Histories, 16
16.1.1ὅτι Φίλιππος ὁ βασιλεὺς παραγενόμενος εἰς τὸ Πέργαμον καὶ νομίζων οἷον αὐτόχειρ Ἀττάλου γενέσθαι πᾶσαν αἰκίαν ἐναπεδείκνυτο.
16.1.2χαριζόμενος γὰρ οἷον εἰ λυττῶντι τῷ θυμῷ, τὸ πλεῖον τῆς ὀργῆς οὐκ εἰς τοὺς ἀνθρώπους, ἀλλ’εἰς τοὺς θεοὺς διετίθετο.
16.1.3κατὰ μὲν γὰρ τοὺς ἀκροβολισμοὺς εὐχερῶς αὐτὸν ἀπήρυκον διὰ τὰς τῶν τόπων ὀχυρότητας οἱ τὸ Πέργαμον παραφυλάττοντες · ἀπὸ δὲ τῆς χώρας οὐδὲν ὠφελεῖτο τῷ προνενοῆσθαι τὸν Ἄτταλον ὑπὲρ τούτων ἐπιμελῶς.
16.1.4λοιπὸν εἰς τὰ τῶν θεῶν ἕδη καὶ τεμένη διετίθετο τὴν ὀργήν, ὑβρίζων οὐκ Ἄτταλον, ὥς γ’ἐμοὶ δοκεῖ, πολὺ δὲ μᾶλλον ἑαυτόν.
16.1.5οὐ γὰρ μόνον ἐνεπίμπρα καὶ κατασπῶν ἐρρίπτει τοὺς νεὼς καὶ τοὺς βωμούς, ἀλλὰ καὶ τοὺς λίθους ἔθραυε πρὸς τὸ μη δὲ πάλιν ἀνασταθῆναι μηδὲν τῶν κατεφθαρμένων.
16.1.6ἐπεὶ δὲ τὸ Νικηφόριον ἐλυμήνατο, τὸ μὲν ἄλσος ἐκτεμών, τὸν δὲ περίβολον διαρρίψας, τούςτε ναοὺς ἐκ θεμελίων ἀνέσκαψε, πολλοὺς καὶ πολυτελεῖς ὑπάρχοντας, ὥρμησε τὰς μὲν ἀρχὰς ἐπὶ Θυατείρων ·
16.1.7ἐκεῖθεν δὲ ποιησάμενος τὴν ἀναζυγὴν εἰς τὸ Θήβης πεδίον εἰσέβαλε, νομίζων εὐπορήσειν λείας μάλιστα περὶ τούτους τοὺς τόπους.
16.1.8ἀποπεσὼν δὲ καὶ ταύτης τῆς ἐλπίδος, καὶ παραγενόμενος εἰς Ἱερὰν κώμην, διεπέμπετο πρὸς Ζεῦξιν, παρακαλῶν αὐτὸν σῖτον χορηγῆσαι καὶ τὰ λοιπὰ συμπράττειν κατὰ τὰς συνθήκας.
16.1.9ὁ δὲ Ζεῦξις ὑπεκρίνετο μὲν ποιεῖν τὰ κατὰ τὰς συνθήκας, οὐκ ἐβούλετο δὲ σωματοποιεῖν ἀληθινῶς τὸν Φίλιππον. — ὁ δὲ Φίλιππος, τῶν μὲν κατὰ τὴν πολιορκίαν ἀντιπιπτόντων αὐτῷ, τῶν δὲ πολεμίων ἐφορμούντων πλείοσι καταφράκτοις ναυσίν, ἠπορεῖτο καὶ δυσχρήστως διέκειτο περὶ τοῦ μέλλοντος.
16.2.2οὐκ ἐπιδεχομένων δὲ τῶν παρόντων αἵρεσιν, ἀνήχθη παρὰ τὴν τῶν πολεμίων προσδοκίαν ·
16.2.3ἔτι γὰρ αὐτὸν ἤλπιζον οἱ περὶ τὸν Ἄτταλον προσκαρτερήσειν τῇ τῶν μετάλλων κατασκευῇ.
16.2.4μάλιστα δ’ἐσπούδαζε ποιήσασθαι τὸν ἀνάπλουν αἰφνίδιον, πεπεισμένος καταταχήσειν καὶ τὸ λοιπὸν ἀσφαλῶς ἤδη κομισθήσεσθαι παρὰ τὴν γῆν εἰς τὴν Σάμον.
16.2.5διεψεύσθη δὲ παρὰ πολὺ τοῖς λογισμοῖς · οἱ γὰρ περὶ τὸν Ἄτταλον καὶ Θεοφιλίσκον, ἅμα τῷ συνιδεῖν αὐτὸν ἀναγόμενον, εἴχοντο τῶν προκειμένων εὐθέως.
16.2.6συνέβη δὲ τὸν ἀνάπλουν αὐτῶν γενέσθαι διαλελυμένον, ἅτε πεπεισμένων τὸν Φίλιππον, καθάπερ εἶπον, ἔτι μένειν ἐπὶ τῶν ὑποκειμένων.
16.2.7οὐ μὴν ἀλλὰ χρησάμενοι ταῖς εἰρεσίαις ἐνεργῶς προσέβαλλον, Ἄτταλος μὲν τῷ δεξιῷ καὶ καθηγουμένῳ τῶν πολεμίων, Θεοφιλίσκος δὲ τοῖς εὐωνύμοις.
16.2.8Φίλιππος δὲ περικαταλαμβανόμενος τοῖς καιροῖς, δοὺς τὸ σύνθημα τοῖς ἐπὶ τοῦ δεξιοῦ καὶ παραγγείλας ἀντιπρώρρους ποιεῖν τὰς ναῦς καὶ συμπλέκεσθαι τοῖς πολεμίοις ἐρρωμένως, αὐτὸς ὑπὸ τὰς νησίδας ἀναχωρήσας μετά τινων λέμβων, τὰς μεταξὺ τοῦ πόρου κειμένας, ἀπεκαραδόκει τὸν κίνδυνον.
16.2.9ἦν δὲ τῶν μὲν τοῦ Φιλίππου νεῶν τὸ πλῆθος τὸ συγκαταστὰν εἰς τὸν ἀγῶνα κατάφρακτοι τρεῖς καὶ πεντήκοντα, σὺν δὲ τούτοις ἄφρακτα λέμβοι δὲ σὺν ταῖς πρίστεσιν ἑκατὸν καὶ πεντήκοντα · τὰς γὰρ ἐν τῇ Σάμῳ ναῦς οὐκ ἠδυνήθη καταρτίσαι πάσας.
16.2.10τὰ δὲ τῶν πολεμίων σκάφη κατάφρακτα μὲν ἦν ἑξήκοντα καὶ πέντε σὺν τοῖς τῶν Βυζαντίων, μετὰ δὲ τούτων ἐννέα τριημιολίαι καὶ τριήρεις τρεῖς ὑπῆρχον.
16.3.1λαβούσης δὲ τὴν καταρχὴν τῆς ναυμαχίας ἐκ τῆς Ἀττάλου νεώς, εὐθέως πάντες οἱ σύνεγγυς ἀπαραγγέλτως συνέβαλον ἀλλήλοις.
16.3.2Ἄτταλος μὲν οὖν συμπεσὼν ὀκτήρει, καὶ προεμβαλὼν ταύτῃ καιρίαν καὶ ὕφαλον πληγήν, ἐπὶ πολὺ τῶν ἐπὶ τοῦ καταστρώματος ἀγωνισαμένων τέλος ἐβύθισε τὴν ναῦν.
16.3.3ἡ δὲ τοῦ Φιλίππου δεκήρης, ναυαρχὶς οὖσα, παραλόγως ἐγένετο τοῖς ἐχθροῖς ὑποχείριος.
16.3.4ὑποπεσούσης γὰρ αὐτῇ τριημιολίας, ταύτῃ δοῦσα πληγὴν βιαίαν κατὰ μέσον τὸ κύτος ὑπὸ τὸν θρανίτην σκαλμὸν ἐδέθη, τοῦ κυβερνήτου τὴν ὁρμὴν τῆς νεὼς οὐκέτι δυνηθέντος ἀναλαβεῖν ·
16.3.5διὸ καὶ προσκρεμαμένου τοῦ πλοίου τοῖς ὅλοις ἐδυσχρηστεῖτο καὶ δυσκίνητος ἦν πρὸς πᾶν. ἐν ᾧ καιρῷ δύο πεντήρεις προσπεσοῦσαι, καὶ τρώσασαι τὴν ναῦν ἐξ ἀμφοῖν τοῖν μεροῖν, καὶ τὸ σκάφος καὶ τοὺς ἐπιβάτας τοὺς ἐν αὐτῷ διέφθειραν, ἐν οἷς ἦν καὶ Δημοκράτης ὁ τοῦ Φιλίππου ναύαρχος.
16.3.7κατὰ δὲ τὸν αὐτὸν καιρὸν Διονυσόδωρος καὶ Δεινοκράτης, ὄντες ἀδελφοὶ καὶ ναυαρχοῦντες παρ’Ἀττάλῳ, συμπεσόντες ὁ μὲν ἑπτήρει τῶν πολεμίων, ὁ δ’ὀκτήρει, παραβόλως ἐχρήσαντο τῇ ναυμαχίᾳ.
16.3.8Δεινοκράτης μὲν πρὸς ὀκτήρη συμπεσὼν αὐτὸς μὲν ἔξαλον ἔλαβε τὴν πληγήν, ἀναστείρου τῆς νεὼς οὔσης, τὴν δὲ τῶν πολεμίων τρώσας ναῦν ὑπὸ τὰ βίαχα τὸ μὲν πρῶτον οὐκ ἐδύνατο χωρισθῆναι, καίπερ πολλάκις ἐπιβαλόμενος πρύμναν κρούειν ·
16.3.9διὸ καὶ τῶν Μακεδόνων εὐψύχως ἀγωνιζομένων εἰς τὸν ἔσχατον παρεγένετο κίνδυνον.
16.3.10Ἀττάλου δ’ἐπιβοηθήσαντος αὐτῷ, καὶ διὰ τῆς εἰς τὴν πολεμίαν ναῦν ἐμβολῆς λύσαντος τὴν συμπλοκὴν τῶν σκαφῶν, ὁ μὲν Δεινοκράτης ἀπελύθη παραδόξως, οἱ δὲ τῆς πολεμίας νεὼς ἐπιβάται πάντες εὐψύχως διαγωνισάμενοι διεφθάρησαν, τὸ δὲ σκάφος ἔρημον ἀπολειφθὲν ὑποχείριον ἐγένετο τοῖς περὶ τὸν Ἄτταλον.
16.3.12ὁ δὲ Διονυσόδωρος μετὰ βίας ἐπιφερόμενος εἰς ἐμβολὴν αὐτὸς μὲν ἥμαρτε τοῦ τρῶσαι, παραπεσὼν δὲ τοῖς πολεμίοις ἀπέβαλε τὸν δεξιὸν ταρσὸν τῆς νεώς, ὁμοῦ συρραγέντων καὶ τῶν πυργούχων ·
16.3.13οὗ γενομένου περιέστησαν αὐτὸν πανταχόθεν οἱ πολέμιοι.
16.3.14κραυγῆς δὲ καὶ θορύβου γενομένου τὸ μὲν λοιπὸν πλῆθος τῶν ἐπιβατῶν ἅμα τῷ σκάφει διεφθάρη, τρίτος δ’αὐτὸς ὁ Διονυσόδωρος ἀπενήξατο πρὸς τὴν ἐπιβοηθοῦσαν αὐτῷ τριημιολίαν.
16.4.1τῶν δὲ λοιπῶν νεῶν τοῦ πλήθους ὁ κίνδυνος ἐφάμιλλος ἦν ·
16.4.2καθ’ὅσον γὰρ ἐπλεόναζον οἱ παρὰ τοῦ Φιλίππου λέμβοι, κατὰ τοσοῦτον διέφερον οἱ περὶ τὸν Ἄτταλον τῷ τῶν καταφράκτων νεῶν πλήθει.
16.4.3καὶ τὰ μὲν περὶ τὸ δεξιὸν κέρας τοῦ Φιλίππου τοιαύτην εἶχε τὴν διάθεσιν ὥστ’ἀκμὴν ἄκριτα μένειν τὰ ὅλα, πολὺ δὲ τοὺς περὶ τὸν Ἄτταλον ἐπικυδεστέρας ἔχειν τὰς ἐλπίδας.
16.4.4οἱ δὲ Ῥόδιοι κατὰ μὲν τὰς ἀρχὰς εὐθέως ἐκ τῆς ἀναγωγῆς ἀπεσπάσθησαν τῶν πολεμίων, καθάπερ ἀρτίως εἶπα, τῷ δὲ ταχυναυτεῖν παρὰ πολὺ διαφέροντες τῶν ἐναντίων συνῆψαν τοῖς ἐπὶ τῆς οὐραγίας Μακεδόσι.
16.4.5καὶ τὸ μὲν πρῶτον ὑποχωροῦσι τοῖς σκάφεσι κατὰ πρύμναν ἐπιφερόμενοι τοὺς ταρσοὺς παρέλυον ·
16.4.6ὡς δ’οἱ μὲν παρὰ τοῦ Φιλίππου συνεπιστρέφειν ἤρξαντο παραβοηθοῦντες τοῖς κινδυνεύουσι, τῶν δὲ Ῥοδίων οἱ καθυστεροῦντες ἐκ τῆς ἀναγωγῆς συνῆψαν τοῖς περὶ τὸν Θεοφιλίσκον, τότε κατὰ πρόσωπον ἀντιπρώρρους τάξαντες τὰς ναῦς ἀμφότεροι συνέβαλον εὐψύχως, ὁμοῦ ταῖς σάλπιγξι καὶ τῇ κραυγῇ παρακαλοῦντες ἀλλήλους.
16.4.8εἰ μὲν οὖν μὴ μεταξὺ τῶν καταφράκτων νεῶν ἔταξαν οἱ Μακεδόνες τοὺς λέμβους, ῥᾳδίαν ἂν καὶ σύντομον ἔλαβε κρίσιν ἡ ναυμαχία · νῦν δὲ ταῦτ’ἐμπόδια πρὸς τὴν χρείαν τοῖς Ῥοδίοις ἐγίνετο κατὰ πολλοὺς τρόπους.
16.4.9μετὰ γὰρ τὸ κινηθῆναι τὴν ἐξ ἀρχῆς τάξιν ἐκ τῆς πρώτης συμβολῆς πάντες ἦσαν ἀναμὶξ ἀλλήλοις, ὅθεν οὔτε διεκπλεῖν εὐχερῶς οὔτε στρέφειν ἐδύναντο τὰς ναῦς οὔτε καθόλου χρῆσθαι τοῖς ἰδίοις προτερήμασιν, ἐμπιπτόντων αὐτοῖς τῶν λέμβων ποτὲ μὲν εἰς τοὺς ταρσούς, ὥστε δυσχρηστεῖν ταῖς εἰρεσίαις, ποτὲ δὲ πάλιν εἰς τὰς πρώρρας, ἔστι δ’ὅτε κατὰ πρύμναν, ὥστε παραποδίζεσθαι καὶ τὴν τῶν κυβερνητῶν καὶ τὴν τῶν ἐρετῶν χρείαν.
16.4.11κατὰ δὲ τὰς ἀντιπρώρρους συμπτώσεις ἐποίουν τι τεχνικόν ·
16.4.12αὐτοὶ μὲν γὰρ ἔμπρωρρα τὰ σκάφη ποιοῦντες ἐξάλους ἐλάμβανον τὰς πληγάς, τοῖς δὲ πολεμίοις ὕφαλα τὰ τραύματα διδόντες ἀβοηθήτους ἐσκεύαζον τὰς πληγάς.
16.4.13σπανίως δ’εἰς τοῦτο συγκατέβαινον · καθόλου γὰρ ἐξέκλινον τὰς συμπλοκὰς διὰ τὸ γενναίως ἀμύνεσθαι τοὺς Μακεδόνας ἀπὸ τῶν καταστρωμάτων ἐν ταῖς συστάδην γινομέναις μάχαις.
16.4.14τὸ δὲ πολὺ κατὰ μὲν τοὺς διέκπλους παρασύροντες τῶν πολεμίων νεῶν τοὺς ταρσοὺς ἠχρείουν · μετὰ δὲ ταῦτα πάλιν ἐκπεριπλέοντες, καὶ τοῖς μὲν κατὰ πρύμναν ἐμβάλλοντες, τοῖς δὲ πλαγίοις καὶ στρεφομένοις ἀκμὴν προσπίπτοντες οὓς μὲν ἐτίτρωσκον, οἷς δὲ παρέλυον ἀεί τι τῶν πρὸς τὴν χρείαν ἀναγκαίων.
16.4.15καὶ δὴ τῷ τοιούτῳ τρόπῳ μαχόμενοι παμπληθεῖς τῶν πολεμίων ναῦς διέφθειραν.
16.5.1ἐπιφανέστατα δ’ἐκινδύνευσαν τρεῖς πεντήρεις τῶν Ῥοδίων, ἥτε ναυαρχίς, ἐφ’ἧς ἔπλει Θεοφιλίσκος, μετὰ δὲ ταύτην ἧς ἐτριηράρχει Φιλόστρατος, τρίτη δ’ἣν ἐκυβέρνα μὲν Αὐτόλυκος, ἐπέπλει δὲ Νικόστρατος.
16.5.2ταύτης γὰρ ἐμβαλούσης εἰς πολεμίαν ναῦν καὶ καταλιπούσης ἐν τῷ σκάφει τὸν ἔμβολον, συνέβη δὴ τὴν μὲν πληγεῖσαν αὔτανδρον καταδῦναι, τοὺς δὲ περὶ τὸν Αὐτόλυκον, εἰσρεούσης εἰς τὴν ναῦν τῆς θαλάττης διὰ τῆς πρώρρας, κυκλωθέντας ὑπὸ τῶν πολεμίων τὰς μὲν ἀρχὰς ἀγωνίζεσθαι γενναίως, τέλος δὲ τὸν μὲν Αὐτόλυκον ἐκπεσεῖν τρωθέντα μετὰ τῶν ὅπλων εἰς τὴν θάλατταν, τοὺς δὲ λοιποὺς ἐπιβάτας ἀποθανεῖν μαχομένους γενναίως.
16.5.3ἐν ᾧ καιρῷ Θεοφιλίσκος, βοηθήσας μετὰ τριῶν πεντήρων, τὴν μὲν ναῦν οὐκ ἠδυνήθη σῶσαι διὰ τὸ πλήρη θαλάττης εἶναι, δύο δὲ ναῦς πολεμίας τρώσας τοὺς ἐπιβάτας ἐξέβαλε.
16.5.5ταχὺ δὲ περιχυθέντων αὐτῷ λέμβων πλειόνων καὶ καταφράκτων νεῶν, τοὺς μὲν πλείστους ἀπέβαλε τῶν ἐπιβατῶν ἐπιφανῶς ἀγωνισαμένους, αὐτὸς δὲ τρία τραύματα λαβὼν καὶ παραβόλως τῇ τόλμῃ κινδυνεύσας μόλις ἐξέσωσε τὴν ἰδίαν ναῦν ἐπιβοηθήσαντος αὐτῷ Φιλοστράτου καὶ συναναδεξαμένου τὸν ἐνεστῶτα κίνδυνον εὐψύχως.
16.5.7συνάψας δὲ τοῖς αὑτοῦ σκάφεσι πάλιν ἐξ ἄλλης ὁρμῆς συνεπλέκετο τοῖς πολεμίοις, τῇ μὲν σωματικῇ δυνάμει παραλυόμενος ὑπὸ τῶν τραυμάτων, τῇ δὲ τῆς ψυχῆς γενναιότητι λαμπρότερος ὢν καὶ παραστατικώτερος ἢ πρόσθεν.
16.5.8συνέβη δὲ δύο γενέσθαι ναυμαχίας πολὺ διεστώσας ἀλλήλων · τὸ μὲν γὰρ δεξιὸν κέρας τοῦ Φιλίππου κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν ἀεὶ τῆς γῆς ὀρεγόμενον οὐ μακρὰν ἀπεῖχε τῆς Ἀσίας, τὸ δ’εὐώνυμον διὰ τὸ παραβοηθῆσαι τοῖς ἐπὶ τῆς οὐραγίας ἐξ ὑποστροφῆς οὐ πολὺ τῆς Χίας ἀπέχον ἐναυμάχει τοῖς Ῥοδίοις.
16.6.1οὐ μὴν ἀλλὰ παρὰ πολὺ τοῦ δεξιοῦ κέρατος κατακρατούντων τῶν περὶ τὸν Ἄτταλον, καὶ συνεγγιζόντων ἤδη πρὸς τὰς νησίδας ὑφ’αἷς ὁ Φίλιππος ὥρμει καραδοκῶν τὸ συμβησόμενον, συνιδὼν Ἄτταλος μίαν πεντήρη τῶν ἰδίων ἐκτὸς τοῦ κινδύνου τετρωμένην καὶ βαπτιζομένην ὑπὸ νεὼς πολεμίας, ὥρμησε παραβοηθήσων ταύτῃ μετὰ δύο τετρήρων.
16.6.3τοῦ δὲ πολεμίου σκάφους ἐγκλίναντος καὶ ποιουμένου τὴν ἀποχώρησιν ὡς πρὸς τὴν γῆν, ἐπέκειτο φιλοτιμότερον, ἐγκρατὴς γενέσθαι σπουδάζων τῆς νεώς.
16.6.4ὁ δὲ Φίλιππος, συνθεασάμενος ἀπεσπασμένον πολὺ τὸν Ἄτταλον ἀπὸ τῶν ἰδίων, παραλαβὼν τέτταρας πεντήρεις καὶ τρεῖς ἡμιολίας, ἔτι δὲ τῶν λέμβων τοὺς ἐγγὺς ὄντας, ὥρμησε, καὶ διακλείσας τὸν Ἄτταλον ἀπὸ τῶν οἰκείων νεῶν ἠνάγκασε μετὰ μεγάλης ἀγωνίας εἰς τὴν γῆν ἐκβαλεῖν τὰ σκάφη.
16.6.5τούτου δὲ συμβάντος αὐτὸς μὲν ὁ βασιλεὺς μετὰ τῶν πληρωμάτων εἰς τὰς Ἐρυθρὰς ἀπεχώρησε, τῶν δὲ πλοίων καὶ τῆς βασιλικῆς κατασκευῆς ἐγκρατὴς ὁ Φίλιππος ἐγένετο.
16.6.6καὶ γὰρ ἐποίησάν τι τεχνικὸν ἐν τούτοις τοῖς καιροῖς οἱ περὶ τὸν Ἄτταλον · τὰ γὰρ ἐπιφανέστατα τῆς βασιλικῆς κατασκευῆς ἐπὶ τὸ κατάστρωμα τῆς νεὼς ἐξέβαλον.
16.6.7ὅθεν οἱ πρῶτοι τῶν Μακεδόνων, συνάψαντες ἐν τοῖς λέμβοις, συνθεασάμενοι ποτηρίων πλῆθος καὶ πορφυρῶν ἱματίων καὶ τῶν τούτοις παρεπομένων σκευῶν, ἀφέμενοι τοῦ διώκειν ἀπένευσαν ἐπὶ τὴν τούτων ἁρπαγήν.
16.6.8διὸ συνέβη τὸν Ἄτταλον ἀσφαλῆ ποιήσασθαι τὴν ἀποχώρησιν εἰς τὰς Ἐρυθράς.
16.6.9Φίλιππος δὲ τοῖς μὲν ὅλοις ἠλαττωμένος παρὰ πολὺ τὴν ναυμαχίαν, τῇ δὲ περιπετείᾳ τῇ κατὰ τὸν Ἄτταλον ἐπαρθείς, ἐπανέπλει, καὶ πολὺς ἦν συναθροίζων τὰς σφετέρας ναῦς καὶ παρακαλῶν τοὺς ἄνδρας εὐθαρσεῖς εἶναι, διότι νικῶσι τῇ ναυμαχίᾳ ·
16.6.10καὶ γὰρ ὑπέδραμέ τις ἔννοια καὶ πιθανότης τοῖς ἀνθρώποις ὡς ἀπολωλότος τοῦ βασιλέως Ἀττάλου διὰ τὸ κατάγειν τοὺς περὶ τὸν Φίλιππον ἀναδεδεμένους τὴν βασιλικὴν ναῦν.
16.6.11ὁ δὲ Διονυσόδωρος ὑπονοήσας τὸ περὶ τὸν αὑτοῦ βασιλέα γεγονός, ἥθροιζε τὰς οἰκείας ναῦς ἐξαίρων σύνθημα · ταχὺ δὲ συλλεχθεισῶν πρὸς αὐτὸν ἀπέπλει μετ’ἀσφαλείας εἰς τοὺς κατὰ τὴν Ἀσίαν ὅρμους.
16.6.12κατὰ δὲ τὸν αὐτὸν καιρὸν οἱ πρὸς τοὺς Ῥοδίους ἀγωνιζόμενοι τῶν Μακεδόνων, πάλαι κακῶς πάσχοντες, ἐξέλυον αὑτοὺς ἐκ τοῦ κινδύνου μετὰ προφάσεως κατὰ μέρη ποιούμενοι τὴν ἀποχώρησιν, ὡς ταῖς οἰκείαις σπεύδοντες ἐπικουρῆσαι ναυσίν.
16.6.13οἱ δὲ Ῥόδιοι, τὰς μὲν ἀναδησάμενοι τῶν νεῶν, τὰς δὲ προδιαφθείραντες ταῖς ἐμβολαῖς, ἀπέπλευσαν εἰς τὴν Χίον.
16.7.1ἐφθάρησαν δὲ τοῦ μὲν Φιλίππου ναῦς ἐν μὲν τῇ πρὸς Ἄτταλον ναυμαχίᾳ δεκήρης, ἐννήρης, ἑπτήρης, ἑξήρης, τῶν δὲ λοιπῶν κατάφρακτοι μὲν δέκα καὶ τριημιολίαι τρεῖς, λέμβοι δὲ πέντε καὶ εἴκοσι καὶ τὰ τούτων πληρώματα ·
16.7.2ἐν δὲ τῇ πρὸς Ῥοδίους διεφθάρησαν κατάφρακτοι μὲν δέκα, λέμβοι δὲ περὶ τετταράκοντα τὸν ἀριθμόν · ἥλωσαν δὲ δύο τετρήρεις καὶ λέμβοι σὺν τοῖς πληρώμασιν ἑπτά.
16.7.3τῶν δὲ παρ’Ἀττάλου κατέδυσαν μὲν τριημιολία μία καὶ δύο πεντήρεις, ἥλωσαν δὲ δύο τετρήρεις καὶ τὸ τοῦ βασιλέως σκάφος.
16.7.4τῶν δὲ Ῥοδίων διεφθάρησαν μὲν δύο πεντήρεις καὶ τριήρης, ἥλω δ’οὐδέν.
16.7.5ἄνδρες δὲ τῶν μὲν Ῥοδίων ἀπέθανον εἰς ἑξήκοντα, τῶν δὲ παρ’Ἀττάλου πρὸς ἑβδομήκοντα, τῶν δὲ τοῦ Φιλίππου Μακεδόνες μὲν εἰς τρισχιλίους, τῶν δὲ πληρωμάτων εἰς ἑξακισχιλίους.
16.7.6ἑάλωσαν δὲ ζωγρίᾳ τῶν μὲν συμμάχων καὶ Μακεδόνων εἰς δισχιλίους, τῶν δ’ὑπεναντίων εἰς ἑπτακοσίους.
16.8.1καὶ τὸ μὲν τέλος τῆς περὶ Χίον ναυμαχίας τοιοῦτον συνέβη γενέσθαι, τῆς δὲ νίκης ὁ Φίλιππος ἀντεποιεῖτο κατὰ δύο προφάσεις, κατὰ μίαν μέν, ᾗ τὸν Ἄτταλον εἰς τὴν γῆν ἐκβαλὼν ἐγκρατὴς τῆς νεὼς ἐγεγόνει, καθ’ἑτέραν δ’, ᾗ καθορμισθεὶς ἐπὶ τὸ καλούμενον Ἄργεννον ἐδόκει πεποιῆσθαι τὸν ὅρμον ἐπὶ τῶν ναυαγίων.
16.8.3ἀκόλουθα δὲ τούτοις ἔπραττε καὶ κατὰ τὴν ἑξῆς ἡμέραν συνάγων τὰ ναυάγια καὶ τῶν νεκρῶν ποιούμενος ἀναίρεσιν τῶν ἐπιγινωσκομένων, χάριν τοῦ συναύξειν τὴν προειρημένην φαντασίαν.
16.8.4ὅτι γὰρ οὐ δ’αὐτὸς ἐπέπειστο νικᾶν, ἐξήλεγξαν αὐτὸν οἵτε Ῥόδιοι καὶ Διονυσόδωρος μετ’ὀλίγον ·
16.8.5κατὰ γὰρ τὴν ἐπιοῦσαν ἡμέραν ἔτι περὶ ταῦτα γινομένου τοῦ βασιλέως διαπεμψάμενοι πρὸς ἀλλήλους ἐπέπλευσαν αὐτῷ, καὶ στήσαντες ἐν μετώπῳ τὰς ναῦς, οὐδενὸς ἐπ’αὐτοὺς ἀνταναγομένου πάλιν ἀπέπλευσαν εἰς τὴν Χίον.
16.8.6ὁ δὲ Φίλιππος, οὐδέποτε τοσούτους ἄνδρας ἀπολωλεκὼς οὔτε κατὰ γῆν οὔτε κατὰ θάλατταν ἑνὶ καιρῷ, βαρέως μὲν ἔφερε τὸ γεγονὸς καὶ τὸ πολὺ τῆς ὁρμῆς αὐτοῦ παρῄρητο, πρὸς μέντοι γε τοὺς ἐκτὸς ἐπειρᾶτο κατὰ πάντα τρόπον ἐπικρύπτεσθαι τὴν αὑτοῦ διάληψιν, καίπερ οὐκ ἐώντων αὐτῶν τῶν πραγμάτων.
16.8.8χωρὶς γὰρ τῶν ἄλλων καὶ τὰ μετὰ τὴν μάχην συμβαίνοντα πάντας ἐξέπληττε τοὺς θεωμένους ·
16.8.9γενομένης γὰρ τοσαύτης φθορᾶς ἀνθρώπων, παρ’αὐτὸν μὲν τὸν καιρὸν πᾶς ὁ πόρος ἐπληρώθη νεκρῶν, αἵματος, ὅπλων, ναυαγίων, ταῖς δ’ἑξῆς ἡμέραις τοὺς αἰγιαλοὺς ἦν ἰδεῖν φύρδην σεσωρευμένους ἀναμὶξ πάντων τῶν προειρημένων.
16.8.10ἐξ ὧν οὐ μόνον αὐτός, ἀλλὰ καὶ πάντες οἱ Μακεδόνες εἰς διατροπὴν ἐνέπιπτον οὐ τὴν τυχοῦσαν.
16.9.1Θεοφιλίσκος δὲ μίαν ἡμέραν ἐπιβιώσας, καὶ τῇ πατρίδι γράψας ὑπὲρ τῶν κατὰ τὴν ναυμαχίαν, καὶ Κλεωναῖον ἡγεμόνα συστήσας ἀνθ’ἑαυτοῦ ταῖς δυνάμεσι, μετήλλαξε τὸν βίον ἐκ τῶν τραυμάτων, ἀνὴρ καὶ κατὰ τὸν κίνδυνον ἀγαθὸς γενόμενος καὶ κατὰ τὴν προαίρεσιν μνήμης ἄξιος.
16.9.3μὴ γὰρ ἐκείνου τολμήσαντος προεπιβαλεῖν τῷ Φιλίππῳ τὰς χεῖρας πάντες ἂν καταπροεῖντο τοὺς καιρούς, δεδιότες τὴν τοῦ Φιλίππου τόλμαν.
16.9.4νῦν δ’ἐκεῖνος ἀρχὴν πολέμου ποιήσας ἠνάγκασε μὲν τὴν αὑτοῦ πατρίδα συνεξαναστῆναι τοῖς καιροῖς, ἠνάγκασε δὲ τὸν Ἄτταλον μὴ μέλλειν καὶ παρασκευάζεσθαι τὰ πρὸς τὸν πόλεμον, ἀλλὰ πολεμεῖν ἐρρωμένως καὶ κινδυνεύειν.
16.9.5τοιγαροῦν εἰκότως αὐτὸν οἱ Ῥόδιοι καὶ μεταλλάξαντα τοιαύταις ἐτίμησαν τιμαῖς δι’ὧν οὐ μόνον τοὺς ζῶντας, ἀλλὰ καὶ τοὺς ἐπιγενομένους ἐξεκαλέσαντο πρὸς τοὺς ὑπὲρ τῆς πατρίδος καιρούς. — ὅτι μετὰ τὸ συντελεσθῆναι τὴν περὶ τὴν Λάδην ναυμαχίαν καὶ τοὺς μὲν Ῥοδίους ἐκποδὼν γενέσθαι, τὸν δ’Ἄτταλον μηδέπω συμμεμιχέναι, δῆλον ὡς ἐξῆν γε τελεῖν τῷ Φιλίππῳ τὸν εἰς τὴν Ἀλεξάνδρειαν πλοῦν.
16.10.1ἐξ οὗ δὴ καὶ μάλιστ’ἄν τις καταμάθοι τὸ μανιώδη γενόμενον Φίλιππον τοῦτο πρᾶξαι. — τί οὖν ἦν τὸ τῆς ὁρμῆς ἐπιλαβόμενον;
16.10.2οὐδὲν ἕτερον ἀλλ’ἡ φύσις τῶν πραγμάτων.
16.10.3ἐκ πολλοῦ μὲν γὰρ ἐνίοτε πολλοὶ τῶν ἀδυνάτων ἐφίενται διὰ τὸ μέγεθος τῶν προφαινομένων ἐλπίδων, κρατούσης τῆς ἐπιθυμίας τῶν ἑκάστου λογισμῶν ·
16.10.4ὅταν δ’ἐγγίσωσι τοῖς ἔργοις, οὐδενὶ λόγῳ πάλιν ἀφίστανται τῶν προθέσεων, ἐπισκοτούμενοι καὶ παραλογιζόμενοι τοῖς λογισμοῖς διὰ τὴν ἀμηχανίαν καὶ τὴν δυσχρηστίαν τῶν ἀπαντωμένων. — μετὰ ταῦτα δὲ ποιησάμενος ὁ Φίλιππός τινας ἀπράκτους προσβολὰς διὰ τὴν ὀχυρότητα τοῦ πολίσματος αὖθις ἀπεχώρει, πορθῶν τὰ φρούρια καὶ τὰς κατὰ τὴν χώραν συνοικίας.
16.11.2ὅθεν ἀπαλλαττόμενος προσεστρατοπέδευσε τῇ Πρινασσῷ. ταχὺ δὲ γέρρα καὶ τὴν τοιαύτην ἑτοιμάσας παρασκευὴν ἤρξατο πολιορκεῖν διὰ τῶν μετάλλων.
16.11.3οὔσης δ’ἀπράκτου τῆς ἐπιβολῆς αὐτῷ διὰ τὸ πετρώδη τὸν τόπον ὑπάρχειν ἐπινοεῖ τι τοιοῦτον.
16.11.4τὰς μὲν ἡμέρας ψόφον ἐποίει κατὰ γῆς, ὡς ἐνεργουμένων τῶν μετάλλων, τὰς δὲ νύκτας ἔξωθεν ἔφερε χοῦν καὶ παρέβαλλε παρὰ τὰ στόμια τῶν ὀρυγμάτων, ὥστε διὰ τοῦ πλήθους τῆς σωρευομένης γῆς στοχαζομένους καταπλαγεῖς γενέσθαι τοὺς ἐν τῇ πόλει.
16.11.5τὰς μὲν οὖν ἀρχὰς ὑπέμενον οἱ Πρινασσεῖς εὐγενῶς · ἐπεὶ δὲ προσπέμψας ὁ Φίλιππος ἐνεφάνιζε διότι πρὸς δύο πλέθρα τοῦ τείχους αὐτοῖς ἐξήρεισται, καὶ προσεπυνθάνετο πότερα βούλονται λαβόντες τὴν ἀσφάλειαν ἐκχωρεῖν ἢ μετὰ τῆς πόλεως συναπολέσθαι πανδημεί, τῶν ἐρεισμάτων ἐμπρησθέντων, τηνικάδε πιστεύσαντες τοῖς λεγομένοις παρέδοσαν τὴν πόλιν.
16.11.6— ἡ δὲ τῶν Ἰασέων πόλις κεῖται μὲν ἐπὶ τῆς Ἀσίας ἐν τῷ κόλπῳ τῷ μεταξὺ κειμένῳ τοῦ τῆς Μιλησίας Ποσειδίου καὶ τῆς Μυνδίων πόλεως, προσαγορευομένῳ, παρὰ δὲ τοῖς πλείστοις Βαργυλιητικῷ συνωνύμως ταῖς περὶ τὸν μυχὸν αὐτοῦ πόλεσιν ἐκτισμέναις.
16.12.2εὔχονται δὲ τὸ μὲν ἀνέκαθεν Ἀργείων ἄποικοι γεγονέναι, μετὰ δὲ ταῦτα Μιλησίων, ἐπαγαγομένων τῶν προγόνων τὸν Νηλέως υἱὸν τοῦ κτίσαντος Μίλητον διὰ τὴν ἐν τῷ Καρικῷ πολέμῳ γενομένην φθορὰν αὐτῶν. τὸ δὲ μέγεθος τῆς πόλεώς ἐστι δέκα στάδια.
16.12.3καταπεφήμισται δὲ καὶ πεπίστευται παρὰ μὲν τοῖς Βαργυλιήταις διότι τὸ τῆς Κινδυάδος Ἀρτέμιδος ἄγαλμα, καίπερ ὂν ὑπαίθριον, οὔτε νίφεται τὸ παράπαν οὔτε βρέχεται, παρὰ δὲ τοῖς Ἰασεῦσι τὸ τῆς Ἀστιάδος ·
16.12.4καὶ ταῦτά τινες εἰρήκασι καὶ τῶν συγγραφέων.
16.12.5ἐγὼ δὲ πρὸς τὰς τοιαύτας ἀποφάσεις τῶν ἱστοριογράφων οὐκ οἶδ’ὅπως παρ’ὅλην τὴν πραγματείαν ἐναντιούμενος καὶ δυσανασχετῶν διατελῶ.
16.12.6δοκεῖ γάρ μοι τὰ τοιαῦτα παντάπασι παιδικῆς εὐηθείας ὅσα μὴ μόνον τῆς τῶν εὐλόγων ἐκτὸς πίπτει θεωρίας, ἀλλὰ καὶ τῆς τοῦ δυνατοῦ.
16.12.7τὸ γὰρ φάσκειν ἔνια τῶν σωμάτων ἐν φωτὶ τιθέμενα μὴ ποιεῖν σκιὰν ἀπηλγηκυίας ἐστὶ ψυχῆς · ὃ πεποίηκε Θεόπομπος, φήσας τοὺς εἰς τὸ τοῦ Διὸς ἄβατον ἐμβάντας κατ’Ἀρκαδίαν ἀσκίους γίνεσθαι.
16.12.8τούτῳ δὲ παραπλήσιόν ἐστι καὶ τὸ νυνὶ λεγόμενον.
16.12.9ὅσα μὲν οὖν συντείνει πρὸς τὸ διασῴζειν τὴν τοῦ πλήθους εὐσέβειαν πρὸς τὸ θεῖον, δοτέον ἐστὶ συγγνώμην ἐνίοις τῶν συγγραφέων τερατευομένοις καὶ λογοποιοῦσι περὶ τὰ τοιαῦτα · τὸ δ’ὑπεραῖρον οὐ συγχωρητέον.
16.12.10τάχα μὲν οὖν ἐν παντὶ δυσπαράγραφός ἐστιν ἡ ποσότης, οὐ μὴν ἀπαράγραφός γε.
16.12.11διὸ καὶ παρὰ βραχὺ μὲν εἰ καὶ ἀγνοεῖται καὶ ψευδοδοξεῖται, δεδόσθω συγγνώμη, τὸ δ’ὑπεραῖρον ἀθετείσθω κατά γε τὴν ἐμὴν δόξαν.
16.13.1ὅτι κατὰ τὴν Πελοπόννησον τίνα μὲν ἐξ ἀρχῆς προαίρεσιν ἐνεστήσατο Νάβις ὁ τῶν Λακεδαιμονίων τύραννος, καὶ πῶς ἐκβαλὼν τοὺς πολίτας ἠλευθέρωσε τοὺς δούλους καὶ συνῴκισε ταῖς τῶν δεσποτῶν γυναιξὶ καὶ θυγατράσιν, ὁμοίως δὲ καὶ τίνα τρόπον ἀναδείξας τὴν ἑαυτοῦ δύναμιν οἷον ἄσυλον ἱερὸν τοῖς ἢ δι’ἀσέβειαν ἢ πονηρίαν φεύγουσι τὰς ἑαυτῶν πατρίδας ἥθροισε πλῆθος ἀνθρώπων ἀνοσίων εἰς τὴν Σπάρτην, ἐν τοῖς πρὸ τούτων δεδηλώκαμεν.
16.13.3πῶς δὲ καὶ τίνα τρόπον κατὰ τοὺς προειρημένους καιροὺς σύμμαχος ὑπάρχων Αἰτωλοῖς, Ἠλείοις, Μεσσηνίοις, καὶ πᾶσι τούτοις ὀφείλων καὶ κατὰ τοὺς ὅρκους καὶ κατὰ τὰς συνθήκας βοηθεῖν, εἴ τις ἐπ’αὐτοὺς ἴοι, παρ’οὐδὲν ποιησάμενος τὰς προειρημένας πίστεις ἐπεβάλετο παρασπονδῆσαι τὴν τῶν Μεσσηνίων πόλιν, νῦν ἐροῦμεν. — ὅτι φησὶ Πολύβιος ἐπεὶ δέ τινες τῶν τὰς κατὰ μέρος γραφόντων πράξεις γεγράφασι καὶ περὶ τούτων τῶν καιρῶν, ἐν οἷς τάτε κατὰ Μεσσηνίους καὶ τὰ κατὰ τὰς προειρημένας ναυμαχίας συνετελέσθη, βούλομαι βραχέα περὶ αὐτῶν διαλεχθῆναι.
16.14.2ποιήσομαι δ’οὐ πρὸς ἅπαντας, ἀλλ’ὅσους ὑπολαμβάνω μνήμης ἀξίους εἶναι καὶ διαστολῆς · εἰσὶ δ’οὗτοι Ζήνων καὶ Ἀντισθένης οἱ Ῥόδιοι.
16.14.3τούτους δ’ἀξίους εἶναι κρίνω διὰ πλείους αἰτίας. καὶ γὰρ κατὰ τοὺς καιροὺς γεγόνασι καὶ προσέτι πεπολίτευνται καὶ καθόλου πεποίηνται τὴν πραγματείαν οὐκ ὠφελείας χάριν, ἀλλὰ δόξης καὶ τοῦ καθήκοντος ἀνδράσι πολιτικοῖς.
16.14.4τῷ δὲ τὰς αὐτὰς γράφειν ἡμῖν πράξεις ἀναγκαῖόν ἐστι μὴ παρασιωπᾶν, ἵνα μὴ τῷ τῆς πατρίδος ὀνόματι καὶ τῷ δοκεῖν οἰκειοτάτας εἶναι Ῥοδίοις τὰς κατὰ θάλατταν πράξεις, ἡμῶν ἀντιδοξούντων πρὸς αὐτοὺς ἐνίοτε, μᾶλλον ἐπακολουθήσωσιν ἐκείνοις ἤπερ ἡμῖν οἱ φιλομαθοῦντες.
16.14.5οὗτοι τοιγαροῦν ἀμφότεροι πρῶτον μὲν τὴν περὶ Λάδην ναυμαχίαν οὐχ ἥττω τῆς περὶ Χίον, ἀλλ’ἐνεργεστέραν καὶ παραβολωτέραν ἀποφαίνουσι καὶ τῇ κατὰ μέρος τοῦ κινδύνου χρείᾳ καὶ συντελείᾳ καὶ καθόλου φασὶ τὸ νίκημα γεγονέναι κατὰ τοὺς Ῥοδίους.
16.14.6ἐγὼ δὲ διότι μὲν δεῖ ῥοπὰς διδόναι ταῖς αὑτῶν πατρίσι τοὺς συγγραφέας, συγχωρήσαιμ’ἄν, οὐ μὴν τὰς ἐναντίας τοῖς συμβεβηκόσιν ἀποφάσεις ποιεῖσθαι περὶ αὐτῶν.
16.14.7ἱκανὰ γὰρ τὰ κατ’ἄγνοιαν γινόμενα τοῖς γράφουσιν, ἃ διαφυγεῖν ἄνθρωπον δυσχερές ·
16.14.8ἐὰν δὲ κατὰ προαίρεσιν ψευδογραφῶμεν ἢ πατρίδος ἕνεκεν ἢ φίλων ἢ χάριτος, τί διοίσομεν τῶν ἀπὸ τούτου τὸν βίον ποριζομένων;
16.14.9ὥσπερ γὰρ ἐκεῖνοι τῷ λυσιτελεῖ μετροῦντες ἀδοκίμους ποιοῦσι τὰς αὑτῶν συντάξεις, οὕτως οἱ πολιτικοὶ τῷ μισεῖν ἢ τῷ φιλεῖν ἑλκόμενοι πολλάκις εἰς τα- ταὐτὸ τέλος ἐμπίπτουσι τοῖς προειρημένοις.
16.14.10διὸ δεῖ καὶ τοῦτο τὸ μέρος ἐπιμελῶς τοὺς μὲν ἀναγινώσκοντας παρατηρεῖν, τοὺς δὲ γράφοντας αὐτοὺς παραφυλάττεσθαι.
16.15.1δῆλον δ’ἔστι τὸ λεγόμενον ἐκ τῶν ἐνεστώτων. ὁμολογοῦντες γὰρ οἱ προειρημένοι διὰ τῶν κατὰ μέρος ἐν τῇ περὶ Λάδην ναυμαχίᾳ δύο μὲν αὐτάνδρους πεντήρεις τῶν Ῥοδίων ὑποχειρίους γενέσθαι τοῖς πολεμίοις, ἐκ δὲ τοῦ κινδύνου μιᾶς νηὸς ἐπαραμένης τὸν δόλωνα διὰ τὸ τετρωμένην αὐτὴν θαλαττοῦσθαι, πολλοὺς καὶ τῶν ἐγγὺς τὸ παραπλήσιον ποιοῦντας ἀποχωρεῖν πρὸς τὸ πέλαγος, τέλος δὲ μετ’ὀλίγων καταλειφθέντα τὸν ναύαρχον ἀναγκασθῆναι τα- ταὐτὸ τοῖς προειρημένοις πράττειν, καὶ τότε μὲν εἰς τὴν Μυνδίαν ἀπουρώσαντας καθορμισθῆναι, τῇ δ’ἐπαύριον ἀναχθέντας εἰς Κῶ διᾶραι, τοὺς δὲ πολεμίους τὰς πεντήρεις ἐνάψασθαι καὶ καθορμισθέντας ἐπὶ τὴν Λάδην ἐπὶ τῇ ’κείνων στρατοπεδείᾳ ποιήσασθαι τὴν ἔπαυλιν, ἔτι δὲ τοὺς Μιλησίους, καταπλαγέντας τὸ γεγονός, οὐ μόνον τὸν Φίλιππον, ἀλλὰ καὶ τὸν Ἡρακλείδην στεφανῶσαι διὰ τὴν ἔφοδον, ταῦτα δ’εἰρηκότες ἃ προφανῶς ἐστιν ἴδια τῶν ἡττημένων, ὅμως καὶ διὰ τῶν κατὰ μέρος καὶ διὰ τῆς καθολικῆς ἀποφάσεως νικῶντας ἀποφαίνουσι τοὺς Ῥοδίους, καὶ ταῦτα τῆς ἐπιστολῆς ἔτι μενούσης ἐν τῷ πρυτανείῳ τῆς ὑπ’αὐτοὺς τοὺς καιροὺς ὑπὸ τοῦ ναυάρχου πεμφθείσης περὶ τούτων τῇτε βουλῇ καὶ τοῖς πρυτάνεσιν, οὐ ταῖς Ἀντισθένους καὶ Ζήνωνος ἀποφάσεσι συμφωνούσης ἀλλὰ ταῖς ἡμετέραις.
16.16.1ἑξῆς δὲ τοῖς προειρημένοις γράφουσι περὶ τοῦ κατὰ Μεσσηνίους παρασπονδήματος.
16.16.2ἐν ᾧ φησιν ὁ Ζήνων ὁρμήσαντα τὸν Νάβιν ἐκ τῆς. Λακεδαίμονος καὶ διαβάντα τὸν Εὐρώταν ποταμὸν παρὰ τὸν Ὁπλίτην προσαγορευόμενον πορεύεσθαι διὰ τῆς ὁδοῦ τῆς στενῆς παρὰ τὸ Πολιάσιον, ἕως ἐπὶ τοὺς κατὰ Σελλασίαν ἀφίκετο τόπους ·
16.16.3ἐντεῦθεν δ’ἐπὶ Θαλάμας ἐπιβαλόντα κατὰ Φαρὰς παραγενέσθαι πρὸς τὸν Πάμισον ποταμόν.
16.16.4ὑπὲρ ὧν οὐκ οἶδα πῶς χρὴ λέγειν · τοιαύτην γὰρ φύσιν ἔχει τὰ προειρημένα πάντα συλλήβδην ὥστε μηδὲν διαφέρειν τοῦ λέγειν ὅτι ποιησάμενός τις ἐκ Κορίνθου τὴν ὁρμὴν καὶ διαπορευθεὶς τὸν Ἰσθμὸν καὶ συνάψας ταῖς Σκειρωνίσιν εὐθέως ἐπὶ τὴν Κοντοπορίαν ἐπέβαλε καὶ παρὰ τὰς Μυκήνας ἐποιεῖτο τὴν πορείαν εἰς Ἄργος. ταῦτα γὰρ οὐχ οἷον παρὰ μικρόν ἐστιν, ἀλλὰ τὴν ἐναντίαν διάθεσιν ἔχει πρὸς ἄλληλα, καὶ τὰ μὲν κατὰ τὸν Ἰσθμόν ἐστι καὶ τὰς Σκιράδας πρὸς ἀνατολὰς τοῦ Κορίνθου, τὰ δὲ κατὰ τὴν Κοντοπορίαν καὶ Μυκήνας ἔγγιστα πρὸς δύσεις χειμερινάς, ὥστ’εἶναι τελέως ἀδύνατον ἀπὸ τῶν προηγουμένων ἐπιβαλεῖν τοῖς προειρημένοις τόποις.
16.16.7τὸ δ’αὐτὸ καὶ περὶ τοὺς κατὰ τὴν Λακεδαίμονα συμβέβηκεν ·
16.16.8ὁ μὲν γὰρ Εὐρώτας καὶ τὰ περὶ τὴν Σελλασίαν κεῖται τῆς Σπάρτης ὡς πρὸς τὰς θερινὰς ἀνατολάς, τὰ δὲ κατὰ Θαλάμας καὶ Φαρὰς καὶ Πάμισον ὡς πρὸς τὰς χειμερινὰς δύσεις, ὅθεν οὐχ οἷον ἐπὶ τὴν Σελλασίαν, ἀλλ’οὐ δὲ τὸν Εὐρώταν δέον ἐστὶ διαβαίνειν τὸν προτιθέμενον παρὰ Θαλάμας ποιεῖσθαι τὴν πορείαν εἰς τὴν Μεσσηνίαν.
16.17.1πρὸς δὲ τούτοις φησὶ τὴν ἐπάνοδον ἐκ τῆς Μεσσήνης πεποιῆσθαι τὸν Νάβιν κατὰ τὴν πύλην τὴν φέρουσαν ἐπὶ Τεγέαν.
16.17.2τοῦτο δ’ἔστιν ἄλογον · πρόκειται γὰρ τῆς Τεγέας ἡ Μεγάλη πόλις ὡς πρὸς τὴν Μεσσήνην, ὥστ’ἀδύνατον εἶναι καλεῖσθαί τινα πύλην παρὰ τοῖς Μεσσηνίοις ἐπὶ Τεγέαν.
16.17.3ἀλλ’ἔστι παρ’αὐτοῖς πύλη Τεγεᾶτις προσαγορευομένη, καθ’ἣν ἐποιήσατο τὴν ἐπάνοδον Νάβις · ᾧ πλανηθεὶς ἔγγιον ὑπέλαβε τὴν Τεγέαν εἶναι Μεσσηνίων.
16.17.4τὸ δ’ἔστιν οὐ τοιοῦτον, ἀλλ’ἡ Λακωνικὴ καὶ ἡ Μεγαλοπολῖτις χώρα μεταξὺ κεῖται τῆς Μεσσηνίας καὶ Τεγεάτιδος.
16.17.5τὸ δὲ τελευταῖον · φησὶ γὰρ τὸν Ἀλφειὸν ἐκ τῆς πηγῆς εὐθέως κρυφθέντα καὶ πολὺν ἐνεχθέντα τόπον ὑπὸ γῆς ἐκβάλλειν περὶ Λυκόαν τῆς Ἀρκαδίας.
16.17.6ὁ δὲ ποταμὸς οὐ πολὺν τόπον ἀποσχὼν τῆς πηγῆς, καὶ κρυφθεὶς ἐπὶ δέκα στάδια, πάλιν ἐκπίπτει, καὶ τὸ λοιπὸν φερόμενος διὰ τῆς Μεγαλοπολίτιδος τὰς μὲν ἀρχὰς ἐλαφρός, εἶτα λαμβάνων αὔξησιν καὶ διανύσας ἐπιφανῶς πᾶσαν τὴν προειρημένην χώραν ἐπὶ διακοσίους σταδίους γίνεται πρὸς Λυκόαν, ἤδη προσειληφὼς καὶ τὸ τοῦ Λουσίου ῥεῦμα καὶ παντελῶς ἄβατος ὢν καὶ βαρύς.
16.17.8οὐ μὴν ἀλλὰ καὶ πάντα μοι δοκεῖ τὰ προειρημένα διαπτώματα μὲν εἶναι, πρόφασιν δ’ἐπιδέχεσθαι καὶ παραίτησιν · τὰ μὲν γὰρ δι’ἄγνοιαν γέγονε, τὸ δὲ περὶ τὴν ναυμαχίαν διὰ τὴν πρὸς τὴν πατρίδα φιλοστοργίαν.
16.17.9τί τις οὖν εἰκότως ἂν Ζήνωνι μέμψαιτο; διότι τὸ πλεῖον οὐ περὶ τὴν τῶν πραγμάτων ζήτησιν οὐ δὲ περὶ τὸν χειρισμὸν τῆς ὑποθέσεως, ἀλλὰ περὶ τὴν τῆς λέξεως κατασκευὴν ἐσπούδακε, καὶ δῆλός ἐστι πολλάκις ἐπὶ τούτῳ σεμνυνόμενος, καθάπερ καὶ πλείους ἕτεροι τῶν ἐπιφανῶν συγγραφέων;
16.17.10ἐγὼ δὲ φημὶ μὲν δεῖν πρόνοιαν ποιεῖσθαι καὶ σπουδάζειν ὑπὲρ τοῦ δεόντως ἐξαγγέλλειν τὰς πράξεις — δῆλον γὰρ ὡς οὐ μικρά, μεγάλα δὲ συμβάλλεται τοῦτο πρὸς τὴν ἱστορίαν — οὐ μὴν ἡγεμονικώτατόν γε καὶ πρῶτον αὐτὸ παρὰ τοῖς μετρίοις ἀνδράσι τίθεσθαι ·
16.17.11πολλοῦ γε δεῖν · ἄλλα γὰρ ἂν εἴη καλλίω μέρη τῆς ἱστορίας, ἐφ’οἷς ἂν μᾶλλον σεμνυνθείη πολιτικὸς ἀνήρ.
16.18.1ὃ δὲ λέγειν βούλομαι, γένοιτ’ἂν οὕτω μάλιστα καταφανές.
16.18.2ἐξηγούμενος γὰρ ὁ προειρημένος συγγραφεὺς τήντε Γάζης πολιορκίαν καὶ τὴν γενομένην παράταξιν Ἀντιόχου πρὸς Σκόπαν ἐν Κοίλῃ Συρίᾳ περὶ τὸ Πάνιον, περὶ μὲν τὴν τῆς λέξεως κατασκευὴν δῆλός ἐστιν ἐπὶ τοσοῦτον ἐσπουδακὼς ὡς ὑπερβολὴν τερατείας μὴ καταλιπεῖν τοῖς τὰς ἐπιδεικτικὰς καὶ πρὸς ἔκπληξιν τῶν πολλῶν συντάξεις ποιουμένοις, τῶν γε μὴν πραγμάτων ἐπὶ τοσοῦτον ὠλιγώρηκεν ὥστε πάλιν ἀνυπέρβλητον εἶναι τὴν εὐχέρειαν καὶ τὴν ἀπειρίαν τοῦ συγγραφέως.
16.18.4προθέμενος γὰρ πρώτην διασαφεῖν τὴν τῶν περὶ τὸν Σκόπαν ἔκταξιν, τῷ μὲν δεξιῷ κέρατί φησι τῆς ὑπωρείας ἔχεσθαι τὴν φάλαγγα μετ’ὀλίγων ἱππέων, τὸ δ’εὐώνυμον αὐτῆς καὶ τοὺς ἱππεῖς πάντας τοὺς ἐπὶ τούτου τεταγμένους ἐν τοῖς ἐπιπέδοις κεῖσθαι.
16.18.5τὸν δ’Ἀντίοχον ἐπὶ μὲν τὴν ἑωθινὴν ἐκπέμψαι φησὶ τὸν πρεσβύτερον υἱὸν Ἀντίοχον ἔχοντα μέρος τι τῆς δυνάμεως, ἵνα προκαταλάβηται τῆς ὀρεινῆς τοὺς ὑπερκειμένους τῶν πολεμίων τόπους, τὴν δὲ λοιπὴν δύναμιν ἅμα τῷ φωτὶ διαβιβάσαντα τὸν ποταμὸν τὸν μεταξὺ τῶν στρατοπέδων ἐν τοῖς ἐπιπέδοις ἐκτάττειν, τιθέντα τοὺς μὲν φαλαγγίτας ἐπὶ μίαν εὐθεῖαν κατὰ μέσην τὴν τῶν πολεμίων τάξιν, τῶν δ’ἱππέων τοὺς μὲν ἐπὶ τὸ λαιὸν κέρας τῆς φάλαγγος, τοὺς δ’ἐπὶ τὸ δεξιόν, ἐν οἷς εἶναι καὶ τὴν κατάφρακτον ἵππον, ἧς ἡγεῖτο πάσης ὁ νεώτερος Ἀντίοχος τῶν υἱῶν.
16.18.7μετὰ δὲ ταῦτά φησι τὰ θηρία προτάξαι τῆς φάλαγγος ἐν διαστήματι καὶ τοὺς μετ’Ἀντιπάτρου Ταραντίνους, τὰ δὲ μεταξὺ τῶν θηρίων πληρῶσαι τοῖς τοξόταις καὶ σφενδονήταις, αὐτὸν δὲ μετὰ τῆς ἑταιρικῆς ἵππου καὶ τῶν ὑπασπιστῶν κατόπιν ἐπιστῆναι τοῖς θηρίοις.
16.18.8ταῦτα δ’ὑποθέμενος, τὸν μὲν νεώτερον Ἀντίοχόν φησιν, ὃν ἐν τοῖς ἐπιπέδοις ἔθηκε κατὰ τὸ λαιὸν τῶν πολεμίων ἔχοντα τὴν κατάφρακτον ἵππον, τοῦτον ἐκ τῆς ὀρεινῆς ἐπενεχθέντα τρέψασθαι τοὺς ἱππέας τοὺς περὶ τὸν Πτολεμαῖον τὸν Ἀερόπου καὶ καταδιώκειν, ὃς ἐτύγχανε τοῖς Αἰτωλοῖς ἐπιτεταγμένος ἐν τοῖς ἐπιπέδοις ἐπὶ τῶν εὐωνύμων, τὰς δὲ φάλαγγας, ἐπεὶ συνέβαλλον ἀλλήλαις, μάχην ποιεῖν ἰσχυράν.
16.18.10ὅτι δὲ συμβαλεῖν ἀδύνατον ἦν τῶν θηρίων καὶ τῶν ἱππέων καὶ τῶν εὐζώνων προτεταγμένων, τοῦτ’οὐκέτι συνορᾷ.
16.19.1μετὰ δὲ ταῦτά φησι καταπροτερουμένην τὴν φάλαγγα ταῖς εὐχειρίαις καὶ πιεζομένην ὑπὸ τῶν Αἰτωλῶν ἀναχωρεῖν ἐπὶ πόδα, τὰ δὲ θηρία τοὺς ἐγκλίνοντας ἐκδεχόμενα καὶ συμπίπτοντα τοῖς πολεμίοις μεγάλην παρέχεσθαι χρείαν.
16.19.2πῶς δὲ ταῦτα γέγονεν ὀπίσω τῆς φάλαγγος οὐ ῥᾴδιον καταμαθεῖν, ἢ πῶς γενόμενα παρείχετο χρείαν μεγάλην ·
16.19.3ὅτε γὰρ ἅπαξ αἱ φάλαγγες συνέπεσον ἀλλήλαις, οὐκέτι δυνατὸν ἦν κρῖναι τὰ θηρία τίς τῶν ὑποπιπτόντων φίλιος ἢ πολέμιός ἐστι.
16.19.4πρὸς δὲ τούτοις φησὶ τοὺς Αἰτωλῶν ἱππέας δυσχρηστεῖσθαι κατὰ τὸν κίνδυνον διὰ τὴν ἀσυνήθειαν τῆς τῶν θηρίων φαντασίας.
16.19.5ἀλλ’οἱ μὲν ἐπὶ τοῦ δεξιοῦ ταχθέντες ἐξ ἀρχῆς ἀκέραιοι διέμενον, ὡς αὐτός φησι · τὸ δὲ λοιπὸν πλῆθος τῶν ἱππέων τὸ μερισθὲν ἐπὶ τὸ λαιὸν ἐπεφεύγει πᾶν ὑπὸ τῶν περὶ τὸν Ἀντίοχον ἡττημένον.
16.19.6ποῖον οὖν μέρος τῶν ἱππέων ἦν κατὰ μέσην τὴν φάλαγγα τὸ τοὺς ἐλέφαντας ἐκπληττόμενον;
16.19.7ποῦ δ’ὁ βασιλεὺς γέγονεν, ἢ τίνα παρέσχηται χρείαν ἐν τῇ μάχῃ, τὸ κάλλιστον σύστημα περὶ αὑτὸν ἐσχηκὼς καὶ τῶν πεζῶν καὶ τῶν ἱππέων; ἁπλῶς γὰρ οὐδὲν εἴρηται περὶ τούτων.
16.19.8ποῦ δ’ὁ πρεσβύτερος τῶν υἱῶν Ἀντίοχος ὁ μετὰ μέρους τινὸς τῆς δυνάμεως προκαταλαβόμενος τοὺς ὑπερδεξίους τόπους;
16.19.9οὗτος μὲν γὰρ οὐ δ’εἰς τὴν στρατοπεδείαν ἀνακεχώρηκεν αὐτῷ μετὰ τὴν μάχην. εἰκότως · δύο γὰρ Ἀντιόχους ὑπέθετο τοῦ βασιλέως υἱούς, ὄντος ἑνὸς τοῦ τότε συνεστρατευμένου.
16.19.10πῶς δ’ὁ Σκόπας ἅμα μὲν αὐτῷ πρῶτος, ἅμα δ’ἔσχατος ἀναλέλυκεν ἐκ τοῦ κινδύνου; φησὶ γὰρ αὐτὸν ἰδόντα τοὺς περὶ τὸν νεώτερον Ἀντίοχον ἐκ τοῦ διώγματος ἐπιφαινομένους κατὰ νώτου τοῖς φαλαγγίταις, καὶ διὰ τοῦτο τὰς τοῦ νικᾶν ἐλπίδας ἀπογνόντα, ποιεῖσθαι τὴν ἀποχώρησιν ·
16.19.11μετὰ δὲ ταῦτα συστῆναι τὸν μέγιστον κίνδυνον, κυκλωθείσης τῆς φάλαγγος ὑπότε τῶν θηρίων καὶ τῶν ἱππέων, καὶ τελευταῖον ἀποχωρῆσαι τὸν Σκόπαν ἀπὸ τοῦ κινδύνου.
16.20.1ταῦτα δέ μοι δοκεῖ, καὶ καθόλου τὰ τοιαῦτα τῶν ἀλογημάτων, πολλὴν ἐπιφέρειν αἰσχύνην τοῖς συγγραφεῦσι.
16.20.2διὸ δεῖ μάλιστα μὲν πειρᾶσθαι πάντων κρατεῖν τῶν τῆς ἱστορίας μερῶν · καλὸν γάρ · εἰ δὲ μὴ τοῦτο δυνατόν, τῶν ἀναγκαιοτάτων καὶ τῶν μεγίστων ἐν αὐτῇ πλείστην ποιεῖσθαι πρόνοιαν. ταῦτα μὲν οὖν προήχθην εἰπεῖν, θεωρῶν νῦν, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν καὶ ἐπιτηδευμάτων, τὸ μὲν ἀληθινὸν καὶ πρὸς τὴν χρείαν ἀνῆκον ἐν ἑκάστοις ἐπισεσυρμένον, τὸ δὲ πρὸς ἀλαζονείαν καὶ φαντασίαν ἐπαινούμενον καὶ ζηλούμενον, ὡς μέγα τι καὶ θαυμάσιον, ὃ καὶ τὴν κατασκευὴν ἔχει ῥᾳδιεστέραν καὶ τὴν εὐδόκησιν ὀλιγοδεεστέραν, καθάπερ αἱ λοιπαὶ τῶν γραφῶν.
16.20.5περὶ δὲ τῆς τῶν τόπων ἀγνοίας τῶν κατὰ τὴν Λακωνικὴν διὰ τὸ μεγάλην εἶναι τὴν παράπτωσιν οὐκ ὤκνησα γράψαι καὶ πρὸς αὐτὸν Ζήνωνα, κρίνων καλὸν εἶναι τὸ μὴ τὰς τῶν πέλας ἁμαρτίας ἴδια προτερήματα νομίζειν, καθάπερ ἔνιοι ποιεῖν εἰώθασιν, ἀλλὰ μὴ μόνον τῶν ἰδίων ὑπομνημάτων, ἀλλὰ καὶ τῶν ἀλλοτρίων, καθ’ὅσον οἷοίτ’ἐσμέν, ποιεῖσθαι πρόνοιαν καὶ διόρθωσιν χάριν τῆς κοινῆς ὠφελείας.
16.20.7ὁ δὲ λαβὼν τὴν ἐπιστολήν, καὶ γνοὺς ἀδύνατον οὖσαν τὴν μετάθεσιν διὰ τὸ προεκδεδωκέναι τὰς συντάξεις, ἐλυπήθη μὲν ὡς ἔνι μάλιστα, ποιεῖν δ’οὐδὲν εἶχε, τήν γε μὴν ἡμετέραν αἵρεσιν ἀπεδέξατο φιλοφρόνως.
16.20.8ὃ δὴ κα- κἂν ἐγὼ παρακαλέσαιμι περὶ αὑτοῦ τοὺς καθ’ἡμᾶς καὶ τοὺς ἐπιγινομένους, ἐὰν μὲν κατὰ πρόθεσιν εὑρισκώμεθά που κατὰ τὴν πραγματείαν διαψευδόμενοι καὶ παρορῶντες τὴν ἀλήθειαν, ἀπαραιτήτως ἐπιτιμᾶν, ἐὰν δὲ κατ’ἄγνοιαν, συγγνώμην ἔχειν, καὶ μάλιστα πάντων ἡμῖν διὰ τὸ μέγεθος τῆς συντάξεως καὶ διὰ τὴν καθόλου περιβολὴν τῶν πραγμάτων.
16.21.1ὅτι ὁ Τληπόλεμος ὁ τὰ τῆς βασιλείας τῶν Αἰγυπτίων πράγματα μεταχειριζόμενος ἦν μὲν κατὰ τὴν ἡλικίαν νέος καὶ κατὰ τὸ συνεχὲς ἐν στρατιωτικῷ βίῳ διεγεγόνει μετὰ φαντασίας, ἦν δὲ καὶ τῇ φύσει μετέωρος καὶ φιλόδοξος, καὶ καθόλου πολλὰ μὲν εἰς πραγμάτων λόγον ἀγαθὰ προσεφέρετο, πολλὰ δὲ καὶ κακά.
16.21.3στρατηγεῖν μὲν γὰρ ἐν τοῖς ὑπαίθροις καὶ χειρίζειν πολεμικὰς πράξεις δυνατὸς ἦν, καὶ ἀνδρώδης ὑπῆρχε τῇ φύσει, καὶ πρὸς τὰς στρατιωτικὰς ὁμιλίας εὐφυῶς διέκειτο ·
16.21.4πρὸς δὲ ποικίλων πραγμάτων χειρισμόν, δεόμενον ἐπιστάσεως καὶ νήψεως, καὶ πρὸς φυλακὴν χρημάτων καὶ καθόλου τὴν περὶ τὸ λυσιτελὲς οἰκονομίαν, ἀφυέστατος ὑπῆρχε πάντων.
16.21.5ᾗ καὶ ταχέως οὐ μόνον ἔσφηλεν, ἀλλὰ καὶ τὴν βασιλείαν ἠλάττωσε.
16.21.6παραλαβὼν γὰρ τὴν τῶν χρημάτων ἐξουσίαν, τὸ μὲν πλεῖστον μέρος τῆς ἡμέρας κατέτριβε σφαιρομαχῶν καὶ πρὸς τὰ μειράκια διαμιλλώμενος ἐν τοῖς ὅπλοις, ἀπὸ δὲ τούτων γινόμενος εὐθέως πότους συνῆγε καὶ τὸ πλεῖον μέρος τοῦ βίου περὶ ταῦτα καὶ σὺν τούτοις εἶχε τὴν διατριβήν.
16.21.8ὃν δέ ποτε χρόνον τῆς ἡμέρας ἀπεμέριζε πρὸς ἐντεύξεις, ἐν τούτῳ διεδίδου, μᾶλλον δ’, εἰ δεῖ τὸ φαινόμενον εἰπεῖν, διερρίπτει τὰ βασιλικὰ χρήματα τοῖς ἀπὸ τῆς Ἑλλάδος παραγεγονόσι πρεσβευταῖς καὶ τοῖς περὶ τὸν Διόνυσον τεχνίταις, μάλιστα δὲ τοῖς περὶ τὴν αὐλὴν ἡγεμόσι καὶ στρατιώταις.
16.21.9καθόλου γὰρ ἀνανεύειν οὐκ ᾔδει, τῷ δὲ πρὸς χάριν ὁμιλήσαντι πᾶν ἐξ ἑτοίμου τὸ φανὲν ἐδίδου.
16.21.10τὸ λοιπὸν ηὐξάνετο τὸ κακόν, ἐξ αὑτοῦ λαμβάνον τὴν ἐπίδοσιν.
16.21.11πᾶς γὰρ ὁ παθὼν εὖ παρὰ τὴν προσδοκίαν καὶ τοῦ γεγονότος χάριν καὶ τοῦ μέλλοντος ὑπερεβάλλετο ταῖς τῶν λόγων εὐχαριστίαις ·
16.21.12ὁ δὲ πυνθανόμενος τὸν γινόμενον ἐκ πάντων ἔπαινον ὑπὲρ αὑτοῦ καὶ τὰς ἐν τοῖς πότοις ἐπιχύσεις, ἔτι δὲ τὰς ἐπιγραφὰς καὶ τὰ διὰ τῶν ἀκροαμάτων εἰς αὑτὸν ᾀδόμενα παίγνια καθ’ὅλην τὴν πόλιν, εἰς τέλος ἐχαυνοῦτο καὶ μᾶλλον ἀεὶ καὶ μᾶλλον ἐξετυφοῦτο, καὶ προχειρότερος ἐγίνετο πρὸς τὰς ξενικὰς καὶ στρατιωτικὰς χάριτας.
16.22.1ἐφ’οἷς οἱ περὶ τὴν αὐλὴν ἀσχάλλοντες πάντα παρεσημαίνοντο καὶ βαρέως αὐτοῦ τὴν αὐθάδειαν ὑπέφερον, τὸν δὲ Σωσίβιον ἐκ παραθέσεως ἐθαύμαζον.
16.22.2ἐδόκει γὰρ οὗτος τοῦτε βασιλέως προεστάναι φρονιμώτερον ἢ κατὰ τὴν ἡλικίαν, τήντε πρὸς τοὺς ἐκτὸς ἀπάντησιν ἀξίαν ποιεῖσθαι τῆς ἐγκεχειρισμένης αὐτῷ πίστεως · αὕτη δ’ἦν ἡ σφραγὶς καὶ τὸ τοῦ βασιλέως σῶμα.
16.22.3κατὰ δὲ τὸν καιρὸν τοῦτον ἀνακομιζόμενος ἥκει παρὰ τοῦ Φιλίππου Πτολεμαῖος ὁ Σωσιβίου.
16.22.4καὶ πρὶν μὲν οὖν ἐκ τῆς Ἀλεξανδρείας ἐκπλεῦσαι πλήρης ἦν τύφου διάτε τὴν ἰδίαν φύσιν καὶ διὰ τὴν προσγεγενημένην ἐκ τοῦ πατρὸς εὐκαιρίαν ·
16.22.5ὡς δὲ καταπλεύσας εἰς τὴν Μακεδονίαν συνέμιξε τοῖς περὶ τὴν αὐλὴν νεανίσκοις, ὑπολαβὼν εἶναι τὴν Μακεδόνων ἀνδρείαν ἐν τῇ τῆς ὑποδέσεως καὶ τῇ τῆς ἐσθῆτος διαφορᾷ, παρῆν ταῦτα πάντ’ἐζηλωκὼς καὶ πεπεισμένος αὑτὸν μὲν ἄνδρα γεγονέναι διὰ τὴν ἐκδημίαν καὶ διὰ τὸ Μακεδόσιν ὡμιληκέναι, τοὺς δὲ κατὰ τὴν Ἀλεξάνδρειαν ἀνδράποδα καὶ βλᾶκας διαμένειν.
16.22.6διόπερ εὐθέως ἐζηλοτύπει καὶ παρετρίβετο πρὸς τὸν Τληπόλεμον.
16.22.7πάντων δ’αὐτῷ συγκατατιθεμένων τῶν περὶ τὴν αὐλὴν διὰ τὸ τὸν Τληπόλεμον καὶ τὰ πράγματα καὶ τὰ χρήματα μὴ ὡς ἐπίτροπον, ἀλλ’ὡς κληρονόμον χειρίζειν, ταχέως ηὐξήθη τὰ τῆς διαφορᾶς.
16.22.8καθ’ὃν καιρὸν ὁ Τληπόλεμος, προσπιπτόντων αὐτῷ λόγων δυσμενικῶν ἐκ τῆς τῶν αὐλικῶν παρατηρήσεως καὶ κακοπραγμοσύνης, τὰς μὲν ἀρχὰς παρήκουε καὶ κατεφρόνει τῶν λεγομένων.
16.22.9ὡς δέ ποτε καὶ κοινῇ συνεδρεύσαντες ἐτόλμησαν ἐν τῷ μέσῳ καταμέμφεσθαι τὸν Τληπόλεμον, ὡς κακῶς χειρίζοντα τὰ κατὰ τὴν βασιλείαν, οὐ παρόντος αὐτοῦ, τότε δὴ παροξυνθεὶς συνῆγε τὸ συνέδριον καὶ παρελθὼν ἐκείνους μὲν ἔφη λάθρᾳ καὶ κατ’ἰδίαν ποιεῖσθαι κατ’αὐτοῦ τὰς διαβολάς, αὐτὸς δ’ἔκρινε κοινῇ καὶ κατὰ πρόσωπον αὐτῶν ποιήσασθαι τὴν κατηγορίαν.
16.22.10— ὅτι μετὰ τὴν δημηγορίαν ἔλαβε καὶ τὴν σφραγῖδα παρὰ Σωσιβίου, καὶ ταύτην παρειληφὼς ὁ Τληπόλεμος λοιπὸν ἤδη πάντα τὰ πράγματα κατὰ τὴν αὑτοῦ προαίρεσιν ἔπραττεν.
16.22a.1ὅτι Ἀντιόχου τοῦ βασιλέως τὴν τῶν Γαζαίων πόλιν πορθήσαντος φησὶν ὁ Πολύβιος ·
16.22a.2ἐμοὶ δὲ καὶ δίκαιον ἅμα καὶ πρέπον εἶναι δοκεῖ τὸ τοῖς Γαζαίοις ἀποδοῦναι τὴν καθήκουσαν μαρτυρίαν.
16.22a.3οὐδὲν γὰρ διαφέροντες ἀνδρείᾳ τῶν κατὰ Κοίλην Συρίαν πρὸς τὰς πολεμικὰς πράξεις, ἐν κοινωνίᾳ πραγμάτων καὶ τῷ τηρεῖν τὴν πίστιν πολὺ διαφέρουσι καὶ συλλήβδην ἀνυπόστατον ἔχουσι τὴν τόλμαν.
16.22a.4κατὰ γὰρ τὴν Περσῶν ἔφοδον ἐκπλαγέντων τῶν ἄλλων διὰ τὸ μέγεθος τῆς δυναστείας, καὶ πάντων ἐγχειρισάντων σφᾶς αὐτοὺς καὶ τὰς πατρίδας Μήδοις, μόνοι τὸ δεινὸν ὑπέμειναν πάντες, τὴν πολιορκίαν ἀναδεξάμενοι.
16.22a.5κατὰ δὲ τὴν Ἀλεξάνδρου παρουσίαν οὐ μόνον τῶν ἄλλων παραδεδωκότων αὑτούς, ἀλλὰ καὶ Τυρίων ἐξηνδραποδισμένων μετὰ βίας, καὶ σχεδὸν ἀνελπίστου τῆς σωτηρίας ὑπαρχούσης τοῖς ἐναντιουμένοις πρὸς τὴν ὁρμὴν καὶ βίαν τὴν Ἀλεξάνδρου, μόνοι τῶν κατὰ Συρίαν ὑπέστησαν καὶ πάσας ἐξήλεγξαν τὰς ἐλπίδας.
16.22a.6τὸ δὲ παραπλήσιον ἐποίησαν καὶ κατὰ τοὺς ἐνεστῶτας καιρούς · οὐδὲν γὰρ ἀπέλειπον τῶν ἐνδεχομένων, σπουδάζοντες διαφυλάξαι τὴν πρὸς τὸν Πτολεμαῖον πίστιν.
16.22a.7διὸ καθάπερ καὶ κατ’ἰδίαν ἐπισημαινόμεθα τοὺς ἀγαθοὺς ἄνδρας ἐν τοῖς ὑπομνήμασι, τὸν αὐτὸν τρόπον χρὴ καὶ κοινῇ τῶν πόλεων τὴν ἐπ’ἀγαθῷ ποιήσασθαι μνήμην, ὅσαι τῶν καλῶν ἐκ παραδόσεώς τι καὶ προθέσεως πράττειν εἰώθασιν.
16.23.1Πόπλιος δὲ Σκιπίων ἧκεν ἐκ Λιβύης οὐ πολὺ κατόπιν τῶν προειρημένων καιρῶν.
16.23.2οὔσης δὲ τῆς προσδοκίας τῶν πολλῶν ἀκολούθου τῷ μεγέθει τῶν πράξεων, μεγάλην εἶναι συνέβαινε καὶ τὴν φαντασίαν περὶ τὸν ἄνδρα καὶ τὴν τοῦ πλήθους εὔνοιαν πρὸς αὐτόν.
16.23.3καὶ τοῦτ’εἰκότως ἐκ τῶν κατὰ λόγον ἐγίνετο καὶ καθηκόντως ·
16.23.4οὐδέποτε γὰρ ἂν ἐλπίσαντες Ἀννίβαν ἐκβαλεῖν ἐξ Ἰταλίας οὐ δ’ἀποτρίψασθαι τὸν ὑπὲρ αὑτῶν καὶ τῶν ἀναγκαίων κίνδυνον, τότε δοκοῦντες ἤδη βεβαίως οὐ μόνον ἐκτὸς γεγονέναι παντὸς φόβου καὶ πάσης περιστάσεως, ἀλλὰ καὶ κρατεῖν τῶν ἐχθρῶν, ὑπερβολὴν οὐ κατέλιπον χαρᾶς. ὡς δὲ καὶ τὸν θρίαμβον εἰσῆγε, τότε καὶ μᾶλλον ἔτι διὰ τῆς τῶν εἰσαγομένων ἐνεργείας μιμνησκόμενοι τῶν προγεγονότων κινδύνων ἐκπαθεῖς ἐγίνοντο κατάτε τὴν πρὸς θεοὺς εὐχαριστίαν καὶ κατὰ τὴν πρὸς τὸν αἴτιον τῆς τηλικαύτης μεταβολῆς εὔνοιαν.
16.23.6καὶ γὰρ ὁ Σόφαξ ὁ τῶν Μασαισυλίων βασιλεὺς ἤχθη τότε διὰ τῆς πόλεως ἐν τῷ θριάμβῳ μετὰ τῶν αἰχμαλώτων · ὃς καὶ μετά τινα χρόνον ἐν τῇ φυλακῇ τὸν βίον μετήλλαξε.
16.23.7τούτων δὲ συντελεσθέντων οἱ μὲν ἐν τῇ Ῥώμῃ κατὰ τὸ συνεχὲς ἐπὶ πολλὰς ἡμέρας ἀγῶνας ἦγον καὶ πανηγύρεις ἐπιφανῶς, χορηγὸν ἔχοντες εἰς ταῦτα τὴν Σκιπίωνος μεγαλοψυχίαν.
16.24.1ὅτι Φίλιππος ὁ βασιλεὺς τοῦ χειμῶνος ἤδη καταρχομένου, καθ’ὃν Πόπλιος Σολπίκιος ὕπατος κατεστάθη ἐν Ῥώμῃ, ποιούμενος τὴν διατριβὴν ἐν τοῖς Βαργυλίοις, θεωρῶν καὶ τοὺς Ῥοδίους καὶ τὸν Ἄτταλον οὐχ οἷον διαλύοντας τὸ ναυτικόν, ἀλλὰ καὶ προσπληροῦντας ναῦς καὶ φιλοτιμότερον προσκειμένους ταῖς φυλακαῖς, δυσχρήστως διέκειτο καὶ πολλὰς καὶ ποικίλας εἶχε περὶ τοῦ μέλλοντος ἐπινοίας.
16.24.2ἅμα μὲν γὰρ ἠγωνία τὸν ἐκ τῶν Βαργυλίων ἔκπλουν καὶ προεωρᾶτο τὸν κατὰ θάλατταν κίνδυνον, ἅμα δὲ τοῖς κατὰ τὴν Μακεδονίαν πράγμασι διαπιστῶν οὐδαμῶς ἐβούλετο παραχειμάζειν κατὰ τὴν Ἀσίαν, φοβούμενος μὲν οὖν καὶ τοὺς Αἰτωλοὺς καὶ τοὺς Ῥωμαίους ·
16.24.3καὶ γὰρ οὐ δ’ἠγνόει τὰς ἐξαποστελλομένας κατ’αὐτοῦ πρεσβείας εἰς Ῥώμην, διόπερ πέρας ἔχει τὰ κατὰ τὴν Λιβύην.
16.24.4ἐξ ὧν ἐδυσχρηστεῖτο μὲν ὑπερβαλλόντως, ἠναγκάζετο δὲ κατὰ τὸ παρὸν ἐπιμένων αὐτοῦ, τὸ δὴ λεγόμενον, λύκου βίον ζῆν.
16.24.5παρ’ὧν μὲν γὰρ ἁρπάζων καὶ κλέπτων, τοὺς δ’ἀποβιαζόμενος, ἐνίους δὲ παρὰ φύσιν αἰκάλλων διὰ τὸ λιμώττειν αὐτῷ τὸ στράτευμα, ποτὲ μὲν ἐσιτεῖτο κρέα, ποτὲ δὲ σῦκα, ποτὲ δὲ σιτάρια βραχέα παντελῶς ·
16.24.6ὧν τινὰ μὲν αὐτῷ Ζεῦξις ἐχορήγει, τὰ δὲ Μυλασεῖς καὶ Ἀλαβανδεῖς καὶ Μάγνητες, οὕς, ὁπότε μέν τι δοῖεν, ἔσαινεν, ὅτε δὲ μὴ δοῖεν, ὑλάκτει καὶ ἐπεβούλευεν αὐτοῖς.
16.24.7τέλος ἐπὶ τὴν Μυλασέων πόλιν πράξεις συνεστήσατο διὰ Φιλοκλέους, ἐσφάλη δὲ διὰ τὴν ἀλογίαν τῆς ἐπιβολῆς.
16.24.8τὴν δ’Ἀλαβανδέων χώραν ὡς πολεμίαν κατέφθειρε, φήσας ἀναγκαῖον εἶναι πορίζειν τῷ στρατεύματι τὰ πρὸς τὴν τροφήν. — Πολύβιος δ’ὁ Μεγαλοπολίτης ἐν τῇ ιϚʹ τῶν ἱστοριῶν “Φίλιππος” φησὶν “ὁ Περσέως πατήρ, ὅτε τὴν Ἀσίαν κατέτρεχεν, ἀπορῶν τροφῶν τοῖς στρατιώταις παρὰ Μαγνήτων, ἐπεὶ σῖτον οὐκ εἶχον, σῦκα ἔλαβε.
16.24.9διὸ καὶ Μυοῦντος κυριεύσας τοῖς Μάγνησιν ἐχαρίσατο τὸ χωρίον ἀντὶ τῶν σύκων”. — ὅτι ὁ τῶν Ἀθηναίων δῆμος ἐξέπεμπε πρεσβευτὰς πρὸς Ἄτταλον τὸν βασιλέα τοὺς ἅμα μὲν εὐχαριστήσοντας ἐπὶ τοῖς γεγονόσιν, ἅμα δὲ παρακαλέσοντας αὐτὸν ἐλθεῖν Ἀθήναζε χάριν τοῦ συνδιαλαβεῖν περὶ τῶν ἐνεστώτων.
16.25.2ὁ δὲ βασιλεὺς μετά τινας ἡμέρας πυθόμενος καταπεπλευκέναι Ῥωμαίων πρεσβευτὰς εἰς τὸν Πειραιᾶ, καὶ νομίζων ἀναγκαῖον εἶναι τὸ συμμῖξαι τούτοις, ἀνήχθη κατὰ σπουδήν.
16.25.3ὁ δὲ τῶν Ἀθηναίων δῆμος γνοὺς τὴν παρουσίαν αὐτοῦ μεγαλομερῶς ἐψηφίσατο περὶ τῆς ἀπαντήσεως καὶ τῆς ὅλης ἀποδοχῆς τοῦ βασιλέως.
16.25.4Ἄτταλος δὲ καταπλεύσας εἰς τὸν Πειραιᾶ τὴν μὲν πρώτην ἡμέραν ἐχρημάτισε τοῖς ἐκ τῆς Ῥώμης πρεσβευταῖς, θεωρῶν δ’αὐτοὺς καὶ τῆς προγεγενημένης κοινοπραγίας μνημονεύοντας καὶ πρὸς τὸν κατὰ τοῦ Φιλίππου πόλεμον ἑτοίμους ὄντας περιχαρὴς ἦν.
16.25.5τῇ δ’ἐπαύριον ἅμα τοῖς Ῥωμαίοις καὶ τοῖς τῶν Ἀθηναίων ἄρχουσιν ἀνέβαινεν εἰς ἄστυ μετὰ μεγάλης προστασίας · οὐ γὰρ μόνον οἱ τὰς ἀρχὰς ἔχοντες μετὰ τῶν ἱππέων, ἀλλὰ καὶ πάντες οἱ πολῖται μετὰ τῶν τέκνων καὶ γυναικῶν ἀπήντων αὐτοῖς.
16.25.6ὡς δὲ συνέμιξαν, τοιαύτη παρὰ τῶν πολλῶν ἐγένετο κατὰ τὴν ἀπάντησιν φιλανθρωπία πρόςτε Ῥωμαίους καὶ ἔτι μᾶλλον πρὸς τὸν Ἄτταλον ὥσθ’ὑπερβολὴν μὴ καταλιπεῖν. ἐπεὶ δ’εἰσῄει κατὰ τὸ Δίπυλον, ἐξ ἑκατέρου τοῦ μέρους παρέστησαν τὰς ἱερείας καὶ τοὺς ἱερεῖς.
16.25.7μετὰ δὲ ταῦτα πάντας μὲν τοὺς ναοὺς ἀνέῳξαν, ἐπὶ δὲ πᾶσι θύματα τοῖς βωμοῖς παραστήσαντες ἠξίωσαν αὐτὸν θῦσαι.
16.25.8τὸ δὲ τελευταῖον ἐψηφίσαντο τιμὰς τηλικαύτας ἡλίκας οὐδενὶ ταχέως τῶν πρότερον εἰς αὐτοὺς εὐεργετῶν γεγονότων ·
16.25.9πρὸς γὰρ τοῖς ἄλλοις καὶ φυλὴν ἐπώνυμον ἐποίησαν Ἀττάλῳ, καὶ κατένειμαν αὐτὸν εἰς τοὺς ἐπωνύμους τῶν ἀρχηγετῶν.
16.26.1μετὰ δὲ ταῦτα συναγαγόντες ἐκκλησίαν ἐκάλουν τὸν προειρημένον.
16.26.2παραιτουμένου δὲ καὶ φάσκοντος εἶναι φορτικὸν τὸ κατὰ πρόσωπον εἰσελθόντα διαπορεύεσθαι τὰς εὐεργεσίας τὰς αὑτοῦ τοῖς εὖ πεπονθόσι, τῆς εἰσόδου παρῆκαν, γράψαντα δ’αὐτὸν ἠξίουν ἐκδοῦναι περὶ ὧν ὑπολαμβάνει συμφέρειν πρὸς τοὺς ἐνεστῶτας καιρούς.
16.26.4τοῦ δὲ πεισθέντος καὶ γράψαντος εἰσήνεγκαν τὴν ἐπιστολὴν οἱ προεστῶτες.
16.26.5ἦν δὲ τὰ κεφάλαια τῶν γεγραμμένων ἀνάμνησις τῶν πρότερον ἐξ αὐτοῦ γεγονότων εὐεργετημάτων εἰς τὸν δῆμον, ἐξαρίθμησις τῶν πεπραγμένων αὐτῷ πρὸς Φίλιππον κατὰ τοὺς ἐνεστῶτας καιρούς, τελευταία δὲ παράκλησις εἰς τὸν κατὰ Φιλίππου πόλεμον, καὶ διορκισμός, ὡς ἐὰν μὴ νῦν ἕλωνται συνεμβαίνειν εὐγενῶς εἰς τὴν ἀπέχθειαν ἅμα Ῥοδίοις καὶ Ῥωμαίοις καὶ αὐτῷ, μετὰ δὲ ταῦτα παρέντες τοὺς καιροὺς κοινωνεῖν βούλωνται τῆς εἰρήνης, ἄλλων αὐτὴν κατεργασαμένων, ἀστοχήσειν αὐτοὺς τοῦ τῇ πατρίδι συμφέροντος.
16.26.7τῆς δ’ἐπιστολῆς ταύτης ἀναγνωσθείσης ἕτοιμον ἦν τὸ πλῆθος ψηφίζεσθαι τὸν πόλεμον καὶ διὰ τὰ λεγόμενα καὶ διὰ τὴν εὔνοιαν τὴν πρὸς τὸν Ἄτταλον.
16.26.8οὐ μὴν ἀλλὰ καὶ τῶν Ῥοδίων ἐπεισελθόντων καὶ πολλοὺς πρὸς τὴν αὐτὴν ὑπόθεσιν διαθεμένων λόγους, ἔδοξε τοῖς Ἀθηναίοις ἐκφέρειν τῷ Φιλίππῳ τὸν πόλεμον.
16.26.9ἀπεδέξαντο δὲ καὶ τοὺς Ῥοδίους μεγαλομερῶς καὶ τόντε δῆμον ἐστεφάνωσαν ἀριστείων στεφάνῳ καὶ πᾶσι Ῥοδίοις ἰσοπολιτείαν ἐψηφίσαντο διὰ τὸ κα- κἀκείνους αὐτοῖς χωρὶς τῶν ἄλλων τάςτε ναῦς ἀποκαταστῆσαι τὰς αἰχμαλώτους γενομένας καὶ τοὺς ἄνδρας.
16.26.10οἱ μὲν οὖν πρέσβεις οἱ παρὰ τῶν Ῥοδίων ταῦτα διαπράξαντες ἀνήχθησαν εἰς τὴν Κέων ἐπὶ τὰς νήσους μετὰ τοῦ στόλου. — ὅτι καθ’ὃν χρόνον οἱ τῶν Ῥωμαίων πρέσβεις ἐν ταῖς Ἀθήναις ἐποιοῦντο τὴν διατριβήν, Νικάνορος τοῦ παρὰ Φιλίππου κατατρέχοντος τὴν Ἀττικὴν ἕως τῆς Ἀκαδημείας, προδιαπεμψάμενοι πρὸς αὐτὸν οἱ Ῥωμαῖοι κήρυκα συνέμιξαν αὐτῷ καὶ παρεκάλεσαν ἀναγγεῖλαι τῷ Φιλίππῳ διότι Ῥωμαῖοι παρακαλοῦσι τὸν βασιλέα τῶν μὲν Ἑλλήνων μηδενὶ πολεμεῖν, τῶν δὲ γεγονότων εἰς Ἄτταλον ἀδικημάτων δίκας ὑπέχειν ἐν ἴσῳ κριτηρίῳ, καὶ διότι πράξαντι μὲν ταῦτα τὴν εἰρήνην ἄγειν ἔξεστι πρὸς Ῥωμαίους, μὴ βουλομένῳ δὲ πείθεσθαι τα- τἀναντία συνεξακολουθήσειν ἔφασαν.
16.27.3ὁ μὲν οὖν Νικάνωρ ταῦτ’ἀκούσας ἀπηλλάγη ·
16.27.4τὸν αὐτὸν δὲ λόγον τοῦτον οἱ Ῥωμαῖοι καὶ πρὸς Ἠπειρώτας εἶπαν περὶ Φιλίππου παραπλέοντες ἐν Φοινίκῃ καὶ πρὸς Ἀμύνανδρον ἀναβάντες εἰς Ἀθαμανίαν · παραπλησίως καὶ πρὸς Αἰτωλοὺς ἐν Ναυπάκτῳ καὶ πρὸς τοὺς Ἀχαιοὺς ἐν Αἰγίῳ.
16.27.5τότε δὲ διὰ τοῦ Νικάνορος τῷ Φιλίππῳ ταῦτα δηλώσαντες αὐτοὶ μὲν ἀπέπλευσαν ὡς Ἀντίοχον καὶ Πτολεμαῖον ἐπὶ τὰς διαλύσεις. — ἀλλ’ἐμοὶ δοκεῖ τὸ μὲν ἄρξασθαι καλῶς καὶ συνακμάσαι ταῖς ὁρμαῖς πρὸς τὴν τῶν πραγμάτων αὔξησιν ἐπὶ πολλῶν ἤδη γεγονέναι, τὸ δ’ἐπὶ τέλος ἀγαγεῖν τὸ προτεθὲν καί που καὶ τῆς τύχης ἀντιπιπτούσης συνεκπληρῶσαι τῷ λογισμῷ τὸ τῆς προθυμίας ἐλλιπὲς ἐπ’ὀλίγων γίνεσθαι.
16.28.3διὸ καὶ τότε δικαίως ἄν τις τὴν μὲν Ἀττάλου καὶ Ῥοδίων ὀλιγοπονίαν καταμέμψαιτο, τὸ δὲ Φιλίππου βασιλικὸν καὶ μεγαλόψυχον καὶ τὸ τῆς προθέσεως ἐπίμονον ἀποδέξαιτο, οὐχ ὡς καθόλου τὸν τρόπον ἐπαινῶν, ἀλλ’ὡς τὴν πρὸς τὸ παρὸν ὁρμὴν ἐπισημαινόμενος. ποιοῦμαι δὲ τὴν τοιαύτην διαστολήν, ἵνα μή τις ἡμᾶς ὑπολάβῃ μαχόμενα λέγειν ἑαυτοῖς, ἄρτι μὲν ἐπαινοῦντας Ἄτταλον καὶ Ῥοδίους, Φίλιππον δὲ καταμεμφομένους, νῦν δὲ το- τοὐναντίον.
16.28.5τούτου γὰρ χάριν ἐν ἀρχαῖς τῆς πραγματείας διεστειλάμην, φήσας ἀναγκαῖον εἶναι ποτὲ μὲν εὐλογεῖν, ποτὲ δὲ ψέγειν τοὺς αὐτούς, ἐπειδὴ πολλάκις μὲν αἱ πρὸς τὸ χεῖρον τῶν πραγμάτων ῥοπαὶ καὶ περιστάσεις ἀλλοιοῦσι τὰς προαιρέσεις τῶν ἀνθρώπων, πολλάκις δ’αἱ πρὸς τὸ βέλτιον, ἔστι δ’ὅτε κατὰ τὴν ἰδίαν φύσιν ἄνθρωποι ποτὲ μὲν ἐπὶ τὸ δέον ὁρμῶσι, ποτὲ δ’ἐπὶ το- τοὐναντίον.
16.28.7ὧν ἕν τί μοι δοκεῖ καὶ τότε γεγονέναι περὶ τὸν Φίλιππον ·
16.28.8ἀσχάλλων γὰρ ἐπὶ τοῖς γεγονόσιν ἐλαττώμασι, καὶ τὸ πλεῖον ὀργῇ καὶ θυμῷ χρώμενος, παραστατικῶς καὶ δαιμονίως ἐνήρμοσεν εἰς τοὺς ἐνεστῶτας καιρούς, καὶ τούτῳ τῷ τρόπῳ κατανέστη τῶν Ῥοδίων καὶ τοῦ βασιλέως Ἀττάλου, καὶ καθίκετο τῶν ἑξῆς πράξεων.
16.28.9ταῦτα μὲν οὖν προήχθην εἰπεῖν διὰ τὸ τινὰς μὲν πρὸς τῷ τέρματι, καθάπερ οἱ κακοὶ τῶν σταδιέων, ἐγκαταλιπεῖν τὰς ἑαυτῶν προθέσεις, τινὰς δ’ἐν τούτῳ μάλιστα νικᾶν τοὺς ἀντιπάλους. — ὁ δὲ Φίλιππος ἐβούλετο παρελέσθαι Ῥωμαίων τὰς ἐν τούτοις τοῖς τόποις ἀφορμὰς καὶ τὰς ἐπιβάθρας.
16.29.1— ἵνα, ἐὰν πρόθηται διαβαίνειν αὖθις εἰς τὴν Ἀσίαν, ἐπιβάθραν ἔχοι τὴν Ἄβυδον.
16.29.2— τὴν δὲ τῆς Ἀβύδου καὶ Σηστοῦ θέσιν καὶ τὴν εὐκαιρίαν τῶν πόλεων τὸ μὲν διὰ πλειόνων ἐξαριθμεῖσθαι μάταιον εἶναί μοι δοκεῖ διὰ τὸ πάντας, ὧν καὶ μικρὸν ὄφελος, ἱστορηκέναι διὰ τὴν ἰδιότητα τῶν τόπων ·
16.29.4κεφαλαιωδῶς γε μὴν ὑπομνῆσαι τοὺς ἀναγινώσκοντας ἐπιστάσεως χάριν οὐκ ἄχρηστον εἶναι νομίζω πρὸς τὸ παρόν.
16.29.5γνοίη δ’ἄν τις τὰ περὶ τὰς προειρημένας πόλεις οὐχ οὕτως ἐξ αὐτῶν τῶν ὑποκειμένων τόπων ὡς ἐκ τῆς παραθέσεως καὶ συγκρίσεως τῶν λέγεσθαι μελλόντων.
16.29.6καθάπερ γὰρ οὐ δ’ἐκ τοῦ παρὰ μέν τισιν Ὠκεανοῦ προσαγορευομένου, παρὰ δέ τισιν Ἀτλαντικοῦ πελάγους. δυνατὸν εἰς τὴν καθ’ἡμᾶς θάλατταν εἰσπλεῦσαι μὴ οὐχὶ διὰ τοῦ καθ’Ἡρακλέους στήλας περαιωθέντα στόματος, οὕτως οὐ δ’ἐκ τῆς καθ’ἡμᾶς εἰς τὴν Προποντίδα καὶ τὸν Πόντον ἀφικέσθαι μὴ οὐχὶ διὰ τοῦ μεταξὺ Σηστοῦ καὶ Ἀβύδου διαστήματος ποιησάμενον τὸν εἴσπλουν.
16.29.8ὥσπερ δὲ πρός τινα λόγον τῆς τύχης ποιουμένης τὴν κατασκευὴν ἀμφοτέρων τῶν πορθμῶν, πολλαπλάσιον εἶναι συμβαίνει τὸν καθ’Ἡρακλέους στήλας πόρον τοῦ κατὰ τὸν Ἑλλήσποντον ·
16.29.9ὁ μὲν γάρ ἐστιν ἑξήκοντα σταδίων, ὁ δὲ κατὰ τὴν Ἄβυδον δυεῖν, ὡς ἂν εἴ τινος τεκμαιρομένου διὰ τὸ πολλαπλασίαν εἶναι τὴν ἔξω θάλατταν τῆς καθ’ἡμᾶς.
16.29.10εὐκαιρότερον μέντοι γε τοῦ καθ’Ἡρακλείους στήλας στόματός ἐστι τὸ κατὰ τὴν Ἄβυδον.
16.29.11τὸ μὲν γὰρ ἐξ ἀμφοῖν ὑπ’ἀνθρώπων οἰκούμενον πύλης ἔχει διάθεσιν διὰ τὴν πρὸς ἀλλήλους ἐπιμιξίαν, ποτὲ μὲν γεφυρούμενον ὑπὸ τῶν πεζεύειν ἐπ’ἀμφοτέρας τὰς ἠπείρους προαιρουμένων, ποτὲ δὲ πλωτευόμενον συνεχῶς ·
16.29.12τὸ δὲ καθ’Ἡρακλείους στήλας σπάνιον ἔχει τὴν χρῆσιν καὶ σπανίοις διὰ τὴν ἀνεπιμιξίαν τῶν ἐθνῶν τῶν πρὸς τοῖς πέρασι κατοικούντων τῆς Λιβύης καὶ τῆς Εὐρώπης καὶ διὰ τὴν ἀγνωσίαν τῆς ἐκτὸς θαλάττης.
16.29.13αὐτὴ δ’ἡ τῶν Ἀβυδηνῶν πόλις περιέχεται μὲν ἐξ ἀμφοῖν τοῖν μεροῖν ὑπὸ τῶν τῆς Εὐρώπης ἀκρωτηρίων, ἔχει δὲ λιμένα δυνάμενον σκέπειν ἀπὸ παντὸς ἀνέμου τοὺς ἐνορμοῦντας.
16.29.14ἐκτὸς δὲ τῆς εἰς τὸν λιμένα καταγωγῆς οὐδαμῶς οὐδαμῇ δυνατόν ἐστιν ὁρμῆσαι πρὸς τὴν πόλιν διὰ τὴν ὀξύτητα καὶ βίαν τοῦ ῥοῦ τοῦ κατὰ τὸν πόρον.
16.30.1οὐ μὴν ἀλλ’ὅ γε Φίλιππος τὰ μὲν ἀποσταυρώσας, τὰ δὲ περιχαρακώσας τοὺς Ἀβυδηνοὺς ἐπολιόρκει καὶ κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν.
16.30.2ἡ δὲ πρᾶξις αὕτη κατὰ μὲν τὸ μέγεθος τῆς παρασκευῆς καὶ τὴν ποικιλίαν τῶν ἐν τοῖς ἔργοις ἐπινοημάτων, δι’ὧν οἵτε πολιορκοῦντες καὶ πολιορκούμενοι πρὸς ἀλλήλους εἰώθασιν ἀντιμηχανᾶσθαι καὶ φιλοτεχνεῖν, οὐ γέγονε θαυμάσιος, κατὰ δὲ τὴν γενναιότητα τῶν πολιορκουμένων καὶ τὴν ὑπερβολὴν τῆς εὐψυχίας, εἰ καί τις ἄλλη, μνήμης ἀξία καὶ παραδόσεως.
16.30.4τὰς μὲν γὰρ ἀρχὰς πιστεύοντες αὑτοῖς οἱ τὴν Ἄβυδον κατοικοῦντες ὑπέμενον ἐρρωμένως τὰς τοῦ Φιλίππου παρασκευάς, καὶ τῶντε κατὰ θάλατταν προσαχθέντων μηχανημάτων τὰ μὲν τοῖς πετροβόλοις τύπτοντες διεσάλευσαν, τὰ δὲ τῷ πυρὶ διέφθειραν, οὕτως ὥστε καὶ τὰς ναῦς μόλις ἀνασπάσαι τοὺς πολεμίους ἐκ τοῦ κινδύνου.
16.30.5τοῖς δὲ κατὰ γῆν ἔργοις ἕως μέν τινος προσαντεῖχον εὐψύχως, οὐκ ἀπελπίζοντες κατακρατήσειν τῶν πολεμίων.
16.30.6ἐπειδὴ δὲ τὸ μὲν ἐκτὸς τοῦ τείχους ἔπεσε διὰ τῶν ὀρυγμάτων, μετὰ δὲ ταῦτα διὰ τῶν μετάλλων ἤγγιζον οἱ Μακεδόνες τῷ κατὰ τὸ πεπτωκὸς ὑπὸ τῶν ἔνδοθεν ἀντῳκοδομημένῳ τείχει, τὸ τηνικάδε πέμψαντες πρεσβευτὰς Ἰφιάδην καὶ Παντάγνωτον ἐκέλευον παραλαμβάνειν τὸν Φίλιππον τὴν πόλιν, τοὺς μὲν στρατιώτας ὑποσπόνδους ἀφέντα τοὺς παρὰ Ῥοδίων καὶ παρ’Ἀττάλου, τὰ δ’ἐλεύθερα τῶν σωμάτων ἐάσαντα σῴζεσθαι κατὰ δύναμιν οὗ ποτ’ἂν ἕκαστος προαιρῆται μετὰ τῆς ἐσθῆτος τῆς περὶ τὸ σῶμα.
16.30.8τοῦ δὲ Φιλίππου προστάττοντος περὶ πάντων ἐπιτρέπειν ἢ μάχεσθαι γενναίως, οὗτοι μὲν ἐπανῆλθον.
16.31.1οἱ δ’Ἀβυδηνοὶ πυθόμενοι τὰ λεγόμενα, συνελθόντες εἰς ἐκκλησίαν ἐβουλεύοντο περὶ τῶν ἐνεστώτων ἀπονοηθέντες ταῖς γνώμαις.
16.31.2ἔδοξεν οὖν αὐτοῖς πρῶτον μὲν τοὺς δούλους ἐλευθεροῦν, ἵνα συναγωνιστὰς ἔχοιεν ἀπροφασίστους, ἔπειτα συναθροῖσαι τὰς μὲν γυναῖκας εἰς τὸ τῆς Ἀρτέμιδος ἱερὸν ἁπάσας, τὰ δὲ τέκνα σὺν ταῖς τροφοῖς εἰς τὸ γυμνάσιον, ἑξῆς δὲ τούτοις τὸν ἄργυρον καὶ τὸν χρυσὸν εἰς τὴν ἀγορὰν συναγαγεῖν, ὁμοίως δὲ καὶ τὸν ἱματισμὸν τὸν ἀξιόλογον εἰς τὴν τετρήρη τὴν τῶν Ῥοδίων καὶ τὴν τριήρη τὴν τῶν Κυζικηνῶν.
16.31.4ταῦτα δὲ προθέμενοι καὶ πράξαντες ὁμοθυμαδὸν κατὰ τὸ δόγμα πάλιν συνηθροίσθησαν εἰς τὴν ἐκκλησίαν, καὶ πεντήκοντα προεχειρίσαντο τῶν πρεσβυτέρων ἀνδρῶν καὶ μάλιστα πιστευομένων, ἔτι δὲ τὴν σωματικὴν δύναμιν ἐχόντων πρὸς τὸ δύνασθαι τὸ κριθὲν ἐπιτελεῖν, καὶ τούτους ἐξώρκισαν ἐναντίον ἁπάντων τῶν πολιτῶν ἦ μήν, ἐὰν ἴδωσι τὸ διατείχισμα καταλαμβανόμενον ὑπὸ τῶν ἐχθρῶν, κατασφάξειν μὲν τὰ τέκνα καὶ τὰς γυναῖκας, ἐμπρήσειν δὲ τὰς προειρημένας ναῦς, ῥίψειν δὲ κατὰ τὰς ἀρὰς τὸν ἄργυρον καὶ τὸν χρυσὸν εἰς τὴν θάλατταν.
16.31.6μετὰ δὲ ταῦτα παραστησάμενοι τοὺς ἱερέας ὤμνυον πάντες ἢ κρατήσειν τῶν ἐχθρῶν ἢ τελευτήσειν μαχόμενοι περὶ τῆς πατρίδος.
16.31.7ἐπὶ δὲ πᾶσι σφαγιασάμενοι κατάρας ἠνάγκασαν ἐπὶ τῶν ἐμπύρων ποιεῖσθαι τοὺς ἱερέας καὶ τὰς ἱερείας περὶ τῶν προειρημένων.
16.31.8ταῦτα δ’ἐπικυρώσαντες τοῦ μὲν ἀντιμεταλλεύειν τοῖς πολεμίοις ἀπέστησαν, ἐπὶ δὲ τοιαύτην γνώμην κατέστησαν ὥστ’ἐπειδὰν πέσῃ τὸ διατείχισμα, τότ’ἐπὶ τοῦ πτώματος διαμάχεσθαι καὶ διαποθνήσκειν πρὸς τοὺς βιαζομένους.
16.32.1ἐξ ὧν εἴποι τις ἂν καὶ τὴν λεγομένην Φωκικὴν ἀπόνοιαν καὶ τὴν Ἀκαρνάνων εὐψυχίαν ὑπερηρκέναι τὴν τῶν Ἀβυδηνῶν τόλμαν.
16.32.2Φωκεῖςτε γὰρ δοκοῦσι τὰ παραπλήσια βουλεύσασθαι περὶ τῶν ἀναγκαίων, οὐκ εἰς τέλος ἀπηλπισμένας ἔχοντες τὰς τοῦ νικᾶν ἐλπίδας διὰ τὸ μέλλειν ποιεῖσθαι τὸν κίνδυνον πρὸς τοὺς Θετταλοὺς ἐν τοῖς ὑπαίθροις ἐκ παρατάξεως · ὁμοίως δὲ καὶ τὸ τῶν Ἀκαρνάνων ἔθνος, ὅτε προιδόμενοι τὴν Αἰτωλῶν ἔφοδον, ἐβουλεύσαντο παραπλήσια περὶ τῶν ἐνεστώτων ·
16.32.3ὑπὲρ ὧν τὰ κατὰ μέρος ἡμεῖς ἐν τοῖς πρὸ τούτων ἱστορήκαμεν.
16.32.4Ἀβυδηνοὶ δέ, συγκεκλεισμένοι καὶ σχεδὸν ἀπηλπικότες τὴν σωτηρίαν, πανδημεὶ προείλοντο τῆς εἱμαρμένης τυχεῖν μετὰ τῶν τέκνων καὶ τῶν γυναικῶν μᾶλλον ἢ ζῶντες ἔτι πρόληψιν ἔχειν τοῦ πεσεῖσθαι τὰ σφέτερα τέκνα καὶ τὰς γυναῖκας ὑπὸ τὴν τῶν ἐχθρῶν ἐξουσίαν.
16.32.5διὸ καὶ μάλιστ’ἄν τις ἐπὶ τῆς Ἀβυδηνῶν περιπετείας μέμψαιτο τῇ τύχῃ, διότι τὰς μὲν τῶν προειρημένων συμφορὰς οἷον ἐλεήσασα παραυτίκα διωρθώσατο, περιθεῖσα τὴν νίκην ἅμα καὶ τὴν σωτηρίαν τοῖς ἀπηλπισμένοις, περὶ δ’Ἀβυδηνῶν τὴν ἐναντίαν εἶχε διάληψιν.
16.32.6οἱ μὲν γὰρ ἄνδρες ἀπέθανον, ἡ δὲ πόλις ἑάλω, τὰ δὲ τέκνα σὺν αὐταῖς μητράσιν ἐγένετο τοῖς ἐχθροῖς ὑποχείρια.
16.33.1πεσόντος γὰρ τοῦ διατειχίσματος, ἐπιβάντες ἐπὶ τὸ πτῶμα κατὰ τοὺς ὅρκους διεμάχοντο τοῖς πολεμίοις οὕτω τετολμηκότως ὥστε τὸν Φίλιππον, καίπερ ἐκ διαδοχῆς προβαλόμενον τοὺς Μακεδόνας ἕως νυκτός, τέλος ἀποστῆναι τῆς μάχης, δυσελπιστήσαντα καὶ περὶ τῆς ὅλης ἐπιβολῆς.
16.33.2οὐ γὰρ μόνον ἐπὶ τοὺς θνήσκοντας τῶν πολεμίων ἐπιβαίνοντες ἠγωνίζοντο μετὰ παραστάσεως οἱ προκινδυνεύοντες τῶν Ἀβυδηνῶν, οὐ δὲ τοῖς ξίφεσι καὶ τοῖς δόρασιν αὐτοῖς ἐμάχοντο παραβόλως, ἀλλ’ὅτε τι τούτων ἀχρειωθὲν ἀδυνατήσειεν ἢ μετὰ βίας προοῖντ’ἐκ τῶν χειρῶν, συμπλεκόμενοι τοῖς Μακεδόσιν οὓς μὲν ἀνέτρεπον ὁμοῦ τοῖς ὅπλοις, ὧν δὲ συντρίβοντες τὰς σαρίσας αὐτοῖς τοῖς ἐκείνων κλάσμασιν ἐκ διαλήψεως τύπτοντες αὐτῶν ταῖς ἐπιδορατίσι τὰ πρόσωπα καὶ τοὺς γυμνοὺς τόπους εἰς ὁλοσχερῆ διατροπὴν ἦγον.
16.33.4ἐπιγενομένης δὲ τῆς νυκτὸς καὶ διαλυθείσης τῆς μάχης, τῶν μὲν πλείστων τεθνεώτων ἐπὶ τοῦ πτώματος, τῶν δὲ λοιπῶν ὑπὸ τοῦ κόπου καὶ τῶν τραυμάτων ἀδυνατούντων, συναγαγόντες ὀλίγους τινὰς τῶν πρεσβυτέρων Γλαυκίδης καὶ Θεόγνητος κατέβαλον τὸ σεμνὸν καὶ θαυμάσιον τῆς τῶν πολιτῶν προαιρέσεως διὰ τὰς ἰδίας ἐλπίδας ·
16.33.5ἐβουλεύσαντο γὰρ τὰ μὲν τέκνα καὶ τὰς γυναῖκας ζωγρεῖν, ἅμα δὲ τῷ φωτὶ τοὺς ἱερεῖς καὶ τὰς ἱερείας ἐκπέμπειν μετὰ στεμμάτων πρὸς τὸν Φίλιππον, δεησομένους καὶ παραδιδόντας αὐτῷ τὴν πόλιν.
16.34.1κατὰ δὲ τοὺς καιροὺς τούτους Ἄτταλος ὁ βασιλεὺς ἀκούσας πολιορκεῖσθαι τοὺς Ἀβυδηνούς, δι’Αἰγαίου ποιησάμενος τὸν πλοῦν εἰς Τένεδον, ὁμοίως δὲ καὶ τῶν Ῥωμαίων Μάρκος Αἰμίλιος ὁ νεώτατος ἧκε καταπλέων εἰς αὐτὴν τὴν Ἄβυδον.
16.34.2οἱ γὰρ Ῥωμαῖοι τὸ σαφὲς ἀκούσαντες ἐν τῇ Ῥόδῳ περὶ τῆς τῶν Ἀβυδηνῶν πολιορκίας καὶ βουλόμενοι πρὸς αὐτὸν τὸν Φίλιππον ποιήσασθαι τοὺς λόγους κατὰ τὰς ἐντολάς, ἐπιστήσαντες τὴν πρὸς τοὺς βασιλέας ὁρμὴν ἐξέπεμψαν τὸν προειρημένον, ὃς καὶ συμμίξας περὶ τὴν Ἄβυδον διεσάφει τῷ βασιλεῖ διότι δέδοκται τῇ συγκλήτῳ παρακαλεῖν αὐτὸν μήτε τῶν Ἑλλήνων μηδενὶ πολεμεῖν μήτε τοῖς Πτολεμαίου πράγμασιν ἐπιβάλλειν τὰς χεῖρας, περὶ δὲ τῶν εἰς Ἄτταλον καὶ Ῥοδίους ἀδικημάτων δίκας ὑποσχεῖν, καὶ διότι ταῦτα μὲν οὕτω πράττοντι τὴν εἰρήνην ἄγειν ἐξέσται, μὴ βουλομένῳ δὲ πειθαρχεῖν ἑτοίμως ὑπάρξειν τὸν πρὸς Ῥωμαίους πόλεμον.
16.34.5τοῦ δὲ Φιλίππου βουλομένου διδάσκειν ὅτι Ῥόδιοι τὰς χεῖρας ἐπιβάλοιεν αὐτῷ, μεσολαβήσας ὁ Μάρκος ἤρετο “τί δαὶ Ἀθηναῖοι; τί δαὶ Κιανοί; τί δαὶ νῦν Ἀβυδηνοί; καὶ τούτων τίς” ἔφη “σοὶ πρότερος ἐπέβαλε τὰς χεῖρας”;
16.34.6ὁ δὲ βασιλεὺς ἐξαπορήσας κατὰ τρεῖς τρόπους ἔφησεν αὐτῷ συγγνώμην ἔχειν ὑπερηφάνως ὁμιλοῦντι, πρῶτον μὲν ὅτι νέος ἐστὶ καὶ πραγμάτων ἄπειρος, δεύτερον ὅτι κάλλιστος ὑπάρχει τῶν καθ’αὑτὸν — καὶ γὰρ ἦν τοῦτο κατ’ἀλήθειαν — μάλιστα δ’ὅτι Ῥωμαῖος.
16.34.7“ἐγὼ δὲ μάλιστα μὲν ἀξιῶ Ῥωμαίους” ἔφη “μὴ παραβαίνειν τὰς συνθήκας μη δὲ πολεμεῖν ἡμῖν · ἐὰν δὲ καὶ τοῦτο ποιῶσιν, ἀμυνούμεθα γενναίως, παρακαλέσαντες τοὺς θεούς”. οὗτοι μὲν οὖν ταῦτ’εἰπόντες διεχωρίσθησαν ἀπ’ἀλλήλων ·
16.34.8ὁ δὲ Φίλιππος κυριεύσας τῆς πόλεως, τὴν ὕπαρξιν ἅπασαν καταλαβὼν συνηθροισμένην ὑπὸ τῶν Ἀβυδηνῶν ἐξ ἑτοίμου παρέλαβε.
16.34.9θεωρῶν δὲ τὸ πλῆθος καὶ τὴν ὁρμὴν τῶν σφᾶς αὐτοὺς καὶ τὰ τέκνα καὶ τὰς γυναῖκας ἀποσφαττόντων, κατακαόντων, ἀπαγχόντων, εἰς τὰ φρέατα ῥιπτούντων, κατακρημνιζόντων ἀπὸ τῶν τεγῶν, ἐκπλαγὴς ἦν, καὶ διαλγῶν ἐπὶ τοῖς γινομένοις παρήγγειλε διότι τρεῖς ἡμέρας ἀναστροφὴν δίδωσι τοῖς βουλομένοις ἀπάγχεσθαι καὶ σφάττειν αὑτούς.
16.34.11οἱ δ’Ἀβυδηνοί, προδιειληφότες ὑπὲρ αὑτῶν κατὰ τὴν ἐξ ἀρχῆς στάσιν, καὶ νομίζοντες οἷον εἰ προδόται γίνεσθαι τῶν ὑπὲρ τῆς πατρίδος ἠγωνισμένων καὶ τεθνεώτων, οὐδαμῶς ὑπέμενον τὸ ζῆν, ὅσοι μὴ δεσμοῖς ἢ τοιαύταις ἀνάγκαις προκατελήφθησαν ·
16.34.12οἱ δὲ λοιποὶ πάντες ὥρμων ἀμελλήτως κατὰ συγγενείας ἐπὶ τὸν θάνατον. — ὅτι παρῆσαν μετὰ τὴν ἅλωσιν Ἀβύδου παρὰ τοῦ τῶν Ἀχαιῶν ἔθνους εἰς τὴν Ῥόδον πρεσβευταί, παρακαλοῦντες τὸν δῆμον εἰς τὰς πρὸς τὸν Φίλιππον διαλύσεις.
16.35.2οἷς ἐπελθόντων τῶν ἐκ τῆς Ῥώμης πρεσβευτῶν καὶ διαλεγομένων ὑπὲρ τοῦ μὴ ποιεῖσθαι διαλύσεις πρὸς Φίλιππον ἄνευ Ῥωμαίων, ἔδοξε προσέχειν τῷ δήμῳ τοῖς Ῥωμαίοις καὶ στοχάζεσθαι τῆς τούτων φιλίας. — ὁ δὲ Φιλοποίμην ἐξελογίσατο τὰ διαστήματα τῶν Ἀχαϊκῶν πόλεων ἁπασῶν καὶ ποῖαι δύνανται κατὰ τὰς αὐτὰς ὁδοὺς εἰς τὴν Τεγέαν παραγίνεσθαι.
16.36.1λοιπὸν ἐπιστολὰς ἔγραψε πρὸς πάσας τὰς πόλεις, καὶ ταύτας διέδωκε ταῖς πορρωτάτω πόλεσι, μερίσας οὕτως ὥστε καθ’ἑκάστην ἔχειν μὴ μόνον τὰς ἑαυτῆς, ἀλλὰ καὶ τὰς τῶν ἄλλων πόλεων, ὅσαι κατὰ τὴν αὐτὴν ὁδὸν ἔπιπτον.
16.36.3ἐγέγραπτο δ’ἐν ταῖς πρώταις τοῖς ἀποτελείοις τοιαῦτα. “ὅταν κομίσησθε τὴν ἐπιστολήν, παραχρῆμα ποιήσασθε τοὺς ἐν ταῖς ἡλικίαις ἔχοντας τὰ ὅπλα καὶ πένθ’ἡμερῶν ἐφόδια καὶ πέντ’ἀργύριον, ἁθροίζεσθαι παραυτίκα πάντας εἰς τὴν ἀγοράν.
16.36.4ἐπειδὰν δὲ συλλεχθῶσιν οἱ παρόντες, ἀναλαβόντες αὐτοὺς ἄγετ’εἰς τὴν ἑξῆς πόλιν · ὅταν δ’ἐκεῖ παραγένησθε, τὴν ἐπιστολὴν ἀπόδοτε τὴν ἐπιγεγραμμένην τῷ παρ’ἐκείνων ἀποτελείῳ καὶ πειθαρχεῖτε τοῖς ἐγγεγραμμένοις”.
16.36.5ἐγγέγραπτο δ’ἐν ταύτῃ τα- ταὐτὰ τοῖς πρόσθεν, πλὴν διότι τὸ τῆς ἑξῆς κειμένης ὄνομα πόλεως οὐ τα- ταὐτὸν εἶχεν, εἰς ἣν ἔδει προάγειν.
16.36.6τοιούτου δὲ τοῦ χειρισμοῦ γενομένου κατὰ τὸ συνεχές, πρῶτον μὲν οὐδεὶς ἐγίνωσκε πρὸς τίνα πρᾶξιν ἢ πρὸς ποίαν ἐπιβολήν ἐστιν ἡ παρασκευή, εἶτα ποῦ πορεύεται, πλὴν τῆς ἑξῆς πόλεως, οὐδεὶς ἁπλῶς ᾔδει, πάντες δὲ διαποροῦντες καὶ παραλαμβάνοντες ἀλλήλους προῆγον εἰς το- τοὔμπροσθεν.
16.36.8τῷ δὲ μὴ τὸ ἴσον ἀπέχειν τῆς Τεγέας τὰς πορρωτάτω κειμένας πόλεις οὐχ ἅμα πάσαις ἀπεδόθη τὰ γράμματα ταύταις, ἀλλὰ κατὰ λόγον ἑκάσταις.
16.36.9ἐξ ὧν συνέβη, μήτε τῶν Τεγεατῶν εἰδότων τὸ μέλλον μήτε τῶν παραγινομένων, ἅμα πάντας τοὺς Ἀχαιοὺς καὶ κατὰ πάσας τὰς πύλας εἰς τὴν Τεγέαν εἰσπορεύεσθαι σὺν τοῖς ὅπλοις.
16.37.1ταῦτα δὲ διεστρατήγει καὶ περιεβάλλετο τῇ διανοίᾳ διὰ τὸ πλῆθος τῶν ὠτακουστῶν καὶ κατασκόπων τοῦ τυράννου. κατὰ δὲ τὴν ἡμέραν, ἐν ᾗ συναθροίζεσθαι τὸ πλῆθος ἔμελλε τῶν Ἀχαιῶν εἰς Τεγέαν, ἐξαπέστειλε τοὺς ἐπιλέκτους, ὥστε νυκτερεύσαντας περὶ Σελλασίαν ἅμα τῷ φωτὶ κατὰ τὴν ἐπιοῦσαν ἡμέραν ἐπιτρέχειν τὴν Λακωνικήν.
16.37.3ἐὰν δ’οἱ μισθοφόροι βοηθήσαντες παρενοχλῶσιν αὐτούς, συνέταξε ποιεῖσθαι τὴν ἀποχώρησιν ἐπὶ τὸν Σκοτίταν καὶ τὰ λοιπὰ πειθαρχεῖν Διδασκαλώνδᾳ τῷ Κρητί · τούτῳ γὰρ ἐπεπιστεύκει καὶ διετέτακτο περὶ τῆς ὅλης ἐπιβολῆς.
16.37.4οὗτοι μὲν οὖν προῆγον εὐθαρσῶς ἐπὶ τὸ συντεταγμένον · ὁ δὲ Φιλοποίμην ἐν ὥρᾳ παραγγείλας δειπνοποιεῖσθαι τοῖς Ἀχαιοῖς ἐξῆγε τὴν δύναμιν ἐκ τῆς Τεγέας, καὶ νυκτοπορήσας ἐνεργῶς περὶ τὴν ἑωθινὴν ἐνεκάθισε τὴν στρατιὰν ἐν τοῖς περὶ τὸν Σκοτίταν προσαγορευομένοις τόποις, ὅς ἐστι μεταξὺ τῆς Τεγέας καὶ τῆς Λακεδαίμονος.
16.37.5οἱ δ’ἐν τῇ Πελλήνῃ μισθοφόροι κατὰ τὴν ἐπιοῦσαν ἡμέραν ἅμα τῷ σημῆναι τοὺς σκοποὺς τὴν καταδρομὴν τῶν πολεμίων ἐκ χειρὸς ἐβοήθουν, καθάπερ ἔθος ἦν αὐτοῖς, καὶ προσέκειντο τοῖς ὑπεναντίοις.
16.37.6τῶν δ’Ἀχαιῶν κατὰ τὸ συνταχθὲν ὑποχωρούντων εἵποντο κατόπιν ἐπικείμενοι θρασέως καὶ τετολμηκότως.
16.37.7ἅμα δὲ τῷ παραβάλλειν εἰς τοὺς κατὰ τὴν ἐνέδραν τόπους, διαναστάντων τῶν Ἀχαιῶν οἱ μὲν κατεκόπησαν, οἱ δ’ἑάλωσαν αὐτῶν. — ὁ δὲ Φίλιππος ὁρῶν τοὺς Ἀχαιοὺς εὐλαβῶς διακειμένους πρὸς τὸν κατὰ Ῥωμαίων πόλεμον, ἐσπούδαζε κατὰ πάντα τρόπον ἐμβιβάσαι αὐτοὺς εἰς ἀπέχθειαν.
16.39.1μαρτυρεῖ τούτοις ἡμῶν τοῖς λόγοις Πολύβιος ὁ Μεγαλοπολίτης · ἐν γὰρ τῇ ἑξκαιδεκάτῃ τῶν ἱστοριῶν αὐτοῦ φησιν οὕτως · “ὁ δὲ τοῦ Πτολεμαίου στρατηγὸς Σκόπας ὁρμήσας εἰς τοὺς ἄνω τόπους κατεστρέψατο ἐν τῷ χειμῶνι τὸ Ἰουδαίων ἔθνος”. — τῆς δὲ πολιορκίας ῥεμβώδους γενομένης ὁ μὲν Σκόπας ἠδόξει καὶ διεβέβλητο νεανικῶς.
16.39.2— λέγει δὲ ἐν τῇ αὐτῇ βίβλῳ ὡς “τοῦ Σκόπα νικηθέντος ὑπ’Ἀντιόχου τὴν μὲν Βατανέαν καὶ Σαμάρειαν καὶ Ἄβιλα καὶ Γάδαρα παρέλαβεν Ἀντίοχος ·
16.39.4μετ’ὀλίγον δὲ προσεχώρησαν αὐτῷ καὶ τῶν Ἰουδαίων οἱ περὶ τὸ ἱερὸν τὸ προσαγορευόμενον Ἱεροσόλυμα κατοικοῦντες.
16.39.5ὑπὲρ οὗ καὶ πλείω λέγειν ἔχοντες, καὶ μάλιστα περὶ τῆς γενομένης περὶ τὸ ἱερὸν ἐπιφανείας, εἰς ἕτερον καιρὸν ὑπερθησόμεθα τὴν διήγησιν”.
16.40.1Βαβράντιον, τόπος περὶ Χίον. Πολύβιος ἑκκαιδεκάτῳ.
16.40.2Γίττα, πόλις Παλαιστίνης. Πολύβιος ἑκκαιδεκάτῳ.
16.40.3Ἕλλα, χωρίον Ἀσίας, Ἀττάλου βασιλέως ἐμπόριον. Πολύβιος ιϚʹ.
16.40.4Ἴνσοβροι, ἔθνος Ἰταλικόν. Πολύβιος ιϚʹ.
16.40.5Κάνδασα. […] φρούριον Καρίας. Πολύβιος ἑκκαιδεκάτῳ.
16.40.6Κάρθαια, μία τῆς ἐν Κέῳ τετραπόλεως. […] οἱ οἰκοῦντες Καρθαεῖς. Πολύβιος ιϚʹ.
16.40.7Μάντυα, πόλις Ῥωμαίων. τὸ ἐθνικὸν Μαντυανός. Πολύβιος ἑκκαιδεκάτῳ.