Histories, 7
7.1.1Πολύβιος δ’ἐν τῇ ἑβδόμῃ “Καπυησίους τοὺς ἐν Καμπανίᾳ διὰ τὴν ἀρετὴν τῆς γῆς πλοῦτον περιβαλομένους ἐξοκεῖλαι εἰς τρυφὴν καὶ πολυτέλειαν, ὑπερβαλλομένους τὴν περὶ Κρότωνα καὶ Σύβαριν παραδεδομένην φήμην.
7.1.2οὐ δυνάμενοι οὖν, φησί, φέρειν τὴν παροῦσαν εὐδαιμονίαν ἐκάλουν τὸν Ἀννίβαν. διόπερ ὑπὸ Ῥωμαίων ἀνήκεστα δεινὰ ἔπαθον.
7.1.3Πετηλῖνοι δὲ τηρήσαντες τὴν πρὸς Ῥωμαίους πίστιν εἰς τοσοῦτον καρτερίας ἦλθον πολιορκούμενοι ὑπ’Ἀννίβα ὥστε μετὰ τὸ πάντα μὲν τὰ κατὰ τὴν πόλιν δέρματα καταφαγεῖν, ἁπάντων δὲ τῶν κατὰ τὴν πόλιν δένδρων τοὺς φλοιοὺς καὶ τοὺς ἁπαλοὺς πτόρθους ἀναλῶσαι, καὶ ἕνδεκα μῆνας ὑπομείναντες τὴν πολιορκίαν, οὐδενὸς βοηθοῦντος, συνευδοκούντων Ῥωμαίων παρέδοσαν ἑαυτούς”.
7.1.4ἡ δὲ Καπύη μεταθεμένη πρὸς τοὺς Καρχηδονίους τῷ βάρει συνεπεσπάσατο καὶ τὰς ἄλλας πόλεις.
7.2.1ὅτι μετὰ τὴν ἐπιβουλὴν τὴν κατὰ Ἱερωνύμου τοῦ βασιλέως Συρακοσίων, ἐκχωρήσαντος τοῦ Θράσωνος, οἱ περὶ τὸν Ζώιππον καὶ Ἀδρανόδωρον πείθουσι τὸν Ἱερώνυμον εὐθέως πρεσβευτὰς πρὸς τὸν Ἀννίβαν πέμψαι.
7.2.2προχειρισάμενος δὲ Πολύκλειτον τὸν Κυρηναῖον καὶ Φιλόδημον τὸν Ἀργεῖον, τούτους μὲν εἰς Ἰταλίαν ἀπέστειλε, δοὺς ἐντολὰς λαλεῖν ὑπὲρ κοινοπραγίας τοῖς Καρχηδονίοις, ἅμα δὲ καὶ τοὺς ἀδελφοὺς εἰς Ἀλεξάνδρειαν ἀπέπεμψεν.
7.2.3Ἀννίβας δὲ τοὺς περὶ Πολύκλειτον καὶ Φιλόδημον ἀποδεξάμενος φιλανθρώπως, καὶ πολλὰς ἐλπίδας ὑπογράψας τῷ μειρακίῳ Ἱερωνύμῳ, σπουδῇ πάλιν ἀπέπεμψε τοὺς πρέσβεις, σὺν δὲ τούτοις Ἀννίβαν τὸν Καρχηδόνιον, ὄντα τότε τριήραρχον, καὶ τοὺς Συρακοσίους Ἱπποκράτην καὶ τὸν ἀδελφὸν αὐτοῦ τὸν νεώτερον Ἐπικύδην.
7.2.4συνέβαινε δὲ τούτους τοὺς ἄνδρας καὶ πλείω χρόνον ἤδη στρατεύεσθαι μετ’Ἀννίβου, πολιτευομένους παρὰ Καρχηδονίοις διὰ τὸ φεύγειν αὐτῶν τὸν πάππον ἐκ Συρακουσῶν δόξαντα προσενηνοχέναι τὰς χεῖρας ἑνὶ τῶν Ἀγαθοκλέους υἱῶν Ἀγαθάρχῳ.
7.2.5παραγενομένων δὲ τούτων εἰς τὰς Συρακούσας, καὶ τῶν μὲν περὶ Πολύκλειτον ἀποπρεσβευσάντων, τοῦ δὲ Καρχηδονίου διαλεχθέντος κατὰ τὰς ὑπ’Ἀννίβου δεδομένας ἐντολάς, εὐθέως ἕτοιμος ἦν κοινωνεῖν Καρχηδονίοις τῶν πραγμάτων ·
7.2.6καὶ τόντε παραγεγονότα πρὸς αὑτὸν Ἀννίβαν ἔφη δεῖν πορεύεσθαι κατὰ τάχος εἰς τὴν Καρχηδόνα, καὶ παρ’αὑτοῦ συμπέμπειν ἐπηγγείλατο τοὺς διαλεχθησομένους τοῖς Καρχηδονίοις.
7.3.1κατὰ δὲ τὸν καιρὸν τοῦτον ὁ τεταγμένος ἐπὶ Λιλυβαίου στρατηγὸς τῶν Ῥωμαίων ταῦτα πυνθανόμενος ἔπεμψε πρὸς Ἱερώνυμον πρέσβεις τοὺς ἀνανεωσομένους τὰς πρὸς τοὺς προγόνους αὐτοῦ συντεθειμένας συνθήκας.
7.3.2ὁ δ’Ἱερώνυμος ἔτ’ἐγγὺς ἐπόντων τῶν πρεσβευτῶν εἴτ’ἐν μισειόντων τῶν Καρχηδονίων, ἔφη συλλυπεῖσθαι τοῖς Ῥωμαίοις ὅτι κακοὶ κακῶς ἐν ταῖς κατὰ τὴν Ἰταλίαν μάχαις ἀπολώλασιν ὑπὸ Καρχηδονίων.
7.3.3τῶν δὲ καταπλαγέντων τὴν ἀστοχίαν, ὅμως δὲ προσπυθομένων τίς λέγει ταῦτα περὶ αὐτῶν, ἔδειξε τοὺς Καρχηδονίους παρόντας, καὶ τούτους ἐκέλευσε διελέγχειν, εἴ τι τυγχάνουσι ψευδόμενοι.
7.3.4τῶν δὲ φησάντων οὐ πάτριον εἶναι σφίσι πιστεύειν τοῖς πολεμίοις, παρακαλούντων δὲ μηδὲν ποιεῖν παρὰ τὰς συνθήκας, ὅτι τοῦτο καὶ δίκαιόν ἐστι καὶ συμφέρον αὐτῷ μάλιστ’ἐκείνῳ, περὶ μὲν τούτων. ἔφη βουλευσάμενος αὐτοῖς πάλιν διασαφήσειν, ἤρετο δὲ πῶς πρὸ τῆς τελευτῆς τοῦ πάππου πλεύσαντες ἕως τοῦ Παχύνου πεντήκοντα ναυσὶ πάλιν ἀνακάμψαιεν.
7.3.6συμβεβήκει δὲ Ῥωμαίους βραχεῖ χρόνῳ πρότερον ἀκούσαντας Ἱέρωνα μετηλλαχέναι, καὶ διαγωνιάσαντας μή τι νεωτερίσωσιν ἐν ταῖς Συρακούσαις καταφρονήσαντες τῆς τοῦ καταλελειμμένου παιδὸς ἡλικίας, πεποιῆσθαι τὸν ἐπίπλουν, πυθομένους δὲ τὸν Ἱέρωνα ζῆν αὖθις εἰς τὸ Λιλύβαιον ἀναδραμεῖν.
7.3.7διὸ καὶ τότε παρομολογούντων πεποιῆσθαι μὲν τὸν ἐπίπλουν, θέλοντας ἐφεδρεῦσαι τῇ νεότητι τῇ ’κείνου καὶ συνδιαφυλάξαι τὴν ἀρχὴν αὐτῷ, προσπεσόντος δὲ ζῆν τὸν πάππον, ἀποπλεῦσαι πάλιν, ῥηθέντων δὲ τούτων, πάλιν ὑπολαβὸν τὸ μειράκιον “ἐάσατε τοίνυν” ἔφη “κα- κἀμὲ νῦν, ἄνδρες Ῥωμαῖοι, διαφυλάξαι τὴν ἀρχήν, παλινδρομήσαντα πρὸς τὰς Καρχηδονίων ἐλπίδας”.
7.3.9οἱ δὲ Ῥωμαῖοι συνέντες τὴν ὁρμὴν αὐτοῦ, τότε μὲν κατασιωπήσαντες ἐπανῆλθον, καὶ διεσάφουν τὰ λεγόμενα τῷ πέμψαντι, τὸ δὲ λοιπὸν ἤδη προσεῖχον καὶ παρεφύλαττον ὡς πολέμιον.
7.4.1Ἱερώνυμος δὲ προχειρισάμενος Ἀγάθαρχον καὶ Ὀνησιγένη καὶ Ἱπποσθένη πέμπει μετ’Ἀννίβου πρὸς Καρχηδονίους, δοὺς ἐντολὰς ἐπὶ τοῖσδε ποιεῖσθαι τὰς συνθήκας, ἐφ’ᾧ Καρχηδονίους βοηθεῖν καὶ πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσι, καὶ συνεκβαλόντας Ῥωμαίους ἐκ Σικελίας οὕτως διελέσθαι τὰ κατὰ τὴν νῆσον ὥστε τῆς ἑκατέρων ἐπαρχίας ὅρον εἶναι τὸν Ἱμέραν ποταμόν, ὃς μάλιστά πως δίχα διαιρεῖ τὴν ὅλην Σικελίαν.
7.4.3οὗτοι μὲν οὖν ἀφικόμενοι πρὸς Καρχηδονίους διελέγοντο περὶ τούτων καὶ ταῦτ’ἔπραττον, εἰς πᾶν ἑτοίμως συγκαταβαινόντων τῶν Καρχηδονίων ·
7.4.4οἱ δὲ περὶ τὸν Ἱπποκράτην, λαμβάνοντες εἰς τὰς χεῖρας τὸ μειράκιον τὰς μὲν ἀρχὰς ἐψυχαγώγουν, ἐξηγούμενοι τὰς ἐν Ἰταλίᾳ πορείας Ἀννίβου καὶ παρατάξεις καὶ μάχας, μετὰ δὲ ταῦτα φάσκοντες μηδενὶ καθήκειν μᾶλλον τὴν ἁπάντων Σικελιωτῶν ἀρχὴν ὡς ἐκείνῳ, πρῶτον μὲν διὰ τὸ τῆς Πύρρου θυγατρὸς υἱὸν εἶναι Νηρηίδος, ὃν μόνον κατὰ προαίρεσιν καὶ κατ’εὔνοιαν Σικελιῶται πάντες εὐδόκησαν σφῶν αὐτῶν ἡγεμόν’εἶναι καὶ βασιλέα, δεύτερον δὲ κατὰ τὴν Ἱέρωνος τοῦ πάππου δυναστείαν.
7.4.6καὶ τέλος ἐπὶ τοσοῦτον ἐξωμίλησαν τὸ μειράκιον ὥστε καθόλου μηδενὶ προσέχειν τῶν ἄλλων διὰ τὸ καὶ φύσει μὲν ἀκατάστατον ὑπάρχειν, ἔτι δὲ μᾶλλον ὑπ’ἐκείνων τότε μετεωρισθέν ·
7.4.7ἀκμὴν τῶν περὶ Ἀγάθαρχον ἐν τῇ Καρχηδόνι τὰ προειρημένα διαπραττομένων, ἐπιπέμπει πρεσβευτάς, τὴν μὲν τῆς Σικελίας ἀρχὴν φάσκων αὑτῷ καθήκειν ἅπασαν, ἀξιῶν δὲ Καρχηδονίους μὲν βοηθεῖν περὶ Σικελίας, αὐτὸς δὲ Καρχηδονίοις ὑπισχνούμενος ἐπαρκεῖν εἰς τὰς κατὰ τὴν Ἰταλίαν πράξεις.
7.4.8τὴν μὲν οὖν ὅλην ἀκαταστασίαν καὶ μανίαν καλῶς συνθεώμενοι Καρχηδόνιοι τοῦ μειρακίου, νομίζοντες δὲ κατὰ πολλοὺς τρόπους συμφέρειν σφίσι τὸ μὴ προέσθαι τὰ κατὰ τὴν Σικελίαν, ἐκείνῳ μὲν ἅπαντα συγκατένευον, αὐτοὶ δὲ καὶ πρότερον ἤδη παρασκευασάμενοι ναῦς καὶ στρατιώτας, ἐγίνοντο πρὸς τὸ διαβιβάζειν τὰς δυνάμεις εἰς τὴν Σικελίαν.
7.5.1οἱ δὲ Ῥωμαῖοι ταῦτα πυνθανόμενοι πάλιν ἔπεμψαν πρὸς αὐτὸν πρέσβεις, διαμαρτυρόμενοι μὴ παραβαίνειν τὰς πρὸς τοὺς προγόνους αὐτοῦ τεθειμένας συνθήκας.
7.5.2ὑπὲρ ὧν Ἱερώνυμος ἁθροίσας τὸ συνέδριον ἀνέδωκε διαβούλιον τί δεῖ ποιεῖν.
7.5.3οἱ μὲν οὖν ἐγχώριοι τὴν ἡσυχίαν ἦγον, δεδιότες τὴν τοῦ προεστῶτος ἀκρισίαν · Ἀριστόμαχος δ’ὁ Κορίνθιος καὶ Δάμιππος ὁ Λακεδαιμόνιος καὶ Αὐτόνους ὁ Θετταλὸς ἠξίουν ἐμμένειν ταῖς πρὸς Ῥωμαίους συνθήκαις.
7.5.4Ἀδρανόδωρος δὲ μόνος οὐκ ἔφη δεῖν παριέναι τὸν καιρόν · εἶναι δὲ τὸν ἐνεστῶτα μόνον ἐν ᾧ κατακτήσασθαι δυνατόν ἐστι τὴν τῆς Σικελίας ἀρχήν.
7.5.5τοῦ δὲ ταῦτ’εἰπόντος, ἤρετο τοὺς περὶ τὸν Ἱπποκράτην ποίας μετέχουσι γνώμης. τῶν δὲ φησάντων τῆς Ἀδρανοδώρου, πέρας εἶχε τὸ διαβούλιον. καὶ τὰ μὲν τοῦ πολέμου τοῦ πρὸς Ῥωμαίους ἐκεκύρωτο τὸν τρόπον τοῦτον ·
7.5.6βουλόμενος δὲ μὴ σκαιῶς δοκεῖν ἀποκρίνεσθαι τοῖς πρεσβευταῖς, εἰς τηλικαύτην ἀστοχίαν ἐνέπεσε δι’ἧς τοῖς Ῥωμαίοις οὐ μόνον δυσαρεστήσειν, ἀλλὰ καὶ προσκόπτειν ἔμελλε προφανῶς.
7.5.7ἔφη γὰρ ἐμμενεῖν ἐν ταῖς συνθήκαις, ἐὰν αὐτῷ πρῶτον μὲν τὸ χρυσίον ἀποδῶσι πᾶν, ὃ παρ’Ἱέρωνος ἔλαβον τοῦ πάππου, δεύτερον δὲ τὸν σῖτον ἐκ παντὸς ἀποκαταστήσωσι τοῦ χρόνου καὶ τὰς ἄλλας δωρεάς, ἃς εἶχον παρ’ἐκείνου, τὸ δὲ τρίτον ὁμολογήσωσι τὴν ἐντὸς Ἱμέρα ποταμοῦ χώραν καὶ πόλεις εἶναι Συρακοσίων.
7.5.8οἱ μὲν οὖν πρεσβευταὶ καὶ τὸ συνέδριον ἐπὶ τούτοις ἐχωρίσθησαν · οἱ δὲ περὶ τὸν Ἱερώνυμον ἀπὸ τούτων τῶν καιρῶν ἐνήργουν τὰ τοῦ πολέμου, καὶ τάςτε δυνάμεις ἥθροιζον καὶ καθώπλιζον τάςτε λοιπὰς χορηγίας ἡτοίμαζον.
7.6.1ἡ γὰρ τῶν Λεοντίνων πόλις τῷ μὲν ὅλῳ κλίματι τέτραπται πρὸς τὰς ἄρκτους, ἔστι δὲ διὰ μέσης αὐτῆς αὐλὼν ἐπίπεδος, ἐν ᾧ συμβαίνει τάςτε τῶν ἀρχείων καὶ δικαστηρίων κατασκευὰς καὶ καθόλου τὴν ἀγορὰν ὑπάρχειν.
7.6.3τοῦ δ’αὐλῶνος παρ’ἑκατέραν τὴν πλευρὰν παρήκει λόφος, ἔχων ἀπορρῶγα συνεχῆ · τὰ δ’ἐπίπεδα τῶν λόφων τούτων ὑπὲρ τὰς ὀφρῦς οἰκιῶν ἐστι πλήρη καὶ ναῶν.
7.6.4δύο δ’ἔχει πυλῶνας ἡ πόλις, ὧν ὁ μὲν ἐπὶ τοῦ πρὸς μεσημβρίαν πέρατός ἐστιν οὗ προεῖπον αὐλῶνος, φέρων ἐπὶ Συρακούσας, ὁ δ’ἕτερος ἐπὶ τοῦ πρὸς ἄρκτους, ἄγων ἐπὶ τὰ Λεοντῖνα καλούμενα πεδία καὶ τὴν γεωργήσιμον χώραν.
7.6.5ὑπὸ δὲ τὴν μίαν ἀπορρῶγα, τὴν πρὸς τὰς δύσεις, παραρρεῖ ποταμός, ὃν καλοῦσι Λίσσον.
7.6.6τούτῳ δὲ κεῖνται παράλληλοι καὶ πλείους ὑπ’αὐτὸν τὸν κρημνὸν οἰκίαι συνεχεῖς, ὧν μεταξὺ καὶ τοῦ ποταμοῦ συμβαίνει τὴν προειρημένην ὁδὸν ὑπάρχειν.
7.7.1ὅτι τινὲς τῶν λογογράφων τῶν ὑπὲρ τῆς καταστροφῆς τοῦ Ἱερωνύμου γεγραφότων πολύν τινα πεποίηνται λόγον καὶ πολλήν τινα διατέθεινται τερατείαν, ἐξηγούμενοι μὲν τὰ πρὸ τῆς ἀρχῆς αὐτοῖς γενόμενα σημεῖα καὶ τὰς ἀτυχίας τὰς Συρακοσίων, τραγῳδοῦντες δὲ τὴν ὠμότητα τῶν τρόπων καὶ τὴν ἀσέβειαν τῶν πράξεων, ἐπὶ δὲ πᾶσι τὸ παράλογον καὶ τὸ δεινὸν τῶν περὶ τὴν καταστροφὴν αὐτοῦ συμβάντων, ὥστε μήτε Φάλαριν μήτ’Ἀπολλόδωρον μήτ’ἄλλον μηδένα γεγονέναι τύραννον ἐκείνου πικρότερον.
7.7.3καίτοι παῖς παραλαβὼν τὴν ἀρχήν, εἶτα μῆνας οὐ πλείους τριῶν καὶ δέκα βιώσας μετήλλαξε τὸν βίον.
7.7.4κατὰ δὲ τὸν χρόνον τοῦτον ἕνα μέν τινα καὶ δεύτερον ἐστρεβλῶσθαι καί τινας τῶν φίλων καὶ τῶν ἄλλων Συρακοσίων ἀπεκτάνθαι δυνατόν, ὑπερβολὴν δὲ γεγονέναι παρανομίας καὶ παρηλλαγμένην ἀσέβειαν οὐκ εἰκός.
7.7.5καὶ τῷ μὲν τρόπῳ διαφερόντως εἰκαῖον αὐτὸν γεγονέναι καὶ παράνομον φατέον, οὐ μὴν εἴς γε σύγκρισιν ἀκτέον οὐδενὶ τῶν προειρημένων τυράννων.
7.7.6ἀλλά μοι δοκοῦσιν οἱ τὰς ἐπὶ μέρους γράφοντες πράξεις, ἐπειδὰν ὑποθέσεις εὐπεριλήπτους ὑποστήσωνται καὶ στενάς, πτωχεύοντες πραγμάτων ἀναγκάζεσθαι τὰ μικρὰ μεγάλα ποιεῖν καὶ περὶ τῶν μη δὲ μνήμης ἀξίων πολλούς τινας διατίθεσθαι λόγους. ἔνιοι δὲ καὶ δι’ἀκρισίαν εἰς τὸ παραπλήσιον τούτοις ἐμπίπτουσιν.
7.7.7ὅσῳ γὰρ ἄν τις εὐλογώτερον καὶ περὶ ταῦτα τὸν ἀναπληροῦντα τὰς βύβλους καὶ τὸν ἐπιμετροῦντα λόγον τῆς διηγήσεως εἰς Ἱέρωνα καὶ Γέλωνα διάθοιτο, παρεὶς Ἱερώνυμον.
7.7.8καὶ γὰρ τοῖς φιληκόοις ἡδίων οὗτος καὶ τοῖς φιλομαθοῦσι τῷ παντὶ χρησιμώτερος.
7.8.1ἱέρων μὲν γὰρ πρῶτον μὲν δι’αὑτοῦ κατεκτήσατο τὴν Συρακοσίων καὶ τῶν συμμάχων ἀρχήν, οὐ πλοῦτον, οὐ δόξαν, οὐχ ἕτερον οὐδὲν ἐκ τῆς τύχης ἕτοιμον παραλαβών.
7.8.2καὶ μὴν οὐκ ἀποκτείνας, οὐ φυγαδεύσας, οὐ λυπήσας οὐδένα τῶν πολιτῶν, δι’αὑτοῦ βασιλεὺς κατέστη τῶν Συρακοσίων, ὃ πάντων ἐστὶ παραδοξότατον, ἔτι δὲ τὸ μὴ μόνον κτήσασθαι τὴν ἀρχὴν οὕτως, ἀλλὰ καὶ διαφυλάξαι τὸν αὐτὸν τρόπον.
7.8.4ἔτη γὰρ πεντήκοντα καὶ τέτταρα βασιλεύσας διετήρησε μὲν τῇ πατρίδι τὴν εἰρήνην, διεφύλαξε δ’αὑτῷ τὴν ἀρχὴν ἀνεπιβούλευτον, διέφυγε δὲ τὸν ταῖς ὑπεροχαῖς παρεπόμενον φθόνον ·
7.8.5ὅς γε πολλάκις ἐπιβαλόμενος ἀποθέσθαι τὴν δυναστείαν ἐκωλύθη κατὰ κοινὸν ὑπὸ τῶν πολιτῶν.
7.8.6εὐεργετικώτατος δὲ καὶ φιλοδοξότατος γενόμενος εἰς τοὺς Ἕλληνας μεγάλην μὲν αὑτῷ δόξαν, οὐ μικρὰν δὲ Συρακοσίοις εὔνοιαν παρὰ πᾶσιν ἀπέλιπε.
7.8.7καὶ μὴν ἐν περιουσίᾳ καὶ τρυφῇ καὶ δαψιλείᾳ πλείστῃ διαγενόμενος ἔτη μὲν ἐβίωσε πλείω τῶν ἐνενήκοντα, διεφύλαξε δὲ τὰς αἰσθήσεις ἁπάσας, διετήρησε δὲ πάντα καὶ τὰ μέρη τοῦ σώματος ἀβλαβῆ.
7.8.8τοῦτο δέ μοι δοκεῖ σημεῖον οὐ μικρόν, ἀλλὰ παμμέγεθες εἶναι βίου σώφρονος.
7.8.9ὅτι Γέλων πλείω τῶν πεντήκοντα βιώσας ἐτῶν σκοπὸν προέθηκε κάλλιστον ἐν τῷ ζῆν, τὸ πειθαρχεῖν τῷ γεννήσαντι, καὶ μήτε πλοῦτον μήτε βασιλείας μέγεθος μήτ’ἄλλο περὶ πλείονος ποιήσασθαι μηδὲν τῆς πρὸς τοὺς γονεῖς εὐνοίας καὶ πίστεως.
7.9.1ὅρκος, ὃν ἔθετο Ἀννίβας ὁ στρατηγός, Μάγωνος, Μύρκανος, Βαρμόκαρος, καὶ πάντες γερουσιασταὶ Καρχηδονίων οἱ μετ’αὐτοῦ καὶ πάντες Καρχηδόνιοι στρατευόμενοι μετ’αὐτοῦ πρὸς Ξενοφάνη Κλεομάχου Ἀθηναῖον πρεσβευτήν, ὃν ἀπέστειλε πρὸς ἡμᾶς Φίλιππος ὁ βασιλεὺς Δημητρίου ὑπὲρ αὑτοῦ καὶ Μακεδόνων καὶ τῶν συμμάχων, ἐναντίον Διὸς καὶ Ἥρας καὶ Ἀπόλλωνος, ἐναντίον δαίμονος Καρχηδονίων καὶ Ἡρακλέους καὶ Ἰολάου, ἐναντίον Ἄρεως, Τρίτωνος, Ποσειδῶνος, ἐναντίον θεῶν τῶν συστρατευομένων καὶ Ἡλίου καὶ Σελήνης καὶ Γῆς, ἐναντίον ποταμῶν καὶ λιμένων καὶ ὑδάτων, ἐναντίον πάντων θεῶν ὅσοι κατέχουσι Καρχηδόνα, ἐναντίον θεῶν πάντων ὅσοι Μακεδονίαν καὶ τὴν ἄλλην Ἑλλάδα κατέχουσιν, ἐναντίον θεῶν πάντων τῶν κατὰ στρατείαν, ὅσοι τινὲς ἐφεστήκασιν ἐπὶ τοῦδε τοῦ ὅρκου.
7.9.4Ἀννίβας ὁ στρατηγὸς εἶπε καὶ πάντες Καρχηδονίων γερουσιασταὶ οἱ μετ’αὐτοῦ καὶ πάντες Καρχηδόνιοι οἱ στρατευόμενοι μετ’αὐτοῦ, ὃ ἂν δοκῇ ὑμῖν καὶ ἡμῖν, τὸν ὅρκον τοῦτον θέσθαι περὶ φιλίας καὶ εὐνοίας καλῆς, φίλους καὶ οἰκείους καὶ ἀδελφούς, ἐφ’ᾧτ’εἶναι σῳζομένους ὑπὸ βασιλέως Φιλίππου καὶ Μακεδόνων καὶ ὑπὸ τῶν ἄλλων Ἑλλήνων, ὅσοι εἰσὶν αὐτῶν σύμμαχοι, κυρίους Καρχηδονίους καὶ Ἀννίβαν τὸν στρατηγὸν καὶ τοὺς μετ’αὐτοῦ καὶ τοὺς Καρχηδονίων ὑπάρχους, ὅσοι τοῖς αὐτοῖς νόμοις χρῶνται, καὶ Ἰτυκαίους, καὶ ὅσαι πόλεις καὶ ἔθνη Καρχηδονίων ὑπήκοα, καὶ τοὺς στρατιώτας καὶ τοὺς συμμάχους, καὶ πάσας πόλεις καὶ ἔθνη, πρὸς ἅ ἐστιν ἡμῖν ἥτε φιλία τῶν ἐν Ἰταλίᾳ καὶ Κελτίᾳ καὶ ἐν τῇ Λιγυστίνῃ, καὶ πρὸς οὕστινας ἡμῖν ἂν γένηται φιλία καὶ συμμαχία ἐν ταύτῃ τῇ χώρᾳ.
7.9.7ἔσται δὲ καὶ Φίλιππος ὁ βασιλεὺς καὶ Μακεδόνες καὶ τῶν ἄλλων Ἑλλήνων οἱ σύμμαχοι, σῳζόμενοι καὶ φυλαττόμενοι ὑπὸ Καρχηδονίων τῶν συστρατευομένων καὶ ὑπὸ Ἰτυκαίων καὶ ὑπὸ πασῶν πόλεων καὶ ἐθνῶν ὅσα ἐστὶ Καρχηδονίοις ὑπήκοα, καὶ συμμάχων καὶ στρατιωτῶν, καὶ ὑπὸ πάντων ἐθνῶν καὶ πόλεων ὅσα ἐστὶν ἐν Ἰταλίᾳ καὶ Κελτίᾳ καὶ Λιγυστίνῃ, καὶ ὑπὸ τῶν ἄλλων, ὅσοι ἂν γένωνται σύμμαχοι ἐν τοῖς κατ’Ἰταλίαν τόποις τούτοις.
7.9.8οὐκ ἐπιβουλεύσομεν ἀλλήλοις οὐ δὲ λόχῳ χρησόμεθα ἐπ’ἀλλήλοις, μετὰ πάσης δὲ προθυμίας καὶ εὐνοίας ἄνευ δόλου καὶ ἐπιβουλῆς ἐσόμεθα πολέμιοι τοῖς πρὸς Καρχηδονίους πολεμοῦσι χωρὶς βασιλέων καὶ πόλεων καὶ λιμένων, πρὸς οὓς ἡμῖν εἰσιν ὅρκοι καὶ φιλίαι.
7.9.9ἐσόμεθα δὲ καὶ ἡμεῖς πολέμιοι τοῖς πολεμοῦσι πρὸς βασιλέα Φίλιππον χωρὶς βασιλέων καὶ πόλεων καὶ ἐθνῶν, πρὸς οὓς ἡμῖν εἰσιν ὅρκοι καὶ φιλίαι.
7.9.10ἔσεσθε δὲ καὶ ἡμῖν σύμμαχοι πρὸς τὸν πόλεμον, ὅς ἐστιν ἡμῖν πρὸς Ῥωμαίους, ἕως ἂν ἡμῖν καὶ ὑμῖν οἱ θεοὶ διδῶσι τὴν εὐημερίαν.
7.9.11βοηθήσετε δὲ ἡμῖν, ὡς ἂν χρεία ᾖ καὶ ὡς ἂν συμφωνήσωμεν.
7.9.12ποιησάντων δὲ τῶν θεῶν εὐημερίαν ἡμῖν κατὰ τὸν πόλεμον τὴν πρὸς Ῥωμαίους καὶ τοὺς συμμάχους αὐτῶν, ἂν ἀξιῶσι Ῥωμαῖοι συντίθεσθαι περὶ φιλίας, συνθησόμεθα, ὥστ’εἶναι πρὸς ὑμᾶς τὴν αὐτὴν φιλίαν, ἐφ’ᾧτε μὴ ἐξεῖναι αὐτοῖς ἄρασθαι πρὸς ὑμᾶς μηδέποτε πόλεμον, μη δ’εἶναι Ῥωμαίους κυρίους Κερκυραίων μη δ’Ἀπολλωνιατῶν καὶ Ἐπιδαμνίων μη δὲ Φάρου μη δὲ Διμάλης καὶ Παρθίνων μη δ’Ἀτιντανίας.
7.9.14ἀποδώσουσι δὲ καὶ Δημητρίῳ τῷ Φαρίῳ τοὺς οἰκείους πάντας, οἵ εἰσιν ἐν τῷ κοινῷ τῶν Ῥωμαίων.
7.9.15ἐὰν δὲ αἴρωνται Ῥωμαῖοι πρὸς ὑμᾶς πόλεμον ἢ πρὸς ἡμᾶς, βοηθήσομεν ἀλλήλοις εἰς τὸν πόλεμον, καθὼς ἂν ἑκατέροις ᾖ χρεία.
7.9.16ὁμοίως δὲ καὶ ἐάν τινες ἄλλοι χωρὶς βασιλέων καὶ πόλεων καὶ ἐθνῶν, πρὸς ἃ ἡμῖν εἰσιν ὅρκοι καὶ φιλίαι.
7.9.17ἐὰν δὲ δοκῇ ἡμῖν ἀφελεῖν ἢ προσθεῖναι πρὸς τόνδε τὸν ὅρκον, ἀφελοῦμεν ἢ προσθήσομεν ὡς ἂν ἡμῖν δοκῇ ἀμφοτέροις.
7.10.1οὔσης δημοκρατίας παρὰ τοῖς Μεσσηνίοις, καὶ τῶν μὲν ἀξιολόγων ἀνδρῶν πεφυγαδευμένων, τῶν δὲ κατακεκληρουχημένων τὰς τούτων οὐσίας ἐπικρατούντων τῆς πολιτείας, δυσχερῶς ὑπέφερον τὴν τούτων ἰσηγορίαν οἱ μένοντες τῶν ἀρχαίων πολιτῶν.
7.10.2ὅτι Γόργος ὁ Μεσσήνιος οὐδενὸς ἦν δεύτερος Μεσσηνίων πλούτῳ καὶ γένει, διὰ δὲ τὴν ἄθλησιν κατὰ τὴν ἀκμὴν πάντων ἐνδοξότατος ἐγεγόνει τῶν περὶ τοὺς γυμνικοὺς ἀγῶνας φιλοστεφανούντων.
7.10.3καὶ γὰρ κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν τοῦ λοιποῦ βίου προστασίαν, ἔτι δὲ κατὰ τὸ πλῆθος τῶν στεφάνων, οὐδενὸς ἐλείπετο τῶν καθ’αὑτόν.
7.10.4καὶ μὴν ὅτε καταλύσας τὴν ἄθλησιν ἐπὶ τὸ πολιτεύεσθαι καὶ τὸ πράττειν τὰ τῆς πατρίδος ὥρμησε, καὶ περὶ τοῦτο τὸ μέρος οὐκ ἐλάττω δόξαν ἐξεφέρετο τῆς πρότερον ὑπαρχούσης αὐτῷ, πλεῖστον μὲν ἀπέχειν δοκῶν τῆς τοῖς ἀθληταῖς παρεπομένης ἀναγωγίας, πρακτικώτατος δὲ καὶ νουνεχέστατος εἶναι νομιζόμενος περὶ τὴν πολιτείαν.
7.11.1ἐγὼ δὲ κατὰ τὸ παρὸν ἐπιστήσας τὴν διήγησιν βραχέα βούλομαι διαλεχθῆναι περὶ Φιλίππου, διὰ τὸ ταύτην τὴν ἀρχὴν γενέσθαι τῆς εἰς το- τοὔμπαλιν μεταβολῆς αὐτοῦ καὶ τῆς ἐπὶ χεῖρον ὁρμῆς καὶ μεταθέσεως.
7.11.2δοκεῖ γάρ μοι τοῖς καὶ κατὰ βραχὺ βουλομένοις τῶν πραγματικῶν ἀνδρῶν περιποιεῖσθαι τὴν ἐκ τῆς ἱστορίας διόρθωσιν ἐναργέστατον εἶναι τοῦτο παράδειγμα.
7.11.3καὶ γὰρ διὰ τὸ τῆς ἀρχῆς ἐπιφανὲς καὶ διὰ τὸ τῆς φύσεως λαμπρὸν ἐκφανεστάτας συμβαίνει καὶ γνωριμωτάτας γεγονέναι πᾶσι τοῖς Ἕλλησι τὰς εἰς ἑκάτερον τὸ μέρος ὁρμὰς τοῦ βασιλέως τούτου, παραπλησίως δὲ καὶ τὰ συνεξακολουθήσαντα ταῖς ὁρμαῖς ἑκατέραις ἐκ παραθέσεως.
7.11.4ὅτι μὲν οὖν αὐτῷ μετὰ τὸ παραλαβεῖν τὴν βασιλείαν τάτε κατὰ Θετταλίαν καὶ Μακεδονίαν καὶ συλλήβδην τὰ κατὰ τὴν ἰδίαν ἀρχὴν οὕτως ὑπετέτακτο καὶ συνέκλινε ταῖς εὐνοίαις ὡς οὐδενὶ τῶν πρότερον βασιλέων, καίτοι νέῳ ὄντι παραλαβόντι τὴν Μακεδόνων δυναστείαν, εὐχερὲς καταμαθεῖν ἐκ τούτων.
7.11.5συνεχέστατα γὰρ αὐτοῦ περισπασθέντος ἐκ Μακεδονίας διὰ τὸν πρὸς Αἰτωλοὺς καὶ Λακεδαιμονίους πόλεμον, οὐχ οἷον ἐστασίασέ τι τῶν προειρημένων ἐθνῶν, ἀλλ’οὐ δὲ τῶν περιοικούντων ἐτόλμησε βαρβάρων οὐδεὶς ἅψασθαι τῆς Μακεδονίας.
7.11.6καὶ μὴν περὶ τῆς Ἀλεξάνδρου καὶ Χρυσογόνου καὶ τῶν ἄλλων φίλων εὐνοίας καὶ προθυμίας εἰς αὐτὸν οὐ δ’ἂν εἰπεῖν τις δύναιτ’ἀξίως. τὴν δὲ Πελοποννησίων καὶ Βοιωτῶν, ἅμα δὲ τούτοις Ἠπειρωτῶν, Ἀκαρνάνων, […] ὅσων ἑκάστοις ἀγαθῶν ἐν βραχεῖ χρόνῳ παραίτιος ἐγένετο.
7.11.8καθόλου γε μήν, εἰ δεῖ μικρὸν ὑπερβολικώτερον εἰπεῖν, οἰκειότατ’ἂν οἶμαι περὶ Φιλίππου τοῦτο ῥηθῆναι, διότι κοινός τις οἷον ἐρώμενος ἐγένετο τῶν Ἑλλήνων διὰ τὸ τῆς αἱρέσεως εὐεργετικόν.
7.11.9ἐκφανέστατον δὲ καὶ μέγιστον δεῖγμα περὶ τοῦ τί δύναται προαίρεσις καλοκἀγαθικὴ καὶ πίστις, τὸ πάντας Κρηταιεῖς συμφρονήσαντας καὶ τῆς αὐτῆς μετασχόντας συμμαχίας ἕνα προστάτην ἑλέσθαι τῆς νήσου Φίλιππον, καὶ ταῦτα συντελεσθῆναι χωρὶς ὅπλων καὶ κινδύνων, ὃ πρότερον οὐ ῥᾳδίως ἂν εὕροι τις γεγονός.
7.11.10ἀπὸ τοίνυν τῶν κατὰ Μεσσηνίους ἐπιτελεσθέντων ἅπαντα τὴν ἐναντίαν ἐλάμβανε διάθεσιν αὐτῷ · καὶ τοῦτο συνέβαινε κατὰ λόγον ·
7.11.11τραπεὶς γὰρ ἐπὶ τὴν ἀντικειμένην προαίρεσιν τῇ πρόσθεν, καὶ ταύτῃ προστιθεὶς ἀεὶ τα- τἀκόλουθον, ἔμελλε καὶ τὰς τῶν ἄλλων διαλήψεις περὶ αὑτοῦ τρέψειν εἰς τα- τἀναντία καὶ ταῖς τῶν πραγμάτων συντελείαις ἐγκυρήσειν ἐναντίαις ἢ πρότερον.
7.11.12ὃ καὶ συνέβη γενέσθαι. δῆλον δὲ τοῦτ’ἔσται τοῖς προσέχουσιν ἐπιμελῶς διὰ τῶν ἑξῆς ῥηθησομένων πράξεων.
7.12.1ὅτι Φιλίππου τοῦ βασιλέως Μακεδόνων τὴν τῶν Μεσσηνίων ἀκρόπολιν κατασχεῖν βουλομένου, καὶ φήσαντος βούλεσθαι πρὸς τοὺς προεστῶτας τῆς πόλεως θεάσασθαι τὴν ἀκρόπολιν καὶ θῦσαι τῷ Διί, ἀναβάντος μετὰ τῆς θεραπείας καὶ θύοντος, μετὰ ταῦτα κατὰ τὸν ἐθισμὸν ἐκ τῶν τυθέντων ἱερείων προσενεχθέντων αὐτῷ τῶν σπλάγχνων, δεξάμενος εἰς τὰς χεῖρας καὶ βραχὺ διακλίνας, ἤρετο προτείνων τοῖς περὶ τὸν Ἄρατον “τί δοκεῖ τὰ ἱερὰ σημαίνειν, πότερον ἐκχωρεῖν τῆς ἄκρας ἢ κρατεῖν αὐτῆς”.
7.12.2ὁ μὲν οὖν Δημήτριος αὐτόθεν ἐκ τοῦ προβεβηκότος “εἰ μὲν μάντεως φρένας ἔχεις” ἔφη “ἐκχωρεῖν τὴν ταχίστην · εἰ δὲ βασιλέως πραγματικοῦ, τηρεῖν αὐτήν, ἵνα μὴ νῦν ἀφεὶς ζητῇς ἕτερον ἐπιτηδειότερον καιρόν ·
7.12.3οὕτως γὰρ ἑκατέρων τῶν κεράτων κρατῶν μόνως ἂν ὑποχείριον ἔχοις τὸν βοῦν”, αἰνιττόμενος τὰ μὲν κέρατα τὸν Ἰθωμάταν καὶ τὸν Ἀκροκόρινθον, τὴν δὲ Πελοπόννησον τὸν βοῦν.
7.12.4ὁ δὲ Φίλιππος ἐπιστρέψας πρὸς τὸν Ἄρατον “σὺ δὲ τα- ταὐτὰ συμβουλεύεις”; ἔφη. τοῦ δ’ἐπισχόντος, αὐτὸ λέγειν ἠξίου τὸ φαινόμενον.
7.12.5ὁ δὲ διαπορήσας “εἰ μὲν χωρίς” ἔφη “τοῦ παρασπονδῆσαι Μεσσηνίους δύνῃ κρατεῖν τοῦ τόπου τούτου, συμβουλεύω κρατεῖν ·
7.12.6εἰ δὲ τοῦτον καταλαβὼν φρουρᾷ, πάσας ἀπολλύναι μέλλεις τὰς ἀκροπόλεις καὶ τὴν φρουράν, ᾗ παρέλαβες παρ’Ἀντιγόνου φρουρουμένους τοὺς συμμάχους”, λέγων τὴν πίστιν, “σκόπει μὴ καὶ νῦν κρεῖττον ᾖ τοὺς ἄνδρας ἐξαγαγόντα τὴν πίστιν αὐτοῦ καταλιπεῖν, καὶ ταύτῃ φρουρεῖν τοὺς Μεσσηνίους, ὁμοίως δὲ καὶ τοὺς λοιποὺς συμμάχους”.
7.12.8ὁ Φίλιππος κατὰ μὲν τὴν ἰδίαν ὁρμὴν ἕτοιμος ἦν παρασπονδεῖν, ὡς ἐκ τῶν ὕστερον πραχθέντων ἐγένετο καταφανής, ἐπιτετιμημένος δὲ μικρῷ μὲν πρότερον ὑπὸ τοῦ νεωτέρου πικρῶς ἐπὶ τῇ τῶν ἀνδρῶν ἀπωλείᾳ, τότε δὲ μετὰ παρρησίας ἅμα καὶ μετ’ἀξιώσεως λέγοντος τοῦ πρεσβυτέρου καὶ δεομένου μὴ παρακοῦσαι τῶν λεγομένων, ἐνετράπη.
7.12.10καὶ λαβόμενος αὐτοῦ τῆς δεξιᾶς “ἄγωμεν τοίνυν” ἔφη “πάλιν τὴν αὐτὴν ὁδόν”.
7.13.1ὅτι ὁ Ἄρατος, θεωρῶν τὸν Φίλιππον ὁμολογουμένως τόντε πρὸς Ῥωμαίους ἀναλαμβάνοντα πόλεμον καὶ κατὰ τὴν πρὸς τοὺς συμμάχους αἵρεσιν ὁλοσχερῶς ἠλλοιωμένον, πολλὰς εἰσενεγκάμενος ἀπορίας καὶ σκήψεις μόλις ἀπετρέψατο τὸν Φίλιππον.
7.13.2ἡμεῖς δέ, τοῦ κατὰ τὴν πέμπτην βύβλον ἡμῖν ἐν ἐπαγγελίᾳ καὶ φάσει μόνον εἰρημένου νῦν δι’αὐτῶν τῶν πραγμάτων τὴν πίστιν εἰληφότος, βουλόμεθα προσαναμνῆσαι τοὺς συνεφιστάνοντας τῇ πραγματείᾳ, πρὸς τὸ μηδεμίαν τῶν ἀποφάσεων ἀναπόδεικτον μη δ’ἀμφισβητουμένην καταλιπεῖν.
7.13.3καθ’ὃν γὰρ καιρὸν ἐξηγούμενοι τὸν Αἰτωλικὸν πόλεμον ἐπὶ τοῦτο τὸ μέρος τῆς διηγήσεως ἐπέστημεν, ἐν ᾧ Φίλιππον ἔφαμεν τὰς ἐν Θέρμῳ στοὰς καὶ τὰ λοιπὰ τῶν ἀναθημάτων θυμικώτερον καταφθεῖραι, καὶ δεῖν τούτων τὴν αἰτίαν οὐχ οὕτως ἐπὶ τὸν βασιλέα διὰ τὴν ἡλικίαν ὡς ἐπὶ τοὺς συνόντας αὐτῷ φίλους ἀναφέρειν, τότε περὶ μὲν Ἀράτου τὸν βίον ἐφήσαμεν ἀπολογεῖσθαι τὸ μηδὲν ἂν ποιῆσαι μοχθηρόν, Δημητρίου δὲ τοῦ Φαρίου τὴν τοιαύτην εἶναι προαίρεσιν.
7.13.5δῆλον δὲ τοῦτο ποιήσειν ἐπηγγειλάμεθα διὰ τῶν ἑξῆς ῥηθησομένων, εἰς τοῦτον ὑπερθέμενοι τὸν καιρὸν τὴν πίστιν τῆς προρρηθείσης ἀποφάσεως, ἐν ᾧ παρὰ μίαν ἡμέραν Δημητρίου μὲν παρόντος, ὡς ἀρτίως ὑπὲρ τῶν κατὰ Μεσσηνίους ὑπεδείξαμεν, Ἀράτου δὲ καθυστερήσαντος, ἤρξατο Φίλιππος ἅπτεσθαι τῶν μεγίστων ἀσεβημάτων.
7.13.7καὶ καθάπερ ἂν ἐγγευσάμενος αἵματος ἀνθρωπείου καὶ τοῦ φονεύειν καὶ παρασπονδεῖν τοὺς συμμάχους, οὐ λύκος ἐξ ἀνθρώπου κατὰ τὸν Ἀρκαδικὸν μῦθον, ὥς φησιν ὁ Πλάτων, ἀλλὰ τύραννος ἐκ βασιλέως ἀπέβη πικρός.
7.13.8τούτου δ’ἐναργέστερον ἔτι δεῖγμα τῆς ἑκατέρου γνώμης τὸ περὶ τῆς ἄκρας συμβούλευμα πρὸς τὸ μη δὲ περὶ τῶν κατ’Αἰτωλοὺς διαπορεῖν.
7.14.1ὧν ὁμολογουμένων εὐμαρὲς ἤδη συλλογίσασθαι τὴν διαφορὰν τῆς ἑκατέρου προαιρέσεως.
7.14.2καθάπερ γὰρ νῦν Φίλιππος πεισθεὶς Ἀράτῳ διεφύλαξε τὴν πρὸς Μεσσηνίους πίστιν ἐν τοῖς κατὰ τὴν ἄκραν, καὶ μεγάλῳ, τὸ δὴ λεγόμενον, ἕλκει τῷ προγεγονότι περὶ τὰς σφαγὰς μικρὸν ἴαμα προσέθηκεν, οὕτως ἐν τοῖς κατ’Αἰτωλοὺς Δημητρίῳ κατακολουθήσας ἠσέβει μὲν εἰς τοὺς θεούς, τὰ καθιερωμένα τῶν ἀναθημάτων διαφθείρων, ἡμάρτανε δὲ περὶ τοὺς ἀνθρώπους, ὑπερβαίνων τοὺς τοῦ πολέμου νόμους, ἠστόχει δὲ τῆς σφετέρας προαιρέσεως, ἀπαραίτητον καὶ πικρὸν ἑαυτὸν ἀποδεικνύων ἐχθρὸν τοῖς διαφερομένοις.
7.14.4ὁ δ’αὐτὸς λόγος καὶ περὶ τῶν κατὰ Κρήτην · καὶ γὰρ ἐπ’ἐκείνων Ἀράτῳ μὲν καθηγεμόνι χρησάμενος περὶ τῶν ὅλων, οὐχ οἷον ἀδικήσας, ἀλλ’οὐ δὲ λυπήσας οὐδένα τῶν κατὰ τὴν νῆσον, ἅπαντας μὲν εἶχε τοὺς Κρηταιεῖς ὑποχειρίους, ἅπαντας δὲ τοὺς Ἕλληνας εἰς τὴν πρὸς αὑτὸν εὔνοιαν ἐπήγετο διὰ τὴν σεμνότητα τῆς προαιρέσεως.
7.14.5οὕτω πάλιν ἐπακολουθήσας Δημητρίῳ καὶ παραίτιος γενόμενος Μεσσηνίοις τῶν ἄρτι ῥηθέντων ἀτυχημάτων, ἅμα τὴν παρὰ τοῖς συμμάχοις εὔνοιαν καὶ τὴν παρὰ τοῖς ἄλλοις Ἕλλησιν ἀπέβαλε πίστιν.
7.14.6τηλικαύτην τοῖς νέοις βασιλεῦσι ῥοπὴν ἔχει καὶ πρὸς ἀτυχίαν καὶ πρὸς ἐπανόρθωσιν τῆς ἀρχῆς ἡ τῶν παρεπομένων φίλων ἐκλογὴ καὶ κρίσις, ὑπὲρ ἧς οἱ πλείους οὐκ οἶδ’ὅπως ῥᾳθυμοῦντες οὐ δὲ τὴν ἐλαχίστην ποιοῦνται πρόνοιαν.
7.14b.1ἐκπέμπουσι τῶν Κρητῶν τινας ὡς ἐπὶ λῃστείαν, δόντες ἐπιστολὴν διεσκευασμένην.
7.14c.1Μασύλιοι, Λιβυκὸν ἔθνος · Πολύβιος ἐν τῷ ἑβδόμῳ Μασυλεῖς αὐτούς φησι λέγεται ἀρσενικῶς, ὡς Πολύβιος ἑβδόμῳ ·
7.14d.1οἱ δὲ τὸν Ὠρικὸν κατοικοῦντες, οἳ καὶ πρῶτοι κεῖνται περὶ τὴν εἰσβολὴν τὴν πρὸς τὸν Ἀδρίαν ἐκ δεξιῶν εἰσπλέοντι περὶ δὲ τὰς Σάρδεις ἄπαυστοι καὶ συνεχεῖς ἀκροβολισμοὶ συνίσταντο καὶ κίνδυνοι καὶ νύκτωρ καὶ μεθ’ἡμέραν, πᾶν γένος ἐνέδρας, ἀντενέδρας, ἐπιθέσεως ἐξευρισκόντων τῶν στρατιωτῶν κατ’ἀλλήλων ·
7.15.1περὶ ὧν γράφειν τὰ κατὰ μέρος οὐ μόνον ἀνωφελὲς ἀλλὰ καὶ μακρὸν ἂν εἴη τελέως.
7.15.2τὸ δὲ πέρας, ἤδη τῆς πολιορκίας δεύτερον ἔτος ἐνεστώσης, Λαγόρας ὁ Κρής, τριβὴν ἔχων ἐν τοῖς πολεμικοῖς ἱκανήν, καὶ συνεωρακὼς ὅτι συμβαίνει τὰς ὀχυρωτάτας πόλεις ὡς ἐπὶ τὸ πολὺ ῥᾷστα γίνεσθαι τοῖς πολεμίοις ὑποχειρίους διὰ τὴν ὀλιγωρίαν τῶν ἐνοικούντων, ὅταν πιστεύσαντες ταῖς ὀχυρότησι ταῖς φυσικαῖς ἢ χειροποιήτοις ἀφυλακτῶσι καὶ ῥᾳθυμῶσι τὸ παράπαν, καὶ τούτων αὐτῶν ἐπεγνωκὼς διότι συμβαίνει τὰς ἁλώσεις γίνεσθαι κατὰ τοὺς ὀχυρωτάτους τόπους καὶ δοκοῦντας ὑπὸ τῶν ἐναντίων ἀπηλπίσθαι, καὶ τότε θεωρῶν κατὰ τὴν προϋπάρχουσαν δόξαν περὶ τῆς τῶν Σάρδεων ὀχυρότητος ἅπαντας ἀπεγνωκότας ὡς διὰ τοιαύτης πράξεως κυριεύσειν αὐτῆς, μίαν δὲ ταύτην ἔχοντας ἐλπίδα τοῦ διὰ τῆς ἐνδείας κρατήσειν τῆς πόλεως, τοσούτῳ μᾶλλον προσεῖχε καὶ πάντα τρόπον ἠρεύνα, σπεύδων ἀφορμῆς τινος ἐπιλαβέσθαι τοιαύτης.
7.15.6συνθεωρήσας δὲ τὸ κατὰ τὸν καλούμενον Πρίονα τεῖχος ἀφυλακτούμενον — οὗτος δ’ἔστι τόπος ὁ συνάπτων τὴν ἄκραν καὶ τὴν πόλιν — ἐγίνετο περὶ τὴν ἐλπίδα καὶ τὴν ἐπίνοιαν ταύτην.
7.15.7τὴν μὲν οὖν τῶν φυλαττόντων ῥᾳθυμίαν ἐκ τοιούτου τινὸς σημείου συνέβη θεωρῆσαι.
7.15.8τοῦ τόπου κρημνώδους ὑπάρχοντος διαφερόντως, καὶ φάραγγος ὑποκειμένης, εἰς ἣν ῥιπτεῖσθαι συνέβαινε τοὺς ἐκ τῆς πόλεως νεκροὺς καὶ τὰς τῶν ἵππων καὶ τὰς τῶν ὑποζυγίων τῶν ἀποθνησκόντων κοιλίας, εἰς τοῦτον αἰεὶ τὸ τῶν γυπῶν καὶ τῶν ἄλλων ὀρνέων πλῆθος ἡθροίζετο.
7.15.9συνθεωρήσας οὖν ὁ προειρημένος ἀνήρ, ὅτε πληρωθείη τὰ ζῷα, τὰς ἀναπαύσεις ἐπὶ τῶν κρημνῶν καὶ τοῦ τείχους ποιούμενα συνεχῶς, ἔγνω διότι κατ’ἀνάγκην ἀφυλακτεῖται τὸ τεῖχος καὶ γίνεται τὸν πλεῖστον χρόνον ἔρημον.
7.15.10λοιπὸν ἐπιμελῶς τὴν νύκτα προσπορευόμενος ἐξήταζε τὰς προσβάσεις καὶ θέσεις τῶν κλιμάκων.
7.15.11εὑρίσκων δὲ κατά τινα τόπον καὶ καθ’ἕνα τῶν κρημνῶν δυνατὴν οὖσαν, προσφέρει τῷ βασιλεῖ τὸν περὶ τούτων λόγον.
7.16.1τοῦ δὲ δεξαμένου τὴν ἐλπίδα καὶ παρακαλέσαντος τὸν Λαγόραν ἐπιτελεῖν τὴν πρᾶξιν, αὐτὸς μὲν ὑπισχνεῖτο τὰ δυνατὰ ποιήσειν, ἠξίου δὲ τὸν βασιλέα Θεόδοτον αὐτῷ τὸν Αἰτωλὸν καὶ Διονύσιον τὸν ἡγεμόνα τῶν ὑπασπιστῶν παρακελεύσαντα συστῆσαι συνεπιδοῦναι σφᾶς καὶ κοινωνῆσαι τῆς ἐπιβολῆς, διὰ τὸ δοκεῖν ἑκάτερον ἱκανὴν δύναμιν ἔχειν καὶ τόλμαν πρὸς τὴν ἐπινοουμένην πρᾶξιν.
7.16.3τοῦ δὲ βασιλέως παραχρῆμα ποιήσαντος τὸ παρακαλούμενον, συμφρονήσαντες οἱ προειρημένοι καὶ κοινωσάμενοι περὶ πάντων ἑαυτοῖς ἐτήρουν νύκτα τὸ περὶ τὴν ἑωθινὴν μέρος ἔχουσαν ἀσέληνον.
7.16.4λαβόντες δὲ τοιαύτην, ἐν ᾗ πράττειν ἔμελλον ἡμέρᾳ, τῇ πρότερον ὀψίας δείλης ἐπέλεξαν ἐκ παντὸς τοῦ στρατοπέδου πεντεκαίδεκα τοὺς εὐρωστοτάτους ἄνδρας καὶ τοῖς σώμασι καὶ ταῖς ψυχαῖς, οἵτινες ἔμελλον ἅμα μὲν προσοίσειν τὰς κλίμακας, ἅμα δὲ συναναβήσεσθαι καὶ μεθέξειν αὐτοῖς τῆς τόλμης.
7.16.5μετὰ δὲ τούτους ἄλλους ἐπελέξαντο τριάκοντα τοὺς ἐν ἀποστήματι συνεφεδρεύσοντας, ἵν’ἐπειδὰν ὑπερβάντες αὐτοὶ πρὸς τὴν παρακειμένην παραγένωνται πύλην, οὗτοι μὲν ἔξωθεν προσπεσόντες πειρῶνται διακόπτειν τοὺς στροφεῖς καὶ τὸ ζύγωμα τῶν πυλῶν, αὐτοὶ δὲ τὸν μοχλὸν ἔνδοθεν καὶ τὰς βαλανάγρας, δισχιλίους δὲ τοὺς κατόπιν ἀκολουθήσοντας τούτοις, οὓς συνεισπεσόντας ἔδει καταλαβέσθαι τὴν τοῦ θεάτρου στεφάνην, εὐφυῶς κειμένην πρόςτε τοὺς ἐκ τῆς ἄκρας καὶ πρὸς τοὺς ἐκ τῆς πόλεως.
7.16.7τοῦ δὲ μὴ γενέσθαι μηδεμίαν ὑποψίαν τῆς ἀληθείας διὰ τὴν ἐπιλογὴν τῶν ἀνδρῶν, διέδωκε λόγον ὡς τοὺς Αἰτωλοὺς μέλλοντας εἰσπίπτειν διά τινος φάραγγος εἰς τὴν πόλιν, καὶ δέον ἐνεργῶς τούτους παραφυλάξαι πρὸς τὸ μηνυθέν.
7.17.1ἑτοίμων δὲ πάντων αὐτοῖς γενομένων, ἅμα τῷ κρυφθῆναι τὴν σελήνην λάθρᾳ πρὸς τοὺς κρημνοὺς οἱ περὶ τὸν Λαγόραν ἀφικόμενοι μετὰ τῶν κλιμάκων ὑπέστειλαν ἑαυτοὺς ὑπό τινα προπεπτωκυῖαν ὀφρύν. ἐπιγενομένης δὲ τῆς ἡμέρας, καὶ τῶν μὲν φυλάκων ἀπολυομένων ἀπὸ τοῦ τόπου τούτου, τοῦ δὲ βασιλέως κατὰ τὸν ἐθισμὸν τοὺς μὲν εἰς τὰς ἐφεδρείας ἐκπέμποντος, τοὺς δὲ πολλοὺς εἰς τὸν ἱππόδρομον ἐξαγαγόντος καὶ παρατάττοντος, τὸ μὲν πρῶτον ἀνύποπτον ἦν πᾶσι τὸ γενόμενον.
7.17.3προστεθεισῶν δὲ δυεῖν κλιμάκων, καὶ δι’ἧς μὲν Διονυσίου, δι’ἧς δὲ Λαγόρα πρῶτον πορευομένων, ἐγίνετο ταραχὴ καὶ κίνημα περὶ τὸ στρατόπεδον.
7.17.4συνέβαινε γὰρ τοῖς μὲν ἐκ τῆς πόλεως καὶ τοῖς περὶ τὸν Ἀχαιὸν ἐκ τῆς ἄκρας ἀδήλους εἶναι τοὺς προσβαίνοντας διὰ τῆς προπεπτωκυίας ἐπὶ τὸν κρημνὸν ὀφρύος · τοῖς δ’ἐκ τοῦ στρατοπέδου σύνοπτος ἦν ἡ τόλμα τῶν ἀναβαινόντων καὶ παραβαλλομένων.
7.17.5διόπερ οἱ μὲν ἐκπεπληγμένοι τὸ παράδοξον, οἱ δὲ προορώμενοι καὶ δεδιότες τὸ συμβησόμενον, ἀχανεῖς ἅμα δὲ περιχαρεῖς ὄντες, ἕστασαν. ὅθεν ὁ βασιλεύς, θεωρῶν τὸ περὶ τὴν ὅλην παρεμβολὴν κίνημα, καὶ βουλόμενος ἀποσπᾶν ἀπὸ τοῦ προκειμένου τούςτε παρ’αὑτοῦ καὶ τοὺς ἐκ τῆς πόλεως, προῆγε τὴν δύναμιν καὶ προσέβαλε πρὸς τὰς ἐπὶ τα- θάτερα πύλας κειμένας, Περσίδας δὲ προσαγορευομένας.
7.17.6Ἀχαιὸς δέ, συνθεωρῶν ἐκ τῆς ἄκρας τὸ περὶ τοὺς ὑπεναντίους κίνημα παρηλλαγμένον τῆς συνηθείας, ἐπὶ πολὺ διηπορεῖτο δυσχρηστούμενος καὶ συννοῆσαι τὸ γινόμενον οὐδαμῶς δυνάμενος.
7.17.8πλὴν ὅμως ἐξαπέστειλε τοὺς ἀπαντήσοντας εἰς τὴν πύλην · ὧν διὰ στενῆς καὶ κρημνώδους ποιουμένων τὴν κατάβασιν βραδεῖαν συνέβαινε γίνεσθαι τὴν ἐπικουρίαν.
7.17.9ὁ δ’ἐπὶ τῆς πόλεως τεταγμένος Ἀρίβαζος ἀκάκως ὥρμησε πρὸς τὰς πύλας, αἷς ἑώρα προσβάλλοντα τὸν Ἀντίοχον, καὶ τοὺς μὲν ἐπὶ τὸ τεῖχος ἀνεβίβαζε, τοὺς δὲ διὰ τῆς πύλης ἀφιεὶς εἴργειν τοὺς συνεγγίζοντας καὶ συμπλέκεσθαι παρεκελεύετο τοῖς πολεμίοις.
7.18.1κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ περὶ τὸν Λαγόραν καὶ Θεόδοτον καὶ Διονύσιον ὑπερβάντες τοὺς κρημνοὺς ἧκον ἐπὶ τὴν ὑποκειμένην πύλην.
7.18.2καὶ τινὲς μὲν αὐτῶν διεμάχοντο πρὸς τοὺς ἀπαντῶντας, οἱ δὲ διέκοπτον τοὺς μοχλούς. ἅμα δὲ τούτοις προσπεσόντες ἔξωθεν οἱ τεταγμένοι πρὸς τοῦτο τὸ μέρος τὸ παραπλήσιον ἐποίουν.
7.18.3ταχὺ δὲ τῶν πυλῶν ἀνοιχθεισῶν, εἰσελθόντες οἱ δισχίλιοι κατελάβοντο τὴν τοῦ θεάτρου στεφάνην.
7.18.4οὗ γινομένου πάντες ὥρμησαν ἀπὸ τῶν τειχῶν καὶ τῆς Περσίδος προσαγορευομένης πύλης, ἐφ’ἣν πρότερον ἐβοήθησαν οἱ περὶ τὸν Ἀρίβαζον, σπεύδοντες παρεγγυᾶν ἐπὶ τοὺς εἰσπεπτωκότας.
7.18.5τούτου δὲ συμβαίνοντος, κατὰ τὴν ἀποχώρησιν ἀνεῳγμένης τῆς πύλης, συνεισέπεσόν τινες τῶν παρὰ τοῦ βασιλέως, ἑπόμενοι τοῖς ὑποχωροῦσιν.
7.18.6ὧν κρατησάντων τῆς πύλης, ἤδη τούτοις κατὰ τὸ συνεχὲς οἱ μὲν εἰσέπιπτον, οἱ δὲ τὰς παρακειμένας διέκοπτον πύλας.
7.18.7οἱ δὲ περὶ τὸν Ἀρίβαζον καὶ πάντες οἱ κατὰ τὴν πόλιν ἐπὶ βραχὺ διαγωνισάμενοι πρὸς τοὺς εἰσεληλυθότας ὥρμησαν φεύγειν πρὸς τὴν ἄκραν.
7.18.8οὗ συμβάντος οἱ μὲν περὶ τὸν Θεόδοτον καὶ Λαγόραν ἔμενον ἐπὶ τῶν κατὰ τὸ θέατρον τόπων, νουνεχῶς καὶ πραγματικῶς ἐφεδρεύοντες τοῖς ὅλοις, ἡ δὲ λοιπὴ δύναμις εἰσπεσοῦσα πανταχόθεν ἅμα κατειλήφει τὴν πόλιν. καὶ τὸ λοιπὸν ἤδη, τῶν μὲν φονευόντων τοὺς ἐντυγχάνοντας, τῶν δὲ τὰς οἰκήσεις ἐμπιπρώντων, ἄλλων δὲ πρὸς τὰς ἁρπαγὰς καὶ τὰς ὠφελείας ὡρμηκότων, ἐγίνετο παντελὴς ἡ τῆς πόλεως καταφθορὰ καὶ διαρπαγή.
7.18.10καὶ Σάρδεων μὲν τοῦτον τὸν τρόπον ἐγένετο κύριος Ἀντίοχος.