσι πλείω τοῦ καθήκοντος διατιθέμενοι λόγον ὑπὲρ τῶν μήτε καινῶν ὄντων διὰ τὸ καὶ ἑτέροις πρότερον εἰρῆσθαι μήτ’ὠφελεῖν μήτε τέρπειν δυναμένων.

15.36.11περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω.

15.37

15.37.1ὅτι Ἀντίοχος βασιλεὺς ἐδόκει κατὰ μὲν τὰς ἀρχὰς γεγονέναι μεγαλεπίβολος καὶ τολμηρὸς καὶ τοῦ προτεθέντος ἐξεργαστικός, προβαίνων δὲ κατὰ τὴν ἡλικίαν ἐφάνη πολὺ καταδεέστερος αὑτοῦ καὶ τῆς τῶν ἐκτὸς προσδοκίας.