Histories, 8
8.1.1οὐκ ἀλλότριον εἶναί μοι δοκεῖ τῆς ὅλης ἡμῶν ἐπιβολῆς καὶ τῆς ἐν ἀρχαῖς προθέσεως συνεπιστῆσαι τοὺς ἀκούοντας ἐπὶ τὸ μεγαλεῖον τῶν πράξεων καὶ τὸ φιλότιμον τῆς ἑκατέρου τοῦ πολιτεύματος προαιρέσεως, λέγω δὲ τοῦ Ῥωμαίων καὶ Καρχηδονίων.
8.1.2τίς γὰρ οὐκ ἂν ἐπισημήναιτο πῶς τηλικοῦτον μὲν πόλεμον συνεσταμένοι περὶ τῶν κατὰ τὴν Ἰταλίαν πραγμάτων, οὐκ ἐλάττω δὲ τούτου περὶ τῶν κατὰ τὴν Ἰβηρίαν, ἀκμὴν δὲ περὶ τούτων ἀδήλους μὲν ἔχοντες ἐπ’ἴσον ἀμφότεροι τὰς ὑπὲρ τοῦ μέλλοντος ἐλπίδας, ἐφαμίλλους δὲ τοὺς κατὰ τὸ παρὸν ἐνεστῶτας κινδύνους, ὅμως οὐκ ἠρκοῦντο ταῖς προκειμέναις ἐπιβολαῖς, ἀλλὰ καὶ περὶ Σαρδόνος καὶ Σικελίας ἠμφισβήτουν ·
8.1.3G8 καὶ πάντα περιελάμβανον, οὐ μόνον ταῖς ἐλπίσιν, ἀλλὰ καὶ ταῖς χορηγίαις καὶ ταῖς παρασκευαῖς;
8.1.4ὃ καὶ μάλιστ’ἄν τις εἰς τὸ κατὰ μέρος ἐμβλέψας θαυμάσειε. δύο μὲν γὰρ Ῥωμαίοις κατὰ τὴν Ἰταλίαν μετὰ τῶν ὑπάτων ἐντελῆ προεκάθητο στρατόπεδα, δύο δὲ κατὰ τὴν Ἰβηρίαν, ὧν τὸ μὲν πεζὸν Γνάϊος εἶχε, τὸ δὲ ναυτικὸν Πόπλιος.
8.1.5οἰκείως δὲ ταῦτα συνέβαινε γίνεσθαι καὶ παρὰ Καρχηδονίοις.
8.1.6καὶ μὴν τοῖς κατὰ τὴν Ἑλλάδα τόποις ἐφώρμει καὶ ταῖς ἐπιβολαῖς τοῦ Φιλίππου στόλος, ἐφ’οὗ τὸ μὲν πρῶτον Μάρκος Οὐαλέριος, μετὰ δὲ ταῦτα Πόπλιος ἐπέπλει Σουλπίκιος.
8.1.7ἅμα δὲ τούτοις Ἄππιος μὲν ἑκατὸν πεντηρικοῖς σκάφεσι, Μάρκος δὲ Κλαύδιος πεζικὰς ἔχων δυνάμεις, ἐφήδρευε τοῖς κατὰ τὴν Σικελίαν.
8.1.8τὸ δ’αὐτὸ τοῦτ’Ἀμίλκας ἐποίει παρὰ Καρχηδονίοις.
8.2.1δι’ὧν ὑπολαμβάνω τὸ πολλάκις ἐν ἀρχαῖς ἡμῖν τῆς πραγματείας εἰρημένον νῦν δι’αὐτῶν τῶν ἔργων ἀληθινὴν λαμβάνειν πίστιν.
8.2.2τοῦτο δ’ἦν ὡς οὐχ οἷόντε διὰ τῶν τὰς κατὰ μέρος ἱστορίας γραφόντων συνθεάσασθαι τὴν τῶν ὅλων οἰκονομίαν.
8.2.3πῶς γὰρ ἐνδέχεται ψιλῶς αὐτὰς καθ’αὑτὰς ἀναγνόντα τὰς Σικελικὰς ἢ τὰς Ἰβηρικὰς πράξεις, γνῶναι καὶ μαθεῖν ἢ τὸ μέγεθος τῶν γεγονότων ἢ τὸ συνέχον, τίνι τρόπῳ καὶ τίνι γένει πολιτείας τὸ παραδοξότατον καθ’ἡμᾶς ἔργον ἡ τύχη συνετέλεσε;
8.2.4τοῦτο δ’ἔστι τὸ πάντα τὰ γνωριζόμενα μέρη τῆς οἰκουμένης ὑπὸ μίαν ἀρχὴν καὶ δυναστείαν ἀγαγεῖν, ὃ πρότερον οὐχ εὑρίσκεται γεγονός.
8.2.5πῶς μὲν γὰρ εἷλον Συρακούσας Ῥωμαῖοι καὶ πῶς Ἰβηρίαν κατέσχον, οὐκ ἀδύνατον καὶ διὰ τῶν κατὰ μέρος ἐπὶ ποσὸν γνῶναι συντάξεων ·
8.2.6πῶς δὲ τῆς ἁπάντων ἡγεμονίας καθίκοντο, καὶ τί πρὸς τὰς ὁλοσχερεῖς αὐτοῖς ἐπιβολὰς τῶν κατὰ μέρος ἀντέπραξε, καὶ τί πάλιν καὶ κατὰ τίνας καιροὺς συνήργησε, δυσχερὲς καταλαβεῖν ἄνευ τῆς καθόλου τῶν πράξεων ἱστορίας.
8.2.7οὐ μὴν τὸ μέγεθος τῶν ἔργων οὐ δὲ τὴν τοῦ πολιτεύματος δύναμιν εὐμαρὲς κατανοῆσαι διὰ τὰς αὐτὰς αἰτίας.
8.2.8τὸ γὰρ ἀντιποιήσασθαι Ῥωμαίους Ἰβηρίας ἢ πάλιν Σικελίας, καὶ στρατεῦσαι πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσιν, αὐτὸ καθ’αὑτὸ λεγόμενον οὐκ ἂν εἴη θαυμαστόν.
8.2.9ἅμα δὲ τούτων συμβαινόντων καὶ πολλαπλασίων ἄλλων κατὰ τὸν αὐτὸν καιρὸν ἐπιτελουμένων ἐκ τῆς αὐτῆς ἀρχῆς καὶ πολιτείας, καὶ θεωρουμένων ὁμοῦ τούτοις τῶν κατὰ τὴν ἰδίαν χώραν ὑπαρχουσῶν περιστάσεων καὶ πολέμων περὶ τοὺς ἅπαντα τὰ προειρημένα χειρίζοντας, οὕτως ἂν εἴη μόνως σαφῆ τὰ γεγονότα καὶ θαυμαστὰ καὶ μάλιστ’ἂν οὕτως τυγχάνοι τῆς ἁρμοζούσης ἐπιστάσεως.
8.2.11ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω πρὸς τοὺς ὑπολαμβάνοντας διὰ τῆς τῶν κατὰ μέρος συντάξεως ἐμπειρίαν ποιήσασθαι τῆς καθολικῆς καὶ κοινῆς ἱστορίας.
8.2a.1οὕτως οἱ πλείους τῶν ἀνθρώπων τὸ κουφότατον ἥκιστα φέρειν δύνανται, λέγω δὲ τὴν σιωπήν.
8.3.1ὅτε δὴ τὰς Συρακούσας Ἐπικύδηςτε καὶ Ἱπποκράτης κατέλαβον, ἑαυτούςτε καὶ τοὺς ἄλλους τῶν πολιτῶν τῆς Ῥωμαίων φιλίας ἀλλοτριώσαντες, οἱ Ῥωμαῖοι προσπεπτωκυίας αὐτοῖς ἤδη καὶ τῆς Ἱερωνύμου τοῦ Συρακοσίων τυράννου καταστροφῆς Ἄππιον Κλαύδιον ἀντιστράτηγον καταστήσαντες αὐτῷ μὲν τὴν πεζὴν συνέστησαν δύναμιν, τὸν δὲ νηΐτην αὐτοῖς στόλον ἐπετρόπευσε Μάρκος Κλαύδιος.
8.3.2οὗτοι μὲν δὴ τὴν στρατοπεδείαν ἐβάλοντο μικρὸν ἀποσχόντες τῆς πόλεως, τὰς δὲ προσβολὰς ἔκριναν ποιεῖσθαι τῇ μὲν πεζῇ δυνάμει κατὰ τοὺς ἀπὸ τῶν Ἑξαπύλων τόπους, τῇ δὲ ναυτικῇ τῆς Ἀχραδίνης κατὰ τὴν Σκυτικὴν προσαγορευομένην στοάν, καθ’ἣν ἐπ’αὐτῆς κεῖται τῆς κρηπῖδος τὸ τεῖχος παρὰ θάλατταν.
8.3.3ἑτοιμασάμενοι δὲ γέρρα καὶ βέλη καὶ τα- τἄλλα τὰ πρὸς τὴν πολιορκίαν, ἐν ἡμέραις πέντε διὰ τὴν πολυχειρίαν ἤλπισαν καταταχήσειν τῇ παρασκευῇ τοὺς ὑπεναντίους, οὐ λογισάμενοι τὴν Ἀρχιμήδους δύναμιν, οὐ δὲ προϊδόμενοι διότι μία ψυχὴ τῆς ἁπάσης ἐστὶ πολυχειρίας ἐν ἐνίοις καιροῖς ἀνυστικωτέρα. πλὴν τότε δι’αὐτῶν ἔγνωσαν τῶν ἔργων τὸ λεγόμενον.
8.3.4οὔσης γὰρ ὀχυρᾶς τῆς πόλεως διὰ τὸ κεῖσθαι κύκλῳ τὸ τεῖχος ἐπὶ τόπων ὑπερδεξίων καὶ προκειμένης ὀφρύος, πρὸς ἣν καὶ μηδενὸς κωλύοντος οὐκ ἂν εὐμαρῶς τις δύναιτο πελάσαι πλὴν κατά τινας τόπους ὡρισμένους, τοιαύτην ἡτοίμασε παρασκευὴν ὁ προειρημένος ἀνὴρ ἐντὸς τῆς πόλεως, ὁμοίως δὲ καὶ πρὸς τοὺς κατὰ θάλατταν ἐπιπορευομένους, ὥστε μηδὲν ἐκ τοῦ καιροῦ δεῖν ἀσχολεῖσθαι τοὺς ἀμυνομένους, πρὸς πᾶν δὲ τὸ γινόμενον ὑπὸ τῶν ἐναντίων ἐξ ἑτοίμου ποιεῖσθαι τὴν ἀπάντησιν.
8.3.6πλὴν ὁ μὲν Ἄππιος ἔχων γέρρα καὶ κλίμακας ἐνεχείρει προσφέρειν ταῦτα τῷ συνάπτοντι τείχει τοῖς Ἑξαπύλοις ἀπὸ τῶν ἀνατολῶν.
8.4.1ὁ δὲ Μάρκος ἑξήκοντα σκάφεσι πεντηρικοῖς ἐποιεῖτο τὸν ἐπίπλουν ἐπὶ τὴν Ἀχραδίνην, ὧν ἕκαστον πλῆρες ἦν ἀνδρῶν ἐχόντων τόξα καὶ σφενδόνας καὶ γρόσφους, δι’ὧν ἔμελλον τοὺς ἀπὸ τῶν ἐπάλξεων μαχομένους ἀναστέλλειν.
8.4.2ἅμα δὲ τούτοις ὀκτὼ πεντήρεσι, παραλελυμέναις τοὺς ταρσούς, ταῖς μὲν τοὺς δεξιούς, ταῖς δὲ τοὺς εὐωνύμους, καὶ συνεζευγμέναις πρὸς ἀλλήλας σύνδυο κατὰ τοὺς ἐψιλωμένους τοίχους, προσῆγον πρὸς τὸ τεῖχος διὰ τῆς τῶν ἐκτὸς τοίχων εἰρεσίας τὰς λεγομένας σαμβύκας.
8.4.3τὸ δὲ γένος τῆς κατασκευῆς τῶν εἰρημένων ὀργάνων ἐστὶ τοιοῦτο.
8.4.4κλίμακα τῷ πλάτει τετράπεδον ἑτοιμάσαντες, ὥστ’ἐξ ἀποβάσεως ἰσοϋψῆ γενέσθαι τῷ τείχει, ταύτης ἑκατέραν τὴν πλευρὰν δρυφακτώσαντες καὶ σκεπάσαντες ὑπερπετέσι θωρακίοις, ἔθηκαν πλαγίαν ἐπὶ τοὺς συμψαύοντας τοίχους τῶν συνεζευγμένων νεῶν, πολὺ προπίπτουσαν τῶν ἐμβόλων.
8.4.5πρὸς δὲ τοῖς ἱστοῖς ἐκ τῶν ἄνω μερῶν τροχιλίαι προσήρτηντο σὺν κάλοις.
8.4.6λοιπὸν ὅταν ἐγγίσωσι τῆς χρείας, ἐνδεδεμένων τῶν κάλων εἰς τὴν κορυφὴν τῆς κλίμακος, ἕλκουσι διὰ τῶν τροχιλιῶν τούτους ἑστῶτες ἐν ταῖς πρύμναις · ἕτεροι δὲ παραπλησίως ἐν ταῖς πρώρραις ἐξερείδοντες ταῖς ἀντηρίσιν ἀσφαλίζονται τὴν ἄρσιν τοῦ μηχανήματος.
8.4.7κα- κἄπειτα διὰ τῆς εἰρεσίας τῆς ἀφ’ἑκατέρου τῶν ἐκτὸς ταρσῶν ἐγγίσαντες τῇ γῇ τὰς ναῦς, πειράζουσι προσερείδειν τῷ τείχει τὸ προειρημένον ὄργανον.
8.4.8ἐπὶ δὲ τῆς κλίμακος ἄκρας ὑπάρχει πέτευρον ἠσφαλισμένον γέρροις τὰς τρεῖς ἐπιφανείας, ἐφ’οὗ τέτταρες ἄνδρες ἐπιβεβηκότες ἀγωνίζονται, διαμαχόμενοι πρὸς τοὺς εἴργοντας ἀπὸ τῶν ἐπάλξεων τὴν πρόσθεσιν τῆς σαμβύκης.
8.4.9ἐπὰν δὲ προσερείσαντες ὑπερδέξιοι γένωνται τοῦ τείχους, οὗτοι μὲν τὰ πλάγια τῶν γέρρων παραλύσαντες ἐξ ἑκατέρου τοῦ μέρους ἐπιβαίνουσιν ἐπὶ τὰς ἐπάλξεις ἢ τοὺς πύργους.
8.4.10οἱ δὲ λοιποὶ διὰ τῆς σαμβύκης ἕπονται τούτοις, ἀσφαλῶς τοῖς κάλοις βεβηκυίας τῆς κλίμακος εἰς ἀμφοτέρας τὰς ναῦς.
8.4.11εἰκότως δὲ τὸ κατασκεύασμα τῆς προσηγορίας τέτευχε ταύτης · ἐπειδὰν γὰρ ἐξαρθῇ, γίνεται τὸ σχῆμα τῆς νεὼς ταύτης καὶ τῆς κλίμακος ἑνοποιηθὲν παραπλήσιον σαμβύκῃ.
8.5.1πλὴν οὗτοι μὲν τὸν τρόπον τοῦτον διηρμοσμένοι προσάγειν διενοοῦντο τοῖς πύργοις ·
8.5.2ὁ δὲ προειρημένος ἀνήρ, παρεσκευασμένος ὄργανα πρὸς ἅπαν ἐμβελὲς διάστημα, πόρρωθεν μὲν ἐπιπλέοντας τοῖς εὐτονωτέροις καὶ μείζοσι λιθοβόλοις καὶ βέλεσι τιτρώσκων εἰς ἀπορίαν ἐνέβαλε καὶ δυσχρηστίαν, ὅτε δὲ ταῦθ’ὑπερπετῆ γίνοιτο, τοῖς ἐλάττοσι κατὰ λόγον ἀεὶ πρὸς τὸ παρὸν ἀπόστημα χρώμενος εἰς τοιαύτην ἤγαγε διατροπὴν ὥστε καθόλου κωλύειν αὐτῶν τὴν ὁρμὴν καὶ τὸν ἐπίπλουν, ἕως ὁ Μάρκος δυσθετούμενος ἠναγκάσθη λάθρᾳ νυκτὸς ἔτι ποιήσασθαι τὴν παραγωγήν.
8.5.5γενομένων δ’αὐτῶν ἐντὸς βέλους πρὸς τῇ γῇ, πάλιν ἑτέραν ἡτοιμάκει παρασκευὴν πρὸς τοὺς ἀπομαχομένους ἐκ τῶν πλοίων.
8.5.6ἕως ἀνδρομήκους ὕψους κατεπύκνωσε τρήμασι τὸ τεῖχος ὡς παλαιστιαίοις τὸ μέγεθος κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν · οἷς τοξότας καὶ σκορπίδια παραστήσας ἐντὸς τοῦ τείχους, καὶ βάλλων διὰ τούτων, ἀχρήστους ἐποίει τοὺς ἐπιβάτας.
8.5.7ἐξ οὗ καὶ μακρὰν ἀφεστῶτας καὶ σύνεγγυς ὄντας τοὺς πολεμίους οὐ μόνον ἀπράκτους παρεσκεύαζε πρὸς τὰς ἰδίας ἐπιβολάς, ἀλλὰ καὶ διέφθειρε τοὺς πλείστους αὐτῶν.
8.5.8ὅτε δὲ τὰς σαμβύκας ἐγχειρήσαιεν ἐξαίρειν, ὄργανα παρ’ὅλον τὸ τεῖχος ἡτοιμάκει, τὸν μὲν λοιπὸν χρόνον ἀφανῆ, κατὰ δὲ τὸν τῆς χρείας καιρὸν ἐκ τῶν ἔσω μερῶν ὑπὲρ τοῦ τείχους ἀνιστάμενα καὶ προπίπτοντα πολὺ τῆς ἐπάλξεως ταῖς κεραίαις ·
8.5.9ὧν τινὰ μὲν ἐβάσταζε λίθους οὐκ ἐλάττους δέκα ταλάντων, τινὰ δὲ σηκώματα μολίβδινα.
8.5.10λοιπὸν ὅτε συνεγγίζοιεν αἱ σαμβῦκαι, τότε περιαγόμεναι καρχησίῳ πρὸς τὸ δέον αἱ κεραῖαι διά τινος σχαστηρίας ἠφίεσαν εἰς τὸ κατασκεύασμα τὸν λίθον ·
8.5.11ἐξ οὗ συνέβαινε μὴ μόνον αὐτὸ συνθραύεσθαι το- τοὔργανον, ἀλλὰ καὶ τὴν ναῦν καὶ τοὺς ἐν αὐτῇ κινδυνεύειν ὁλοσχερῶς.
8.6.1τινάτε τῶν μηχανημάτων πάλιν ἐπὶ τοὺς ἐφορμῶντας καὶ προβεβλημένους γέρρα καὶ διὰ τούτων ἠσφαλισμένους πρὸς τὸ μηδὲν πάσχειν ὑπὸ τῶν διὰ τοῦ τείχους φερομένων βελῶν, ἠφίει μὲν καὶ λίθους συμμέτρους πρὸς τὸ φεύγειν ἐκ τῆς πρώρρας τοὺς ἀγωνιζομένους, ἅμα δὲ καὶ καθίει χεῖρα σιδηρᾶν ἐξ ἁλύσεως δεδεμένην, ᾗ δραξάμενος ὁ τὴν κεραίαν οἰακίζων ὅθεν ἐπιλάβοιτο τῆς πρώρρας, κατῆγε τὴν πτέρναν τῆς μηχανῆς ἐντὸς τοῦ τείχους.
8.6.3ὅτε δὲ κουφίζων τὴν πρῶρραν ὀρθὸν ποιήσειε τὸ σκάφος ἐπὶ πρύμναν, τὰς μὲν πτέρνας τῶν ὀργάνων εἰς ἀκίνητον καθῆπτε, τὴν δὲ χεῖρα καὶ τὴν ἅλυσιν ἐκ τῆς μηχανῆς ἐξέρραινε διά τινος σχαστηρίας.
8.6.4οὗ γινομένου τινὰ μὲν τῶν πλοίων πλάγια κατέπιπτε, τινὰ δὲ καὶ κατεστρέφετο, τὰ δὲ πλεῖστα τῆς πρώρρας ἀφ’ὕψους ῥιφθείσης βαπτιζόμενα πλήρη θαλάττης ἐγίνετο καὶ ταραχῆς.
8.6.5Μάρκος δὲ δυσχρηστούμενος ἐπὶ τοῖς ἀπαντωμένοις ὑπ’Ἀρχιμήδους, καὶ θεωρῶν μετὰ βλάβης καὶ χλευασμοῦ τοὺς ἔνδον ἀποτριβομένους αὑτοῦ τὰς ἐπιβολάς, δυσχερῶς μὲν ἔφερε τὸ συμβαῖνον, ὅμως δ’ἐπισκώπτων τὰς αὑτοῦ πράξεις ἔφη ταῖς μὲν ναυσὶν αὐτοῦ κυαθίζειν ἐκ θαλάττης Ἀρχιμήδη, τὰς δὲ σαμβύκας ῥαπιζομένας ὥσπερ ἐκσπόνδους μετ’αἰσχύνης ἐκπεπτωκέναι.
8.6.7καὶ τῆς μὲν κατὰ θάλατταν πολιορκίας τοιοῦτον ἀπέβη τὸ τέλος.
8.7.1οἱ δὲ περὶ τὸν Ἄππιον εἰς παραπλησίους ἐμπεσόντες δυσχερείας ἀπέστησαν τῆς ἐπιβολῆς.
8.7.2ἔτι μὲν γὰρ ὄντες ἐν ἀποστήματι τοῖςτε πετροβόλοις καὶ καταπέλταις τυπτόμενοι διεφθείροντο, διὰ τὸ θαυμάσιον εἶναι τὴν τῶν βελῶν κατασκευὴν καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὴν ἐνέργειαν, ὡς ἂν Ἱέρωνος μὲν χορηγοῦ γεγονότος, ἀρχιτέκτονος δὲ καὶ δημιουργοῦ τῶν ἐπινοημάτων Ἀρχιμήδους.
8.7.3συνεγγίζοντές γε μὴν πρὸς τὴν πόλιν οἱ μὲν ταῖς διὰ τοῦ τείχους τοξότισιν, ὡς ἐπάνω προεῖπον, κακούμενοι συνεχῶς εἴργοντο τῆς προσόδου · οἱ δὲ μετὰ τῶν γέρρων βιαζόμενοι ταῖς τῶν κατὰ κορυφὴν λίθων καὶ δοκῶν ἐμβολαῖς διεφθείροντο.
8.7.4οὐκ ὀλίγα δὲ καὶ ταῖς χερσὶ ταῖς ἐκ τῶν μηχανῶν ἐκακοποίουν, ὡς καὶ πρότερον εἶπα · σὺν αὐτοῖς γὰρ τοῖς ὅπλοις τοὺς ἄνδρας ἐξαιροῦντες ἐρρίπτουν.
8.7.5τὸ δὲ πέρας, ἀναχωρήσαντες εἰς τὴν παρεμβολὴν καὶ συνεδρεύσαντες μετὰ τῶν χιλιάρχων οἱ περὶ τὸν Ἄππιον, ὁμοθυμαδὸν ἐβουλεύσαντο πάσης ἐλπίδος πεῖραν λαμβάνειν πλὴν τοῦ διὰ πολιορκίας ἑλεῖν τὰς Συρακούσας, ὡς καὶ τέλος ἐποίησαν ·
8.7.6ὀκτὼ γὰρ μῆνας τῇ πόλει προσκαθεζόμενοι τῶν μὲν ἄλλων στρατηγημάτων ἢ τολμημάτων οὐδενὸς ἀπέστησαν, τοῦ δὲ πολιορκεῖν οὐδέποτε πεῖραν ἔτι λαβεῖν ἐθάρρησαν.
8.7.7οὕτως εἷς ἀνὴρ καὶ μία ψυχὴ δεόντως ἡρμοσμένη πρὸς ἔνια τῶν πραγμάτων μέγα τι χρῆμα φαίνεται γίνεσθαι καὶ θαυμάσιον.
8.7.8ἐκεῖνοι γοῦν τηλικαύτας δυνάμεις ἔχοντες καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, εἰ μὲν ἀφέλοι τις πρεσβύτην ἕνα Συρακοσίων, παραχρῆμα τῆς πόλεως κυριεύσειν ἤλπιζον, τούτου δὲ συμπαρόντος οὐκ ἐθάρρουν οὐ δ’ἐπιβαλέσθαι κατά γε τοῦτον τὸν τρόπον, καθ’ὃν ἀμύνασθαι δυνατὸς ἦν Ἀρχιμήδης.
8.7.10οὐ μὴν ἀλλὰ νομίσαντες μάλιστ’ἂν ὑπὸ τῆς τῶν ἀναγκαίων ἐνδείας διὰ τὸ πλῆθος τοὺς ἔνδον ὑποχειρίους σφίσι γενέσθαι, ταύτης ἀντείχοντο τῆς ἐλπίδος · καὶ ταῖς μὲν ναυσὶ τὰς κατὰ θάλατταν ἐπικουρίας αὐτῶν ἐκώλυον, τῷ δὲ πεζῷ στρατεύματι τὰς κατὰ γῆν. βουλόμενοι δὲ μὴ ποιεῖν ἄπρακτον τὸν χρόνον, ἐν ᾧ προσεδρεύουσι ταῖς Συρακούσαις, ἀλλ’ἅμα τι καὶ τῶν ἐκτὸς χρησίμων κατασκευάζεσθαι, διεῖλον οἱ στρατηγοὶ σφᾶς αὐτοὺς καὶ τὴν δύναμιν, ὥστε τὸν μὲν Ἄππιον ἔχοντα δύο μέρη προσκαθῆσθαι τοῖς ἐν τῇ πόλει, τὸ δὲ τρίτον ἀναλαβόντα Μάρκον ἐπιπορεύεσθαι τοὺς τὰ Καρχηδονίων αἱρουμένους κατὰ τὴν Σικελίαν.
8.8a.1καταλαβέσθαι G2 ἐγχειρήσας μετὰ τῆς Φιλίππου γνώμης τὴν τῶν Μεσσηνίων πόλιν εἰκῇ καὶ παραβόλως, ἐν αὐτῷ τῷ τῆς πράξεως καιρῷ διεφθάρη · περὶ ὧν ἡμεῖς τὰ κατὰ μέρος, ὅταν ἐπὶ τοὺς καιροὺς ἔλθωμεν, διασαφήσομεν.
8.8.1ὅτι Φίλιππος παραγενόμενος εἰς τὴν Μεσσήνην ἔφθειρε τὴν χώραν δυσμενικῶς, θυμῷ τὸ πλεῖον ἢ λογισμῷ χρώμενος ·
8.8.2ἤλπιζε γάρ, ὡς ἐμοὶ δοκεῖ, βλάπτων συνεχῶς οὐδέποτ’ἀγανακτήσειν οὐ δὲ μισήσειν αὐτὸν τοὺς κακῶς πάσχοντας.
8.8.3προήχθην δὲ καὶ νῦν καὶ διὰ τῆς προτέρας βύβλου σαφέστερον ἐξηγήσασθαι περὶ τούτων οὐ μόνον διὰ τὰς πρότερον ἡμῖν εἰρημένας αἰτίας, ἀλλὰ καὶ διὰ τὸ τῶν συγγραφέων τοὺς μὲν ὅλως παραλελοιπέναι τὰ κατὰ τοὺς Μεσσηνίους, τοὺς δὲ καθόλου διὰ τὴν πρὸς τοὺς μονάρχους εὔνοιαν ἢ τα- τἀναντία φόβον οὐχ οἷον ἐν ἁμαρτίᾳ γεγονέναι τὴν εἰς τοὺς Μεσσηνίους ἀσέβειαν Φιλίππου καὶ παρανομίαν, ἀλλὰ το- τοὐναντίον ἐν ἐπαίνῳ καὶ κατορθώματι τὰ πεπραγμένα διασαφεῖν ἡμῖν.
8.8.5οὐ μόνον δὲ περὶ Μεσσηνίους τοῦτο πεποιηκότας ἰδεῖν ἔστι τοὺς γράφοντας τοῦ Φιλίππου τὰς πράξεις, ἀλλὰ καὶ περὶ τῶν ἄλλων παραπλησίως.
8.8.6ἐξ ὧν ἱστορίας μὲν οὐδαμῶς ἔχειν αὐτοῖς συμβαίνει διάθεσιν τὰς συντάξεις, ἐγκωμίου δὲ μᾶλλον.
8.8.7ἐγὼ δ’οὔτε λοιδορεῖν ψευδῶς φημι δεῖν τοὺς μονάρχους οὔτ’ἐγκωμιάζειν, ὃ πολλοῖς ἤδη συμβέβηκε, τὸν ἀκόλουθον δὲ τοῖς προγεγραμμένοις ἀεὶ καὶ τὸν πρέποντα ταῖς ἑκάστων προαιρέσεσι λόγον ἐφαρμόζειν.
8.8.8ἀλλ’ἴσως τοῦτ’εἰπεῖν μὲν εὐμαρές, πρᾶξαι δὲ καὶ λίαν δυσχερὲς διὰ τὸ πολλὰς καὶ ποικίλας εἶναι διαθέσεις καὶ περιστάσεις, αἷς εἴκοντες ἄνθρωποι κατὰ τὸν βίον οὔτε λέγειν οὔτε γράφειν δύνανται τὸ φαινόμενον. ὧν χάριν τισὶ μὲν αὐτῶν συγγνώμην δοτέον, ἐνίοις γε μὴν οὐ δοτέον.
8.9.1μάλιστα δ’ἄν τις ἐπιτιμήσειε περὶ τοῦτο τὸ μέρος Θεοπόμπῳ, ὅς γ’ἐν ἀρχῇ τῆς Φιλίππου συντάξεως δι’αὐτὸ μάλιστα παρορμηθῆναι φήσας πρὸς τὴν ἐπιβολὴν τῆς πραγματείας διὰ τὸ μηδέποτε τὴν Εὐρώπην ἐνηνοχέναι τοιοῦτον ἄνδρα παράπαν οἷον τὸν Ἀμύντου Φίλιππον, μετὰ ταῦτα παρὰ πόδας, ἔντε τῷ προοιμίῳ καὶ παρ’ὅλην δὲ τὴν ἱστορίαν, ἀκρατέστατον μὲν αὐτὸν ἀποδείκνυσι πρὸς γυναῖκας, ὥστε καὶ τὸν ἴδιον οἶκον ἐσφαλκέναι τὸ καθ’αὑτὸν διὰ τὴν πρὸς τοῦτο τὸ μέρος ὁρμὴν καὶ προστασίαν, ἀδικώτατον δὲ καὶ κακοπραγμονέστατον περὶ τὰς τῶν φίλων καὶ συμμάχων κατασκευάς, πλείστας δὲ πόλεις ἐξηνδραποδισμένον καὶ πεπραξικοπηκότα μετὰ δόλου καὶ βίας, ἐκπαθῆ δὲ γεγονότα καὶ πρὸς τὰς ἀκρατοποσίας, ὥστε καὶ μεθ’ἡμέραν πλεονάκις μεθύοντα καταφανῆ γενέσθαι τοῖς φίλοις.
8.9.5εἰ δέ τις ἀναγνῶναι βουληθείη τὴν ἀρχὴν τῆς ἐνάτης καὶ τετταρακοστῆς αὐτῷ βύβλου, παντάπασιν ἂν θαυμάσαι τὴν ἀτοπίαν τοῦ συγγραφέως, ὅς γε χωρὶς τῶν ἄλλων τετόλμηκε καὶ ταῦτα λέγειν · αὐταῖς γὰρ λέξεσιν, αἷς ἐκεῖνος κέχρηται, κατατετάχαμεν “·
8.9.6εἰ γάρ τις ἦν ἐν τοῖς Ἕλλησιν ἢ τοῖς βαρβάροις” φησί “λάσταυρος ἢ θρασὺς τὸν τρόπον, οὗτοι πάντες εἰς Μακεδονίαν ἁθροιζόμενοι πρὸς Φίλιππον ἑταῖροι τοῦ βασιλέως προσηγορεύοντο.
8.9.7καθόλου γὰρ ὁ Φίλιππος τοὺς μὲν κοσμίους τοῖς ἤθεσι καὶ τῶν ἰδίων βίων ἐπιμελουμένους ἀπεδοκίμαζε, τοὺς δὲ πολυτελεῖς καὶ ζῶντας ἐν μέθαις καὶ κύβοις ἐτίμα καὶ προῆγε.
8.9.8τοιγαροῦν οὐ μόνον ταῦτ’ἔχειν αὐτοὺς παρεσκεύαζεν, ἀλλὰ καὶ τῆς ἄλλης ἀδικίας καὶ βδελυρίας ἀθλητὰς ἐποίησε. τί γὰρ τῶν αἰσχρῶν ἢ δεινῶν αὐτοῖς οὐ προσῆν;
8.9.9ἢ τί τῶν καλῶν καὶ σπουδαίων οὐκ ἀπῆν; ὧν οἱ μὲν ξυρόμενοι καὶ λεαινόμενοι διετέλουν ἄνδρες ὄντες, οἱ δ’ἀλλήλοις ἐτόλμων ἐπανίστασθαι πώγωνας ἔχουσι.
8.9.10καὶ περιήγοντο μὲν δύο καὶ τρεῖς τοὺς ἑταιρευομένους, αὐτοὶ δὲ τὰς αὐτὰς ἐκείνοις χρήσεις ἑτέροις παρείχοντο.
8.9.11ὅθεν καὶ δικαίως ἄν τις αὐτοὺς οὐχ ἑταίρους, ἀλλ’ἑταίρας ὑπελάμβανεν εἶναι οὐ δὲ στρατιώτας, ἀλλὰ χαμαιτύπους προσηγόρευσεν ·
8.9.12ἀνδροφόνοι γὰρ τὴν φύσιν ὄντες ἀνδρόπορνοι τὸν τρόπον ἦσαν.
8.9.13ἁπλῶς δ’εἰπεῖν, ἵνα παύσωμαι” φησί “μακρολογῶν, ἄλλωςτε καὶ τοσούτων μοι πραγμάτων ἐπικεχυμένων, ἡγοῦμαι τοιαῦτα θηρία γεγονέναι καὶ τοιούτους τὸν τρόπον τοὺς φίλους καὶ τοὺς ἑταίρους Φιλίππου προσαγορευθέντας οἵους οὔτε τοὺς Κενταύρους τοὺς τὸ Πήλιον κατασχόντας οὔτε τοὺς Λαιστρυγόνας τοὺς τὸ Λεοντίνων πεδίον οἰκήσαντας οὔτ’ἄλλους οὐ δ’ὁποίους”.
8.10.1ταύτην δὲ τήντε πικρίαν καὶ τὴν ἀθυρογλωττίαν τοῦ συγγραφέως τίς οὐκ ἂν ἀποδοκιμάσειεν;
8.10.2οὐ γὰρ μόνον ὅτι μαχόμενα λέγει πρὸς τὴν αὑτοῦ πρόθεσιν ἄξιός ἐστιν ἐπιτιμήσεως, ἀλλὰ καὶ διότι κατέψευσται τοῦτε βασιλέως καὶ τῶν φίλων, καὶ μάλιστα διότι τὸ ψεῦδος αἰσχρῶς καὶ ἀπρεπῶς διατέθειται.
8.10.3εἰ γὰρ περὶ Σαρδαναπάλλου τις ἢ τῶν ἐκείνου συμβιωτῶν ἐποιεῖτο τοὺς λόγους, μόλις ἂν ἐθάρρησε τῇ κακορρημοσύνῃ ταύτῃ χρήσασθαι · οὗ τὴν ἐν τῷ βίῳ προαίρεσιν καὶ τὴν ἀσέλγειαν διὰ τῆς ἐπιγραφῆς τῆς ἐπὶ τοῦ τάφου τεκμαιρόμεθα.
8.10.4λέγει γὰρ ἡ ἐπιγραφή, ταῦτ’ἔχω ὅσσ’ἔφαγον καὶ ἐφύβρισα καὶ μετ’ἔρωτος τέρπν’ἔπαθον.
8.10.5περὶ δὲ Φιλίππου καὶ τῶν ἐκείνου φίλων εὐλαβηθείη τις ἂν οὐχ οἷον εἰς μαλακίαν καὶ ἀνανδρίαν, ἔτι δ’ἀναισχυντίαν λέγειν, ἀλλὰ το- τοὐναντίον μήποτ’ἐγκωμιάζειν ἐπιβαλλόμενος οὐ δυνηθῇ καταξίως εἰπεῖν τῆς ἀνδρείας καὶ φιλοπονίας καὶ συλλήβδην τῆς ἀρετῆς τῶν προειρημένων ἀνδρῶν ·
8.10.6οἵ γε προφανῶς ταῖς σφετέραις φιλοπονίαις καὶ τόλμαις ἐξ ἐλαχίστης μὲν βασιλείας ἐνδοξοτάτην καὶ μεγίστην τὴν Μακεδόνων ἀρχὴν κατεσκεύασαν ·
8.10.7χωρὶς δὲ τῶν ἐπὶ Φιλίππου πράξεων αἱ μετὰ τὸν ἐκείνου θάνατον ἐπιτελεσθεῖσαι μετ’Ἀλεξάνδρου πᾶσιν ὁμολογουμένην τὴν ἐπ’ἀρετῇ φήμην παραδεδώκασι περὶ αὐτῶν.
8.10.8μεγάλην γὰρ ἴσως μερίδα θετέον τῷ προεστῶτι τῶν ὅλων Ἀλεξάνδρῳ, καίπερ ὄντι νέῳ παντελῶς, οὐκ ἐλάττω μέντοι γε τοῖς συνεργοῖς καὶ φίλοις, οἳ πολλαῖς μὲν καὶ παραδόξοις μάχαις ἐνίκησαν τοὺς ὑπεναντίους, πολλοὺς δὲ καὶ παραβόλους ὑπέμειναν πόνους καὶ κινδύνους καὶ ταλαιπωρίας, πλείστης δὲ περιουσίας κυριεύσαντες καὶ πρὸς ἁπάσας τὰς ἐπιθυμίας πλείστης εὐπορήσαντες ἀπολαύσεως, οὔτε κατὰ τὴν σωματικὴν δύναμιν οὐδέποτε διὰ ταῦτ’ἠλαττώθησαν, οὔτε κατὰ τὰς ψυχικὰς ὁρμὰς οὐδὲν ἄδικον οὐ δ’ἀσελγὲς ἐπετήδευσαν, ἅπαντες δ’, ὡς ἔπος εἰπεῖν, βασιλικοὶ καὶ ταῖς μεγαλοψυχίαις καὶ ταῖς σωφροσύναις καὶ ταῖς τόλμαις ἀπέβησαν, Φιλίππῳ καὶ μετ’Ἀλεξάνδρῳ συμβιώσαντες.
8.10.10ὧν οὐδὲν ἂν δέοι μνημονεύειν ἐπ’ὀνόματος.
8.10.11μετὰ δὲ τὸν Ἀλεξάνδρου θάνατον οὕτω περὶ τῶν πλείστων μερῶν τῆς οἰκουμένης ἀμφισβητήσαντες παραδόσιμον ἐποίησαν τὴν ἑαυτῶν δόξαν ἐν πλείστοις ὑπομνήμασιν ὥστε τὴν μὲν Τιμαίου τοῦ συγγραφέως πικρίαν, ᾗ κέχρηται κατ’Ἀγαθοκλέους τοῦ Σικελίας δυνάστου, καίπερ ἀνυπέρβλητον εἶναι δοκοῦσαν, ὅμως λόγον ἔχειν — ὡς γὰρ κατ’ἐχθροῦ καὶ πονηροῦ καὶ τυράννου διατίθεται τὴν κατηγορίαν — τὴν δὲ Θεοπόμπου μη δ’ὑπὸ λόγον πίπτειν.
8.11.1προθέμενος γὰρ ὡς περὶ βασιλέως εὐφυεστάτου πρὸς ἀρετὴν γεγονότος οὐκ ἔστι τῶν αἰσχρῶν καὶ δεινῶν ὃ παραλέλοιπε.
8.11.2λοιπὸν ἢ περὶ τὴν ἀρχὴν καὶ προέκθεσιν τῆς πραγματείας ἀνάγκη ψεύστην καὶ κόλακα φαίνεσθαι τὸν ἱστοριογράφον, ἢ περὶ τὰς κατὰ μέρος ἀποφάσεις ἀνόητον καὶ μειρακιώδη τελείως, εἰ διὰ τῆς ἀλόγου καὶ ἐπικλήτου λοιδορίας ὑπέλαβε πιστότερος μὲν αὐτὸς φανήσεσθαι, παραδοχῆς δὲ μᾶλλον ἀξιωθήσεσθαι τὰς ἐγκωμιαστικὰς ἀποφάσεις αὐτοῦ περὶ Φιλίππου.
8.11.3καὶ μὴν οὐ δὲ περὶ τὰς ὁλοσχερεῖς διαλήψεις οὐδεὶς ἂν εὐδοκήσειε τῷ προειρημένῳ συγγραφεῖ · ὅς γ’ἐπιβαλόμενος γράφειν τὰς Ἑλληνικὰς πράξεις ἀφ’ὧν Θουκυδίδης ἀπέλιπε, καὶ συνεγγίσας τοῖς Λευκτρικοῖς καιροῖς καὶ τοῖς ἐπιφανεστάτοις τῶν Ἑλληνικῶν ἔργων, τὴν μὲν Ἑλλάδα μεταξὺ καὶ τὰς ταύτης ἐπιβολὰς ἀπέρριψε, μεταλαβὼν δὲ τὴν ὑπόθεσιν τὰς Φιλίππου πράξεις προύθετο γράφειν.
8.11.4καίτοι γε πολλῷ σεμνότερον ἦν καὶ δικαιότερον ἐν τῇ περὶ τῆς Ἑλλάδος ὑποθέσει τὰ πεπραγμένα Φιλίππῳ συμπεριλαβεῖν ἤπερ ἐν τῇ Φιλίππου τὰ τῆς Ἑλλάδος. οὐ δὲ γὰρ προκαταληφθεὶς ὑπὸ βασιλικῆς δυναστείας, καὶ τυχὼν ἐξουσίας, οὐδεὶς ἂν ἐπέσχε σὺν καιρῷ ποιήσασθαι μετάβασιν ἐπὶ τὸ τῆς Ἑλλάδος ὄνομα καὶ πρόσωπον ·
8.11.5ἀπὸ δὲ ταύτης ἀρξάμενος καὶ προβὰς ἐπὶ ποσὸν οὐ δ’ὅλως οὐδεὶς ἂν ἠλλάξατο μονάρχου πρόσχημα καὶ βίον, ἀκεραίῳ χρώμενος γνώμῃ.
8.11.6καὶ τί δήποτ’ἦν τὸ τὰς τηλικαύτας ἐναντιώσεις βιασάμενον παριδεῖν Θεόπομπον; εἰ μὴ νὴ Δί’ὅτι ἐκείνης μὲν τῆς ὑποθέσεως τέλος ἦν τὸ καλόν, τῆς δὲ κατὰ Φίλιππον τὸ συμφέρον.
8.11.7οὐ μὴν ἀλλὰ πρὸς μὲν ταύτην τὴν ἁμαρτίαν, καθὸ μετέβαλε τὴν ὑπόθεσιν, ἴσως ἂν εἶχέ τι λέγειν, εἴ τις αὐτὸν ἤρετο περὶ τούτων ·
8.11.8πρὸς δὲ τὴν κατὰ τῶν φίλων αἰσχρολογίαν οὐκ ἂν οἶμαι δυνηθῆναι λόγον αὐτὸν ἀποδοῦναι, συγχωρῆσαι δὲ διότι πολύ τι παρέπεσε τοῦ καθήκοντος.
8.12.1Φίλιππος δὲ τοὺς μὲν Μεσσηνίους πολεμίους γεγονότας οὐδὲν ἄξιον ἠδυνήθη λόγου βλάψαι, καίπερ ἐπιβαλόμενος κακοποιεῖν αὐτῶν τὴν χώραν, εἰς δὲ τοὺς ἀναγκαιοτάτους τῶν φίλων τὴν μεγίστην ἀσέλγειαν ἐναπεδείξατο.
8.12.2τὸν γὰρ πρεσβύτερον Ἄρατον, δυσαρεστηθέντα τοῖς ὑπ’αὐτοῦ πεπραγμένοις ἐν τῇ Μεσσήνῃ, μετ’οὐ πολὺ μετὰ Ταυρίωνος τοῦ χειρίζοντος αὐτῷ τὰ κατὰ Πελοπόννησον ἐπανείλατο φαρμάκῳ.
8.12.3παραυτίκα μὲν οὖν ἠγνοεῖτο παρὰ τοῖς ἐκτὸς τὸ γεγονός · καὶ γὰρ ἦν ἡ δύναμις οὐ τῶν παρ’αὐτὸν τὸν καιρὸν ἀπολλυουσῶν, ἀλλὰ χρόνον ἔχουσα καὶ διάθεσιν ἐργαζομένη ·
8.12.4τόν γε μὴν Ἄρατον αὐτὸν οὐκ ἐλάνθανε τὸ κακόν. ἐγένετο δὲ δῆλον ἐκ τούτων ·
8.12.5ἅπαντας γὰρ ἐπικρυπτόμενος τοὺς ἄλλους, πρὸς ἕνα τῶν ὑπηρετῶν Κεφάλωνα διὰ τὴν συνήθειαν οὐκ ἔστεξε τὸν λόγον, ἀλλ’ἐπιμελῶς αὐτῷ κατὰ τὴν ἀρρωστίαν τοῦ προειρημένου συμπαρόντος καί τι τῶν πρὸς τῷ τοίχῳ πτυσμάτων ἐπισημηναμένου δίαιμον ὑπάρχον, εἶπε “ταῦτα τα- τἀπίχειρα τῆς φιλίας, ὦ Κεφάλων, κεκομίσμεθα τῆς πρὸς Φίλιππον”.
8.12.6οὕτως ἐστὶ μέγα τι καὶ καλὸν χρῆμα μετριότης, ὥστε μᾶλλον ὁ παθὼν τοῦ πράξαντος ᾐσχύνετο τὸ γεγονός, εἰ τοσούτων καὶ τηλικούτων κεκοινωνηκὼς ἔργων ἐπὶ τῷ τοῦ Φιλίππου συμφέροντι τοιαῦτα τα- τἀπίχειρα κεκόμισται τῆς εὐνοίας.
8.12.7οὗτος μὲν οὖν καὶ διὰ τὸ πολλάκις τῆς ἀρχῆς τετευχέναι παρὰ τοῖς Ἀχαιοῖς, καὶ διὰ τὸ πλῆθος καὶ διὰ τὸ μέγεθος τῶν εἰς τὸ ἔθνος εὐεργεσιῶν, μεταλλάξας τὸν βίον ἔτυχε πρεπούσης τιμῆς καὶ παρὰ τῇ πατρίδι καὶ παρὰ τῷ κοινῷ τῶν Ἀχαιῶν ·
8.12.8καὶ γὰρ θυσίας αὐτῷ καὶ τιμὰς ἡρωικὰς ἐψηφίσαντο, καὶ συλλήβδην ὅσα πρὸς αἰώνιον ἀνήκει μνήμην, ὥστ’εἴπερ καὶ περὶ τοὺς ἀποιχομένους ἔστι τις αἴσθησις, εἰκὸς εὐδοκεῖν αὐτὸν καὶ τῇ τῶν Ἀχαιῶν εὐχαριστίᾳ καὶ ταῖς ἐν τῷ ζῆν κακοπραγίαις καὶ κινδύνοις.
8.13.1πάλαι δὲ τῇ διανοίᾳ περὶ τὸν Λίσσον καὶ τὸν Ἀκρόλισσον ὤν, καὶ σπουδάζων ἐγκρατὴς γενέσθαι τῶν τόπων τούτων, ὥρμησε μετὰ τῆς δυνάμεως · ποιησάμενος δὲ τὴν πορείαν ἐπὶ δύ’ἡμέρας, καὶ διελθὼν τὰ στενά, κατέζευξε παρὰ τὸν Ἀρδάξανον ποταμόν, οὐ μακρὰν τῆς πόλεως.
8.13.3θεωρῶν δὲ τόντε τοῦ Λίσσου περίβολον καὶ τὰ πρὸς τῇ θαλάττῃ καὶ τὰ πρὸς τὴν μεσόγαιον ἠσφαλισμένον διαφερόντως καὶ φύσει καὶ κατασκευῇ, τόντε παρακείμενον Ἀκρόλισσον αὐτῷ καὶ διὰ τὴν εἰς ὕψος ἀνάτασιν καὶ διὰ τὴν ἄλλην ἐρυμνότητα τοιαύτην ἔχοντα φαντασίαν ὥστε μη δ’ἂν ἐλπίσαι μηδένα κατὰ κράτος ἑλεῖν, τῆς μὲν περὶ τοῦτον ἐλπίδος ἀπέστη τελέως, τῆς δὲ πόλεως οὐ λίαν ἀπήλπισε.
8.13.4συνθεωρήσας δὲ τὸ μεταξὺ διάστημα τοῦ Λίσσου καὶ τοῦ κατὰ τὸν Ἀκρόλισσον πρόποδος σύμμετρον ὑπάρχον πρὸς τὴν ἐπιβολὴν τὴν κατὰ τῆς πόλεως, κατὰ τοῦτο διενοήθη συστησάμενος ἀκροβολισμὸν χρήσασθαι στρατηγήματι πρὸς τὸ παρὸν οἰκείῳ.
8.13.5δοὺς δὲ μίαν ἡμέραν πρὸς ἀνάπαυσιν τοῖς Μακεδόσι, καὶ παρακαλέσας ἐν αὐτῇ τὰ πρέποντα τῷ καιρῷ, τὸ μὲν πολὺ μέρος καὶ χρησιμώτατον τῶν εὐζώνων ἔτι νυκτὸς εἴς τινας φάραγγας ὑλώδεις ἔκρυψε κατὰ τὸν ἐπὶ τῆς μεσογαίου τόπον ὑπὲρ τὸ προειρημένον διάστημα, τοὺς δὲ πελταστὰς εἰς τὴν ἐπαύριον ἔχων καὶ τὸ λοιπὸν μέρος τῶν εὐζώνων ἐπὶ τα- θάτερα τῆς πόλεως κατὰ θάλατταν ἐχρῆτο τῇ πορείᾳ.
8.13.7περιελθὼν δὲ τὴν πόλιν, καὶ γενόμενος κατὰ τὸν προειρημένον τόπον, δῆλος ἦν ὡς ταύτῃ ποιησόμενος τὴν πρὸς τὴν πόλιν ἀνάβασιν.
8.13.8οὐκ ἀγνοουμένης δὲ τῆς τοῦ Φιλίππου παρουσίας ἦν πλῆθος ἱκανὸν ἐξ ἁπάσης τῆς πέριξ Ἰλλυρίδος εἰς τὸν Λίσσον ἡθροισμένον ·
8.13.9τῷ μὲν γὰρ Ἀκρολίσσῳ διὰ τὴν ὀχυρότητα πιστεύοντες μετρίαν τινὰ τελέως εἰς αὐτὸν ἀπένειμαν φυλακήν.
8.14.1διόπερ ἅμα τῷ συνεγγίζειν τοὺς Μακεδόνας εὐθέως ἐκ τῆς πόλεως ἐξεχέοντο, θαρροῦντες ἐπίτε τῷ πλήθει καὶ ταῖς τῶν τόπων ὀχυρότησι.
8.14.2τοὺς μὲν οὖν πελταστὰς ὁ βασιλεὺς ἐν τοῖς ἐπιπέδοις ἐπέστησε, τοῖς δὲ κούφοις παρήγγειλε προβαίνειν πρὸς τοὺς λόφους καὶ συμπλέκεσθαι πρὸς τοὺς πολεμίους ἐρρωμένως. ποιούντων δὲ τὸ παραγγελθέν, ἐπὶ ποσὸν μὲν ὁ κίνδυνος πάρισος ἦν μετὰ δὲ ταῦτα καὶ ταῖς δυσχωρίαις εἴξαντες οἱ παρὰ τοῦ Φιλίππου καὶ τῷ πλήθει τῶν πολεμίων ἐτράπησαν.
8.14.4καταφυγόντων δὲ τούτων εἰς τοὺς πελταστὰς οἱ μὲν ἐκ τῆς πόλεως καταφρονήσαντες προῄεσαν καὶ συγκαταβάντες ἐν τοῖς ἐπιπέδοις προσεμάχοντο τοῖς πελτασταῖς ·
8.14.5οἱ δὲ τὸν Ἀκρόλισσον φυλάττοντες, θεωροῦντες τὸν Φίλιππον ἐκ διαδοχῆς ταῖς σπείραις ἐπὶ πόδα ποιούμενον τὴν ἀναχώρησιν, καὶ δόξαντες τοῖς ὅλοις αὐτὸν εἴκειν, ἔλαθον ἐκκληθέντες διὰ τὸ πιστεύειν τῇ φύσει τοῦ τόπου, κα- κἄπειτα κατ’ὀλίγους ἐκλιπόντες τὸν Ἀκρόλισσον κατέρρεον ταῖς ἀνοδίαις εἰς τοὺς ὁμαλοὺς καὶ πεδινοὺς τόπους, ὡς ἤδη τινὸς ὠφελείας καὶ τροπῆς τῶν πολεμίων ἐσομένης.
8.14.7κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ τὰς ἐνέδρας ἐκ τῆς μεσογαίας διειληφότες ἀφανῶς ἐξαναστάντες ἐνεργὸν ἐποιήσαντο τὴν ἔφοδον · ἅμα δὲ τούτοις ἐκ μεταβολῆς οἱ πελτασταὶ συνεπέθεντο τοῖς ὑπεναντίοις.
8.14.8οὗ συμβάντος διαταραχθέντες οἱ μὲν ἐκ τοῦ Λίσσου σποράδην ποιούμενοι τὴν ἀναχώρησιν διεσῴζοντο πρὸς τὴν πόλιν, οἱ δὲ τὸν Ἀκρόλισσον ἐκλιπόντες ἀπετμήθησαν ὑπὸ τῶν ἐκ τῆς ἐνέδρας ἐξαναστάντων.
8.14.9διὸ καὶ συνέβη τὸ μὲν ἀνέλπιστον, τὸν Ἀκρόλισσον παραχρῆμα ληφθῆναι χωρὶς κινδύνων, τὸν δὲ Λίσσον τῇ κατὰ πόδας ἡμέρᾳ μετὰ μεγάλων ἀγώνων, ποιησαμένων τῶν Μακεδόνων ἐνεργοὺς καὶ καταπληκτικὰς προσβολάς. Φίλιππος μὲν οὖν, παραδόξως ἐγκρατὴς γενόμενος τῶν προειρημένων τόπων, ἅπαντας τοὺς πέριξ ὑποχειρίους ἐποιήσατο διὰ ταύτης τῆς πράξεως, ὥστε τοὺς πλείστους τῶν Ἰλλυριῶν ἐθελοντὴν ἐπιτρέπειν αὐτῷ τὰς πόλεις ·
8.14.11οὐδεμία γὰρ ὀχυρότης ἔτι πρὸς τὴν Φιλίππου βίαν οὐ δ’ἀσφάλεια τοῖς ἀντιταττομένοις προυφαίνετο, κεκρατημένων μετὰ βίας τῶν προειρημένων ὀχυρωμάτων.
8.14b.1Δασσαρῆται ἔθνος Ἰλλυρίας · Πολύβιος ὀγδόῳ. Ὕσκανα πόλις Ἰλλυρίδος οὐδετέρως · Πολύβιος ηʹ.
8.15.1Βῶλις ἦν ἀνὴρ γένει μὲν Κρής, χρόνον δὲ πολὺν ἐν τῇ βασιλείᾳ διατετριφὼς ἐν ἡγεμονικῇ προστασίᾳ, δοκῶν δὲ καὶ σύνεσιν ἔχειν καὶ τόλμαν παράβολον καὶ τριβὴν ἐν τοῖς πολεμικοῖς οὐδενὸς ἐλάττω.
8.15.2τοῦτον ὁ Σωσίβιος διὰ πλειόνων λόγων πιστωσάμενος, καὶ παρασκευάσας εὔνουν ἑαυτῷ καὶ πρόθυμον, ἀναδίδωσι τὴν πρᾶξιν, λέγων ὡς οὐδὲν ἂν τῷ βασιλεῖ μεῖζον χαρίσαιτο κατὰ τοὺς ἐνεστῶτας καιροὺς ἢ συνεπινοήσας πῶς καὶ τίνι τρόπῳ δύναται σῶσαι τὸν Ἀχαιόν.
8.15.3τότε μὲν οὖν διακούσας ὁ Βῶλις, καὶ φήσας ἐπισκέψασθαι περὶ τῶν εἰρημένων, ἐχωρίσθη ·
8.15.4δοὺς δὲ λόγον ἑαυτῷ, καὶ μετὰ δύ’ἢ τρεῖς ἡμέρας προσελθὼν πρὸς τὸν Σωσίβιον, ἀνεδέξατο τὴν πρᾶξιν εἰς αὑτόν, φήσας καὶ γεγονέναι πλείω χρόνον ἐν ταῖς Σάρδεσι καὶ τῶν τόπων ἐμπειρεῖν, καὶ τὸν Καμβύλον τὸν ἡγεμόνα τῶν παρ’Ἀντιόχῳ στρατευομένων Κρητῶν οὐ μόνον πολίτην, ἀλλὰ καὶ συγγενῆ καὶ φίλον ὑπάρχειν αὑτῷ.
8.15.5συνέβαινε δὲ καὶ τὸν Καμβύλον καὶ τοὺς ὑπὸ τοῦτον ταττομένους Κρῆτας πεπιστεῦσθαί τι τῶν φυλακτηρίων τῶν κατὰ τοὺς ὄπισθε τόπους τῆς ἄκρας, οἵτινες κατασκευὴν μὲν οὐκ ἐπεδέχοντο, τῇ δὲ συνεχείᾳ τῶν ὑπὸ τὸν Καμβύλον τεταγμένων ἀνδρῶν ἐτηροῦντο.
8.15.6τοῦ δὲ Σωσιβίου δεξαμένου τὴν ἐπίνοιαν, καὶ διειληφότος ἢ μὴ δυνατὸν εἶναι σωθῆναι τὸν Ἀχαιὸν ἐκ τῶν περιεστώτων, ἢ δυνατοῦ καθάπαξ ὑπάρχοντος διὰ μηδενὸς ἂν ἑτέρου γενέσθαι τοῦτο βέλτιον ἢ διὰ Βώλιδος, τοιαύτης δὲ συνδραμούσης καὶ περὶ τὸν Βῶλιν προθυμίας, ταχέως ἐλάμβανε τὸ πρᾶγμα προκοπήν.
8.15.7ὅτε γὰρ Σωσίβιος ἅμα μὲν προεδίδου τῶν χρημάτων εἰς τὸ μηδὲν ἐλλείπειν εἰς τὰς ἐπιβολάς, πολλὰ δ’εὖ γενομένων ὑπισχνεῖτο δώσειν, τὰς δὲ παρ’αὐτοῦ τοῦ βασιλέως καὶ παρ’Ἀχαιοῦ τοῦ σῳζομένου χάριτας ἐξ ὑπερβολῆς αὔξων εἰς μεγάλας ἐλπίδας ἦγε τὸν Βῶλιν ·
8.15.9ὅτε προειρημένος ἀνήρ, ἕτοιμος ὢν πρὸς τὴν πρᾶξιν, οὐδένα χρόνον ἐπιμείνας ἐξέπλευσε, συνθήματα λαβὼν καὶ πίστεις πρόςτε Νικόμαχον εἰς Ῥόδον, ὃς ἐδόκει πατρὸς ἔχειν διάθεσιν κατὰ τὴν εὔνοιαν καὶ πίστιν πρὸς τὸν Ἀχαιόν, ὁμοίως δὲ καὶ πρὸς Μελαγκόμαν εἰς Ἔφεσον.
8.15.10οὗτοι γὰρ ἦσαν, δι’ὧν καὶ τὸν πρὸ τοῦ χρόνον Ἀχαιὸς τάτε πρὸς τὸν Πτολεμαῖον καὶ τὰς ἄλλας ἁπάσας τὰς ἔξωθεν ἐπιβολὰς ἐχείριζε.
8.16.1παραγενόμενος δ’εἰς τὴν Ῥόδον καὶ μετὰ ταῦτα πάλιν εἰς τὴν Ἔφεσον, καὶ κοινωσάμενος τοῖς προειρημένοις ἀνδράσι, καὶ λαβὼν αὐτοὺς ἑτοίμους εἰς τὰ παρακαλούμενα, μετὰ ταῦτ’Ἀριανόν τινα τῶν ὑφ’αὑτὸν ταττομένων διαπέμπεται πρὸς τὸν Καμβύλον, φήσας ἐξαπεστάλθαι μὲν ἐκ τῆς Ἀλεξανδρείας ξενολογήσων, βούλεσθαι δὲ τῷ Καμβύλῳ συμμῖξαι περί τινων ἀναγκαίων ·
8.16.2διόπερ ᾤετο δεῖν τάξασθαι καιρὸν καὶ τόπον, ἐν ᾧ μηδενὸς συνειδότος αὑτοῖς συναντήσουσι.
8.16.3ταχὺ δὲ τοῦ Ἀριανοῦ συμμίξαντος τῷ Καμβύλῳ καὶ δηλώσαντος τὰς ἐντολάς, ἑτοίμως ὁ προειρημένος ἀνὴρ ὑπήκουσε τοῖς παρακαλουμένοις, καὶ συνθέμενος ἡμέραν καὶ τόπον ἑκατέρῳ γνωστόν, εἰς ὃν παρέσται νυκτός, ἀπέπεμψε τὸν Ἀριανόν.
8.16.4ὁ δὲ Βῶλις, ἅτε Κρὴς ὑπάρχων καὶ φύσει ποικίλος, πᾶν ἐβάσταζε πρᾶγμα καὶ πᾶσαν ἐπίνοιαν ἐψηλάφα.
8.16.5τέλος δὲ συμμίξας τῷ Καμβύλῳ κατὰ τὴν τοῦ Ἀριανοῦ σύνταξιν ἔδωκε τὴν ἐπιστολήν. ἧς τεθείσης εἰς τὸ μέσον ἐποιοῦντο τὴν σκέψιν Κρητικήν ·
8.16.6οὐ γὰρ ἐσκόπουν ὑπὲρ τῆς τοῦ κινδυνεύοντος σωτηρίας οὐ δ’ὑπὲρ τῆς τῶν ἐγχειρισάντων τὴν πρᾶξιν πίστεως, ἀλλ’ὑπὲρ τῆς αὑτῶν ἀσφαλείας καὶ τοῦ σφίσιν αὐτοῖς συμφέροντος.
8.16.7διόπερ ἀμφότεροι Κρῆτες ὄντες συντόμως κατηνέχθησαν ἐπὶ τὴν αὐτὴν γνώμην · αὕτη δ’ἦν τὰ μὲν παρὰ τοῦ Σωσιβίου προδεδομένα δέκα τάλαντα διελέσθαι κοινῇ, τὴν δὲ πρᾶξιν Ἀντιόχῳ δηλώσαντας καὶ συνεργῷ χρησαμένους ἐπαγγείλασθαι τὸν Ἀχαιὸν ἐγχειριεῖν αὐτῷ, λαβόντας χρήματα καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας ἀξίας τῆς προειρημένης ἐπιβολῆς.
8.16.9τούτων δὲ κυρωθέντων ὁ μὲν Καμβύλος ἀνεδέξατο χειριεῖν τὰ κατὰ τὸν Ἀντίοχον, ὁ δὲ Βῶλις ἐτάξατο μετά τινας ἡμέρας πέμψειν τὸν Ἀριανὸν πρὸς τὸν Ἀχαιόν, ἔχοντα παράτε τοῦ Νικομάχου καὶ Μελαγκόμα συνθηματικὰ γράμματα.
8.16.10περὶ δὲ τοῦ παρεισελθεῖν τὸν Ἀριανὸν εἰς τὴν ἄκραν ἀσφαλῶς καὶ πάλιν ἀπελθεῖν, ἐκεῖνον ἐκέλευε φροντίζειν.
8.16.11ἐὰν δὲ προσδεξάμενος τὴν ἐπιβολὴν Ἀχαιὸς ἀντιφωνήσῃ τοῖς περὶ τὸν Νικόμαχον καὶ Μελαγκόμαν, οὕτως ἔφη δώσειν ὁ Βῶλις αὑτὸν εἰς τὴν χρείαν καὶ συμμίξειν τῷ Καμβύλῳ.
8.16.12τῆς δὲ διατάξεως γενομένης τοιαύτης χωρισθέντες ἔπραττον ἑκάτεροι τὰ συντεταγμένα.
8.17.1καὶ λαβὼν καιρὸν πρῶτον ὁ Καμβύλος προσφέρει τῷ βασιλεῖ τὸν λόγον.
8.17.2ὁ δ’Ἀντίοχος, πρὸς τρόπον αὐτῷ καὶ παραδόξου γενομένης τῆς ἐπαγγελίας, τὰ μὲν ὑπερχαρὴς ὢν πάνθ’ὑπισχνεῖτο, τὰ δὲ διαπιστῶν ἐξήταζε τὰς κατὰ μέρος ἐπινοίας καὶ παρασκευὰς αὐτῶν.
8.17.3μετὰ δὲ ταῦτα πιστεύσας, καὶ νομίζων ὡς ἂν εἰ σὺν θεῷ γίνεσθαι τὴν ἐπιβολήν, ἠξίου καὶ πολλάκις ἐδεῖτο τοῦ Καμβύλου συντελεῖν τὴν πρᾶξιν.
8.17.4τὸ δὲ παραπλήσιον ὁ Βῶλις ἐποίει πρὸς τὸν Νικόμαχον καὶ Μελαγκόμαν. οἱ δὲ πιστεύοντες ἀπὸ τοῦ κρατίστου γίνεσθαι τὴν ἐπιβολήν, καὶ παραυτίκα τῷ Ἀριανῷ συνθέντες τὰς πρὸς τὸν Ἀχαιὸν ἐπιστολὰς γεγραμμένας συνθηματικῶς, καθάπερ ἔθος ἦν αὐτοῖς, οὕτως ὥστε τὸν κυριεύσαντα τῆς ἐπιστολῆς μὴ δύνασθαι γνῶναι μηδὲν τῶν ἐν αὐτῇ γεγραμμένων, ἐξαπέστειλαν παρακαλοῦντες πιστεύειν τοῖς περὶ τὸν Βῶλιν καὶ τὸν Καμβύλον.
8.17.6ὁ δ’Ἀριανὸς διὰ τοῦ Καμβύλου παρελθὼν εἰς τὴν ἄκραν τὰ γεγραμμένα τοῖς περὶ τὸν Ἀχαιὸν ἀπέδωκε, καὶ συμπαρὼν ἀπὸ τῆς ἀρχῆς τοῖς γινομένοις ἀκριβῶς τὸν κατὰ μέρος ὑπὲρ ἑκάστων ἀπεδίδου λόγον, πολλάκις μὲν καὶ ποικίλως ὑπὲρ τῶν κατὰ τὸν Σωσίβιον καὶ Βῶλιν ἀνακρινόμενος, πολλάκις δὲ περὶ Νικομάχου καὶ Μελαγκόμα, μάλιστα δὲ περὶ τῶν κατὰ τὸν Καμβύλον.
8.17.7οὐ μὴν ἀλλ’αὐτοπαθῶς καὶ γενναίως ὑπέμενε τοὺς ἐλέγχους, καὶ μάλιστα διὰ τὸ μὴ γινώσκειν τὸ συνέχον τῶν τῷ Καμβύλῳ καὶ Βώλιδι δεδογμένων.
8.17.8Ἀχαιὸς δὲ καὶ διὰ τῶν ἀνακρίσεων τῶν τοῦ Ἀριανοῦ καὶ μάλιστα διὰ τῶν παρὰ τοῦ Νικομάχου καὶ Μελαγκόμα συνθημάτων πιστεύσας ἀντεφώνησε, καὶ παραχρῆμα πάλιν ἐξέπεμψε τὸν Ἀριανόν.
8.17.9πλεονάκις δὲ τούτου γινομένου παρ’ἑκατέρων, τέλος οἱ περὶ τὸν Ἀχαιὸν ἐπέτρεψαν περὶ σφῶν τοῖς περὶ τὸν Νικόμαχον, ἅτε μηδεμιᾶς ἄλλης ἐλπίδος ἔτι καταλειπομένης πρὸς σωτηρίαν, καὶ πέμπειν ἐκέλευον ἅμα τῷ Ἀριανῷ τὸν Βῶλιν ἀσελήνου νυκτός, ὡς ἐγχειριοῦντες αὑτούς.
8.17.10ἦν γάρ τις ἐπίνοια περὶ τὸν Ἀχαιὸν τοιαύτη, πρῶτον μὲν διαφυγεῖν τοὺς ἐνεστῶτας κινδύνους, μετὰ δὲ ταῦτα ποιήσασθαι δίχα προόδου τὴν ὁρμὴν ἐπὶ τοὺς κατὰ Συρίαν τόπους ·
8.17.11πάνυ γὰρ εἶχε μεγάλας ἐλπίδας ἐπιφανεὶς ἄφνω καὶ παραδόξως τοῖς κατὰ Συρίαν ἀνθρώποις, καὶ ἔτι διατρίβοντος Ἀντιόχου περὶ τὰς Σάρδεις, μέγα ποιήσειν κίνημα καὶ μεγάλης ἀποδοχῆς τεύξεσθαι παράτε τοῖς Ἀντιοχεῦσι καὶ τοῖς κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην.
8.18.1ὁ μὲν οὖν Ἀχαιὸς ἐπί τινος τοιαύτης προσδοκίας καὶ διαλογισμῶν ὑπάρχων ἐκαραδόκει τὴν παρουσίαν τοῦ Βώλιδος ·
8.18.2οἱ δὲ περὶ τὸν Μελαγκόμαν ἀποδεξάμενοι τὸν Ἀριανὸν καὶ τὰς ἐπιστολὰς ἀναγνόντες, ἐξέπεμπον τὸν Βῶλιν, παρακαλέσαντες διὰ πλειόνων καὶ μεγάλας ἐλπίδας ὑποδείξαντες, ἐὰν καθίκηται τῆς ἐπιβολῆς.
8.18.3ὁ δὲ προδιαπεμψάμενος τὸν Ἀριανόν, καὶ δηλώσας τῷ Καμβύλῳ τὴν αὑτοῦ παρουσίαν, ἧκε νυκτὸς ἐπὶ τὸν συντεθέντα τόπον.
8.18.4γενόμενοι δὲ μίαν ἡμέραν ἐπὶ τα- ταὐτό, καὶ συνταξάμενοι περὶ τοῦ πῶς χειρισθήσεται τὰ κατὰ μέρος, μετὰ ταῦτα νυκτὸς εἰσῆλθον εἰς τὴν παρεμβολήν.
8.18.5ἡ δὲ διάταξις αὐτῶν ἐγεγόνει τοιαύτη τις · εἰ μὲν συμβαίη τὸν Ἀχαιὸν ἐκ τῆς ἄκρας ἐλθεῖν μόνον ἢ καὶ δεύτερον μετὰ τοῦ Βώλιδος καὶ Ἀριανοῦ, τελέως εὐκαταφρόνητος, ἔτι δ’εὐχείρωτος ἔμελλε γίνεσθαι τοῖς ἐνεδρεύουσιν ·
8.18.6εἰ δὲ μετὰ πλειόνων, δύσχρηστος ἡ πρόθεσις ἀπέβαινε τοῖς πεπιστευμένοις, ἄλλωςτε καὶ ζωγρίᾳ σπεύδουσι κυριεῦσαι διὰ τὸ τῆς πρὸς τὸν Ἀντίοχον χάριτος τὸ πλεῖστον ἐν τούτῳ κεῖσθαι τῷ μέρει.
8.18.7διόπερ ἔδει τὸν μὲν Ἀριανόν, ὅταν ἐξάγῃ τὸν Ἀχαιόν, ἡγεῖσθαι διὰ τὸ γινώσκειν τὴν ἀτραπόν, ᾗ πολλάκις ἐπεποίητο καὶ τὴν εἴσοδον καὶ τὴν ἔξοδον, τὸν δὲ Βῶλιν ἀκολουθεῖν τῶν ἄλλων κατόπιν, ἵν’ἐπειδὰν παραγένηται πρὸς τὸν τόπον, ἐν ᾧ τοὺς ἐνεδρεύοντας ἑτοίμους ὑπάρχειν ἔδει διὰ τοῦ Καμβύλου, τότ’ἐπιλαβόμενος κρατοίη τὸν Ἀχαιόν, καὶ μήτε διαδραίη κατὰ τὸν θόρυβον νυκτὸς οὔσης διὰ τόπων ὑλωδῶν, μήθ’αὑτὸν ῥίψαι κατά τινος κρημνοῦ περιπαθὴς γενόμενος, πέσοι δὲ κατὰ τὴν πρόθεσιν ὑπὸ τὰς τῶν ἐχθρῶν χεῖρας ζωγρίᾳ.
8.18.9τούτων δὲ συγκειμένων, καὶ παραγενομένου τοῦ Βώλιδος ὡς τὸν Καμβύλον, ᾗ μὲν ἦλθε νυκτί, ταύτῃ παράγει πρὸς τὸν Ἀντίοχον τὸν Βῶλιν ὁ Καμβύλος μόνος πρὸς μόνον.
8.18.10ἀποδεξαμένου δὲ τοῦ βασιλέως φιλοφρόνως, καὶ δόντος πίστεις ὑπὲρ τῶν ἐπαγγελιῶν, καὶ παρακαλέσαντος ἀμφοτέρους διὰ πλειόνων μηκέτι μέλλειν ὑπὲρ τῶν προκειμένων, τότε μὲν ἀνεχώρησαν εἰς τὴν αὑτῶν παρεμβολήν, ὑπὸ δὲ τὴν ἑωθινὴν Βῶλις ἀνέβη μετὰ τοῦ Ἀριανοῦ, καὶ παρεισῆλθεν ἔτι νυκτὸς εἰς τὴν ἄκραν.
8.19.1Ἀχαιὸς δὲ προσδεξάμενος ἐκτενῶς καὶ φιλοφρόνως τὸν Βῶλιν ἀνέκρινε διὰ πλειόνων ὑπὲρ ἑκάστου τῶν κατὰ μέρος.
8.19.2θεωρῶν δὲ καὶ κατὰ τὴν ἐπιφάνειαν τὸν ἄνδρα καὶ κατὰ τὴν ὁμιλίαν ἕλκοντα τὸ τῆς πράξεως στάσιμον, τὰ μὲν περιχαρὴς ἦν διὰ τὴν ἐλπίδα τῆς σωτηρίας, τὰ δὲ πάλιν ἐπτοημένος καὶ πλήρης ἀγωνίας διὰ τὸ μέγεθος τῶν ἀποβησομένων.
8.19.3ὑπάρχων δὲ καὶ κατὰ τὴν διάνοιαν οὐδενὸς ἥττων καὶ κατὰ τὴν ἐν πράγμασι τριβὴν ἱκανός, ὅμως ἀκμὴν ἔκρινε μὴ πᾶσαν εἰς τὸν Βῶλιν ἀνακρεμάσαι τὴν πίστιν.
8.19.4διὸ ποιεῖται τοιούτους λόγους πρὸς αὐτόν, ὅτι κατὰ μὲν τὸ παρὸν οὐκ ἔστι δυνατὸν ἐξελθεῖν αὐτῷ, πέμψει δέ τινας τῶν φίλων μετ’ἐκείνου τρεῖς ἢ τέτταρας, ὧν συμμιξάντων τοῖς περὶ τὸν Μελαγκόμαν ἕτοιμον αὑτὸν ἔφη παρασκευάσειν πρὸς τὴν ἔξοδον.
8.19.5ὁ μὲν οὖν Ἀχαιὸς ἐποίει τὰ δυνατά · τοῦτο δ’ἠγνόει, τὸ δὴ λεγόμενον, πρὸς Κρῆτα κρητίζων · ὁ γὰρ Βῶλις οὐθὲν ἀψηλάφητον εἶχε τῶν ἐπινοηθέντων ἂν εἰς τοῦτο τὸ μέρος.
8.19.6πλὴν παραγενομένης τῆς νυκτός, ἐν ᾗ συνεξαποστέλλειν ἔφη τοὺς φίλους, προπέμψας τὸν Ἀριανὸν καὶ τὸν Βῶλιν ἐπὶ τὴν τῆς ἄκρας ἔξοδον μένειν προσέταξε, μέχρις ἂν οἱ μέλλοντες αὐτοῖς συνεξορμᾶν παραγένωνται.
8.19.7τῶν δὲ πειθαρχησάντων, κοινωσάμενος παρ’αὐτὸν τὸν καιρὸν τῇ γυναικὶ καὶ ποιήσας διὰ τὸ παράδοξον τὴν Λαοδίκην ἔκφρονα, χρόνον μέν τινα λιπαρῶν ταύτην καὶ καταπραΰνων ταῖς προσδοκωμέναις ἐλπίσι προσεκαρτέρει, μετὰ δὲ ταῦτα πέμπτος αὐτὸς γενόμενος, καὶ τοῖς μὲν ἄλλοις μετρίας ἐσθῆτας ἀναδούς, αὐτὸς δὲ λιτὴν καὶ τὴν τυχοῦσαν ἀναλαβὼν καὶ ταπεινὸν αὑτὸν ποιήσας προῆγε, συντάξας ἑνὶ τῶν φίλων αὐτὸν αἰὲν ἀποκρίνασθαι πρὸς τὸ λεγόμενον ὑπὸ τῶν περὶ τὸν Ἀριανὸν καὶ πυνθάνεσθαι παρ’ἐκείνων ἀεὶ τὸ κατεπεῖγον, περὶ δὲ τῶν ἄλλων φάναι βαρβάρους αὐτοὺς ὑπάρχειν.
8.20.1ἐπεὶ δὲ συνέμιξαν τοῖς περὶ τὸν Ἀριανόν, ἡγεῖτο μὲν αὐτὸς αὐτῶν διὰ τὴν ἐμπειρίαν, ὁ δὲ Βῶλις κατόπιν ἐπέστη κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, ἀπορῶν καὶ δυσχρηστούμενος ὑπὲρ τοῦ συμβαίνοντος ·
8.20.2καίπερ γὰρ ὢν Κρὴς καὶ πᾶν ἄν τι κατὰ τοῦ πέλας ὑποπτεύσας, ὅμως οὐκ ἠδύνατο διὰ τὸ σκότος συννοῆσαι τὸν Ἀχαιόν, οὐχ οἷον τίς ἐστιν, ἀλλ’οὐ δὲ καθάπαξ εἰ πάρεστι.
8.20.3τῆς δὲ καταβάσεως κρημνώδους μὲν καὶ δυσβάτου κατὰ τὸ πλεῖστον ὑπαρχούσης, ἔν τισι δὲ τόποις καὶ λίαν ἐπισφαλεῖς ἐχούσης καὶ κινδυνώδεις καταφοράς, ὁπότε παραγένοιτο πρός τινα τοιοῦτον τόπον, τῶν μὲν ἐπιλαμβανομένων, τῶν δὲ πάλιν ἐκδεχομένων τὸν Ἀχαιόν, οὐ δυναμένων γὰρ καθόλου τὴν ἐκ τῆς συνηθείας καταξίωσιν στέλλεσθαι πρὸς τὸν παρόντα καιρόν, ταχέως ὁ Βῶλις συνῆκε τίς ἐστι καὶ ποῖος αὐτῶν ὁ Ἀχαιός.
8.20.5ἐπεὶ δὲ παρεγένοντο πρὸς τὸν τῷ Καμβύλῳ διατεταγμένον τόπον, καὶ τὸ σύνθημα προσσυρίξας ὁ Βῶλις ἀπέδωκε, τῶν μὲν ἄλλων οἱ διαναστάντες ἐκ τῆς ἐνέδρας ἐπελάβοντο, τὸν δ’Ἀχαιὸν αὐτὸς ὁ Βῶλις ὁμοῦ τοῖς ἱματίοις, ἔνδον τὰς χεῖρας ἔχοντα, συνήρπασε, φοβηθεὶς μὴ συννοήσας τὸ γινόμενον ἐπιβάλοιτο διαφθείρειν αὑτόν ·
8.20.6καὶ γὰρ εἶχε μάχαιραν ἐφ’αὑτῷ παρεσκευασμένος.
8.20.7ταχὺ δὲ καὶ πανταχόθεν κυκλωθεὶς ὑποχείριος ἐγένετο τοῖς ἐχθροῖς, καὶ παραχρῆμα μετὰ τῶν φίλων ἀνήγετο πρὸς τὸν Ἀντίοχον.
8.20.8ὁ δὲ βασιλεύς, πάλαι μετέωρος ὢν τῇ διανοίᾳ καὶ καραδοκῶν τὸ συμβησόμενον, ἀπολύσας τοὺς ἐκ τῆς συνουσίας ἔμενε μόνος ἐγρηγορὼς ἐν τῇ σκηνῇ μετὰ δυεῖν ἢ τριῶν σωματοφυλάκων.
8.20.9παρεισελθόντων δὲ τῶν περὶ τὸν Καμβύλον καὶ καθισάντων τὸν Ἀχαιὸν ἐπὶ τὴν γῆν δεδεμένον, εἰς τοιαύτην ἀφασίαν ἦλθε διὰ τὸ παράδοξον ὥστε πολὺν μὲν χρόνον ἀποσιωπῆσαι, τὸ δὲ τελευταῖον συμπαθὴς γενέσθαι καὶ δακρῦσαι. τοῦτο δ’ἔπαθεν ὁρῶν, ὡς ἔμοιγε δοκεῖ, τὸ δυσφύλακτον καὶ παράλογον τῶν ἐκ τῆς τύχης συμβαινόντων.
8.20.11Ἀχαιὸς γὰρ ἦν Ἀνδρομάχου μὲν υἱὸς τοῦ Λαοδίκης ἀδελφοῦ τῆς Σελεύκου γυναικός, ἔγημε δὲ Λαοδίκην τὴν Μιθριδάτου τοῦ βασιλέως θυγατέρα, κύριος δ’ἐγεγόνει τῆς ἐπὶ τάδε τοῦ Ταύρου πάσης.
8.20.12δοκῶν δὲ τότε καὶ ταῖς αὑτοῦ δυνάμεσι καὶ ταῖς τῶν ὑπεναντίων ἐν ὀχυρωτάτῳ τόπῳ τῆς οἰκουμένης διατρίβειν, ἐκάθητο δεδεμένος ἐπὶ τῆς γῆς, ὑποχείριος γενόμενος τοῖς ἐχθροῖς, οὐδέπω γινώσκοντος οὐθενὸς ἁπλῶς τὸ γεγονὸς πλὴν τῶν πραξάντων.
8.21.1οὐ μὴν ἀλλ’ἅμα τῷ φωτὶ συναθροιζομένων τῶν φίλων εἰς τὴν σκηνὴν κατὰ τὸν ἐθισμόν, καὶ τοῦ πράγματος ὑπὸ τὴν ὄψιν θεωρουμένου, τὸ παραπλήσιον τῷ βασιλεῖ συνέβαινε πάσχειν καὶ τοὺς ἄλλους · θαυμάζοντες γὰρ τὸ γεγονὸς ἠπίστουν τοῖς ὁρωμένοις.
8.21.2καθίσαντος δὲ τοῦ συνεδρίου, πολλοὶ μὲν ἐγίνοντο λόγοι περὶ τοῦ τίσι δεῖ κατ’αὐτοῦ χρήσασθαι τιμωρίαις ·
8.21.3ἔδοξε δ’οὖν πρῶτον μὲν ἀκρωτηριάσαι τὸν ταλαίπωρον, μετὰ δὲ ταῦτα τὴν κεφαλὴν ἀποτεμόντας αὐτοῦ καὶ καταρράψαντας εἰς ὄνειον ἀσκὸν ἀνασταυρῶσαι τὸ σῶμα.
8.21.4γενομένων δὲ τούτων, καὶ τῆς δυνάμεως ἐπιγνούσης τὸ συμβεβηκός, τοιοῦτος ἐνθουσιασμὸς ἐγένετο καὶ παράστασις τοῦ στρατοπέδου παντὸς ὥστε τὴν Λαοδίκην ἐκ τῆς ἄκρας μόνον συνειδυῖαν τὴν ἔξοδον τα- τἀνδρός, τεκμήρασθαι τὸ γεγονὸς ἐκ τῆς περὶ τὸ στρατόπεδον ταραχῆς καὶ κινήσεως.
8.21.5ταχὺ δὲ καὶ τοῦ κήρυκος παραγενομένου πρὸς τὴν Λαοδίκην καὶ διασαφοῦντος τὰ περὶ τὸν Ἀχαιόν, καὶ κελεύοντος τίθεσθαι τὰ πράγματα καὶ παραχωρεῖν τῆς ἄκρας, τὸ μὲν πρῶτον ἀναπόκριτος οἰμωγὴ καὶ θρῆνοι παράλογοι κατεῖχον τοὺς περὶ τὴν ἀκρόπολιν, οὐχ οὕτως διὰ τὴν πρὸς τὸν Ἀχαιὸν εὔνοιαν ὡς διὰ τὸ παράδοξον καὶ τελέως ἀνέλπιστον ἑκάστῳ φαίνεσθαι τὸ συμβεβηκός, μετὰ δὲ ταῦτα πολλή τις ἦν ἀπορία καὶ δυσχρηστία περὶ τοὺς ἔνδον.
8.21.8Ἀντίοχος δὲ διακεχειρισμένος τὸν Ἀχαιὸν ἐπεῖχε τοῖς κατὰ τὴν ἄκραν ἀεί, πεπεισμένος ἀφορμὴν ἐκ τῶν ἔνδον αὑτῷ παραδοθήσεσθαι, καὶ μάλιστα διὰ τῶν στρατιωτῶν.
8.21.9ὃ καὶ τέλος ἐγένετο · στασιάσαντες γὰρ πρὸς σφᾶς ἐμερίσθησαν, οἱ μὲν πρὸς Ἀρίβαζον, οἱ δὲ πρὸς τὴν Λαοδίκην. οὗ γενομένου διαπιστήσαντες ἀλλήλοις ταχέως ἀμφότεροι παρέδοσαν αὑτοὺς καὶ τὰς ἀκροπόλεις. Ἀχαιὸς μὲν οὖν πάντα τὰ κατὰ λόγον πράξας, ὑπὸ δὲ τῆς τῶν πιστευθέντων ἡττηθεὶς ἀθεσίας, κατεστρέψατο τὸν βίον, κατὰ δύο τρόπους οὐκ ἀνωφελὲς ὑπόδειγμα γενόμενος τοῖς ἐπεσομένοις, καθ’ἕνα μὲν πρὸς τὸ μηδενὶ πιστεύειν ῥᾳδίως, καθ’ἕτερον δὲ πρὸς τὸ μὴ μεγαλαυχεῖν ἐν ταῖς εὐπραγίαις, πᾶν δὲ προσδοκᾶν ἀνθρώπους ὄντας.
8.22.1ὅτι Καύαρος ὁ βασιλεὺς τῶν ἐν τῇ Θρᾴκῃ Γαλατῶν βασιλικὸς ὑπάρχων τῇ φύσει καὶ μεγαλόφρων, πολλὴν μὲν ἀσφάλειαν παρεσκεύαζε τοῖς προσπλέουσι τῶν ἐμπόρων εἰς τὸν Πόντον, μεγάλας δὲ παρείχετο χρείας τοῖς Βυζαντίοις ἐν τοῖς πρὸς τοὺς Θρᾷκας καὶ Βιθυνοὺς πολέμοις.
8.22.2Πολύβιος.
8.22.3. ἐν ὀγδόῃ ἱστοριῶν, Καύαρος, φησίν, ὁ Γαλάτης, ὢν τα- τἄλλα ἀνὴρ ἀγαθός, ὑπὸ Σωστράτου τοῦ κόλακος διεστρέφετο, ὃς ἦν Χαλκηδόνιος γένος.
8.23.1ὅτι Ξέρξου βασιλεύοντος πόλεως Ἀρμόσατα, ἣ κεῖται πρὸς τῷ Καλῷ πεδίῳ καλουμένῳ, μέσον Εὐφράτου καὶ Τίγριδος, ταύτῃ τῇ πόλει παραστρατοπεδεύσας Ἀντίοχος ὁ βασιλεὺς ἐπεβάλετο πολιορκεῖν αὐτήν.
8.23.2θεωρῶν δὲ τὴν παρασκευὴν τοῦ βασιλέως ὁ Ξέρξης, τὸ μὲν πρῶτον αὑτὸν ἐκποδὼν ἐποίησε, μετὰ δέ τινα χρόνον δείσας μὴ τοῦ βασιλείου κρατηθέντος ὑπὸ τῶν ἐχθρῶν καὶ τα- τἄλλα τὰ κατὰ τὴν ἀρχὴν αὐτῷ διατραπῇ, μετεμελήθη καὶ διεπέμψατο πρὸς τὸν Ἀντίοχον, φάσκων βούλεσθαι συνελθεῖν εἰς λόγους.
8.23.3οἱ μὲν οὖν πιστοὶ τῶν φίλων οὐκ ἔφασκον δεῖν προΐεσθαι τὸν νεανίσκον λαβόντες εἰς χεῖρας, ἀλλὰ συνεβούλευον κυριεύσαντα τῆς πόλεως Μιθριδάτῃ παραδοῦναι τὴν δυναστείαν, ὃς ἦν υἱὸς τῆς ἀδελφῆς αὐτοῦ κατὰ φύσιν.
8.23.4ὁ δὲ βασιλεὺς τούτων μὲν οὐδενὶ προσέσχε, μεταπεμψάμενος δὲ τὸν νεανίσκον διελύσατο τὴν ἔχθραν, ἀφῆκε δὲ τὰ πλεῖστα τῶν χρημάτων, ἃ συνέβαινε τὸν πατέρα προσοφείλειν αὐτῷ τῶν φόρων.
8.23.5λαβὼν δὲ παραχρῆμα τριακόσια τάλαντα παρ’αὐτοῦ καὶ χιλίους ἵππους καὶ χιλίους ἡμιόνους μετὰ τῆς ἐπισκευῆς τάτε κατὰ τὴν ἀρχὴν ἅπαντ’ἀποκατέστησε, καὶ συνοικίσας αὐτῷ τὴν ἀδελφὴν Ἀντιοχίδα πάντας τοὺς ἐκείνων τῶν τόπων ἐψυχαγώγησε καὶ προσεκαλέσατο, δόξας μεγαλοψύχως καὶ βασιλικῶς τοῖς πράγμασι κεχρῆσθαι.
8.24.1ὅτι οἱ Ταραντῖνοι διὰ τὸ τῆς εὐδαιμονίας ὑπερήφανον ἐπεκαλέσαντο Πύρρον τὸν Ἠπειρώτην · πᾶσα γὰρ ἐλευθερία μετ’ἐξουσίας πολυχρονίου φύσιν ἔχει κόρον λαμβάνειν τῶν ὑποκειμένων, κα- κἄπειτα ζητεῖ δεσπότην · τυχοῦσά γε μὴν τούτου ταχὺ πάλιν μισεῖ διὰ τὸ μεγάλην φαίνεσθαι τὴν πρὸς τὸ χεῖρον μεταβολήν · ὃ καὶ τότε συνέβαινε τοῖς Ταραντίνοις.
8.24.2ὅτι πᾶν τὸ μέλλον κρεῖττον φαίνεται τοῦ παρόντος ὑπάρχειν.
8.24.3προσπεσόντων δὲ τούτων εἰς Τάραντα καὶ τοὺς Θουρίους, ἠγανάκτει τὰ πλήθη.
8.24.4τὸ μὲν οὖν πρῶτον ὡς ἐπ’ἐξοδείαν ὁρμήσαντες ἐκ τῆς πόλεως καὶ συνεγγίσαντες τῇ παρεμβολῇ τῶν Καρχηδονίων νυκτός, ἄλλοι μὲν συγκαθέντες εἴς τινα τόπον ὑλώδη παρὰ τὴν ὁδὸν ἔμειναν, ὁ δὲ Φιλήμενος καὶ Νίκων προσῆλθον πρὸς τὴν παρεμβολήν.
8.24.5τῶν δὲ φυλάκων ἐπιλαβομένων αὐτῶν, ἀνήγοντο πρὸς τὸν Ἀννίβαν, οὐδὲν εἰπόντες οὔτε πόθεν οὔτε τίνες ἦσαν, αὐτὸ δὲ μόνον τοῦτο δηλοῦντες ὅτι θέλουσι τῷ στρατηγῷ συμμῖξαι.
8.24.6ταχὺ δὲ πρὸς τὸν Ἀννίβαν ἐπαναχθέντες ἔφασαν αὐτῷ κατ’ἰδίαν βούλεσθαι διαλεχθῆναι.
8.24.7τοῦ δὲ καὶ λίαν ἑτοίμως προσδεξαμένου τὴν ἔντευξιν, ἀπελογίζοντο περίτε τῶν καθ’αὑτοὺς καὶ περὶ τῶν κατὰ τὴν πατρίδα, πολλὰς καὶ ποικίλας ποιούμενοι κατηγορίας Ῥωμαίων, χάριν τοῦ μὴ δοκεῖν ἀλόγως ἐμβαίνειν εἰς τὴν ὑποκειμένην πρᾶξιν.
8.24.8τότε μὲν οὖν Ἀννίβας ἐπαινέσας καὶ τὴν ὁρμὴν αὐτῶν φιλανθρώπως ἀποδεξάμενος ἐξέπεμψε, συνταξάμενος παραγίνεσθαι καὶ συμμιγνύναι κατὰ τάχος αὑτῷ πάλιν.
8.24.9κατὰ δὲ τὸ παρὸν ἐκέλευσε τὰ πρῶτα τῶν ἐξελασθέντων πρωῒ θρεμμάτων καὶ τοὺς ἅμα τούτοις ἄνδρας, ἐπειδὰν ἱκανὸν ἀπόσχωσι τῆς παρεμβολῆς, περιελασαμένους εὐθαρσῶς ἀπαλλάττεσθαι · περὶ γὰρ τῆς ἀσφαλείας αὑτῷ μελήσειν.
8.24.10ἐποίει δὲ τοῦτο βουλόμενος αὑτῷ μὲν ἀναστροφὴν δοῦναι πρὸς τὸ πολυπραγμονῆσαι τὰ κατὰ τοὺς νεανίσκους, ἐκείνοις δὲ πίστιν παρασκευάζειν πρὸς τοὺς πολίτας ὡς ἀπὸ τοῦ κρατίστου ποιουμένοις τὰς ἐπὶ τὰς λῃστείας ἐξόδους.
8.24.11πραξάντων δὲ τῶν περὶ τὸν Νίκωνα τὸ παραγγελθέν, ὁ μὲν Ἀννίβας περιχαρὴς ἦν διὰ τὸ μόλις ἀφορμῆς ἐπειλῆφθαι πρὸς τὴν προκειμένην ἐπιβολήν, οἱ δὲ περὶ τὸν Φιλήμενον ἔτι μᾶλλον παρώρμηντο πρὸς τὴν πρᾶξιν διὰ τὸ καὶ τὴν ἔντευξιν ἀσφαλῶς γεγονέναι καὶ τὸν Ἀννίβαν ηὑρηκέναι πρόθυμον, ἔτι δὲ τὴν τῆς λείας δαψίλειαν ἱκανὴν αὐτοῖς πίστιν παρεσκευακέναι πρὸς τοὺς ἰδίους.
8.24.13διότι τὰ μὲν ἀποδόμενοι, τὰ δ’εὐωχούμενοι τῆς λείας, οὐ μόνον ἐπιστεύοντο παρὰ τοῖς Ταραντίνοις, ἀλλὰ καὶ ζηλωτὰς ἔσχον οὐκ ὀλίγους.
8.25.1μετὰ δὲ ταῦτα ποιησάμενοι δευτέραν ἔξοδον, καὶ παραπλησίως χειρίσαντες τὰ κατὰ μέρος, αὐτοίτε τοῖς περὶ τὸν Ἀννίβαν ἔδοσαν πίστεις καὶ παρ’ἐκείνων ἔλαβον ἐπὶ τούτοις, ἐφ’ᾧ Ταραντίνους ἐλευθερώσειν καὶ μήτε φόρους πράξεσθαι κατὰ μηδένα τρόπον μήτ’ἄλλο μηδὲν ἐπιτάξειν Ταραντίνοις Καρχηδονίους, τὰς δὲ τῶν Ῥωμαίων οἰκίας καὶ καταλύσεις, ἐπειδὰν κρατήσωσι τῆς πόλεως, ἐξεῖναι Καρχηδονίοις διαρπάζειν.
8.25.3ἐποιήσαντο δὲ καὶ σύνθημα τοῦ παραδέχεσθαι σφᾶς τοὺς φύλακας ἑτοίμως εἰς τὴν παρεμβολήν, ὅτ’ἔλθοιεν.
8.25.4ὧν γενομένων ἔλαβον ἐξουσίαν εἰς τὸ καὶ πλεονάκις συμμιγνύναι τοῖς περὶ τὸν Ἀννίβαν, ποτὲ μὲν ὡς ἐπ’ἐξοδείαν, ποτὲ δὲ πάλιν ὡς ἐπὶ κυνηγίαν ποιούμενοι τὰς ἐκ τῆς πόλεως ἐξόδους.
8.25.5ταῦτα δὲ διαρμοσάμενοι πρὸς τὸ μέλλον, οἱ μὲν πλείους ἐπετήρουν τοὺς καιρούς, τὸν δὲ Φιλήμενον ἀπέταξαν ἐπὶ τὰς κυνηγίας ·
8.25.6διὰ γὰρ τὴν ὑπερβάλλουσαν ἐπὶ τοῦτο τὸ μέρος ἐπιθυμίαν ἦν ὑπὲρ αὐτοῦ διάληψις ὡς οὐδὲν προυργιαίτερον ποιουμένου κατὰ τὸν βίον τοῦ κυνηγετεῖν.
8.25.7διὸ τούτῳ μὲν ἐπέτρεψαν ἐξιδιάσασθαι διὰ τῶν ἁλισκομένων θηρίων πρῶτον μὲν τὸν ἐπὶ τῆς πόλεως τεταγμένον Γάιον Λίβιον, δεύτερον δὲ τοὺς φυλάττοντας τὸν πυλῶνα τὸν ὑπὸ τὰς Τημενίδας προσαγορευομένας πύλας.
8.25.8ὃς παραλαβὼν τὴν πίστιν ταύτην, καὶ τὰ μὲν αὐτὸς κυνηγετῶν, τῶν δ’ἑτοιμαζομένων αὐτῷ δι’Ἀννίβου, συνεχῶς εἰσέφερε τῶν θηρίων, ὧν τὰ μὲν ἐδίδου τῷ Γαΐῳ, τὰ δὲ τοῖς ἐπὶ τοῦ πυλῶνος χάριν τοῦ τὴν ῥινοπύλην ἑτοίμως ἀνοίγειν αὐτῷ ·
8.25.9τὸ γὰρ πλεῖον ἐποιεῖτο τὰς εἰσόδους καὶ τὰς ἐξόδους νυκτός, προφάσει μὲν χρώμενος τῷ φόβῳ τῶν πολεμίων, ἁρμοζόμενος δὲ πρὸς τὴν ὑποκειμένην πρόθεσιν.
8.25.10ἤδη δὲ κατεσκευασμένου τοιαύτην συνήθειαν τοῦ Φιλημένου πρὸς τοὺς ἐπὶ τῆς πύλης ὥστε μὴ διαπορεῖν τοὺς φυλάττοντας, ἀλλ’ὁπότε προσεγγίσας τῷ τείχει προσσυρίξαι νυκτός, εὐθέως ἀνοίγεσθαι τὴν ῥινοπύλην αὐτῷ, τότε παρατηρήσαντες τὸν ἐπὶ τῆς πόλεως ἄρχοντα τῶν Ῥωμαίων, ἀφ’ἡμέρας μέλλοντα γίνεσθαι μετὰ πλειόνων ἐν τῷ προσαγορευομένῳ Μουσείῳ σύνεγγυς τῆς ἀγορᾶς, ταύτην ἐτάξαντο τὴν ἡμέραν πρὸς τὸν Ἀννίβαν.
8.26.1ὁ δὲ πάλαι μὲν ἐπεπόριστο σκῆψιν ὡς ἀρρωστῶν, χάριν τοῦ μὴ θαυμάζειν ἀκούοντας τοὺς Ῥωμαίους, ὡς καὶ πλείω χρόνον ἐπὶ τῶν αὐτῶν τόπων ποιεῖται τὴν διατριβήν ·
8.26.2τότε δὲ καὶ μᾶλλον προσεποιεῖτο τὴν ἀρρωστίαν. ἀπεῖχε δὲ τῷ στρατοπέδῳ τριῶν ἡμερῶν ὁδὸν τοῦ Τάραντος.
8.26.3ἥκοντος δὲ τοῦ καιροῦ, παρεσκευακὼς ἔκτε τῶν ἱππέων καὶ τῶν πεζῶν τοὺς διαφέροντας εὐκινησίᾳ καὶ τόλμῃ, περὶ μυρίους ὄντας τὸν ἀριθμόν, παρήγγειλε τεττάρων ἡμερῶν ἔχειν ἐφόδια.
8.26.4ποιησάμενος δὲ τὴν ἀναζυγὴν ὑπὸ τὴν ἑωθινὴν ἐχρῆτο τῇ πορείᾳ συντόνως. τῶν δὲ Νομαδικῶν ἱππέων εἰς ὀγδοήκοντα προχειρισάμενος ἐκέλευε προπορεύεσθαι τῆς δυνάμεως εἰς τριάκοντα σταδίους καὶ τοὺς παρὰ τὴν ὁδὸν τόπους ἐξ ἑκατέρου τοῦ μέρους ἐπιτρέχειν, ἵνα μηδεὶς κατοπτεύσῃ τὴν ὅλην δύναμιν, ἀλλ’οἱ μὲν ὑποχείριοι γίνοιντο τῶν διεμπιπτόντων, οἱ δὲ διαφυγόντες ἀναγγέλλοιεν εἰς τὴν πόλιν, ὡς ἐπιδρομῆς οὔσης ἐκ τῶν Νομάδων.
8.26.6ἀποσχόντων δὲ τῶν Νομάδων ὡς ἑκατὸν εἴκοσι σταδίους, ἐδειπνοποιήσατο παρά τινα δυσσύνοπτον καὶ φαραγγώδη ποταμόν.
8.26.7καὶ συναθροίσας τοὺς ἡγεμόνας κυρίως μὲν οὐ διεσάφει τὴν ἐπιβολήν, ἁπλῶς δὲ παρεκάλει πρῶτον μὲν ἄνδρας ἀγαθοὺς γίνεσθαι πάντας, ὡς οὐδέποτε μειζόνων αὐτοῖς ἄθλων ὑποκειμένων, δεύτερον δὲ συνέχειν ἕκαστον τῇ πορείᾳ τοὺς ὑφ’αὑτὸν ταττομένους καὶ πικρῶς ἐπιτιμᾶν τοῖς καθόλου παρεκβαίνουσιν ἐκ τῆς ἰδίας τάξεως, τελευταῖον δὲ προσέχειν τὸν νοῦν τοῖς παραγγελλομένοις καὶ μηδὲν ἰδιοπραγεῖν πάρεξ τῶν προσταττομένων.
8.26.10ταῦτ’εἰπὼν καὶ διαφεὶς τοὺς ἡγεμόνας ἐκίνει τὴν πρωτοπορείαν, κνέφατος ἄρτι γενομένου, σπουδάζων συνάψαι τῷ τείχει περὶ μέσας νύκτας, καθηγεμόνα τὸν Φιλήμενον ἔχων καὶ παρεσκευακὼς ὗν ἄγριον αὐτῷ πρὸς τὴν διατεταγμένην χρείαν.
8.27.1τῷ δὲ Γαΐῳ τῷ Λιβίῳ, γενομένῳ μετὰ τῶν συνήθων ἀφ’ἡμέρας ἐν τῷ Μουσείῳ κατὰ τὴν τῶν νεανίσκων πρόληψιν, καὶ σχεδὸν ἤδη τοῦ πότου τὴν ἀκμαιοτάτην ἔχοντος διάθεσιν, προσαγγέλλεται περὶ δυσμὰς ἡλίου τοὺς Νομάδας ἐπιτρέχειν τὴν χώραν. ὁ δὲ πρὸς μὲν αὐτὸ τοῦτο διενοήθη, καὶ καλέσας τινὰς τῶν ἡγεμόνων συνέταξε τοὺς μὲν ἡμίσεις τῶν ἱππέων ἐξελθόντας ὑπὸ τὴν ἑωθινὴν κωλῦσαι τοὺς κακοποιοῦντας τὴν χώραν τῶν πολεμίων, τῆς γε μὴν ὅλης πράξεως διὰ ταῦτα καὶ μᾶλλον ἀνύποπτος ἦν.
8.27.2οἱ δὲ περὶ τὸν Νίκωνα καὶ Τραγίσκον, ἅμα τῷ σκότος γενέσθαι συναθροισθέντες ἐν τῇ πόλει πάντες, ἐτήρουν τὴν ἐπάνοδον τῶν περὶ τὸν Λίβιον.
8.27.4τῶν δὲ ταχέως ἐξαναστάντων διὰ τὸ γεγονέναι τὸν πότον ἀφ’ἡμέρας, οἱ μὲν ἄλλοι πρός τινα τόπον ἀποστάντες ἔμενον, τινὲς δὲ τῶν νεανίσκων ἀπήντων τοῖς περὶ τὸν Γάιον, διακεχυμένοι καί τι καὶ προσπαίζοντες ἀλλήλοις, ὡς ἂν ὑποκρινόμενοι τοὺς ἐκ συνουσίας ἐπανάγοντας.
8.27.5ἔτι δὲ μᾶλλον ἠλλοιωμένων ὑπὸ τῆς μέθης τῶν περὶ τὸν Λίβιον, ἅμα τῷ συμμῖξαι γέλως ἐξ ἀμφοῖν ἦν καὶ παιδιὰ πρόχειρος.
8.27.6ἐπεὶ δὲ συνανακάμψαντες ἀποκατέστησαν αὐτὸν εἰς οἶκον, ὁ μὲν Γάιος ἀνεπαύετο μεθύων, ὡς εἰκός ἐστι τοὺς ἀφ’ἡμέρας πίνοντας, οὐδὲν ἄτοπον οὐ δὲ δυσχερὲς ἔχων ἐν τῇ διανοίᾳ, χαρᾶς δὲ πλήρης καὶ ῥᾳθυμίας.
8.27.7οἱ δὲ περὶ τὸν Νίκωνα καὶ Τραγίσκον ἐπεὶ συνέμιξαν τοῖς ἀπολελειμμένοις νεανίσκοις, διελόντες σφᾶς εἰς τρία μέρη παρεφύλαττον, διαλαβόντες τῆς ἀγορᾶς τὰς εὐκαιροτάτας εἰσβολάς, ἵνα μήτε τῶν ἔξωθεν προσπιπτόντων μηδὲν αὐτοὺς λανθάνῃ μήτε τῶν ἐν αὐτῇ τῇ πόλει γινομένων.
8.27.8ἐπέστησαν δὲ καὶ παρὰ τὴν οἰκίαν τοῦ Γαΐου, σαφῶς εἰδότες ὡς ἐὰν γίνηταί τις ὑπόνοια τοῦ μέλλοντος, ἐπὶ τὸν Λίβιον ἀνοισθήσεται πρῶτον, καὶ πᾶν τὸ πραττόμενον ἀπ’ἐκείνου λήψεται τὴν ἀρχήν.
8.27.9ὡς δ’αἱ μὲν ἀπὸ τῶν δείπνων ἐπάνοδοι καὶ συλλήβδην ὁ τοιοῦτος θόρυβος ἤδη παρῳχήκει, τῶν δὲ δημοτῶν ἡ πληθὺς κατακεκοίμητο, προύβαινε δὲ τὰ τῆς νυκτὸς καὶ τὰ τῆς ἐλπίδος ἀκέραια διέμενε, τότε συναθροισθέντες προῆγον ἐπὶ τὴν προκειμένην χρείαν.
8.28.1τὰ δὲ συγκείμενα τοῖς νεανίσκοις ἦν πρὸς τοὺς Καρχηδονίους ·
8.28.2τὸν μὲν Ἀννίβαν ἔδει συνάψαντα τῇ πόλει κατὰ τὴν ἀπὸ τῆς μεσογαίου, πρὸς ἕω δὲ κειμένην πλευράν, ὡς ἐπὶ τὰς Τημενίδας προσαγορευομένας πύλας, ἀνάψαι πῦρ ἐπὶ τοῦ τάφου, τοῦ παρὰ μέν τισιν Ὑακίνθου προσαγορευομένου, παρὰ δέ τισιν Ἀπόλλωνος Ὑακίνθου, τοὺς δὲ περὶ τὸν Τραγίσκον, ὅταν ἴδωσι τοῦτο γινόμενον, ἔνδοθεν ἀντιπυρσεῦσαι.
8.28.4τούτου δὲ συντελεσθέντος, σβέσαι τὸ πῦρ ἔδει τοὺς περὶ τὸν Ἀννίβαν καὶ βάδην ποιεῖσθαι τὴν πορείαν ὡς ἐπὶ τὴν πύλην.
8.28.5ὧν διατεταγμένων, οἱ μὲν νεανίσκοι διαπορευθέντες τὸν οἰκούμενον τόπον τῆς πόλεως ἧκον ἐπὶ τοὺς τάφους.
8.28.6τὸ γὰρ πρὸς ἕω μέρος τῆς τῶν Ταραντίνων πόλεως μνημάτων ἐστὶ πλῆρες, διὰ τὸ τοὺς τελευτήσαντας ἔτι καὶ νῦν θάπτεσθαι παρ’αὐτοῖς πάντας ἐντὸς τῶν τειχῶν κατά τι λόγιον ἀρχαῖον.
8.28.7φασὶ γὰρ χρῆσαι τὸν θεὸν τοῖς Ταραντίνοις ἄμεινον καὶ λῷον ἔσεσθαί σφισι ποιουμένοις τὴν οἴκησιν μετὰ τῶν πλειόνων.
8.28.8τοὺς δὲ νομίσαντας ἂν οἰκῆσ’οὕτως ἄριστα κατὰ τὸν χρησμόν, εἰ καὶ τοὺς μετηλλαχότας ἐντὸς τοῦ τείχους ἔχοιεν, διὰ ταῦτα θάπτειν ἔτι καὶ νῦν τοὺς μεταλλάξαντας ἐντὸς τῶν πυλῶν.
8.28.9οὐ μὴν ἀλλ’οἵ γε προειρημένοι παραγενόμενοι πρὸς τὸν τοῦ Πυθιονίκου τάφον ἐκαραδόκουν τὸ μέλλον.
8.28.10συνεγγισάντων δὲ τῶν περὶ τὸν Ἀννίβαν καὶ πραξάντων τὸ συνταχθέν, ἅμα τῷ τὸ πῦρ ἰδεῖν οἱ περὶ τὸν Νίκωνα καὶ Τραγίσκον ἀναθαρρήσαντες ταῖς ψυχαῖς καὶ τὸν παρ’αὑτῶν πυρσὸν ἀναδείξαντες, ἐπεὶ τὸ παρ’ἐκείνων πῦρ πάλιν ἑώρων ἀποσβεννύμενον, ὥρμησαν ἐπὶ τὴν πύλην μετὰ δρόμου καὶ σπουδῆς, βουλόμενοι φθάσαι φονεύσαντες τοὺς ἐπὶ τοῦ πυλῶνος τεταγμένους, διὰ τὸ συγκεῖσθαι καὶ σχολῇ καὶ βάδην ποιεῖσθαι τὴν πορείαν τοὺς Καρχηδονίους.
8.28.12εὐροήσαντος δὲ τοῦ πράγματος, καὶ προκαταληφθέντων τῶν φυλαττόντων, οἱ μὲν ἐφόνευον τούτους, οἱ δὲ διέκοπτον τοὺς μοχλούς.
8.28.13ταχὺ δὲ τῶν πυλῶν ἀνοιχθεισῶν, πρὸς τὸν δέοντα καιρὸν ἧκον οἱ περὶ τὸν Ἀννίβαν, κεχρημένοι τῇ πορείᾳ συμμέτρως, ὥστε μηδεμίαν ἐπίστασιν γενέσθαι παρ’ὁδὸν ἐπὶ τὴν πόλιν.
8.29.1γενομένης δὲ τῆς εἰσόδου κατὰ τὴν πρόθεσιν ἀσφαλοῦς καὶ τελέως ἀθορύβου, δόξαντες ἠνύσθαι σφίσι τὸ πλεῖστον τῆς ἐπιβολῆς, λοιπὸν αὐτοὶ μὲν εὐθαρσῶς ἤδη προῆγον ἐπὶ τὴν ἀγορὰν κατὰ τὴν πλατεῖαν τὴν ἀπὸ τῆς Βαθείας ἀναφέρουσαν ·
8.29.2τούς γε μὴν ἱππεῖς ἀπέλειπον ἐκτὸς τοῦ τείχους, ὄντας οὐκ ἐλάττους δισχιλίων, θέλοντες ἐφεδρείαν αὑτοῖς ὑπάρχειν ταύτην πρόςτε τὰς ἔξωθεν ἐπιφανείας καὶ πρὸς τὰ παράλογα τῶν ἐν ταῖς τοιαύταις ἐπιβολαῖς συμβαινόντων.
8.29.3ἐγγίσαντες δὲ τοῖς περὶ τὴν ἀγορὰν τόποις τὴν μὲν δύναμιν ἐπέστησαν κατὰ πορείαν, αὐτοὶ δὲ καὶ τὸν Φιλήμενον ἐκαραδόκουν, δεδιότες πῶς σφίσι προχωρήσει καὶ τοῦτο τὸ μέρος τῆς ἐπιβολῆς.
8.29.4ὅτε γὰρ ἀνάψαντες τὸ πῦρ ἔμελλον πρὸς τὰς πύλας ὁρμᾶν, τότε καὶ τὸν Φιλήμενον, ἔχοντα τὸν ὗν ἐν φερέτρῳ καὶ Λίβυας ὡς εἰ χιλίους ἐξαπέστειλαν ἐπὶ τὴν παρακειμένην πύλην, βουλόμενοι κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν μὴ ψιλῶς ἐκ μιᾶς ἐλπίδος ἐξηρτῆσθαι τὴν ἐπιβολὴν αὐτῶν, ἀλλ’ἐκ πλειόνων.
8.29.5ὁ δὲ προειρημένος ἐγγίσας τῷ τείχει κατὰ τὸν ἐθισμὸν ἐπεὶ προσεσύριξε, παρῆν ὁ φύλαξ εὐθέως καταβαίνων πρὸς τὴν ῥινοπύλην.
8.29.6τοῦ δ’εἰπόντος ἔξωθεν ἀνοίγειν ταχέως, ὅτι βαρύνονται · φέρουσι γὰρ ὗν ἄγριον · ἀσμένως ἀκούσας ὁ φύλαξ ἀνέῳξε μετὰ σπουδῆς, ἐλπίζων καὶ πρὸς αὑτόν τι διατείνειν τὴν εὐαγρίαν τῶν περὶ τὸν Φιλήμενον διὰ τὸ μερίτην ἀεὶ γίνεσθαι τῶν εἰσφερομένων.
8.29.7αὐτὸς μὲν οὖν ὁ προειρημένος τὴν πρώτην ἔχων χώραν τοῦ φορήματος εἰσῆλθε, καὶ σὺν αὐτῷ νομαδικὴν ἔχων διασκευὴν ἕτερος, ὡς εἷς τις ὢν τῶν ἀπὸ τῆς χώρας, μετὰ δὲ τοῦτον ἄλλοι δύο πάλιν οἱ φέροντες ἐκ τῶν ὄπισθεν τὸ θηρίον.
8.29.8ἐπεὶ δὲ τέτταρες ὄντες ἐντὸς ἐγένοντο τῆς ῥινοπύλης, τὸν μὲν ἀνοίξαντα θεώμενον ἀκάκως καὶ ψηλαφῶντα τὸν ὗν αὐτοῦ πατάξαντες ἀπέκτειναν, τοὺς δ’ἑπομένους μὲν αὑτοῖς, προηγουμένους δὲ τῶν ἄλλων, Λίβυας, ὄντας εἰς τριάκοντα, σχολῇ καὶ μεθ’ἡσυχίας παρῆκαν διὰ τῆς πυλίδος.
8.29.9γενομένου δὲ τούτου κατὰ τὸ συνεχὲς οἱ μὲν τοὺς μοχλοὺς διέκοπτον, οἱ δὲ τοὺς ἐπὶ τοῦ πυλῶνος ἐφόνευον, οἱ δὲ τοὺς ἔξω Λίβυας ἐκάλουν διὰ συνθημάτων.
8.29.10εἰσελθόντων δὲ καὶ τούτων ἀσφαλῶς, προῆγον ὡς ἐπὶ τὴν ἀγορὰν κατὰ τὸ συντεταγμένον.
8.29.11ἅμα δὲ τῷ συμμῖξαι καὶ τούτους, περιχαρὴς γενόμενος Ἀννίβας ἐπὶ τῷ κατὰ νοῦν αὐτῷ προχωρεῖν τὴν πρᾶξιν εἴχετο τῶν προκειμένων.
8.30.1ἀπομερίσας δὲ τῶν Κελτῶν εἰς δισχιλίους, καὶ διελὼν εἰς τρία μέρη τούτους, συνέστησε τῶν νεανίσκων δύο πρὸς ἕκαστον μέρος τῶν χειριζόντων τὴν πρᾶξιν.
8.30.2ἀκολούθως δὲ καὶ τῶν παρ’αὑτοῦ τινας ἡγεμόνων συνεξαπέστειλε, προστάξας διαλαβεῖν τῶν εἰς τὴν ἀγορὰν φερουσῶν ὁδῶν τὰς εὐκαιροτάτας.
8.30.3ὅταν δὲ τοῦτο πράξωσι, τοῖς μὲν ἐγχωρίοις νεανίσκοις ἐξαιρεῖσθαι παρήγγειλε καὶ σῴζειν τοὺς ἐντυγχάνοντας τῶν πολιτῶν, ἀναβοῶντας ἐκ πολλοῦ μένειν κατὰ χώραν Ταραντίνους, ὡς ὑπαρχούσης αὐτοῖς τῆς ἀσφαλείας, τοῖς δὲ παρὰ τῶν Καρχηδονίων καὶ τῶν Κελτῶν ἡγεμόσι κτείνειν διεκελεύσατο τοὺς ἐντυγχάνοντας τῶν Ῥωμαίων.
8.30.4οὗτοι μὲν οὖν χωρισθέντες ἀλλήλων ἔπραττον μετὰ ταῦτα τὸ προσταχθέν.
8.30.5τῆς δὲ τῶν πολεμίων εἰσόδου καταφανοῦς ἤδη γενομένης τοῖς Ταραντίνοις, πλήρης ἡ πόλις κραυγῆς ἐγίνετο καὶ ταραχῆς παρηλλαγμένης.
8.30.6ὁ μὲν οὖν Γάϊος, προσπεσούσης αὐτῷ τῆς εἰσόδου τῶν πολεμίων, συννοήσας ἀδύνατον αὑτὸν ὄντα διὰ τὴν μέθην, εὐθέως ἐξελθὼν ἐκ τῆς οἰκίας μετὰ τῶν οἰκετῶν καὶ παραγενόμενος ἐπὶ τὴν πύλην τὴν φέρουσαν ἐπὶ τὸν λιμένα, καὶ μετὰ ταῦτα τοῦ φύλακος ἀνοίξαντος αὐτῷ τὴν ῥινοπύλην, διαδὺς ταύτῃ καὶ λαβόμενος ἀκατίου τῶν ὁρμούντων, ἐμβὰς μετὰ τῶν οἰκετῶν εἰς τὴν ἄκραν παρεκομίσθη.
8.30.7κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ περὶ τὸν Φιλήμενον, ἡτοιμασμένοι σάλπιγγας Ῥωμαϊκὰς καί τινας τῶν αὐταῖς χρῆσθαι δυναμένων διὰ τὴν συνήθειαν, στάντες ἐπὶ τὸ θέατρον ἐσήμαινον.
8.30.8τῶν δὲ Ῥωμαίων βοηθούντων ἐν τοῖς ὅπλοις κατὰ τὸν ἐθισμὸν εἰς τὴν ἄκραν, ἐχώρει τὸ πρᾶγμα κατὰ τὴν πρόθεσιν τοῖς Καρχηδονίοις ·
8.30.9παραγενόμενοι γὰρ ταῖς πλατείαις ἀτάκτως καὶ σποράδην οἱ μὲν εἰς τοὺς Καρχηδονίους ἐνέπιπτον, οἱ δ’εἰς τοὺς Κελτούς · καὶ δὴ τῷ τοιούτῳ τρόπῳ φονευομένων αὐτῶν πολύ τι πλῆθος διεφθάρη.
8.30.10τῆς δ’ἡμέρας ἐπιφαινομένης οἱ μὲν Ταραντῖνοι τὴν ἡσυχίαν εἶχον κατὰ τὰς οἰκήσεις, οὐδέπω δυνάμενοι τάξασθαι τὸ συμβαῖνον.
8.30.11διὰ μὲν γὰρ τὴν σάλπιγγα καὶ τὸ μηδὲν ἀδίκημα γίνεσθαι μη δ’ἁρπαγὴν κατὰ τὴν πόλιν, ἔδοξαν ἐξ αὐτῶν τῶν Ῥωμαίων εἶναι τὸ κίνημα.
8.30.12τὸ δὲ πολλοὺς αὐτῶν ὁρᾶν πεφονευμένους ἐν ταῖς πλατείαις, καί τινας τῶν Γαλατῶν θεωρεῖσθαι σκυλεύοντας τοὺς τῶν Ῥωμαίων νεκρούς, ὑπέτρεχέ τις ἔννοια τῆς τῶν Καρχηδονίων παρουσίας.
8.31.1ἤδη δὲ τοῦ μὲν Ἀννίβου παρεμβεβληκότος τὴν δύναμιν εἰς τὴν ἀγοράν, τῶν δὲ Ῥωμαίων ἀποκεχωρηκότων εἰς τὴν ἄκραν διὰ τὸ προκατεσχῆσθαι φρουρᾷ ταύτην ὑπ’αὐτῶν, ὄντος δὲ φωτὸς εἰλικρινοῦς, ὁ μὲν Ἀννίβας ἐκήρυττε τοὺς Ταραντίνους ἄνευ τῶν ὅπλων ἁθροίζεσθαι πάντας εἰς τὴν ἀγοράν, οἱ δὲ νεανίσκοι περιπορευόμενοι τὴν πόλιν ἐβόων ἐπὶ τὴν ἐλευθερίαν, καὶ παρεκάλουν θαρρεῖν, ὡς ὑπὲρ ἐκείνων παρόντας τοὺς Καρχηδονίους.
8.31.3ὅσοι μὲν οὖν τῶν Ταραντίνων προκατείχοντο τῇ πρὸς τοὺς Ῥωμαίους εὐνοίᾳ, γνόντες ἀπεχώρουν εἰς τὴν ἄκραν · οἱ δὲ λοιποὶ κατὰ τὸ κήρυγμα συνηθροίζοντο χωρὶς τῶν ὅπλων, πρὸς οὓς Ἀννίβας φιλανθρώπους διελέχθη λόγους.
8.31.4τῶν δὲ Ταραντίνων ὁμοθυμαδὸν ἐπισημηναμένων ἕκαστα τῶν λεγομένων διὰ τὸ παράδοξον τῆς ἐλπίδος, τότε μὲν διαφῆκε τοὺς πολλούς, συντάξας ἕκαστον εἰς τὴν ἰδίαν οἰκίαν ἐπανελθόντας μετὰ σπουδῆς ἐπὶ τὴν θύραν ἐπιγράψαι ΤΑΡΑΝΤΙΝΟΥ.
8.31.5τῷ δ’ἐπὶ τὴν Ῥωμαϊκὴν κατάλυσιν ἐπιγράψαντι τα- ταὐτὸ τοῦτο θάνατον ὥρισε τὴν ζημίαν.
8.31.6αὐτὸς δὲ διελὼν τοὺς ἐπιτηδειοτάτους τῶν ἐπὶ τῶν πραγμάτων ἐφῆκε διαρπάζειν τὰς τῶν Ῥωμαίων οἰκίας, σύνθημα δοὺς πολεμίας νομίζειν τὰς ἀνεπιγράφους, τοὺς δὲ λοιποὺς συνέχων ἐν τάξει τούτοις ἐφέδρους.
8.32.1πολλῶν δὲ καὶ παντοδαπῶν κατασκευασμάτων ἁθροισθέντων ἐκ τῆς διαρπαγῆς, καὶ γενομένης ὠφελείας τοῖς Καρχηδονίοις ἀξίας τῶν προσδοκωμένων ἐλπίδων, τότε μὲν ἐπὶ τῶν ὅπλων ηὐλίσθησαν, εἰς δὲ τὴν ἐπιοῦσαν ἡμέραν Ἀννίβας συνεδρεύσας μετὰ τῶν Ταραντίνων ἔκρινε διατειχίσαι τὴν πόλιν ἀπὸ τῆς ἄκρας, ἵνα μηδεὶς ἔτι φόβος ἐπικάθηται τοῖς Ταραντίνοις ἀπὸ τῶν κατεχόντων τὴν ἀκρόπολιν Ῥωμαίων.
8.32.3πρῶτον μὲν οὖν ἐπεβάλετο προθέσθαι χάρακα παράλληλον τῷ τείχει τῆς ἀκροπόλεως καὶ τῇ πρὸ τούτου τάφρῳ.
8.32.4σαφῶς δὲ γινώσκων οὐκ ἐάσοντας τοὺς ὑπεναντίους, ἀλλ’ἐναποδειξομένους τῇδέ πῃ τὴν αὑτῶν δύναμιν, ἡτοίμασε χεῖρας ἐπιτηδειοτάτας, νομίζων πρὸς τὸ μέλλον οὐδὲν ἀναγκαιότερον εἶναι τοῦ καταπλήξασθαι μὲν τοὺς Ῥωμαίους, εὐθαρσεῖς δὲ ποιῆσαι τοὺς Ταραντίνους.
8.32.5ἅμα δὲ τῷ τίθεσθαι τὸν πρῶτον χάρακα θρασέως τῶν Ῥωμαίων καὶ τετολμηκότως ἐπιχειρούντων τοῖς ὑπεναντίοις, βραχὺ συμμίξας Ἀννίβας καὶ τὰς ὁρμὰς τῶν προειρημένων ἐκκαλεσάμενος, ἐπεὶ προέπεσον οἱ πλείους ἐκτὸς τῆς τάφρου, δοὺς παράγγελμα τοῖς αὑτοῦ προσέβαλε τοῖς πολεμίοις.
8.32.6γενομένης δὲ τῆς μάχης ἰσχυρᾶς, ὡς ἂν ἐν βραχεῖ χώρῳ καὶ περιτετειχισμένῳ τῆς συμπλοκῆς ἐπιτελουμένης, τὸ πέρας ἐκβιασθέντες ἐτράπησαν οἱ Ῥωμαῖοι.
8.32.7καὶ πολλοὶ μὲν ἔπεσον ἐν χειρῶν νόμῳ, τὸ δὲ πλεῖον αὐτῶν μέρος ἀπωθούμενον καὶ συγκρημνιζόμενον ἐν τῇ τάφρῳ διεφθάρη.
8.33.1τότε μὲν οὖν Ἀννίβας προβαλόμενος ἀσφαλῶς τὸν χάρακα τὴν ἡσυχίαν ἔσχε, τῆς ἐπιβολῆς αὐτῷ κατὰ νοῦν κεχωρηκυίας.
8.33.2τοὺς μὲν γὰρ ὑπεναντίους συγκλείσας ἠνάγκασε μένειν ἐντὸς τοῦ τείχους, δεδιότας οὐ μόνον περὶ σφῶν, ἀλλὰ καὶ περὶ τῆς ἄκρας, τοῖς δὲ πολιτικοῖς τοιοῦτο παρέστησε θάρσος ὥστε καὶ χωρὶς τῶν Καρχηδονίων ἱκανοὺς αὑτοὺς ὑπολαμβάνειν ἔσεσθαι τοῖς Ῥωμαίοις.
8.33.4μετὰ δὲ ταῦτα μικρὸν ἀπὸ τοῦ χάρακος ἀποστήσας ὡς πρὸς τὴν πόλιν, τάφρον ἐποίει παράλληλον τῷ χάρακι καὶ τῷ τῆς ἄκρας τείχει ·
8.33.5παρ’ἣν ἐκ μεταβολῆς ἐπὶ τὸ πρὸς τῇ πόλει χεῖλος τοῦ χοὸς ἀνασωρευομένου, προσέτι δὲ καὶ χάρακος ἐπ’αὐτῆς τεθέντος, οὐ πολὺ καταδεεστέραν τείχους συνέβαινε τὴν ἀσφάλειαν ἐξ αὐτῆς ἀποτελεῖσθαι.
8.33.6παρὰ δὲ ταύτην ἐντὸς ἔτι πρὸς τὴν πόλιν ἀπολιπὼν σύμμετρον διάστημα τεῖχος ἐπεβάλετο κατασκευάζειν, ἀρξάμενος ἀπὸ τῆς Σωτείρας ἕως εἰς τὴν Βαθεῖαν προσαγορευομένην, ὥστε καὶ χωρὶς ἀνδρῶν τὰς δι’αὐτῶν τῶν κατασκευασμάτων ὀχυρότητας ἱκανὰς εἶναι τοῖς Ταραντίνοις τὴν ἀσφάλειαν παρασκευάζειν.
8.33.8ἀπολιπὼν δὲ τοὺς ἱκανοὺς καὶ τοὺς ἐπιτηδείους πρὸς τὴν τῆς πόλεως φυλακὴν καὶ τὴν τοῦ τείχους παρεφεδρεύοντας ἱππεῖς κατεστρατοπέδευσε, περὶ τετταράκοντα σταδίους ἀποσχὼν τῆς πόλεως, παρὰ τὸν ποταμὸν τὸν παρὰ μέν τισι Γαλαῖσον, παρὰ δὲ τοῖς πλείστοις προσαγορευόμενον Εὐρώταν, ὃς ἔχει τὴν ἐπωνυμίαν ταύτην ἀπὸ τῆς τοῦ παρὰ Λακεδαίμονα ῥέοντος Εὐρώτα.
8.33.9πολλὰ δὲ τοιαῦτα κατὰ τὴν χώραν καὶ κατὰ τὴν πόλιν ὑπάρχει τοῖς Ταραντίνοις διὰ τὸ καὶ τὴν ἀποικίαν καὶ τὴν συγγένειαν ὁμολογουμένην αὐτοῖς εἶναι πρὸς Λακεδαιμονίους.
8.33.10ταχὺ δὲ τοῦ τείχους λαμβάνοντας τὴν συντέλειαν διάτε τὴν τῶν Ταραντίνων σπουδὴν καὶ προθυμίαν καὶ τὴν τῶν Καρχηδονίων συνεργίαν, μετὰ ταῦτα διενοήθη καὶ τὴν ἄκραν ἐξελεῖν Ἀννίβας.
8.34.1ἤδη δ’ἐντελεῖς αὐτοῦ συνεσταμένου τὰς πρὸς τὴν πολιορκίαν παρασκευάς, παραπεσούσης ἐκ Μεταποντίου βοηθείας εἰς τὴν ἄκραν κατὰ θάλατταν, βραχύ τι ταῖς ψυχαῖς ἀναθαρρήσαντες οἱ Ῥωμαῖοι νυκτὸς ἐπέθεντο τοῖς ἔργοις, καὶ πάσας διέφθειραν τὰς τῶν ἔργων καὶ μηχανημάτων κατασκευάς.
8.34.2οὗ γενομένου τὸ μὲν πολιορκεῖν τὴν ἄκραν Ἀννίβας ἀπέγνω, τῆς δὲ τοῦ τείχους κατασκευῆς ἤδη τετελειωμένης, ἁθροίσας τοὺς Ταραντίνους ἀπεδείκνυε διότι κυριώτατόν ἐστι πρὸς τοὺς ἐνεστῶτας καιροὺς τὸ τῆς θαλάττης ἀντιλαμβάνεσθαι.
8.34.3κρατούσης γὰρ τῆς ἄκρας τῶν κατὰ τὸν εἴσπλουν τόπων, ὡς ἐπάνω προεῖπον, οἱ μὲν Ταραντῖνοι τὸ παράπαν οὐκ ἠδύναντο χρῆσθαι ταῖς ναυσὶν οὐ δ’ἐκπλεῖν ἐκ τοῦ λιμένος, τοῖς δὲ Ῥωμαίοις κατὰ θάλατταν ἀσφαλῶς παρεκομίζετο τὰ πρὸς τὴν χρείαν ·
8.34.4οὗ συμβαίνοντος οὐδέποτε δυνατὸν ἦν βεβαίως ἐλευθερωθῆναι τὴν πόλιν.
8.34.5ἃ συνορῶν ὁ Ἀννίβας ἐδίδασκε τοὺς Ταραντίνους ὡς, ἐὰν ἀποκλεισθῶσι τῆς κατὰ θάλατταν ἐλπίδος οἱ τὴν ἄκραν τηροῦντες, παρὰ πόδας αὐτοὶ δι’αὑτῶν εἴξαντες λείψουσι ταύτην καὶ παραδώσουσι τὸν τόπον.
8.34.6ὧν ἀκούοντες οἱ Ταραντῖνοι τοῖς μὲν λεγομένοις συγκατετίθεντο · ὅπως δ’ἂν γένοιτο τοῦτο κατὰ τὸ παρόν, οὐδαμῶς ἐδύναντο συννοῆσαι, πλὴν εἰ παρὰ Καρχηδονίων ἐπιφανείη στόλος · τοῦτο δ’ἦν κατὰ τοὺς τότε καιροὺς ἀδύνατον.
8.34.7διόπερ ἠδυνάτουν συμβαλεῖν ἐπὶ τί φερόμενος Ἀννίβας τοὺς περὶ τούτων πρὸς σφᾶς ποιεῖται λόγους.
8.34.8φήσαντος δ’αὐτοῦ φανερὸν εἶναι χωρὶς Καρχηδονίων αὐτοὺς δι’αὑτῶν ὅσον ἤδη κρατῆσαι τῆς θαλάττης, μᾶλλοι ἐκπλαγεῖς ἦσαν, οὐ δυνάμενοι τὴν ἐπίνοιαν αὐτοῦ συμβαλεῖν.
8.34.9ὁ δὲ συνεωρακὼς τὴν πλατεῖαν εὐδιακόσμητον οὖσαν τὴν ὑπάρχουσαν μὲν ἐντὸς τοῦ διατειχίσματος, φέρουσαν δὲ παρὰ τὸ διατείχισμ’ἐκ τοῦ λιμένος εἰς τὴν ἔξω θάλατταν, ταύτῃ διενοεῖτο τὰς ναῦς ἐκ τοῦ λιμένος εἰς τὴν νότιον ὑπερβιβάζειν πλευράν.
8.34.10διόπερ ἅμα τῷ τὴν ἐπίνοιαν ἐπιδεῖξαι τοῖς Ταραντίνοις οὐ μόνον συγκατέθεντο τοῖς λεγομένοις, ἀλλὰ καὶ διαφερόντως ἐθαύμασαν τὸν ἄνδρα, καὶ διέλαβον ὡς οὐδὲν ἂν περιγένοιτο τῆς ἀγχινοίας τῆς ἐκείνου καὶ τόλμης.
8.34.11ταχὺ δὲ πορείων ὑποτρόχων κατασκευασθέντων, ἅμα τῷ λόγῳ το- τοὔργον εἰλήφει συντέλειαν, ἅτε προθυμίας καὶ πολυχειρίας ὁμοῦ τῇ προθέσει συνεργούσης.
8.34.12οἱ μὲν οὖν Ταραντῖνοι τοῦτον τὸν τρόπον ὑπερνεωλκήσαντες τὰς νῆας εἰς τὴν ἔξω θάλατταν, ἐπολιόρκουν ἀσφαλῶς τοὺς ἐκ τῆς ἄκρας, ἀφῃρημένοι τὰς ἔξωθεν αὐτῶν ἐπικουρίας.
8.34.13Ἀννίβας δὲ φυλακὴν ἀπολιπὼν τῆς πόλεως ἀνέζευξε μετὰ τῆς δυνάμεως, καὶ παρεγένετο τριταῖος ἐπὶ τὸν ἐξ ἀρχῆς χάρακα, καὶ τὸ λοιπὸν τοῦ χειμῶνος ἐνταῦθα διατρίβων ἔμενε κατὰ χώραν.
8.35.1ὅτι Τιβέριος ὁ Ῥωμαίων στρατηγὸς λόχῳ ἐνεδρευθεὶς καὶ γενναίως ὑποστὰς σὺν τοῖς περὶ αὑτὸν τὸν βίον κατέστρεψεν. περὶ δὲ τῶν τοιούτων περιπετειῶν, πότερα χρὴ τοῖς πάσχουσιν ἐπιτιμᾶν ἢ συγγνώμην ἔχειν, καθόλου μὲν οὐκ ἀσφαλὲς ἀποφήνασθαι διὰ τὸ καὶ πλείους τὰ κατὰ λόγον πάντα πράξαντας, ὅμως ὑποχειρίους γεγονέναι τοῖς ἑτοίμως τὰ παρ’ἀνθρώποις ὡρισμένα δίκαια παραβαίνουσιν ·
8.35.2οὐ μὴν οὐ δ’αὐτόθεν ἀποστατέον τῆς ἀποφάσεως ἀργῶς, ἀλλὰ βλέποντα πρὸς τοὺς καιροὺς καὶ τὰς περιστάσεις οἷς μὲν ἐπιτιμητέον τῶν ἡγεμόνων, οἷς δὲ συγγνώμην δοτέον. ἔσται δὲ τὸ λεγόμενον δῆλον ἐκ τούτων.
8.35.3Ἀρχίδαμος ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ὑπιδόμενος τὴν Κλεομένους φιλαρχίαν ἔφυγεν ἐκ τῆς Σπάρτης, μετ’οὐ πολὺ δὲ πάλιν πεισθεὶς ἐνεχείρισεν αὑτὸν τῷ προειρημένῳ.
8.35.4τοιγαροῦν ἅμα τῆς ἀρχῆς καὶ τοῦ βίου στερηθεὶς οὐ δ’ἀπολογίαν αὑτῷ κατέλιπε πρὸς τοὺς ἐπιγινομένους ·
8.35.5τῆς γὰρ ὑποθέσεως τῆς αὐτῆς μενούσης, τῆς δὲ Κλεομένους φιλαρχίας καὶ δυναστείας ἐπηυξημένης, ὁ τούτοις ἐγχειρίσας αὑτὸν οὓς φυγὼν πρότερον ἔτυχε παραδόξως τῆς σωτηρίας, πῶς οὐκ εὐλόγως ἔμελλε τοῖς προειρημένοις ἐγκυρήσειν;
8.35.6καὶ μὴν Πελοπίδας ὁ Θηβαῖος, εἰδὼς τὴν Ἀλεξάνδρου τοῦ τυράννου παρανομίαν καὶ σαφῶς γινώσκων ὅτι πᾶς τύραννος πολεμιωτάτους αὑτῷ νομίζει τοὺς τῆς ἐλευθερίας προεστῶτας, αὐτὸς οὐ μόνον τῆς Θηβαίων ἀλλὰ καὶ τῆς τῶν Ἑλλήνων δημοκρατίας ἔπειθεν Ἐπαμινώνδαν προεστάναι, καὶ παρὼν εἰς Θετταλίαν πολέμιος ἐπὶ καταλύσει τῆς Ἀλεξάνδρου μοναρχίας πρεσβεύειν πρὸς τοῦτον ὑπέμεινε δεύτερον.
8.35.8τοιγαροῦν γενόμενος ὑποχείριος τοῖς ἐχθροῖς ἔβλαψε μὲν Θηβαίους μεγάλα, κατέλυσε δὲ τὴν αὑτῷ προγεγενημένην δόξαν, εἰκῇ καὶ ἀκρίτως πιστεύσας οἷς ἥκιστ’ἐχρῆν.
8.35.9παραπλήσια δὲ τούτοις καὶ Γνάϊος ὁ Ῥωμαίων στρατηγὸς ἔπαθε κατὰ τὸν Σικελικὸν πόλεμον, ἀλόγως αὑτὸν ἐγχειρίσας τοῖς πολεμίοις · ὁμοίως δὲ καὶ πλείους ἕτεροι.
8.36.1διὸ καὶ τοῖς μὲν ἀσκέπτως ἑαυτοὺς ἐγχειρίζουσι τοῖς ὑπεναντίοις ἐπιτιμητέον, τοῖς δὲ τὴν ἐνδεχομένην πρόνοιαν ποιουμένοις οὐκ ἐγκλητέον ·
8.36.2τὸ μὲν γὰρ μηδενὶ πιστεύειν εἰς τέλος ἄπρακτον, τὸ δὲ λαβόντα τὰς ἐνδεχομένας πίστεις πράττειν τὸ κατὰ λόγον ἀνεπιτίμητον.
8.36.3εἰσὶ δ’ἐνδεχόμεναι πίστεις ὅρκοι, τέκνα, γυναῖκες, τὸ μέγιστον ὁ προγεγονὼς βίος.
8.36.4ᾗ καὶ τὸ διὰ τῶν τοιούτων ἀλογηθῆναι καὶ περιπεσεῖν οὐ τῶν πασχόντων, ἀλλὰ τῶν πραξάντων ἐστὶν ἔγκλημα.
8.36.5διὸ καὶ μάλιστα μὲν τοιαύτας ζητεῖν πίστεις δεῖ, δι’ὧν ὁ πιστευθεὶς οὐ δυνήσεται τὴν πίστιν ἀθετεῖν.
8.36.6ἐπεὶ δὲ σπάνιον εὑρεῖν ἐστι τὸ τοιοῦτο, δεύτερος ἂν εἴη πλοῦς τὸ τῶν κατὰ λόγον φροντίζειν, ἵν’ἄν του καὶ σφαλλώμεθα, τῆς παρὰ τοῖς ἐκτὸς συγγνώμης μὴ διαμαρτάνωμεν. ὃ καὶ περὶ πλείους μὲν δὴ γεγένηται τῶν πρότερον ·
8.36.7ἐναργέστατον δ’ἔσται καὶ τοῖς καιροῖς ἔγγιστον τοῖς ὑπὲρ ὧν ὁ νῦν δὴ λόγος ἐνέστηκε τὸ κατ’Ἀχαιὸν συμβάν.
8.36.8ὃς οὐδὲν τῶν ἐνδεχομένων πρὸς εὐλάβειαν καὶ πρὸς ἀσφάλειαν παραλιπών, ἀλλ’ὑπὲρ ἁπάντων προνοηθείς, ἐφ’ὅσον ἀνθρωπίνῃ γνώμῃ δυνατὸν ἦν, ὅμως ἐγένετο τοῖς ἐχθροῖς ὑποχείριος.
8.36.9τό γε μὴν συμβὰν ἔλεον μὲν τῷ παθόντι καὶ συγγνώμην ἀπειργάσατο παρὰ τοῖς ἐκτός, διαβολὴν δὲ καὶ μῖσος τοῖς πράξασιν.
8.37.1ἐξηριθμήσατο τοὺς δόμους · ἦν γὰρ ὁ πύργος ἐκ συννόμων λίθων ᾠκοδομημένος, ὥστε καὶ λίαν εὐσυλλόγιστον εἶναι τὴν ἀπὸ γῆς τῶν ἐπάλξεων ἀπόστασιν.
8.37.2μετὰ δέ τινας ἡμέρας αὐτομόλου διασαφήσαντος ὅτι θυσίαν ἄγουσι πάνδημον οἱ κατὰ τὴν πόλιν ἐφ’ἡμέρας ἤδη τρεῖς Ἀρτέμιδι καὶ τοῖς μὲν σιτίοις λιτοῖς χρῶνται διὰ τὴν σπάνιν, τῷ δ’οἴνῳ δαψιλεῖ, πολὺν μὲν Ἐπικύδους δεδωκότος πολὺν δὲ Συρακοσίων, τότε προσαναλαβὼν ὁ Μάρκος τὸ τεῖχος καθ’ὃ μέρος ἦν ταπεινότερον καὶ νομίσας εἰκὸς εἶναι τοὺς ἀνθρώπους μεθύειν διὰ τὴν ἄνεσιν καὶ τὴν ἔνδειαν τῆς ξηρᾶς τροφῆς ἐπεβάλετο καταπειράζειν τῆς ἐλπίδος.
8.37.3ταχὺ δὲ κλιμάκων δυεῖν συντεθεισῶν εὐαρμόστων πρὸς τὸ τεῖχος, ἐγένετο περὶ τὰ συνεχῆ τῆς πράξεως καὶ τοῖς μὲν ἐπιτηδείοις πρὸς τὴν ἀνάβασιν καὶ τὸν ἐπιφανέστατον καὶ πρῶτον κίνδυνον ἐκοινολογεῖτο, περὶ τοῦ μέλλοντος μεγάλας ἐλπίδας αὐτοῖς ἐνδιδούς.
8.37.4τοὺς δὲ τούτοις ὑπουργήσοντας καὶ προσοίσοντας κλίμακας ἐξέλεξε διασαφῶν οὐδὲν πλὴν ἑτοίμους εἶναι πρὸς τὸ παραγγελλόμενον. πειθαρχησάντων δὲ κατὰ τὸ συνταχθὲν λαβὼν τὸν ἁρμόζοντα καιρὸν νυκτὸς ἤγειρε τοὺς πρώτους ·
8.37.5προπέμψας δὲ τοὺς ἅμα ταῖς κλίμαξι μετὰ σημαίας καὶ χιλιάρχου καὶ προσαναμνήσας τῶν ἐσομένων δωρεῶν τοῖς ἀνδραγαθήσασι, μετὰ δὲ ταῦτα πᾶσαν τὴν δύναμιν ἐξεγείρας τοὺς μὲν πρώτους ἐν διαστήματι κατὰ σημαίαν ἐξαποστέλλει ·
8.37.6γενομένων δὲ τούτων εἰς χιλίους βραχὺ διαλιπὼν αὐτὸς εἵπετο μετὰ τῆς ἄλλης στρατιᾶς.
8.37.7ἐπεὶ δ’οἱ φέροντες τὰς κλίμακας ἔλαθον ἀσφαλῶς τῷ τείχει προσερείσαντες, ἐξ αὐτῆς ὥρμησαν ἀπροφασίστως οἱ πρὸς τὴν ἀνάβασιν ἀποτεταγμένοι.
8.37.8λαθόντων δὲ καὶ τούτων καὶ στάντων ἐπὶ τοῦ τείχους βεβαίως, οὐκέτι κατὰ τὴν ἐξ ἀρχῆς τάξιν, ἀλλὰ κατὰ δύναμιν ἅπαντες ἀνέθεον διὰ τῶν κλιμάκων.
8.37.9κατὰ μὲν οὖν τὰς ἀρχὰς ἐπιπορευόμενοι τὴν ἐφοδείαν ἔρημον εὕρισκον · οἱ γὰρ εἰς τοὺς πύργους ἡθροισμένοι διὰ τὴν θυσίαν οἱ μὲν ἀκμὴν ἔπινον, οἱ δ’ἐκοιμῶντο πάλαι μεθυσκόμενοι.
8.37.10διὸ καὶ τοῖς μὲν πρώτοις καὶ τοῖς ἑξῆς ἐπιστάντες ἄφνω καὶ μεθ’ἡσυχίας ἔλαθον τοὺς πλείστους αὐτῶν ἀποκτείναντες.
8.37.11ἐπειδὴ δὲ τοῖς Ἑξαπύλοις ἤγγιζον καταβαίνοντες, ἐνῳκοδομημένην τὴν πρώτην πυλίδα διεῖλον, δι’ἧς τόντε στρατηγὸν καὶ τὸ λοιπὸν ἐδέξαντο στράτευμα. οὕτω δὴ τὰς Συρακούσας εἷλον Ῥωμαῖοι.
8.37.12οὐδενὸς ἐπεγνωκότος τῶν πολιτῶν τὸ συμβαῖνον διὰ τὴν ἀπόστασιν, ἅτε μεγάλης οὔσης τῆς πόλεως. τοὺς δὲ Ῥωμαίους θαρρεῖν συνέβαινε, κρατοῦντας τοῦ περὶ τὰς Ἐπιπολὰς τόπου.
8.38.1σὺν γὰρ τοῖς ἐπιδεδεμένοις φορτίοις τὰ κανθήλια λαβόντας ἐκ τῶν ὄπισθεν προθέσθαι πρὸ αὑτῶν ἐκέλευσε τοὺς πεζούς. οὗ γενομένου συνέβη παρὰ πάντας χάρακας ἀσφαλέστατον γενέσθαι τὸ πρόβλημα.
8.38b.1Ἄγκαρα, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Ἀγκαράτης, ὡς Πολύβιος ὀγδόῃ.
8.38b.2λοιπὸν τοῖς ἀδήλοις ἐλπίσι προσανέχων διὰ τὸ πρόδηλον τῆς τιμωρίας πᾶν ἔκρινεν ὑπομένειν.