Polybius

Histories, 11

11.1a

11.1a.1ἴσως δέ τινες ἐπιζητοῦσι πῶς ἡμεῖς οὐ προγραφὰς ἐν ταύτῃ τῇ βίβλῳ, καθάπερ οἱ πρὸ ἡμῶν, ἀλλὰ καὶ προεκθέσεις καθ’ἑκάστην ὀλυμπιάδα πεποιήκαμεν τῶν πράξεων.

11.1a.2ἐγὼ δὲ κρίνω χρήσιμον μὲν εἶναι καὶ τὸ τῶν προγραφῶν γένος · καὶ γὰρ εἰς ἐπίστασιν ἄγει τοὺς ἀναγινώσκειν θέλοντας καὶ συνεκκαλεῖται καὶ παρορμᾷ πρὸς τὴν ἀνάγνωσιν τοὺς ἐντυγχάνοντας, πρὸς δὲ τούτοις πᾶν τὸ ζητούμενον ἑτοίμως ἔνεστιν εὑρεῖν διὰ τούτου ·

11.1a.3θεωρῶν δὲ διὰ πολλὰς αἰτίας καὶ τὰς τυχούσας ὀλιγωρούμενον καὶ φθειρόμενον τὸ τῶν προγραφῶν γένος, οὕτως καὶ διὰ ταῦτα πρὸς τοῦτο τὸ μέρος κατηνέχθην ·

11.1a.4τῆς γὰρ προεκθέσεως οὐ μόνον ἰσοδυναμούσης πρὸς τὴν προγραφήν, ἀλλὰ καὶ πλεῖόν τι δυναμένης, ἅμα δὲ καὶ χώραν ἐχούσης ἀσφαλεστέραν διὰ τὸ συμπεπλέχθαι τῇ πραγματείᾳ, τούτῳ μᾶλλον ἐδοκιμάσαμεν χρῆσθαι τῷ μέρει παρ’ὅλην τὴν σύνταξιν πλὴν ἓξ τῶν πρώτων βυβλίων ·

11.1a.5ἐν ἐκείνοις δὲ προγραφὰς ἐποιησάμεθα διὰ τὸ μὴ λίαν ἐναρμόζειν ἐν αὐτοῖς τὸ τῶν προεκθέσεων γένος.

11.1

11.1.1ἀλλὰ πολὺ ῥᾳδιεστέραν καὶ συντομωτέραν συνέβη γενέσθαι τὴν Ἀσδρούβου παρουσίαν εἰς Ἰταλίαν. διόπερ ὡς οὐδέποτε μᾶλλον ὀρθὴ καὶ περίφοβος τῶν Ῥωμαίων πόλις ἐγεγόνει, καραδοκοῦσα τὸ συμβησόμενον. Ἀσδρούβᾳ δὲ τούτων μὲν ἤρεσκεν οὐδέν, τῶν δὲ πραγμάτων οὐκέτι διδόντων ἀναστροφὴν διὰ τὸ θεωρεῖν τοὺς πολεμίους ἐκτεταγμένους καὶ προσάγοντας, ἠναγκάζετο παρατάττειν τοὺς Ἴβηρας καὶ τοὺς μετ’αὐτοῦ γεγονότας Γαλάτας.

11.1.3προθέμενος δὲ τὰ θηρία τὸν ἀριθμὸν ὄντα δέκα, καὶ τὸ βάθος αὐξήσας τῶν τάξεων, καὶ ποιήσας ἐν βραχεῖ χώρῳ τὴν ὅλην δύναμιν, πρὸς δὲ τούτοις μέσον αὑτὸν θεὶς τῆς παρατάξεως κατὰ τὴν τῶν θηρίων προστασίαν, ἐποιεῖτο τὴν ἔφοδον ἐπὶ τὰ λαιὰ τῶν πολεμίων, προδιειληφὼς ὅτι δεῖ κατὰ τὸν παρόντα κίνδυνον νικᾶν θνήσκειν.

11.1.4 μὲν οὖν Λίβιος ἀντεπῄει τοῖς πολεμίοις σοβαρῶς καὶ συμβαλὼν ταῖς αὑτοῦ δυνάμεσιν ἐμάχετο γενναίως ·

11.1.5 δὲ Κλαύδιος ἐπὶ τοῦ δεξιοῦ κέρατος τεταγμένος προάγειν μὲν εἰς τοὔμπροσθεν καὶ περικερᾶν τοὺς ὑπεναντίους οὐκ ἐδύνατο διὰ τὰς προκειμένας δυσχωρίας, αἷς πεπιστευκὼς Ἀσδρούβας ἐποιήσατο τὴν ἐπὶ τὰ λαιὰ τῶν πολεμίων ἔφοδον.

11.1.6ἀπόρως δὲ διακείμενος ἐπὶ τῷ μηδὲν πράττειν, ὑπ’αὐτοῦ τοῦ συμβαίνοντος ἔμαθεν δέον ἦν πράττειν.

11.1.7διὸ καὶ παραδεξάμενος ἀπὸ τῶν δεξιῶν τοὺς αὑτοῦ στρατιώτας κατὰ τὸν ὄπισθεν τόπον τῆς μάχης, καὶ τὸ λαιὸν ὑπεράρας τῆς ἰδίας παρεμβολῆς, προσέβαλε κατὰ κέρας τοῖς Καρχηδονίοις ἐπὶ τὰ θηρία.

11.1.8καὶ μέχρι μὲν οὖν τούτων ἀμφίδοξος ἦν νίκη. οἵτε γὰρ ἄνδρες ἐφαμίλλως ἐκινδύνευον ἀμφότεροι διὰ τὸ μήτε τοῖς Ῥωμαίοις ἐλπίδα καταλείπεσθαι σωτηρίας, εἰ σφαλεῖεν, μήτε τοῖς Ἴβηρσι καὶ Καρχηδονίοις · τάτε θηρία κοινὴν ἀμφοῖν παρείχοντο τὴν χρείαν ἐν τῇ μάχῃ ·

11.1.9μέσα γὰρ ἀπειλημμένα καὶ συνακοντιζόμενα διετάραττε καὶ τὰς τῶν Ῥωμαίων καὶ τὰς τῶν Ἰβήρων τάξεις.

11.1.10ἅμα δὲ τῷ τοὺς περὶ τὸν Κλαύδιον προσπεσεῖν κατ’οὐρὰν τοῖς πολεμίοις ἄνισος ἦν μάχη, τῶν μὲν κατὰ πρόσωπον, τῶν δὲ κατὰ νώτου τοῖς Ἴβηρσι προσκειμένων.

11.1.11ἐξ οὗ καὶ συνέβη τοὺς πλείστους τῶν Ἰβήρων ἐν αὐτῷ τῷ τῆς μάχης καιρῷ κατακοπῆναι.

11.1.12τῶν δὲ θηρίων τὰ μὲν ἓξ ἅμα τοῖς ἀνδράσιν ἔπεσε, τὰ δὲ τέτταρα διωσάμενα τὰς τάξεις ὕστερον ἑάλω μεμονωμένα καὶ ψιλὰ τῶν Ἰνδῶν.

11.2

11.2.1Ἀσδρούβας δὲ καὶ τὸν πρὸ τούτου χρόνον καὶ κατὰ τὸν ἔσχατον καιρὸν ἀνὴρ ἀγαθὸς γενόμενος, ἐν χειρῶν νόμῳ κατέστρεψε τὸν βίον · ὃν οὐκ ἄξιον ἀνεπισήμαντον παραλιπεῖν.

11.2.2ὅτι μὲν ἀδελφὸς ἦν Ἀννίβου κατὰ φύσιν, καὶ διότι χωριζόμενος εἰς τὴν Ἰταλίαν τούτῳ τὰς κατὰ τὴν Ἰβηρίαν πράξεις ἐνεχείρισε, ταῦτα μὲν ἐν τοῖς πρὸ τούτων ἡμῖν δεδήλωται.

11.2.3παραπλησίως δὲ καὶ διότι πολλοῖς μὲν χρησάμενος ἀγῶσι πρὸς Ῥωμαίους, πολλαῖς δὲ καὶ ποικίλαις περιστάσεσι παλαίσας διὰ τὸ τοὺς ἐπαποστελλομένους ἐκ Καρχηδόνος εἰς Ἰβηρίαν στρατηγούς, ἐν πᾶσι τοῖς εἰρημένοις καιροῖς ἀξίως μὲν τοῦ πατρὸς Βάρκα, καλῶς δὲ καὶ γενναίως τὰς περιπετείας καὶ τὰς ἐλαττώσεις διετέλει φέρων, καὶ ταῦτα διὰ τῶν πρὸ τοῦ συντάξεων δεδηλώκαμεν. περὶ δὲ τῶν τελευταίων ἀγώνων νῦν ἐροῦμεν, καθὸ μάλιστα πέφηνεν ἡμῖν ἄξιος ἐπιστάσεως εἶναι καὶ ζήλου.

11.2.5τοὺς γὰρ πλείστους ἰδεῖν ἔστι τῶν στρατηγῶν καὶ τῶν βασιλέων, ἐπειδὰν συνιστῶνται τοὺς ὑπὲρ τῶν ὅλων ἀγῶνας, τὰ μὲν ἐκ τῶν κατορθωμάτων ἔνδοξα καὶ λυσιτελῆ συνεχῶς λαμβάνοντας ὑπὸ τὴν ὄψιν, καὶ πολλάκις ἐφιστάνοντας καὶ διαλογιζομένους πῶς ἑκάστοις χρήσονται, κατὰ λόγον σφίσι χωρησάντων τῶν πραγμάτων, τὰ δ’ἐκ τῶν ἀποπτωμάτων οὐκέτι πρὸ ὀφθαλμῶν τιθεμένους, οὐ δ’ἐν νῷ λαμβάνοντας πῇ καὶ τί πρακτέον ἑκάστοις ἐστὶ κατὰ τὰς περιπετείας.

11.2.6καίτοι τὸ μὲν ἕτοιμόν ἐστι, τὸ δὲ πολλῆς δεῖται προνοίας.

11.2.7τοιγαροῦν οἱ πλεῖστοι διὰ τὴν αὑτῶν ἀγεννίαν καὶ τὴν ἐν τούτοις ἀβουλίαν αἰσχρὰς μὲν ἐποίησαν τὰς ἥττας, εὐγενῶς πολλάκις ἠγωνισμένων τῶν στρατιωτῶν, κατῄσχυναν δὲ τὰς πρὸ τούτου πράξεις, ἐπονείδιστον δὲ σφίσι τὸν καταλειπόμενον ἐποίησαν βίον.

11.2.8διότι δὲ πολλοὶ τῶν ἡγουμένων περὶ τοῦτο τὸ μέρος σφάλλονται, καὶ διότι μεγίστην ἐν τούτοις ἔχει διαφορὰν ἀνὴρ ἀνδρός, εὐχερὲς τῷ βουλομένῳ καταμαθεῖν · πολλὰ γὰρ ὑποδείγματα τῶν τοιούτων πεποίηκεν προγεγονὼς χρόνος.

11.2.9Ἀσδρούβας δ’, ἕως μὲν ἦν ἐλπὶς ἐκ τῶν κατὰ λόγον τοῦ δύνασθαι πράττειν ἄξιόν τι τῶν προβεβιωμένων, οὐδενὸς μᾶλλον προενοεῖτο κατὰ τοὺς κινδύνους ὡς τῆς αὑτοῦ σωτηρίας ·

11.2.10ἐπεὶ δὲ πάσας ἀφελομένη τὰς εἰς τὸ μέλλον ἐλπίδας τύχη συνέκλεισε πρὸς τὸν ἔσχατον καιρόν, οὐδὲν παραλιπὼν οὔτε περὶ τὴν παρασκευὴν οὔτε κατὰ τὸν κίνδυνον πρὸς τὸ νικᾶν, οὐχ ἧττον πρόνοιαν εἶχε καὶ τοῦ σφαλεὶς τοῖς ὅλοις ὁμόσε χωρῆσαι τοῖς παροῦσι καὶ μηδὲν ὑπομεῖναι τῶν προβεβιωμένων ἀνάξιον.

11.2.11ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω περὶ τῶν ἐν πράγμασιν ἀναστρεφομένων, ἵνα μήτε προπετῶς κινδυνεύοντες σφάλλωσι τὰς τῶν πιστευσάντων ἐλπίδας μήτε φιλοζωοῦντες παρὰ τὸ δέον αἰσχρὰς καὶ ἐπονειδίστους ποιῶσι τὰς αὑτῶν περιπετείας ·

11.3

11.3.1Ῥωμαῖοι δὲ τῇ μάχῃ κατορθώσαντες παραυτίκα μὲν τὸν χάρακα διήρπαζον τῶν ὑπεναντίων, καὶ πολλοὺς μὲν τῶν Κελτῶν ἐν ταῖς στιβάσι κοιμωμένους διὰ τὴν μέθην κατέκοπτον ἱερείων τρόπον ·

11.3.2συνῆγον δὲ καὶ τὴν λοιπὴν τῶν αἰχμαλώτων λείαν, ἀφ’ἧς εἰς τὸ δημόσιον ἀνήχθη πλείω τῶν τριακοσίων ταλάντων.

11.3.3ἀπέθανον δὲ τῶν μὲν Καρχηδονίων κατὰ τὴν μάχην σὺν τοῖς Κελτοῖς οὐκ ἐλάττους μυρίων, τῶν δὲ Ῥωμαίων περὶ δισχιλίους. ἑάλωσαν δὲ καὶ ζωγρίᾳ τινὲς τῶν ἐνδόξων Καρχηδονίων, οἱ δὲ λοιποὶ κατεφθάρησαν.

11.3.4τῆς δὲ φήμης ἀφικομένης εἰς τὴν Ῥώμην τὴν μὲν ἀρχὴν ἠπίστουν τῷ λίαν βούλεσθαι τοῦτο γενόμενον ἰδεῖν ·

11.3.5ἐπειδὴ δὲ καὶ πλείους ἧκον, οὐ μόνον τὸ γεγονός, ἀλλὰ καὶ τὰ κατὰ μέρος διασαφοῦντες, τότε δὴ χαρᾶς ὑπερβαλλούσης ἦν πόλις πλήρης, καὶ πᾶν μὲν τέμενος ἐκοσμεῖτο, πᾶς δὲ ναὸς ἔγεμε πελάνων καὶ θυμάτων, καθόλου δ’εἰς τοιαύτην εὐελπιστίαν παρεγένοντο καὶ θάρσος ὥστε πάντας τὸν Ἀννίβαν, ὃν μάλιστα πρότερον ἐφοβήθησαν, τότε μη δ’ἐν Ἰταλίᾳ νομίζειν παρεῖναι.

11.3.7 δὲ φαντασίαν μὲν ἔχειν ἔφη τοὺς εἰρημένους λόγους, τὴν δ’ἀλήθειαν οὐ τοιαύτην εἶναι, τὸ δ’ἐναντίον. ὅτι μὲν οὔτε Πτολεμαῖος βασιλεὺς οὔθ’ τῶν Ῥοδίων πόλις οὔθ’ τῶν Βυζαντίων καὶ Χίων καὶ Μυτιληναίων ἐν παρέργῳ τίθενται τὰς ὑμετέρας, ἄνδρες Αἰτωλοί, διαλύσεις, ἐξ αὐτῶν τῶν πραγμάτων ὑπολαμβάνω τοῦτ’εἶναι συμφανές.

11.4

11.4.2οὐ γὰρ νῦν πρῶτον οὐ δὲ δεύτερον ποιούμεθα πρὸς ὑμᾶς τοὺς ὑπὲρ τῆς εἰρήνης λόγους, ἀλλ’ἐξ ὅτου τὸν πόλεμον ἐνεστήσασθε, προσεδρεύοντες καὶ πάντα καιρὸν θεραπεύοντες οὐ διαλείπομεν ὑπὲρ τούτων ποιούμενοι πρὸς ὑμᾶς μνήμην, κατὰ μὲν τὸ παρὸν τῆς ὑμετέρας καὶ Μακεδόνων στοχαζόμενοι καταφθορᾶς, πρὸς δὲ τὸ μέλλον καὶ περὶ τῶν σφετέρων πατρίδων καὶ περὶ τῶν ἄλλων Ἑλλήνων προνοούμενοι.

11.4.4καθάπερ γὰρ ἐπὶ τοῦ πυρός, ὅταν ὑφάψῃ τις ἅπαξ τὴν ὕλην, οὐκέτι τὸ λοιπὸν ἐπὶ τῇ τούτου προαιρέσει γίνεται τὸ συμβαῖνον, ἀλλ’ ποτ’ἂν τύχῃ λαμβάνει τὴν νομήν, τὸ πλεῖον τοῖς ἀνέμοις κυβερνώμενον καὶ τῇ τῆς ὑποκειμένης ὕλης διαφθορᾷ, καὶ πολλάκις ἐπ’αὐτὸν τὸν ἐμπρήσαντα πρῶτον ὥρμησε παραλόγως, τὸν αὐτὸν τρόπον καὶ πόλεμος ὑπό τινων ὅταν ἅπαξ ἐκκαυθῇ, τοτὲ μὲν αὐτοὺς τούτους πρώτους ἀπόλλυσι, ποτὲ δὲ φέρεται φθείρων ἀδίκως πᾶν τὸ παραπεσόν, αἰεὶ καινοποιούμενος καὶ προσφυσώμενος, ὥσπερ ὑπ’ἀνέμων, ὑπὸ τῆς τῶν πλησιαζόντων ἀγνοίας.

11.4.6διόπερ, ἄνδρες Αἰτωλοί, νομίσαντες καὶ τοὺς νησιώτας πανδημεὶ καὶ τοὺς τὴν Ἀσίαν κατοικοῦντας Ἕλληνας παρόντας ὑμῶν δεῖσθαι τὸν μὲν πόλεμον ἆραι, τὴν δ’εἰρήνην ἑλέσθαι, διὰ τὸ καὶ πρὸς σφᾶς ἀνήκειν τὰ γινόμενα, σωφρονήσαντες ἐντράπητε καὶ πείσθητε τοῖς παρακαλουμένοις.

11.4.7καὶ γὰρ εἰ κατά τινα τύχην ἐπολεμεῖτε πόλεμον ἀλυσιτελῆ μέν, ἐπειδὴ παντὶ πολέμῳ τοῦτο παρέπεται κατὰ τὸ πλεῖστον, ἔνδοξον δὲ καὶ κατὰ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν καὶ κατὰ τὴν τῶν ἀποβαινόντων ἐπιγραφήν, ἴσως ἄν τις ὑμῖν ἔσχε συγγνώμην, φιλοτίμως διακειμένοις.

11.4.8εἰ δὲ πάντων αἴσχιστον καὶ πολλῆς ἀδοξίας πλήρη καὶ βλασφημίας, ἆρ’οὐ μεγάλης προσδεῖται τὰ πράγματ’ἐπιστάσεως;

11.4.9ῥηθήσεται γὰρ τὸ δοκοῦν μετὰ παρρησίας · ὑμεῖς δ’, ἂν εὖ φρονῆτε, μεθ’ἡσυχίας ἀνέξεσθε.

11.4.10πολλῷ γάρ ἐστιν ἄμεινον ὀνειδισθέντας ἐν καιρῷ σωθῆναι μᾶλλον πρὸς χάριν ἀκούσαντας μετ’ὀλίγον ἀπολέσθαι μὲν αὐτούς, ἀπολέσαι δὲ καὶ τοὺς λοιποὺς Ἕλληνας.

11.5

11.5.1λάβετε τοίνυν πρὸ ὀφθαλμῶν τὴν αὑτῶν ἄγνοιαν. φατὲ μὲν γὰρ πολεμεῖν ὑπὲρ τῶν Ἑλλήνων πρὸς Φίλιππον, ἵνα σῳζόμενοι μὴ ποιῶσι τούτῳ τὸ προσταττόμενον, πολεμεῖτε δ’ἐπ’ἐξανδραποδισμῷ καὶ καταφθορᾷ τῆς Ἑλλάδος.

11.5.2ταῦτα γὰρ αἱ συνθῆκαι λέγουσιν ὑμῶν αἱ πρὸς Ῥωμαίους, αἳ πρότερον μὲν ἐν τοῖς γράμμασιν ὑπῆρχον, νῦν δ’ἐν τοῖς πράγμασι θεωροῦνται γινόμεναι.

11.5.3καὶ τότε μὲν αὐτὰ τὰ γράμματα τὴν αἰσχύνην ὑμῖν ἐπέφερε, νῦν δὲ διὰ τῶν ἔργων ὑπὸ τὴν ὄψιν τοῦτο γίνεται πᾶσι καταφανές.

11.5.4λοιπὸν μὲν Φίλιππος ὄνομα γίνεται καὶ πρόσχημα τοῦ πολέμου · πάσχει γὰρ οὐδὲν δεινόν · τούτῳ δὲ συμμάχων ὑπαρχόντων Πελοποννησίων τῶν πλείστων, Βοιωτῶν, Εὐβοέων, Φωκέων, Λοκρῶν, Θετταλῶν, Ἠπειρωτῶν, κατὰ τούτων πεποίησθε τὰς συνθήκας ἐφ’ τὰ μὲν σώματα καὶ τἄπιπλα Ῥωμαίων ὑπάρχειν, τὰς δὲ πόλεις καὶ τὴν χώραν Αἰτωλῶν.

11.5.6καὶ κυριεύσαντες μὲν αὐτοὶ πόλεως οὔτ’ἂν ὑβρίζειν ὑπομείναιτε τοὺς ἐλευθέρους οὔτ’ἐμπιπράναι τὰς πόλεις, νομίζοντες ὠμὸν εἶναι τὸ τοιοῦτο καὶ βαρβαρικόν ·

11.5.7συνθήκας δὲ πεποίησθε τοιαύτας, δι’ὧν ἅπαντας τοὺς ἄλλους Ἕλληνας ἐκδότους δεδώκατε τοῖς βαρβάροις εἰς τὰς αἰσχίστας ὕβρεις καὶ παρανομίας.

11.5.8καὶ ταῦτα πρότερον μὲν ἠγνοεῖτο · νυνὶ δὲ διὰ τῆς Ὠρειτῶν καὶ τῶν ταλαιπώρων Αἰγινητῶν ἅπασι γεγόνατε καταφανεῖς, τῆς τύχης ὥσπερ ἐπίτηδες ἐπὶ τὴν ἐξώστραν ἀναβιβαζούσης τὴν ὑμετέραν ἄγνοιαν.

11.5.9 μὲν οὖν ἀρχὴ τοῦ πολέμου καὶ τὰ νῦν ἤδη συμβαίνοντα τοιαῦτ’ἐστί · τὸ δὲ τέλος, ἂν ὅλως πάντα κατὰ νοῦν ὑμῖν χωρήσῃ, ποῖόν τι δεῖ προσδοκᾶν; ἆρ’οὐ κακῶν ἀρχὴν μεγάλων ἅπασι τοῖς Ἕλλησιν;

11.6

11.6.1ὅτι γάρ, ἂν Ῥωμαῖοι τὸν ἐν Ἰταλίᾳ πόλεμον ἀποτρίψωνται τοῦτο δ’ἐστὶν ἐν ὀλίγῳ, συγκεκλειμένου τῆς Βρεττίας εἰς πάνυ βραχεῖς τόπους Ἀννίβου λοιπὸν ὅτι πάσῃ τῇ δυνάμει τὴν ὁρμὴν ἐπὶ τοὺς κατὰ τὴν Ἑλλάδα τόπους ποιήσονται, λόγῳ μὲν Αἰτωλοῖς βοηθήσοντες κατὰ Φιλίππου, τῇ δ’ἀληθείᾳ πᾶσαν ὑφ’ἑαυτοὺς ποιησόμενοι, καὶ λίαν ὑπολαμβάνω τοῦτ’εἶναι καταφανές.

11.6.3ἐάντε καλῶς προθῶνται ποιεῖν Ῥωμαῖοι κυριεύσαντες, ἐκείνων ἔσεσθαι καὶ τὴν χάριν καὶ τὴν ἐπιγραφήν, ἐάντε κακῶς, τῶν αὐτῶν ὑπάρξειν καὶ τὰς ὠφελείας ἐκ τῶν ἀπολλυμένων καὶ τὴν ἐξουσίαν τῶν σῳζομένων.

11.6.4ὑμεῖς δὲ τότε τοὺς θεοὺς ἐπικαλέσεσθε μάρτυρας, ὅταν μήτε τῶν θεῶν βούληται μήτε τῶν ἀνθρώπων ἔτι δύνηται βοηθεῖν ὑμῖν μηδείς. ἴσως μὲν οὖν ἐξ ἀρχῆς ἔδει πάντα προορᾶσθαι ·

11.6.5τοῦτο γὰρ ἦν ὑμῖν πρέπον ·

11.6.6ἐπειδὴ δὲ πολλὰ διαφεύγει τῶν μελλόντων τὴν ἀνθρωπίνην πρόνοιαν, νῦν γε δέον ἂν εἴη, διὰ τούτων τῶν πραγμάτων συνεωρακότας τὸ συμβαῖνον, βέλτιον βουλεύεσθαι περὶ τοῦ μέλλοντος.

11.6.7οὐ μὴν ἀλλ’ἡμεῖς γε κατὰ τὸ παρὸν οὐδὲν ἀπολελοίπαμεν τῶν ἁρμοζόντων λέγειν πράττειν τοῖς ἀληθινοῖς φίλοις, καὶ περὶ τοῦ μέλλοντος τὸ δοκοῦν μετὰ παρρησίας εἰρήκαμεν ·

11.6.8ὑμᾶς δ’ἀξιοῦμεν καὶ παρακαλοῦμεν μήθ’αὑτοῖς φθονῆσαι μήτε τοῖς ἄλλοις Ἕλλησι τῆς ἐλευθερίας καὶ τῆς σωτηρίας.

11.6.9τούτου δὲ ποιήσαντος διατροπήν τινα τοῖς πολλοῖς, ὡς ἐδόκει, μετὰ τοῦτον εἰσῆλθον οἱ παρὰ τοῦ Φιλίππου πρέσβεις, οἳ τοὺς μὲν κατὰ μέρος λόγους ὑπερέθεντο, δύο δ’ἔφασαν ἥκειν ἔχοντες ἐντολάς, αἱρουμένων μὲν τῶν Αἰτωλῶν τὴν εἰρήνην ἑτοίμως δέχεσθαι τοὺς θεοὺς καὶ τοὺς πρεσβευτὰς τοὺς παρόντας ἀπὸ τῆς Ἑλλάδος ἐπιμαρτυραμένους χωρίζεσθαι διότι τῶν μετὰ ταῦτα συμβησομένων τοῖς Ἕλλησιν Αἰτωλούς, ἀλλ’οὐ Φίλιππον αἴτιον δεήσει νομίζειν.

11.6.10 καὶ πολλὰ μὲν αὑτὸν κατοιμώξας ὅτι παρὰ μικρὸν ἔλθοι τοῦ λαβεῖν τὸν Ἄτταλον ὑποχείριον.

11.7

11.7.1 ὅτι Φίλιππος πορευθεὶς ἐπὶ τὴν Τριχωνίδα λίμνην καὶ παραγενόμενος εἰς τὸν Θέρμον, ἔνθ’ἦν ἱερὸν Ἀπόλλωνος, ὅσα πρότερον ἀπέλιπε τῶν ἀναθημάτων, τότε πάλιν ἅπαντα διελωβήσατο, κακῶς μὲν πρὸ τοῦ, κακῶς δὲ τότε χρώμενος τῷ θυμῷ ·

11.7.3τὸ γὰρ τοῖς ἀνθρώποις ὀργιζόμενον εἰς τὸ θεῖον ἀσεβεῖν τῆς πάσης ἀλογιστίας ἐστὶ σημεῖον. Ἐλλόπιον, πόλις Αἰτωλίας.

11.7.4Πολύβιος ιαʹ. Φύταιον, πόλις Αἰτωλίας.

11.7.5Πολύβιος ἑνδεκάτῳ.

11.8

11.8.1ὅτι τριῶν ὄντων τρόπων, καθ’οὓς ἐφίενται πάντες στρατηγίας οἱ κατὰ λόγον αὐτῇ προσιόντες, πρώτου. μὲν διὰ τῶν ὑπομνημάτων καὶ τῆς ἐκ τούτων κατασκευῆς, ἑτέρου δὲ τοῦ μεθοδικοῦ καὶ τῆς παρὰ τῶν ἐμπείρων ἀνδρῶν παραδόσεως, τρίτου δὲ τοῦ διὰ τῆς ἐπ’αὐτῶν τῶν πραγμάτων ἕξεως καὶ τριβῆς, πάντων ἦσαν τούτων ἀνεννόητοι οἱ τῶν Ἀχαιῶν στρατηγοὶ ἁπλῶς.

11.8.3 τοῖς γὰρ πλείστοις ὑπεγεγόνει τις ζῆλος οὐκ εὐτυχὴς ἐκ τῆς τῶν ἄλλων ἀλαζονείας καὶ τῆς ἀκαιρίας ·

11.8.5ἐσπούδαζον γὰρ τὰς ἀκολουθίας καὶ τὰς ἐσθῆτας διαφερόντως, καί τις ἦν περὶ τοὺς πλείστους καλλωπισμός, ὑπερέχων τὴν ἐκ τοῦ βίου χορηγίαν. ὅπλων δ’οὐ δὲ τὸν ἐλάχιστον ἐποιοῦντο λόγον.

11.8.6 οἱ γὰρ πολλοὶ τὰ μὲν ἔργα τῶν εὐτυχούντων οὐ δὲ πειρῶνται μιμεῖσθαι, τὰ δὲ πάρεργα ζηλοῦντες μετὰ βλάβης ἐκθεατρίζουσι τὴν ἑαυτῶν ἀκρισίαν.

11.8.7 μεγάλα μὲν γὰρ ἔφη τὴν λαμπρότητα συμβάλλεσθαι πρὸς ἔκπληξιν τῶν ὑπεναντίων, πολλὰ δὲ συνεργεῖν τὴν ἐκ τῆς ἐπισκευῆς ἁρμογὴν τῶν ὅπλων εἰς τὴν χρείαν.

11.9

11.9.2γίνεσθαι δ’ἂν μάλιστα τὸ δέον, εἰ τὴν μὲν ἐπιμέλειαν, ἣν νῦν ποιοῦνται περὶ τὸν ἱματισμόν, ταύτην ποιήσαιντο περὶ τῶν ὅπλων, τὴν δὲ πρότερον ὀλιγωρίαν περὶ τῶν ὅπλων παρ’αὐτοῖς ὑπάρχουσαν, ταύτην μετενέγκαιεν ἐπὶ τὰς ἐσθῆτας ·

11.9.3οὕτως γὰρ ἅμα τούςτε κατ’ἰδίαν βίους ὠφελήσεσθαι καὶ τὰ κοινὰ πράγμαθ’ὁμολογουμένως αὐτοὺς δυνήσεσθαι σῴζειν.

11.9.4διόπερ ἔφη δεῖν τὸν εἰς ἐξοπλισίαν στρατείαν ἐκπορευόμενον, ὅτε μὲν τὰς κνημῖδας περιτίθεται, σκοπεῖν ὅπως ἀραρυῖαίτε καὶ στίλβουσαι τῶν ὑποδεσμῶν καὶ κρηπίδων ὑπάρχωσιν αὗται μᾶλλον, ὅταν δὲ τὴν ἀσπίδα καὶ τὸν θώρακα καὶ τὸ κράνος διαλαμβάνῃ, περιβλέπειν ἵνα τῆς χλαμύδος καὶ τοῦ χιτῶνος καθαρειότερα ταῦθ’ὑπάρχῃ καὶ πολυτελέστερα ·

11.9.6παρ’οἷς γὰρ τὰ πρὸς ἐπιφάνειαν αἱρετώτερά ἐστι τῶν πρὸς τὴν χρείαν, παρὰ τούτοις αὐτόθεν εὐθέως προφανὲς εἶναι τὸ συμβησόμενον ἐν τοῖς κινδύνοις.

11.9.7καθόλου δ’ἠξίου διαλαμβάνειν ὡς μὲν ἐν τοῖς ἱματίοις καλλωπισμὸς γυναικός ἐστι, καὶ ταύτης οὐ λίαν σώφρονος, δ’ἐν τοῖς ὅπλοις πολυτέλεια καὶ σεμνότης ἀνδρῶν ἀγαθῶν, προαιρουμένων ἑαυτοὺς καὶ τὰς πατρίδας ἐνδόξως σῴζειν.

11.9.8πάντες δ’οἱ παρόντες οὕτως ἀπεδέξαντο τὰ ῥηθέντα καὶ τὸν νοῦν τῆς παρακλήσεως ἐθαύμασαν, ὡς καὶ παραχρῆμα μὲν ἐκπορευόμενοι τὸ βουλευτήριον εὐθέως ἐνεδείκνυντο τοὺς κεκαλλωπισμένους καὶ διακλίνειν ἐνίους ἠνάγκαζον τῆς ἀγορᾶς, ἔτι δὲ μᾶλλον ἐν ταῖς ἐξοπλισίαις καὶ στρατείαις παρετήρουν σφᾶς αὐτοὺς ἐν τοῖς προειρημένοις.

11.10

11.10.1οὕτως εἷς λόγος εὐκαίρως ῥηθεὶς ὑπ’ἀνδρὸς ἀξιοπίστου πολλάκις οὐ μόνον ἀποτρέπει τῶν χειρίστων, ἀλλὰ καὶ παρορμᾷ πρὸς τὰ κάλλιστα τοὺς ἀνθρώπους.

11.10.2ὅταν δὲ καὶ τὸν ἴδιον βίον ἀκόλουθον εἰσφέρηται τοῖς εἰρημένοις παρακαλῶν, ἀνάγκη λαμβάνειν τὴν πρώτην πίστιν τὴν παραίνεσιν. δὴ περὶ ἐκεῖνον τὸν ἄνδρα μάλιστ’ἄν τις ἴδοι γινόμενον.

11.10.3κατάτε γὰρ τὴν ἐσθῆτα καὶ τὴν σίτησιν ἀφελὴς καὶ λιτὸς ἦν, ὁμοίως δὲ καὶ περὶ τὰς τοῦ σώματος θεραπείας, ἔτι δὲ καὶ τὰς ἐντεύξεις, εὐπερίκοπτος καὶ ἀνεπίφθονος ·

11.10.4περί γε μὴν τοῦ παρ’ὅλον τὸν βίον ἀληθεύειν μεγίστην ἐποιήσατο σπουδήν. τοιγάρτοι βραχέα καὶ τὰ τυχόντ’ἀποφαινόμενος μεγάλην ἐγκατέλειπε πίστιν τοῖς ἀκούουσι ·

11.10.5παράδειγμα γὰρ ἐν πᾶσι τὸν ἴδιον βίον εἰσφερόμενος οὐ πολλῶν ἐποίει προσδεῖσθαι λόγων τοὺς ἀκούοντας.

11.10.6διὸ καὶ πολλάκις λόγους μακροὺς καὶ δοκοῦντας ὑπὸ τῶν ἀντιπολιτευομένων δεόντως εἰρῆσθαι δι’ὀλίγων ῥημάτων τῇ πίστει καὶ ταῖς ἐννοίαις τῶν πραγμάτων ὁλοσχερῶς ἐξέβαλε.

11.10.7πλὴν τότε συντελεσθέντος τοῦ διαβουλίου πάντες ἐπανῆγον ἐπὶ τὰς πόλεις, τάτε ῥηθέντα καὶ τὸν ἄνδρα διαφερόντως ἀποδεδεγμένοι, καὶ νομίζοντες οὐ δ’ἂν παθεῖν οὐδὲν δεινὸν ἐκείνου προεστῶτος.

11.10.8 δὲ Φιλοποίμην εὐθέως ἐπεπορεύετο τὰς πόλεις, ἐνεργῶς καὶ μετὰ σπουδῆς ποιούμενος τὴν ἔφοδον.

11.10.9 κἄπειτα συναγαγὼν τοὺς ὄχλους ἅμα μὲν ἐγύμναζεν ἅμα δὲ συνέταττε καὶ τέλος οὐ δ’ὅλους ὀκτὼ μῆνας χρησάμενος τῇ τοιαύτῃ παρασκευῇ καὶ μελέτῃ συνῆγε τὰς δυνάμεις εἰς Μαντίνειαν, διαγωνιούμενος πρὸς τὸν τύραννον ὑπὲρ τῆς ἁπάντων Πελοποννησίων ἐλευθερίας.

11.11

11.11.1 δὲ Μαχανίδας κατατεθαρρηκώς, καὶ νομίζων ὡς ἂν εἰ κατ’εὐχὴν αὐτῷ γίνεσθαι τὴν τῶν Ἀχαιῶν ὁρμήν, ἅμα τῷ γνῶναι διότι συνηθροισμένοι τυγχάνουσιν εἰς τὴν Μαντίνειαν, παρακαλέσας ἐν Τεγέᾳ τοὺς Λακεδαιμονίους τὰ πρέποντα τοῖς καιροῖς, εὐθέως εἰς τὴν ἐπιοῦσαν, ἄρτι τῆς ἡμέρας ἐπιφαινούσης, προῆγεν ὡς ἐπὶ τὴν Μαντίνειαν, τῆς μὲν φάλαγγος καθηγούμενος τῷ δεξιῷ κέρατι, τοὺς δὲ μισθοφόρους ἐξ ἑκατέρου τοῦ μέρους τῆς πρωτοπορείας παραλλήλους ἄγων, ἐπὶ δὲ τούτοις ζεύγη πλῆθος ὀργάνων καὶ βελῶν κομίζοντα καταπελτικῶν.

11.11.4κατὰ δὲ τὸν αὐτὸν καιρὸν Φιλοποίμην εἰς τρία μέρη διῃρηκὼς τὴν δύναμιν ἐξῆγεν ἐκ τῆς Μαντινείας, κατὰ μὲν τὴν ἐκ τοῦ Ποσειδῶνος ἱεροῦ φέρουσαν τοὺς Ἰλλυριοὺς καὶ θωρακίτας, ἅμα δὲ τὸ ξενικὸν ἅπαν καὶ τοὺς εὐζώνους, κατὰ δὲ τὴν ἑξῆς ὡς πρὸς τὰς δύσεις τοὺς φαλαγγίτας, ἔτι δὲ κατὰ τὴν ἐχομένην τοὺς πολιτικοὺς ἱππεῖς.

11.11.5τοῖς μὲν οὖν εὐζώνοις κατελάβετο πρώτοις τὸν λόφον τὸν πρὸ τῆς πόλεως, ὃς ἀνατείνων ἱκανὸν ὑπὲρ τὴν ὁδὸν κεῖται τὴν Ξενίδα καὶ τὸ προειρημένον ἱερόν · τοὺς δὲ θωρακίτας συνάπτων ἐπὶ τὴν μεσημβρίαν κατέστησε. τούτοις δὲ συνεχεῖς τοὺς Ἰλλυριοὺς παρενέβαλε.

11.11.6μετὰ δὲ τούτους ἐπὶ τὴν αὐτὴν εὐθεῖαν τὴν φάλαγγα κατὰ τέλη σπειρηδὸν ἐν διαστήμασιν ἐπέστησε παρὰ τὴν τάφρον τὴν φέρουσαν ἐπὶ τοῦ Ποσειδίου διὰ μέσου τοῦ τῶν Μαντινέων πεδίου καὶ συνάπτουσαν τοῖς ὄρεσι τοῖς συντερμονοῦσι τῇ τῶν Ἐλισφασίων χώρᾳ.

11.11.7πρὸς μὲν τούτοις ἐπὶ τὸ δεξιὸν κέρας ἐπέστησε τοὺς Ἀχαϊκοὺς ἱππεῖς, ὧν Ἀρισταίνετος ἡγεῖτο Δυμαῖος · κατὰ δὲ τὸ λαιὸν αὐτὸς εἶχε τὸ ξενικὸν ἅπαν ἐν ἐπαλλήλοις τάξεσιν.

11.12

11.12.1ἅμα δὲ τῷ σύνοπτον ἤδη καλῶς εἶναι παραγενομένην τὴν τῶν ὑπεναντίων δύναμιν ἐπιπορευόμενος τὰ συστήματα τῶν φαλαγγιτῶν παρεκάλει βραχέως μέν, ἐμφαντικῶς δὲ τοῦ παρόντος κινδύνου.

11.12.2τὰ μὲν οὖν πλεῖστα τῶν λεγομένων ἀσαφῆ συνέβαινε γίνεσθαι · διὰ γὰρ τὴν πρὸς αὐτὸν εὔνοιαν καὶ πίστιν τῶν ὄχλων εἰς τοιαύτην ὁρμὴν καὶ προθυμίαν παρέστη τὸ πλῆθος ὥστε παραπλησίαν ἐνθουσιασμῷ. τὴν ἀντιπαράκλησιν γίνεσθαι τῶν δυνάμεων, ἄγειν καὶ θαρρεῖν αὐτὸν παρακελευομένων ·

11.12.3τοῦτο μέντοι παράπαν ἐπιμελῶς ἐπειρᾶτο διασαφεῖν, ὅτε λάβοι καιρόν, ὅτι τοῖς μὲν ὑπὲρ αἰσχρᾶς καὶ ἐπονειδίστου δουλείας, τοῖς δ’ὑπὲρ ἀειμνήστου καὶ λαμπρᾶς ἐλευθερίας συνέστηκεν παρὼν κίνδυνος.

11.12.4 δὲ Μαχανίδας τὸ μὲν πρῶτον ὑπέδειξεν ὡς ὀρθίᾳ τῇ φάλαγγι προσμίξων πρὸς τὸ δεξιὸν τῶν πολεμίων · ἐπεὶ δ’ἐπλησίασε, λαβὼν σύμμετρον ἀπόστημα περιέκλα τὴν δύναμιν ἐπὶ δόρυ, καὶ παρεκτείνας ἴσον ἐποίησε τὸ παρ’αὑτοῦ δεξιὸν τῷ τῶν Ἀχαιῶν εὐωνύμῳ, τοὺς δὲ καταπέλτας πρὸ πάσης ἐπέστησε τῆς δυνάμεως ἐν διαστήμασιν.

11.12.5 δὲ Φιλοποίμην θεασάμενος αὐτοῦ τὴν ἐπιβολήν, ὅτι τοῖς καταπέλταις ἐπενόει βαλὼν εἰς τὰς σπείρας τῶν φαλαγγιτῶν τραυματίζειν τοὺς ἄνδρας καὶ θόρυβον ἐμποιεῖν τοῖς ὅλοις, οὐκέτι χρόνον ἔδωκεν οὐ δ’ἀναστροφήν, ἀλλὰ διὰ τῶν Ταραντίνων ἐνεργῶς ἐχρῆτο τῇ καταρχῇ τοῦ κινδύνου κατὰ τοὺς περὶ τὸ Ποσείδιον τόπους, ὄντας ἐπιπέδους καὶ πρὸς ἱππικὴν εὐφυεῖς χρείαν.

11.12.7 δὲ Μαχανίδας ὁρῶν τὸ γινόμενον ἠναγκάζετο ποιεῖν τὸ παραπλήσιον καὶ συναφεῖναι τοὺς παρ’αὑτοῦ Ταραντίνους.

11.13

11.13.1τὸ μὲν οὖν πρῶτον αὐτῶν τούτων ἀνδρώδης ἦν σύμπτωσις · κατὰ βραχὺ δὲ προσγινομένων τοῖς πιεζομένοις τῶν εὐζώνων, ἐν πάνυ βραχεῖ χρόνῳ συνέβη τὸ παρ’ἑκατέρων ξενικὸν ἀναμὶξ γενέσθαι, πάντῃ δὲ τούτων συμπλοκῆς ἁθρόως καὶ κατ’ἄνδρα γινομένης ἐπὶ πολὺν χρόνον πάρισος ἦν κίνδυνος οὕτως ὥστε τὰς λοιπὰς δυνάμεις, καραδοκούσας καθ’ὁποτέρων κονιορτὸς τραπήσεται, μὴ δύνασθαι συμβαλεῖν διὰ τὸ μένειν ἀμφοτέρους ἐπὶ πολὺ διακατέχοντας ἐν τῇ μάχῃ τὸν ἐξ ἀρχῆς τόπον.

11.13.3χρόνου δὲ γινομένου κατίσχυον καὶ τῷ πλήθει καὶ ταῖς εὐχειρίαις διὰ τὴν ἕξιν οἱ παρὰ τοῦ τυράννου μισθοφόροι.

11.13.4τοῦτο δ’εἰκότως καὶ τὸ παράπαν εἴωθε γίνεσθαι.

11.13.5ὅσῳ γὰρ συμβαίνει τοὺς ἐν ταῖς δημοκρατίαις ὄχλους προθυμοτέρους ὑπάρχειν ἐν τοῖς πολεμικοῖς ἀγῶσι τῶν τοῖς τυράννοις πολιτικῶν ὑποταττομένων, τοσούτῳ τὰ παρὰ τοῖς μονάρχοις ξενικὰ τῶν ἐν ταῖς δημοκρατίαις μισθοφορούντων εἰκὸς ὑπεράγειν καὶ διαφέρειν.

11.13.6ὥσπερ γὰρ ἐπ’ἐκείνων οἷς μὲν ὑπὲρ ἐλευθερίας ἐστίν, οἷς δ’ὑπὲρ δουλείας κίνδυνος, οὕτως ἐπὶ τῶν μισθοφόρων οἷς μὲν ὑπὲρ ὁμολογουμένης ἐπανορθώσεως, οἷς δ’ὑπὲρ προδήλου βλάβης γίνεται φιλοτιμία.

11.13.7δημοκρατία μὲν γάρ, ἐπανελομένη τοὺς ἐπιβουλεύσαντας, οὐκέτι μισθοφόροις τηρεῖ τὴν ἑαυτῆς ἐλευθερίαν · τυραννὶς δ’ὅσῳ μειζόνων ἐφίεται, τοσούτῳ πλειόνων προσδεῖται μισθοφόρων.

11.13.8πλείονας γὰρ ἀδικοῦσα πλείονας ἔχει καὶ τοὺς ἐπιβουλεύοντας. δὲ τῶν μονάρχων ἀσφάλεια τὸ παράπαν ἐν τῇ τῶν ξένων εὐνοίᾳ κεῖται καὶ δυνάμει.

11.14

11.14.1διὸ δὴ καὶ τότε συνέβαινε τὸ παρὰ τῷ Μαχανίδᾳ ξενικὸν οὕτως ἐκθύμως ἀγωνίζεσθαι καὶ βιαίως ὥστε μη δὲ τοὺς ἐφεδρεύοντας τοῖς ξένοις Ἰλλυριοὺς καὶ θωρακίτας δύνασθαι τὴν ἔφοδον αὐτῶν ὑπομεῖναι, πάντας δ’ἐκπιεσθέντας φεύγειν προτροπάδην ὡς ἐπὶ τῆς Μαντινείας, ἀπεχούσης τῆς πόλεως ἑπτὰ σταδίους.

11.14.2ἐν δὴ καιρῷ τὸ παρ’ἐνίοις ἀπορούμενον τότε παρὰ πᾶσιν ὁμολογούμενον ἐγένετο καὶ συμφανές, ὅτι πλεῖστα τῶν κατὰ πόλεμον συντελουμένων παρὰ τὴν τῶν ἡγουμένων ἐμπειρίαν καὶ πάλιν ἀπειρίαν ἐπιτελεῖται.

11.14.3μέγα μὲν γὰρ ἴσως καὶ τὸ προτερήματος ἀρχὴν λαβόντα προσθεῖναι τἀκόλουθον, πολὺ δὲ μεῖζον τὸ σφαλέντα ταῖς πρώταις ἐπιβολαῖς μεῖναι παρ’αὑτὸν καὶ συνιδεῖν τὴν τῶν εὐτυχούντων ἀκρισίαν καὶ συνεπιθέσθαι τοῖς τούτων ἁμαρτήμασιν.

11.14.4ἰδεῖν γοῦν ἔστι πολλάκις τοὺς μὲν ἤδη δοκοῦντας πεπροτερηκέναι μετ’ὀλίγον τοῖς ὅλοις ἐσφαλμένους, τοὺς δ’ἐν ἀρχαῖς δόξαντας ἐπταικέναι πάλιν ἐκ μεταβολῆς παρὰ τὴν αὑτῶν ἀγχίνοιαν τὰ ὅλα παραδόξως κατωρθωκότας.

11.14.5 δὴ καὶ τότε προφανῶς ἐδόκει περὶ τοὺς ἡγεμόνας ἀμφοτέρους γεγονέναι.

11.14.6τοῦ γὰρ ξενικοῦ παντὸς ἐγκεκλικότος τοῖς Ἀχαιοῖς καὶ παραλελυμένου τοῦ λαιοῦ κέρως, μὲν Μαχανίδας ἀφέμενος τοῦ μένειν ἐπὶ τῶν ὑποκειμένων, καὶ τοὺς μὲν κατὰ κέρας ὑπεραίρειν τοῖς δὲ κατὰ πρόσωπον ἀπαντᾶν καὶ πειρᾶσθαι τῶν ὅλων, τούτων μὲν οὐδὲν ἔπραξεν, ἀκρατῶς δὲ καὶ μειρακιωδῶς συνεκχυθεὶς τοῖς ἑαυτοῦ μισθοφόροις ἐπέκειτο τοῖς φεύγουσιν, ὥσπερ οὐκ αὐτὸν τὸν φόβον ἱκανὸν ὄντα τοὺς ἅπαξ ἐγκλίναντας ἄχρι τῶν πυλῶν συνδιώκειν.

11.15

11.15.1 δὲ τῶν Ἀχαιῶν στρατηγὸς ἕως μὲν τοῦ δυνατοῦ διακατεῖχε τοὺς μισθοφόρους, ἐπ’ὀνόματος καλῶν καὶ παροξύνων τοὺς ἡγεμόνας ·

11.15.2ἐπεὶ δ’ἑώρα τούτους ἐκβιαζομένους, οὐ πτοηθεὶς ἔφευγεν οὐ δ’ἀθυμήσας ἀπέστη, ἀλλ’ὑποστείλας αὑτὸν ὑπὸ τὸ τῆς φάλαγγος κέρας, ἅμα τῷ παραπεσεῖν τοὺς διώκοντας καὶ γενέσθαι τὸν τόπον ἔρημον, καθ’ὃν κίνδυνος ἦν, εὐθέως τοῖς πρώτοις τέλεσι τῶν φαλαγγιτῶν ἐπ’ἀσπίδα κλίνων, προῆγε μετὰ δρόμου, τηρῶν τὰς τάξεις.

11.15.3καταλαβόμενος δὲ τὸν ἐκλειφθέντα τόπον ὀξέως, ἅμα μὲν ἀπετέτμητο τοὺς διώκοντας, ἅμα δ’ὑπερδέξιος ἐγεγόνει τοῦ τῶν πολεμίων κέρατος.

11.15.4καὶ τοὺς μὲν φαλαγγίτας αὐτοῦ παρεκάλει θαρρεῖν καὶ μένειν, ἕως ἂν παραγγείλῃ ποιεῖσθαι τὴν ἐπαγωγὴν ἀναμίξ ·

11.15.5Πολυαίνῳ δ’ἐπέταξε τῷ Μεγαλοπολίτῃ τοὺς περιλειπομένους καὶ τοὺς διακεκλικότας τὴν φυγὴν Ἰλλυριοὺς καὶ θωρακίτας καὶ μισθοφόρους συναθροίσαντι μετὰ σπουδῆς ἐφεδρεύειν τῷ κέρατι τῆς φάλαγγος καὶ τηρεῖν τὴν ἐπάνοδον τῶν ἐκ διώγματος ἀναχωρούντων.

11.15.6οἱ δὲ Λακεδαιμόνιοι χωρὶς παραγγέλματος, ἐπαρθέντες ταῖς διανοίαις ἐπὶ τῷ τῶν εὐζώνων προτερήματι, καταβαλόντες τὰς σαρίσας ὥρμησαν ἐπὶ τοὺς ὑπεναντίους.

11.15.7ὅτε δὲ κατὰ τὴν ἐπαγωγὴν προάγοντες ἧκον ἐπὶ τὸ τῆς τάφρου χεῖλος, τὰ μὲν οὐκέτι διδόντος τοῦ καιροῦ μεταμέλειαν ὥστ’ἐν χερσὶν ὄντας τῶν πολεμίων ἀναστρέφειν, τὰ δὲ καὶ τῆς τάφρου καταφρονήσαντες διὰ τὸ τὴν κατάβασιν ἔχειν ἐκ πολλοῦ καὶ μήθ’ὕδωρ κατὰ τὸ τέλος ἐν αὐτῇ μήτε τιν’ἀγρίαν ὕλην ὑπάρχειν, ὥρμησαν ἀνεπιστάτως διὰ ταύτης.

11.16

11.16.1 δὲ Φιλοποίμην ἅμα τῷ παραπεσεῖν κατὰ τῶν ὑπεναντίων τὸν ἐκ πολλῶν χρόνων ἑωραμένον ὑπ’αὐτοῦ καιρόν, τότε πᾶσιν ἐπάγειν τοῖς φαλαγγίταις καταβαλοῦσι τὰς σαρίσας παρήγγειλε.

11.16.2τῶν δ’Ἀχαιῶν ὁμοθυμαδὸν καὶ μετὰ καταπληκτικῆς κραυγῆς ποιησαμένων τὴν ἔφοδον, οἱ μὲν προδιαλελυκότες τὰς τάξεις τῶν Λακεδαιμονίων ἐν τῇ τῆς τάφρου καταβάσει πάλιν ἀναβαίνοντες πρὸς ὑπερδεξίους τοὺς πολεμίους ἀποδειλιάσαντες ἐτρέποντο ·

11.16.3τὸ δὲ πολὺ πλῆθος ἐν αὐτῇ τῇ τάφρῳ διεφθείρετο, τὸ μὲν ὑπὸ τῶν Ἀχαιῶν, τὸ δ’ὑπὸ τῶν ἰδίων.

11.16.4συνέβαινε δὲ τὸ προειρημένον οὐκ αὐτομάτως οὐ δ’ἐκ τοῦ καιροῦ, διὰ δὲ τὴν ἀγχίνοιαν τοῦ προεστῶτος, ὃς εὐθέως προεβάλετο τὴν τάφρον.

11.16.5 δὲ Φιλοποίμην οὐ φυγομαχῶν, ὥς τινες ὑπελάμβανον, ἀλλὰ καὶ λίαν ἀκριβῶς καὶ στρατηγικῶς ἕκαστα συλλογισάμενος, ὅτι παραγενόμενος Μαχανίδας, εἰ μὲν προσάξει τὴν δύναμιν οὐ προϊδόμενος τὴν τάφρον, οὕτω συμβήσεται παθεῖν αὐτῷ τὴν φάλαγγα τὸ προειρημένον νῦν, γινόμενον δὲ τότ’ἐπὶ τῆς ἀληθείας ·

11.16.6εἰ δὲ συλλογισάμενος τὴν δυσχρηστίαν τῆς τάφρου, κἄπειτα μεταμεληθεὶς καὶ δόξας ἀποδειλιᾶν, ἐκ παρατεταγμένων ἀπολύσει καὶ μακρὰν αὑτὸν ἐν πορείᾳ διδόναι μέλλει, διότι χωρὶς ὁλοσχεροῦς ἀγῶνος αὐτῷ μὲν τὸ νικᾶν, ἐκείνῳ δὲ τἀναντία περιέσται. πολλοῖς γὰρ ἤδη τοῦτο συμβέβηκεν, οἵτινες παραταξάμενοι μέν, οὐκ ἀξιόχρεως δὲ νομίσαντες σφᾶς αὐτοὺς εἶναι τοῖς ὑπεναντίοις ἀγωνίζεσθαι, τινὲς μὲν διὰ τόπους, οἱ δὲ διὰ πλῆθος, οἱ δὲ δι’ἄλλας αἰτίας, μακρὰν ἑαυτοὺς δόντες ἐν πορείᾳ, κατὰ τὴν ἀπόλυσιν δι’αὐτῶν τῶν οὐραγούντων ἤλπισαν οἱ μὲν προτερήσειν, οἱ δ’ἀσφαλῶς ἀπολυθήσεσθαι τῶν πολεμίων.

11.16.9ἐν οἷς δὴ καὶ μέγιστα συμβαίνει τοὺς ἡγουμένους πλὴν γε Φιλοποίμην οὐ διεψεύσθη τῇ προνοίᾳ τοῦ συντελεσθησομένου ·

11.17

11.17.1τροπὴν γὰρ ἰσχυρὰν συνέβαινε γίνεσθαι τῶν Λακεδαιμονίων.

11.17.2συνορῶν δὲ τὴν φάλαγγα νικῶσαν καὶ τὰ ὅλα καλῶς αὑτῷ προχωροῦντα καὶ λαμπρῶς, ἐπὶ τὸ καταλειπόμενον ὥρμησε τῆς ὅλης ἐπιβολῆς · τοῦτο δ’ἦν τὸ μὴ διαφυγεῖν τὸν Μαχανίδαν.

11.17.3εἰδὼς οὖν αὐτὸν κατὰ τὴν τοῦ διώγματος παράπτωσιν ἀποτετμημένον ἐν τοῖς πρὸς τὴν πόλιν μέρεσι τῆς τάφρου μετὰ τῶν ἰδίων μισθοφόρων, ἐκαραδόκει τὴν τούτου παρουσίαν.

11.17.4 δὲ Μαχανίδας, συνθεωρήσας κατὰ τὴν ἀπόλυσιν τὴν ἀπὸ τοῦ διώγματος φεύγουσαν τὴν αὑτοῦ δύναμιν, καὶ συλλογισάμενος διότι προπέπτωκε καὶ διέψευσται τῆς ὅλης ἐλπίδος, εὐθέως ἐπειρᾶτο συστραφεὶς μεθ’ὧν εἶχε περὶ αὑτὸν ξένων, ἅθρους διαπεσεῖν διὰ τῶν ἐσκεδασμένων καὶ διωκόντων.

11.17.5εἰς καὶ συνορῶντες ἔνιοι συνέμενον αὐτῷ τὰς ἀρχάς, ταύτην ἔχοντες τὴν ἐλπίδα τῆς σωτηρίας.

11.17.6ὡς δὲ παραγενόμενοι συνεῖδον τοὺς Ἀχαιοὺς τηροῦντας τὴν ἐπὶ τῆς τάφρου γέφυραν, τότε δὴ πάντες ἐξαθυμήσαντες ἀπέρρεον ἀπ’αὐτοῦ, καὶ καθ’ἑαυτὸν ἕκαστος ἐπορίζετο τὴν σωτηρίαν.

11.17.7καθ’ὃν δὴ καιρὸν τύραννος ἀπογνοὺς τὴν διὰ τῆς γεφύρας ὁδὸν παρήλαυνε παρὰ τὴν τάφρον, ἐνεργῶς διάβασιν ζητῶν.

11.18

11.18.1 δὲ Φιλοποίμην, ἐπιγνοὺς τὸν Μαχανίδαν ἀπότε τῆς πορφυρίδος καὶ τοῦ περὶ τὸν ἵππον κόσμου, τοὺς μὲν περὶ τὸν Ἀναξίδαμον ἀπολείπει, παρακαλέσας τηρεῖν ἐπιμελῶς τὴν δίοδον καὶ μηδενὸς φείδεσθαι τῶν μισθοφόρων διὰ τὸ τούτους εἶναι τοὺς συναύξοντας αἰεὶ τὰς ἐν τῇ Σπάρτῃ τυραννίδας ·

11.18.2αὐτὸς δὲ παραλαβὼν Πολύαινον τὸν Κυπαρισσέα καὶ Σιμίαν, οἷς ἐχρῆτο τότε παρασπισταῖς, ἐκ τοῦ πέραν τῆς τάφρου τὴν ἀντιπαραγωγὴν ἐποιεῖτο τῷ τυράννῳ καὶ τοῖς μετ’αὐτοῦ ·

11.18.3δύο γὰρ ἦσαν οἱ τότε τῷ Μαχανίδᾳ συμμίξαντες, Ἀρηξίδαμος καὶ τῶν μισθοφόρων εἷς.

11.18.4ἅμα δὲ τῷ τὸν Μαχανίδαν κατά τινα τόπον εὔβατον τῆς τάφρου, προσθέντα τοὺς μύωπας, βίᾳ τὸν ἵππον ἐπάγειν καὶ διαπερᾶν, συναγαγὼν ἐκ μεταβολῆς Φιλοποίμην αὐτῷ καὶ πατάξας τῷ δόρατι καιρίως, καὶ προσενεγκὼν τῷ σαυρωτῆρι πληγὴν ἄλλην ἐκ διαλήψεως, ἐν χειρῶν νόμῳ διέφθειρε τὸν τύραννον.

11.18.5τὸ δὲ παραπλήσιον ἐγίνετο καὶ περὶ τὸν Ἀρηξίδαμον ὑπὸ τῶν παρίππων. δὲ τρίτος ἀπογνοὺς τὴν διάβασιν διέφυγε τὸν κίνδυνον κατὰ τὸν τῶν προειρημένων φόνον.

11.18.6πεσόντων δ’ἀμφοτέρων, εὐθέως οἱ περὶ τὸν Σιμίαν, σκυλεύσαντες τοὺς νεκροὺς καὶ συναφελόντες ἅμα τοῖς ὅπλοις τὴν τοῦ τυράννου κεφαλήν, ἠπείγοντο πρὸς τοὺς διώκοντας, σπεύδοντες ἐπιδεῖξαι τοῖς ὄχλοις τὴν ἀπώλειαν τοῦ τῶν ὑπεναντίων ἡγεμόνος χάριν τοῦ πιστεύσαντας ἔτι μᾶλλον ἀνυπόπτως καὶ τεθαρρηκότως ποιήσασθαι τὸν ἐπιδιωγμὸν τῶν ὑπεναντίων ἕως τῆς Τεγεατῶν πόλεως.

11.18.8 καὶ μεγάλα συνεβάλετο πρὸς τὴν ὁρμὴν τῶν ὄχλων · οὐ γὰρ ἥκιστα διὰ τούτων τῆς μὲν Τεγέας ἐξ ἐφόδου κύριοι κατέστησαν, ταῖς δ’ἐχομέναις παρὰ τὸν Εὐρώταν ἐστρατοπέδευον, κρατοῦντες ἤδη τῶν ὑπαίθρων ἀναμφισβητήτως.

11.18.9καὶ πολλῶν χρόνων οὐ δυνάμενοι τοὺς πολεμίους ἐκ τῆς οἰκείας ἀπώσασθαι, τότε πᾶσαν ἀδεῶς ἐπόρθουν αὐτοὶ τὴν Λακωνικήν, τῶν μὲν ἰδίων οὐ πολλοὺς ἀπολωλεκότες ἐν τῇ μάχῃ, τῶν δὲ Λακεδαιμονίων ἀπεκτακότες μὲν οὐκ ἐλάττους τῶν τετρακισχιλίων, ζωγρίᾳ δ’εἰληφότες ἔτι πλείους τούτων, ὁμοίως δὲ καὶ τῆς ἀποσκευῆς κεκυριευκότες ἁπάσης καὶ τῶν ὅπλων.

11.18a

11.18a.1ὅτι φησὶν Πολύβιος, τί γὰρ ὄφελός ἐστι τοῖς ἀναγινώσκουσι διεξιέναι πολέμους καὶ μάχας καὶ πόλεων ἐξανδραποδισμοὺς καὶ πολιορκίας, εἰ μὴ τὰς αἰτίας ἐπιγνώσονται, παρ’ἃς ἐν ἑκάστοις οἱ μὲν κατώρθωσαν, οἱ δ’ἐσφάλησαν;

11.18a.2τὰ γὰρ τέλη τῶν πράξεων ψυγαγωγεῖ μόνον τοὺς ἀκούοντας, αἱ δὲ πρόσθεν διαλήψεις τῶν ἐπιβαλλομένων ἐξεταζόμεναι δεόντως ὠφελοῦσι τοὺς φιλομαθοῦντας.

11.18a.3μάλιστα δὲ πάντων κατὰ μέρος χειρισμὸς ἑκάστων ἐπιδεικνύμενος ἐπανορθοῖ τοὺς συνεφιστάνοντας. τίς οὐκ ἂν ἐπισημήναιτο τὴν ἡγεμονίαν καὶ τὴν ἀρετὴν καὶ τὴν δύναμιν ἐν τοῖς ὑπαίθροις τἀνδρός, βλέψας εἰς τὸ μῆκος τούτου τοῦ χρόνου, καὶ συνεπιστήσας αὑτὸν ἐπίτε τὰς καθόλου καὶ τὰς κατὰ μέρος μάχας καὶ πολιορκίας καὶ πόλεων μεταβολὰς καὶ περιστάσεις καιρῶν, ἐπίτε τὴν περιοχὴν τῆς ὅλης ἐπιβολῆς καὶ πράξεως, ἐν συνεχῶς Ἀννίβας ἑκκαίδεκα πολεμήσας ἔτη Ῥωμαίοις κατὰ τὴν Ἰταλίαν οὐδέποτε διέλυσε τὰς δυνάμεις ἐκ τῶν ὑπαίθρων, ἀλλὰ συνέχων ὑφ’αὑτόν, ὥσπερ ἀγαθὸς κυβερνήτης, ἀστασίαστα διετήρησε τοσαῦτα πλήθη καὶ πρὸς αὑτὸν καὶ πρὸς ἄλληλα, καίπερ οὐχ οἷον ὁμοεθνέσιν, ἀλλ’οὐ δ’ὁμοφύλοις χρησάμενος στρατοπέδοις.

11.19

11.19.3εἶχε γὰρ Λίβυας, Ἴβηρας, Λιγυστίνους, Κελτούς, Φοίνικας, Ἰταλούς, Ἕλληνας, οἷς οὐ νόμος, οὐκ ἔθος, οὐ λόγος, οὐχ ἕτερον οὐδὲν ἦν κοινὸν ἐκ φύσεως πρὸς ἀλλήλους.

11.19.5ἀλλ’ὅμως τοῦ προεστῶτος ἀγχίνοια τὰς τηλικαύτας καὶ τοιαύτας διαφορὰς ἑνὸς ἐποίει προστάγματος ἀκούειν καὶ μιᾷ πείθεσθαι γνώμῃ, καίπερ οὐχ ἁπλῆς οὔσης τῆς περιστάσεως, ἀλλὰ καὶ ποικίλης, καὶ πολλάκις μὲν αὐτοῖς λαμπρᾶς ἐπιπνεούσης τῆς τύχης, ποτὲ δὲ τοὐναντίον.

11.19.6ἐξ ὧν εἰκότως ἄν τις θαυμάσειε τὴν τοῦ προεστῶτος δύναμιν ἐν τούτῳ τῷ μέρει, καὶ θαρρῶν εἴπειεν ὡς εἴπερ ποιησάμενος τὴν ἀρχὴν ἐπ’ἄλλα μέρη τῆς οἰκουμένης ἐπὶ τελευταίους ἦλθε Ῥωμαίους, οὐδὲν ἂν τῶν προτεθέντων αὐτὸν διέφυγε.

11.19.7νῦν δ’, ἐφ’οὓς ἔδει τελευταίους ἐλθεῖν, ἀπὸ τούτων ἀρξάμενος, ἐν τούτοις ἐποιήσατο καὶ τὴν ἀρχὴν τῶν πράξεων καὶ τὸ τέλος.

11.20

11.20.1οἱ μὲν οὖν περὶ τὸν Ἀσδρούβαν, ἁθροίσαντες τὴν στρατιὰν ἐκ τῶν πόλεων, ἐν αἷς ἐποιοῦντο τὴν παραχειμασίαν, προῆλθον, καὶ κατεστρατοπέδευσαν οὐ μακρὰν ἀπὸ τῆς πόλεως τῆς προσαγορευομένης Ἰλίπας, βαλόμενοι τὸν χάρακα πρὸς ταῖς ὑπωρείαις, καὶ προθέμενοι πεδία πρὸς ἀγῶνα καὶ μάχην εὐφυῆ. πλῆθος δὲ πεζῶν μὲν εἶχον εἰς ἑπτὰ μυριάδας, ἱππεῖς δὲ τετρακισχιλίους, θηρία δὲ δυσὶ πλείω τῶν τριάκοντα.

11.20.3Πόπλιος δὲ Μάρκον μὲν Ἰούνιον ἐξαπέστειλε πρὸς Κολίχαντα, παραληψόμενον τὰς ἑτοιμασθείσας αὐτῷ παρὰ τούτου δυνάμεις · αὗται δ’ἦσαν πεζοὶ μὲν τρισχίλιοι, ἱππεῖς δὲ πεντακόσιοι · τοὺς δὲ λοιποὺς συμμάχους αὐτὸς παρελάμβανε, προάγων καὶ ποιούμενος τὴν πορείαν ἐπὶ τὸ προκείμενον.

11.20.5ἐγγίσας δὲ τῷ Κασταλῶνι καὶ τοῖς περὶ Βαίκυλα τόποις, καὶ συμμίξας ἐνθάδε τῷ Μάρκῳ καὶ ταῖς παρὰ τοῦ Κολίχαντος δυνάμεσιν, εἰς πολλὴν ἀπορίαν ἐνέπιπτε περὶ τῶν ἐνεστώτων.

11.20.6χωρὶς γὰρ τῶν συμμάχων οὐκ ἀξιόχρεοι παρῆσαν αἱ Ῥωμαϊκαὶ δυνάμεις αὐτῷ πρὸς τὸ διακινδυνεύειν · τὸ δ’ἐπὶ τοῖς συμμάχοις ἔχοντας τὰς ἐλπίδας ὑπὲρ τῶν ὅλων κινδυνεύειν ἐπισφαλὲς ἐδόκει καὶ λίαν εἶναι παράβολον.

11.20.7οὐ μὴν ἀλλὰ διαπορήσας, ὑπὸ δὲ τῶν πραγμάτων συγκλειόμενος, ἐπὶ τὸ συγχρῆσθαι κατηνέχθη τοῖς Ἴβηρσιν οὕτως ὥστε φαντασίαν μὲν παρασκευάζειν τοῖς ὑπεναντίοις, τὸν δ’ἀγῶνα ποιεῖσθαι διὰ τῶν ἰδίων στρατοπέδων.

11.20.8ταῦτα δὲ προθέμενος ἀνέζευξε μετὰ πάσης τῆς δυνάμεως, ἔχων πεζοὺς μὲν εἰς τετρακισμυρίους καὶ πεντακισχιλίους, ἱππεῖς δὲ περὶ τρισχιλίους.

11.20.9ἐγγίσας δὲ τοῖς Καρχηδονίοις καὶ γενόμενος σύνοπτος ἐστρατοπέδευσε περί τινας γεωλόφους καταντικρὺ τῶν πολεμίων.

11.21

11.21.1Μάγων δὲ νομίσας εὐφυῆ καιρὸν ἐπιθέσθαι καταστρατοπεδεύουσι τοῖς Ῥωμαίοις, ἀναλαβὼν τὸ πλεῖστον μέρος τῶν ἰδίων ἱππέων καὶ Μασαννάσαν μετὰ τῶν Νομάδων, ἤλαυνε πρὸς τὴν παρεμβολήν, πεπεισμένος ἀφυλακτοῦντα λήψεσθαι τὸν Πόπλιον. δὲ πάλαι προορώμενος τὸ μέλλον, ὑπό τινα βουνὸν ὑπεστάλκει τοὺς ἱππεῖς, ἴσους τοῖς τῶν Καρχηδονίων ·

11.21.3ὧν ἀνυπονοήτως ἐμπεσόντων πολλοὶ μὲν ἐν ταῖς ἀρχαῖς ἀναστρέφοντες διὰ τὸ παράδοξον τῆς ἐπιφανείας τῆς ἄφνω τῶν ἱππέων ἀπέπεσον, οἱ δὲ λοιποὶ συμβάλλοντες τοῖς πολεμίοις ἐμάχοντο γενναίως.

11.21.4τῇ δὲ παρὰ τῶν καταβαινόντων ἐν τοῖς Ῥωμαϊκοῖς ἱππεῦσιν εὐχειρίᾳ δυσχρηστούμενοι καὶ πολλοὺς ἀπολλύντες οἱ Καρχηδόνιοι, βραχὺ προσαντισχόντες ἐνέκλιναν.

11.21.5καὶ τὸ μὲν πρῶτον ἐν τάξει τὴν ἀναχώρησιν ἐποιοῦντο, τῶν δὲ Ῥωμαίων ἐγκειμένων αὐτοῖς λύσαντες τὰς ἴλας κατέφυγον ὑπὸ τὴν αὑτῶν παρεμβολήν.

11.21.6οἱ μὲν οὖν Ῥωμαῖοι τούτου γενομένου θαρραλεώτερον διέκειντο πρὸς τὸν κίνδυνον, οἱ δὲ Καρχηδόνιοι τοὐναντίον.

11.21.7οὐ μὴν ἀλλὰ ταῖς ἑξῆς ἐπί τινας ἡμέρας τάςτε δυνάμεις ἐκτάξαντες ἐν τῷ μεταξὺ πεδίῳ καὶ διὰ τῶν ἱππέων καὶ διὰ τῶν εὐζώνων ἀκροβολισμοὺς ποιησάμενοι καὶ καταπειράσαντες ἀλλήλων, ὥρμησαν ἐπὶ τὸ κρίνειν τὰ ὅλα.

11.22

11.22.1κατὰ δὲ τὸν καιρὸν τοῦτον δυσὶ δοκεῖ κεχρῆσθαι στρατηγήμασιν Πόπλιος.

11.22.2θεωρῶν γὰρ τὸν Ἀσδρούβαν ὀψὲ ποιούμενον τὰς ἐξαγωγάς, καὶ μέσους Λίβυας, τὰ δὲ θηρία προτιθέμενον ἑκατέρων τῶν κεράτων, αὐτὸς εἰωθὼς τῇ μὲν ὥρᾳ προσανατείνειν, τοὺς δὲ Ῥωμαίους μέσους ἀντιτάττειν τοῖς Λίβυσι, τοὺς δ’Ἴβηρας ἐπὶ τῶν κεράτων παρεμβάλλειν, προέθετο κρίνειν ἡμέρᾳ, τἀναντία τοῖς προειρημένοις ποιήσας μεγάλα συνήργησε ταῖς σφετέραις δυνάμεσι πρὸς τὸ νικᾶν, οὐκ ὀλίγα δ’ἠλάττωσε τοὺς πολεμίους.

11.22.4ἅμα γὰρ τῷ φωτὶ διαπεμψάμενος τοὺς ὑπηρέτας παρήγγειλε πᾶσι τοῖς χιλιάρχοις καὶ τοῖς στρατιώταις ἀριστοποιησαμένους καὶ καθοπλισαμένους ἐξάγειν πρὸ τοῦ χάρακος.

11.22.5γενομένου δὲ τούτου καὶ προθύμως πειθαρχησάντων διὰ τὴν ὑπόνοιαν τοῦ μέλλοντος, τοὺς μὲν ἱππεῖς καὶ τοὺς εὐζώνους προαπέστειλε, συντάξας ἐγγίζειν τῇ παρεμβολῇ τῶν ὑπεναντίων καὶ προσακροβολίζεσθαι θρασέως, αὐτὸς δὲ τοὺς πεζοὺς ἔχων ἄρτι τῆς κατὰ τὸν ἥλιον ἀνατολῆς ἐπιφαινομένης προῆγε, καὶ παραγενόμενος εἰς μέσον τὸ πεδίον παρενέβαλε, τάττων ἐναντίως πρόσθεν ·

11.22.6μέσους μὲν γὰρ ἐτίθει τοὺς Ἴβηρας, ἐπὶ δὲ τῶν κεράτων τὰ τῶν Ῥωμαίων.

11.22.7τοῖς δὲ Καρχηδονίοις, ἄφνω συνεγγιζόντων πρὸς τὸν χάρακα τῶν ἱππέων, ἅμα δὲ καὶ τῆς ἄλλης δυνάμεως ἐκταττομένης ἐν ὄψει, μόλις ἐδόθη καιρὸς εἰς τὸ καθοπλίσασθαι.

11.22.8διόπερ ἠναγκάσθησαν οἱ περὶ τὸν Ἀσδρούβαν ἔτι νήστεις ἔχοντες τοὺς ἄνδρας ἀπαρασκεύως ἐκ τοῦ καιροῦ τοὺς μὲν ἱππεῖς καὶ τοὺς εὐζώνους ἐπαφιέναι τοῖς ἱππεῦσι τῶν ὑπεναντίων εἰς τὰ πεδία, τὰς δὲ πεζικὰς δυνάμεις παρατάττειν, οὐ πολὺ τῆς παρωρείας ἐν τοῖς ἐπιπέδοις ποιούμενοι τὴν ἔκταξιν, καθάπερ ἦν ἔθος αὐτοῖς.

11.22.9ἕως μὲν οὖν τινος ἔμενον οἱ Ῥωμαῖοι τὴν ἡσυχίαν ἔχοντες · ἐπειδὴ δὲ τὸ μὲν τῆς ἡμέρας προύβαινε, τῶν δ’εὐζώνων ἄκριτος ἦν καὶ πάρισος συμπλοκὴ διὰ τὸ τοὺς πιεζομένους καταφεύγοντας ὑπὸ τὰς ἰδίας φάλαγγας ἐκ μεταβολῆς κινδυνεύειν, τὸ τηνικαῦτα δὲ διαδεξάμενος Πόπλιος διὰ τῶν διαστημάτων ἐν ταῖς σημαίαις εἴσω τοὺς ἀκροβολιζομένους, καὶ μερίσας ἐφ’ἑκάτερον κέρας ὀπίσω τῶν παρατεταγμένων, πρῶτον μὲν τοὺς γροσφομάχους, ἐπὶ δὲ τούτοις ἐπιβάλλει τοὺς ἱππεῖς, τὰς μὲν ἀρχὰς μετωπηδὸν ποιούμενος τὴν ἔφοδον ·

11.22.11ἀποσχὼν δὲ περὶ τετραστάδιον τῶν ὑπεναντίων, τοὺς μὲν Ἴβηρας τηροῦντας τὰς τάξεις τὸν αὐτὸν τρόπον ποιεῖσθαι τὴν ἐπαγωγὴν παρήγγειλε, τῷ μὲν δεξιῷ τὰς σημαίας καὶ τὰς ἴλας ἐπιστρέφειν ἐπὶ δόρυ, τῷ δ’εὐωνύμῳ τἀναντία.

11.23

11.23.1καὶ λαβὼν αὐτὸς μὲν ἀπὸ τοῦ δεξιοῦ, Λεύκιος δὲ Μάρκιος καὶ Μάρκος Ἰούνιος ἀπὸ τῶν εὐωνύμων τρεῖς ἴλας ἱππέων τὰς ἡγουμένας, καὶ πρὸ τούτων γροσφομάχους τοὺς εἰθισμένους καὶ τρεῖς σπείρας τοῦτο δὲ καλεῖται τὸ σύνταγμα τῶν πεζῶν παρὰ Ῥωμαίοις κοόρτις πλὴν οἱ μὲν ἐπ’ἀσπίδα περικλάσαντες τούτους, οἱ δ’ἐπὶ δόρυ, προῆγον ὀρθίους ἐπὶ τοὺς πολεμίους, ἐνεργῆ ποιούμενοι τὴν ἔφοδον, ἀεὶ τῶν ἑξῆς ἐπιβαλλόντων καὶ κατὰ περίκλασιν ἑπομένων.

11.23.3ἐπεὶ δὲ τούτους μὲν οὐ πολὺ συνέβαινε τῶν πολεμίων ἀπέχειν, τοὺς δ’Ἴβηρας ἐν τῇ κατὰ πρόσωπον πλευρᾷ τόπον ἱκανὸν ἔτι διεστάναι τῷ βάδην ποιεῖσθαι τὴν ἐπαγωγήν, προσέβαλλον τοῖς κέρασιν ἀμφοτέροις ἅμα τοῖς τῶν ὑπεναντίων ὀρθίαις ταῖς Ῥωμαϊκαῖς δυνάμεσι κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν.

11.23.4αἱ δὲ μετὰ ταῦτα κινήσεις, δι’ὧν συνέβαινε τοὺς ἑπομένους, ἐπιπαρεμβάλλοντας ἐπὶ τὴν αὐτὴν εὐθεῖαν τοῖς ἡγουμένοις, συγκαθίστασθαι τοῖς πολεμίοις εἰς τὴν μάχην, τὴν ἐναντίαν εἶχον διάθεσιν ἀλλήλαις, καὶ καθόλου τὸ δεξιὸν κέρας τῷ λαιῷ καὶ κατὰ μέρος οἱ πεζοὶ τοῖς ἱππεῦσιν.

11.23.5οἱ μὲν γὰρ ἐπὶ τοῦ δεξιοῦ κέρως ἱππεῖς μετὰ τῶν εὐζώνων, ἐκ δόρατος ἐπιπαρεμβάλλοντες, ὑπερκερᾶν ἐπειρῶντο τοὺς πολεμίους, οἱ δὲ πεζοὶ τοὐναντίον ἐξ ἀσπίδος παρενέβαλλον ·

11.23.6τῶν δὲ κατὰ τὸ λαιὸν οἱ μὲν ἐν ταῖς σπείραις ἐκ δόρατος, οἱ δ’ἱππεῖς μετὰ τῶν γροσφομάχων ἐξ ἡνίας.

11.23.7ἐγεγόνει μὲν οὖν ἐκ τῶν ἱππέων καὶ τῶν εὐζώνων ἀμφοτέρων τῶν κεράτων ἐκ ταύτης τῆς κινήσεως τὸ δεξιὸν εὐώνυμον.

11.23.8οὗ μικρὸν λόγον θέμενος στρατηγὸς τοῦ μείζονος ἐποιήσατο πρόνοιαν, τοῦ κατὰ τὴν ὑπερκέρασιν, ὀρθῶς λογιζόμενος ·

11.23.9εἰδέναι μὲν γὰρ δεῖ τὸ γινόμενον, χρῆσθαι δὲ ταῖς πρὸς τὸν καιρὸν ἁρμοζούσαις κινήσεσιν.

11.24

11.24.1ἐκ δὲ τῆς τούτων συμπλοκῆς τὰ μὲν θηρία διὰ τῶν γροσφομάχων καὶ τῶν ἱππέων ἀκοντιζόμενα καὶ διαταραττόμενα πανταχόθεν ἔπασχε μὲν κακῶς, ἔβλαπτε δ’οὐδὲν ἧττον τοὺς φίλους τοὺς πολεμίους · φερόμενα γὰρ εἰκῇ τοὺς ὑποπεσόντας ἐξ ἀμφοῖν αἰεὶ διέφθειρε.

11.24.2τῆς δὲ πεζικῆς δυνάμεως τὰ μὲν κέρατα τῶν Καρχηδονίων ἐθραύετο, τὸ δὲ μέσον τὸ κατὰ τοὺς Λίβυας, ὅπερ ἦν χρησιμώτατον, εἰς τέλος ἄπρακτον ἦν ·

11.24.3οὔτε γὰρ παραβοηθεῖν ἠδύναντο τοῖς ἐπὶ τῶν κεράτων, λιπόντες τὸν ἴδιον τόπον διὰ τὴν τῶν Ἰβήρων ἔφοδον, οὔτε μένοντες ἐπὶ τῶν ὑποκειμένων ἐνεργεῖν τι τῶν δεόντων οἷοίτ’ἦσαν διὰ τὸ μὴ συνιέναι τοὺς κατὰ πρόσωπον πολεμίους αὐτοῖς εἰς τὰς χεῖρας.

11.24.4οὐ μὴν ἀλλὰ χρόνον μέν τινα διηγωνίζοντο τὰ κέρατα γενναίως διὰ τὸ περὶ τῶν ὅλων ἑκατέροις συνεστάναι τὸν κίνδυνον.

11.24.5ἤδη δὲ τοῦ καύματος ἐφεστῶτος κατὰ τὴν ἀκμήν, οἱ μὲν Καρχηδόνιοι παρελύοντο διὰ τὸ μὴ πεποιῆσθαι τὴν ἔξοδον κατὰ τὴν ἰδίαν προαίρεσιν, κεκωλῦσθαι δὲ τῆς ἁρμοζούσης παρασκευῆς, οἱ δὲ Ῥωμαῖοι καὶ τῇ δυνάμει καὶ ταῖς εὐψυχίαις καθυπερεῖχον, καὶ μάλιστα τῷ τοῖς χρησιμωτάτοις πρὸς τοὺς ἀχρειοτάτους τῶν πολεμίων συμβεβληκέναι διὰ τὴν τοῦ στρατηγοῦ πρόνοιαν.

11.24.7τὰς μὲν οὖν ἀρχὰς οἱ περὶ τὸν Ἀσδρούβαν κατὰ πόδα πιεζούμενοι τὴν ἀναχώρησιν ἐποιοῦντο, μετὰ δὲ ταῦτα κλίναντες ἁθρόοι πρὸς τὴν παρώρειαν ἀπεχώρουν · ἐγκειμένων δὲ τῶν Ῥωμαίων βιαιότερον ἔφευγον εἰς τὸν χάρακα προτροπάδην.

11.24.8εἰ μὲν οὖν μὴ θεὸς αὐτοῖς τις συνεπελάβετο τῆς σωτηρίας, παραχρῆμ’ἂν ἐξέπεσον ἐκ τῆς παρεμβολῆς.

11.24.9ἐπιγενομένης δὲ κατὰ τὸν ἀέρα συστροφῆς ἐξαισίου, καὶ καταρραγέντος ὄμβρου λάβρου καὶ συνεχοῦς, μόλις εἰς τὴν αὑτῶν στρατοπεδείαν ἀνεκομίσθησαν οἱ Ῥωμαῖοι.

11.24.10 Ἰλούργεια, πόλις Ἰβηρίας, Πολύβιος ἑνδεκάτῃ.

11.24.11τὸ δὲ τετηκὸς καὶ συνερρυηκὸς ἀργύριον καὶ χρυσίον ἀναζητοῦντες ὑπὸ τοῦ πυρὸς πλεῖστοι Ῥωμαίων διεφθάρησαν. ὅτι πάντων εὐδαιμονιζόντων τὸν Πόπλιον μετὰ τὸ τοὺς Καρχηδονίους ἐξελάσαι τῆς Ἰβηρίας, καὶ παρακαλούντων ἀναπαύεσθαι καὶ ῥᾳθυμεῖν, ἐπεὶ πέρας ἐπιτέθεικε τῷ πολέμῳ, μακαρίζειν αὐτοὺς ἔφη διότι τοιαύτας ἔχουσι τὰς ἐλπίδας, αὐτὸς δὲ νῦν καὶ μάλιστα βουλεύεσθαι τίνα τρόπον ἄρξηται τοῦ πρὸς Καρχηδονίους πολέμου ·

11.24a

11.24a.3τὸν μὲν γὰρ πρὸ τούτου χρόνον Καρχηδονίους Ῥωμαίοις πεπολεμηκέναι, νυνὶ δὲ τὴν τύχην παραδεδωκέναι καιρὸν εἰς τὸ Ῥωμαίους Καρχηδονίοις ἐξενεγκεῖν πόλεμον. ὅτι Πόπλιος διαλεχθεὶς τῷ Σόφακι, ἅτε δὴ πρὸς τοῦτο τὸ μέρος εὐφυὴς ὑπάρχων, οὕτω φιλανθρώπως ὡμίλησε καὶ ἐπιδεξίως ὥστε τὸν Ἀσδρούβαν εἰπεῖν ταῖς ὕστερον ἡμέραις πρὸς τὸν Σόφακα διότι φοβερώτερος αὐτῷ Πόπλιος πέφηνε κατὰ τὴν ὁμιλίαν ἤπερ ἐν τοῖς ὅπλοις.

11.24a.4 ὅτι στάσεως γενομένης τινῶν ἐν τῷ στρατοπέδῳ τῷ Ῥωμαϊκῷ, Πόπλιος, καίπερ ἤδη πεῖραν εἰληφὼς τῶν πραγμάτων ἐφ’ἱκανόν, ὅμως οὐδέποτε μᾶλλον εἰς ἀπορίαν ἧκε καὶ δυσχρηστίαν.

11.25

11.25.1καὶ τοῦτ’ἔπασχε κατὰ λόγον ·

11.25.2καθάπερ γὰρ ἐπὶ τῶν σωμάτων τὰς μὲν ἐκτὸς αἰτίας τοῦ βλάπτειν, λέγω δ’οἷον ψύχους, καύματος, κόπου, τραυμάτων, καὶ πρὶν γίνεσθαι φυλάξασθαι δυνατὸν καὶ γενομέναις εὐμαρὲς βοηθῆσαι, τὰ δ’ἐξ αὐτῶν τῶν σωμάτων γινόμενα φύματα καὶ νόσους δυσχερὲς μὲν προϊδέσθαι, δυσχερὲς δὲ γενομένοις βοηθεῖν, τὸν αὐτὸν δὴ τρόπον καὶ περὶ πολιτείας καὶ περὶ στρατοπέδων διαληπτέον.

11.25.4πρὸς μὲν γὰρ τὰς ἔξωθεν ἐπιβουλὰς καὶ πολέμους πρόχειρος τρόπος τῆς παρασκευῆς καὶ βοηθείας τοῖς ἐφιστάνουσι, πρὸς δὲ τὰς ἐν αὐτοῖς γενομένας ἀντιπολιτείας καὶ στάσεις καὶ ταραχὰς δύσχρηστος βοήθεια καὶ μεγάλης ἐπιδεξιότητος καὶ διαφερούσης ἀγχινοίας δεομένη ·

11.25.6πλὴν ἑνὸς παραγγέλματος, πᾶσιν ἁρμόσει, δεῖ καὶ στρατοπέδοις καὶ πόλεσι καὶ σώμασιν, ὡς ἐμὴ δόξα.

11.25.7τοῦτο δ’ἐστὶ τὸ μηδέποτ’ἐᾶν ἐπὶ πολὺ ῥᾳθυμεῖν καὶ σχολάζειν περὶ μηδὲν τῶν προειρημένων, ἥκιστα δ’ἐν ταῖς εὐροίαις τῶν πραγμάτων καὶ ἐν ταῖς δαψιλείαις τῶν ἐπιτηδείων.

11.25.8πλὴν γε Πόπλιος, ἅτε διαφερόντως ἐπιμελὴς ὤν, καθάπερ ἐξ ἀρχῆς εἶπον, ἔτι δ’ἀγχίνους καὶ πρακτικός, συναθροίσας τοὺς χιλιάρχους τοιάνδε τινὰ τῶν ἐνεστώτων εἰσηγεῖτο λύσιν.

11.25.9ἔφη γὰρ δεῖν ἀναδέξασθαι τοῖς στρατιώταις τὴν τῶν ὀψωνίων ἀπόδοσιν · χάριν δὲ τοῦ πιστεύεσθαι τὴν ἐπαγγελίαν, τὰς ἐπιτεταγμένας εἰσφορὰς ταῖς πόλεσι πρότερον εἰς τὴν τοῦ παντὸς στρατοπέδου χορηγίαν ταύτας νῦν ἁθροίζειν ἐπιφανῶς καὶ μετὰ σπουδῆς, ὡς πρὸς τὴν διόρθωσιν τῶν ὀψωνίων γινομένης τῆς παρασκευῆς ·

11.25.10τοὺς δὲ χιλιάρχους τοὺς αὐτοὺς πάλιν πορευθέντας ἀξιοῦν καὶ παρακαλεῖν μετατίθεσθαι τὴν ἄγνοιαν καὶ κομίζεσθαι τὰς σιταρχίας, παραγινομένους ὡς αὐτόν, ἄντε κατὰ μέρη βούλωνται τοῦτο ποιεῖν ἄνθ’ὁμοῦ πάντες.

11.25.11γενομένου δὲ τούτου τὸ λοιπὸν ἤδη παρ’αὐτὸν τὸν καιρὸν ἔφη δεῖν βουλεύεσθαι τί δέον ἐστὶ πράττειν.

11.26

11.26.1οὗτοι μὲν οὖν ταῦτα διανοηθέντες ἐγίνοντο περὶ τὴν τῶν χρημάτων ἐπιμέλειαν · .

11.26.2G8 τῶν δὲ χιλιάρχων διασαφούντων τὰ δεδογμένα, γνοὺς Πόπλιος ἀνεκοινοῦτο τῷ συνεδρίῳ τί δέον ἐστὶ ποιεῖν.

11.26.3ἔδοξεν οὖν αὐτοῖς, ἡμέραν διασαφήσαντας εἰς ἣν δεήσει παρεῖναι, πρὸς μὲν τὸ πλῆθος διαλύεσθαι, τοὺς δ’αἰτίους κολάζειν πικρῶς · οὗτοι δ’ἦσαν εἰς πέντε καὶ τριάκοντα τὸν ἀριθμόν.

11.26.4τῆς δ’ἡμέρας ἐπελθούσης, καὶ παραγενομένων τῶν ἀποστατῶν ἐπίτε τὰς διαλύσεις καὶ τὴν κομιδὴν τῶν ὀψωνίων, τοῖς μὲν χιλιάρχοις τοῖς πρεσβεύσασι συνέταξε δι’ἀπορρήτων Πόπλιος ἀπαντᾶν τοῖς ἀποστάταις καὶ διελομένους ἕκαστον πέντε τῶν ἀρχηγῶν τῆς στάσεως εὐθέως κατὰ τὴν ἀπάντησιν φιλανθρωπεῖν καὶ καλεῖν ὡς αὑτούς, μάλιστα μὲν πρὸς κατασκήνωσιν ·

11.26.5οἳ δ’ἂν μὴ δύνωνται τοῦτο, πρός γε δεῖπνον καὶ τοιαύτην συνουσίαν.

11.26.6τῷ δὲ μεθ’αὑτοῦ στρατοπέδῳ παρήγγειλε πρὸ ἡμερῶν τριῶν ἐφόδια παρεσκευάσθαι κατὰ πλείω χρόνον ὡς ἐπὶ τὸν Ἀνδοβάλην αὐτῶν μετὰ Μάρκου πορευομένων.

11.26.7 καὶ θαρραλεωτέρους αὐτοὺς ἀκούσαντας ἐποίησε τοὺς ἀποστάτας · ἐν αὑτοῖς γὰρ ὑπέλαβον ἔσεσθαι τὴν πλείστην ἐξουσίαν, ἐπειδὰν συμμίξωσι τῷ στρατηγῷ τῶν ἄλλων στρατοπέδων κεχωρισμένων.

11.27

11.27.1συνεγγιζόντων δ’αὐτῶν τῇ πόλει, τοῖς μὲν ἄλλοις στρατιώταις εἰς τὴν ἐπαύριον ἅμα τῷ φωτὶ παρηγγέλλετο μετὰ τῆς παρασκευῆς ἐξάγειν, τοῖς δὲ χιλιάρχοις καὶ τοῖς ἐπάρχοις, ὅταν ἐκπορευομένοις μετὰ τοῦτο τὸ πρῶτον τὰς μὲν ἀποσκευὰς ἀποτιθέναι, τοὺς δὲ στρατιώτας κατέχειν ἐν τοῖς ὅπλοις ἐπὶ τῆς πύλης, κἄπειτα διελεῖν σφᾶς ἐφ’ἑκάστην τῶν πυλῶν καὶ φροντίζειν ἵνα μηδεὶς ἐκπορεύηται τῶν ἀποστατῶν.

11.27.3οἱ δὲ πρὸς τὴν ἀπάντησιν ἀποτεταγμένοι, συμμίξαντες τοῖς παραγινομένοις πρὸς αὐτούς, ἀπῆγον μετὰ φιλανθρωπίας τοὺς ἐν ταῖς αἰτίαις κατὰ τὸ συντεταγμένον.

11.27.4τούτοις μὲν οὖν ὑπ’αὐτὸν τὸν καιρὸν ἐρρήθη συλλαβεῖν τοὺς πέντε καὶ τριάκοντ’ἄνδρας, ἐπειδὰν δειπνήσωσι, δήσαντάςτε τηρεῖν, μηδενὸς ἔτι τῶν ἔνδον ἐκπορευομένου πλὴν τοῦ διασαφήσοντος τῷ στρατηγῷ παρ’ἑκάστου τὸ γεγονός.

11.27.5πραξάντων δὲ τῶν χιλιάρχων τὸ συνταχθέν, εἰς τὴν ἐπιοῦσαν στρατηγὸς ἅμα τῷ φωτὶ θεωρῶν τοὺς παραγινομένους ἡθροισμένους εἰς τὴν ἀγοράν, συνεκάλει τὴν ἐκκλησίαν.

11.27.6πάντων δὲ συντρεχόντων κατὰ τὸν ἐθισμὸν ἅμα τῷ σημῆναι, καὶ μετεώρων ὄντων ταῖς διανοίαις οἷόν ποτ’ὄψονται τὸν στρατηγὸν καὶ τί ποτ’ἀκούσονται περὶ τῶν ἐνεστώτων, πρὸς μὲν τοὺς ἐπὶ τῶν πυλῶν χιλιάρχους Πόπλιος διεπέμψατο, κελεύων αὐτοὺς ἄγειν τοὺς στρατιώτας ἐν τοῖς ὅπλοις καὶ περιστῆναι τὴν ἐκκλησίαν, αὐτὸς δὲ προπορευθεὶς ἐξέστησε ταῖς διανοίαις πάντας εὐθέως κατὰ τὴν πρώτην φαντασίαν ·

11.27.8ἔτι γὰρ ὑπολαμβάνοντες αὐτὸν ἀσθενῶς ἔχειν οἱ πολλοί, κἄπειτα παρὰ τὴν προσδοκίαν αἰφνιδίως ἐρρωμένον θεασάμενοι κατὰ τὴν ἐπίφασιν κατεπλάγησαν.

11.28

11.28.1οὐ μὴν ἀλλ’οὕτω πως ἤρξατο τῶν λόγων. ἔφη γὰρ θαυμάζειν τίνι δυσαρεστήσαντες ποίαις ἐλπίσιν ἐπαρθέντες ἐπεβάλοντο ποιεῖσθαι τὴν ἀπόστασιν.

11.28.2τρεῖς γὰρ αἰτίας εἶναι, δι’ἃς τολμῶσι στασιάζειν ἄνθρωποι πρὸς πατρίδα καὶ τοὺς ἡγουμένους, ὅταν τοῖς προεστῶσι μέμφωνταί τι καὶ δυσχεραίνωσιν, τοῖς ὑποκειμένοις πράγμασι δυσαρεστῶσιν, καὶ νὴ Δία μειζόνων ὀρεχθῶσι καὶ καλλιόνων ἐλπίδων.

11.28.3ἐρωτῶ δὲ τί τούτων ὑμῖν ὑπῆρξεν; ἐμοὶ δῆλον ὅτι δυσηρεστήσασθε, διότι τὰς σιταρχίας ὑμῖν οὐκ ἀπεδίδουν ·

11.28.4ἀλλὰ τοῦτ’ἐμὸν μὲν οὐκ ἦν ἔγκλημα · κατὰ γὰρ τὴν ἐμὴν ἀρχὴν οὐδὲν ὑμῖν ἐνέλειπε τῶν ὀψωνίων ·

11.28.5εἰ δ’ἄρ’ἦν ἐκ τῆς Ῥώμης, διότι τὰ πάλαι προσοφειλόμενα νῦν οὐ διωρθοῦτο πότερον οὖν ἐχρῆν ἀποστάτας γενομένους τῆς πατρίδος καὶ πολεμίους τῆς θρεψάσης οὕτως ἐγκαλεῖν παρόντας λέγειν μὲν περὶ τούτων πρὸς ἐμέ, παρακαλεῖν δὲ τοὺς φίλους συνεπιλαβέσθαι καὶ βοηθεῖν ὑμῖν;

11.28.7δοκῶ γάρ, ἦν τοῦτο βέλτιον. τοῖς μὲν γὰρ μισθοῦ παρά τισι στρατευομένοις ἔστιν ὅτε συγγνώμην δοτέον ἀφισταμένοις τῶν μισθοδοτῶν, τοῖς δ’ὑπὲρ ἑαυτῶν πολεμοῦσι καὶ γυναικῶν ἰδίων καὶ τέκνων οὐδαμῶς συγχωρητέον ·

11.28.8ἔστι γὰρ παραπλήσιον ὡς ἂν εἴ τις ὑπὸ γονέως ἰδίου φάσκων εἰς ἀργυρίου λόγον ἀδικεῖσθαι παρείη μετὰ τῶν ὅπλων, ἀποκτενῶν τοῦτον παρ’οὗ τὸ ζῆν αὐτὸς ἔλαβε.

11.28.9νὴ Δί’ἀλλ’ἐγὼ τὰς μὲν κακοπαθείας ὑμῖν καὶ τοὺς κινδύνους πλείους τοῖς ἄλλοις ἐπέταττον, τὰ δὲ λυσιτελῆ καὶ τὰς ὠφελείας ἑτέροις μᾶλλον ἐμέριζον ·

11.28.10ἀλλ’οὔτε τολμᾶτε τοῦτο λέγειν οὔτε τολμήσαντες δύναισθ’ἂν ἀποδεῖξαι.

11.28.11τί οὖν ἐστιν, ἐφ’ δυσαρεστούμενοι κατὰ τὸ παρὸν ἡμῖν τὰς ἀποστάσεις ἐποιήσασθε; τοῦτ’ἤδη βούλομαι πυθέσθαι · δοκῶ μὲν γὰρ οὐδὲν οὔτ’ἐρεῖν οὔτ’ἐπινοήσειν ὑμῶν οὐδένα.

11.29

11.29.1καὶ μὴν οὐ δὲ τοῖς ὑποκειμένοις ἀσχάλλοντες · πότε γὰρ εὔροια πραγμάτων μείζων; πότε δὲ πλείω προτερήματα γέγονε τῇ Ῥώμῃ; πότε δὲ τοῖς στρατευομένοις μείζους ἐλπίδες νῦν;

11.29.2ἀλλ’ἴσως ἐρεῖ τις τῶν ἀπηλπικότων ὅτι πλείω τὰ λυσιτελῆ τὰ παρὰ τοῖς ἐχθροῖς προυφαίνετο καὶ μείζους ἐλπίδες καὶ βεβαιότεραι · παρὰ τίσι δὴ τούτοις;

11.29.3 παρ’Ἀνδοβάλῃ καὶ Μανδονίῳ; καὶ τίς ὑμῶν οὐκ οἶδε διότι πρότερον μὲν οὗτοι παρασπονδήσαντες Καρχηδονίους πρὸς ἡμᾶς ἀπέστησαν, νῦν δὲ πάλιν ἀθετήσαντες τοὺς ὅρκους καὶ τὴν πίστιν ἐχθροὺς ἡμῖν σφᾶς αὐτοὺς ἀναδεδείχασι;

11.29.4καλόν γε τούτοις πιστεύσαντας πολεμίους γενέσθαι τῆς ἑαυτῶν πατρίδος.

11.29.5οὐ μὴν οὐ δ’ἐν αὑτοῖς εἴχετε τὰς ἐλπίδας ὡς κρατήσοντες τῆς Ἰβηρίας · οὐ δὲ γὰρ μετ’Ἀνδοβάλου ταχθέντες ἱκανοὶ πρὸς ἡμᾶς ἦτε διακινδυνεύειν, μή τι καὶ καθ’ἑαυτοὺς ταττόμενοι.

11.29.6τί οὖν ἦν προσείχετε; πυθέσθαι γὰρ ἂν βουλοίμην ὑμῶν. εἰ μὴ νὴ Δία ταῖς ἐμπειρίαις τῶν νῦν προχειρισθέντων ἡγεμόνων καὶ ταῖς ἀρεταῖς πιστεύοντες καὶ ταῖς ῥάβδοις καὶ τοῖς πελέκεσι τοῖς προηγουμένοις αὐτῶν · ὑπὲρ ὧν οὐ δὲ λέγειν πλείω καλόν.

11.29.7ἀλλ’οὐκ ἔστι τούτων, ἄνδρες, οὐδέν · οὐ δ’ἂν ἔχοιθ’ὑμεῖς δίκαιον οὐ δὲ τοὐλάχιστον εἰπεῖν οὔτε πρὸς ἡμᾶς οὔτε πρὸς τὴν πατρίδα.

11.29.8διόπερ ἐγὼ περὶ ὑμῶν πρόςτε τὴν Ῥώμην καὶ πρὸς αὑτὸν ἀπολογήσομαι, τὰ παρὰ πᾶσιν ἀνθρώποις ὁμολογούμενα δίκαια προθέμενος.

11.29.9ταῦτα δ’ἐστὶ διότι πᾶς ὄχλος εὐπαραλόγιστος ὑπάρχει καὶ πρὸς πᾶν εὐάγωγος. ὅθεν αἰεὶ τὸ παραπλήσιον πάθος συμβαίνει περίτε τοὺς ὄχλους καὶ τὴν θάλατταν.

11.29.10καθάπερ γὰρ κἀκείνης μὲν ἰδία φύσις ἐστὶν ἀβλαβὴς τοῖς χρωμένοις καὶ στάσιμος, ὅταν δ’εἰς αὐτὴν ἐμπέσῃ τὰ πνεύματα βίᾳ, τοιαύτη φαίνεται τοῖς χρωμένοις οἷοί τινες ἂν ὦσιν οἱ κυκλοῦντες αὐτὴν ἄνεμοι, τὸν αὐτὸν τρόπον καὶ τὸ πλῆθος ἀεὶ καὶ φαίνεται καὶ γίνεται πρὸς τοὺς χρωμένους οἵους ἂν ἔχῃ προστάτας καὶ συμβούλους.

11.29.12διὸ κἀγὼ νῦν καὶ πάντες οἱ προεστῶτες τοῦ στρατοπέδου πρὸς μὲν ὑμᾶς διαλυόμεθα καὶ πίστιν δίδομεν ἐφ’ μὴ μνησικακήσειν.

11.29.13πρὸς δὲ τοὺς αἰτίους ἀκαταλλάκτως διακείμεθα, κολάζειν αὐτοὺς ἀξίως καὶ τῶν εἰς τὴν πατρίδα καὶ τῶν εἰς ἡμᾶς ἡμαρτημένων.

11.30

11.30.1ἀκμὴν δὲ ταῦτ’ἔλεγε καὶ κύκλῳ μὲν οἱ στρατιῶται περιεστῶτες ἐν τοῖς ὅπλοις ἀπὸ παραγγέλματος συνεψόφησαν ταῖς μαχαίραις τοὺς θυρεούς, ἅμα δὲ τούτοις δεδεμένοι γυμνοὶ οἱ τῆς στάσεως αἴτιοι γεγονότες εἰσήγοντο.

11.30.2τῷ δὲ πλήθει τοιοῦτον παρέστη δέος ὑπότε τοῦ πέριξ φόβου καὶ τῶν κατὰ πρόσωπον δεινῶν, ὥστε τῶν μὲν μαστιγουμένων, τῶν δὲ πελεκιζομένων μήτε τὴν ὄψιν ἀλλοιῶσαι μήτε φωνὴν προέσθαι μηδένα, μένειν δὲ πάντας ἀχανεῖς, ἐκπεπληγμένους πρὸς τὸ συμβαῖνον.

11.30.3οἱ μὲν οὖν ἀρχηγοὶ τῶν κακῶν αἰκισθέντες εἵλκοντο διὰ μέσων, ἀπηλλαγμένοι τοῦ ζῆν · οἱ δὲ λοιποὶ παρὰ μὲν τοῦ στρατηγοῦ καὶ τῶν ἄλλων ἀρχόντων κατὰ κοινὸν ἔλαβον τὰς πίστεις ἐφ’ μηδένα μηδενὶ μνησικακήσειν, αὐτοὶ δὲ καθ’ἕνα προϊόντες ὤμνυον τοῖς χιλιάρχοις μὴν πειθαρχήσειν τοῖς παραγγελλομένοις ὑπὸ τῶν ἀρχόντων καὶ μηδὲν ὑπεναντίον φρονήσειν τῇ Ῥώμῃ.

11.30.4Πόπλιος μὲν οὖν, μεγάλων κινδύνων ἀρχὴν φυομένων καλῶς διορθωσάμενος, πάλιν ἀποκατέστησε τὰς οἰκείας δυνάμεις εἰς τὴν ἐξ ἀρχῆς διάθεσιν.

11.30.5 δὲ Πόπλιος συναθροίσας εὐθέως ἐν αὐτῇ τῇ Καρχηδόνι τὰς δυνάμεις εἰς ἐκκλησίαν ἔλεγε περίτε τῆς Ἀνδοβάλου τόλμης καὶ τῆς εἰς αὐτοὺς ἀθεσίας, καὶ πολλὰ πρὸς τοῦτο τὸ μέρος ἐνεγκάμενος παρώξυνε τοὺς πολλοὺς πρὸς τὴν κατὰ τῶν προειρημένων δυναστῶν ὁρμήν.

11.31

11.31.3ἐπὶ δὲ τούτοις ἐξηριθμήσατο τοὺς προγεγενημένους αὐτοῖς ἀγῶνας πρὸς Ἴβηρας ὁμοῦ καὶ πρὸς Καρχηδονίους, στρατηγούντων Καρχηδονίων, ἐν οἷς ἀεὶ νικῶντας οὐ καθήκειν ἔφη νυνὶ διαπορεῖν, μήποτε πρὸς αὐτοὺς Ἴβηρας Ἀνδοβάλου στρατηγοῦντος μαχόμενοι λειφθῶσι.

11.31.5διόπερ οὐ δὲ προσδέξασθαι συναγωνιστὴν Ἰβήρων οὐδένα καθάπαξ ἔφη, δι’αὐτῶν δὲ Ῥωμαίων συστήσασθαι τὸν κίνδυνον, ἵνα φανερὸν γένηται πᾶσιν ὡς οὐκ Ἴβηρσι Καρχηδονίους καταπολεμησάμενοι, καθάπερ ἔνιοί φασιν, ἐξεβάλομεν ἐξ Ἰβηρίας, ἀλλὰ καὶ Καρχηδονίους καὶ Κελτίβηρας ταῖς Ῥωμαίων ἀρεταῖς καὶ τῇ σφετέρᾳ γενναιότητι νενικήκαμεν.

11.31.6ταῦτα δ’εἰπὼν ὁμονοεῖν παρῄνει καὶ θαρροῦντας, εἰ καὶ πρὸς ἄλλον τινά, καὶ πρὸς τοῦτον ἰέναι τὸν κίνδυνον.

11.31.7περὶ δὲ τοῦ νικᾶν αὐτὸς ἔφη μετὰ τῶν θεῶν ποιήσασθαι τὴν καθήκουσαν πρόνοιαν.

11.31.8τῷ δὲ πλήθει τοιαύτη παρέστη προθυμία καὶ θάρσος ὥστε παραπλησίους εἶναι πάντας ἐκ τῆς ἀπόψεως τοῖς ὁρῶσι τοὺς πολεμίους καὶ μέλλουσιν ὅσον οὔπω πρὸς αὐτοὺς διακινδυνεύειν.

11.32

11.32.1τότε μὲν οὖν ταῦτ’εἰπὼν διαφῆκε τὴν ἐκκλησίαν. τῇ δ’ἐπαύριον ἀναζεύξας προῆγε, καὶ παραγενηθεὶς ἐπὶ τὸν Ἴβηρα ποταμὸν δεκαταῖος καὶ περαιωθεὶς τῇ τετάρτῃ μετὰ ταύτην προσεστρατοπέδευσε τοῖς ὑπεναντίοις, λαβὼν αὐλῶνά τινα μεταξὺ τῆς αὑτοῦ καὶ τῶν πολεμίων στρατοπεδείας.

11.32.2τῇ δ’ἑξῆς εἰς τὸν προειρημένον αὐλῶνα προσέβαλέ τινα θρέμματα τῶν παρεπομένων τῷ στρατοπέδῳ, συντάξας ἑτοίμους ἔχειν τοὺς ἱππεῖς τῷ Γαΐῳ, τοὺς δὲ γροσφομάχους ἐπέταξε τῶν χιλιάρχων τισὶ παρασκευάζειν.

11.32.3ταχὺ δὲ τῶν Ἰβήρων ἐπιπεσόντων ἐπὶ τὰ θρέμματ’ἐξαφῆκε τῶν γροσφομάχων τινάς. γινομένης δὲ διὰ τούτων συμπλοκῆς καὶ προσβοηθούντων ἑκατέροις πλειόνων, συνέστη μέγας ἀκροβολισμὸς τῶν πεζῶν περὶ τὸν αὐλῶνα.

11.32.4τοῦ δὲ καιροῦ παραδιδόντος εὐλόγους ἀφορμὰς πρὸς ἐπίθεσιν, ἔχων Γάιος ἑτοίμους τοὺς ἱππεῖς κατὰ τὸ συνταχθὲν ἐπεβάλετο τοῖς ἀκροβολιζομένοις, ἀποτεμόμενος ἀπὸ τῆς παρωρείας, ὥστε τοὺς πλείους αὐτῶν κατὰ τὸν αὐλῶνα σκεδασθέντας ὑπὸ τῶν ἱππέων διαφθαρῆναι. γενομένου δὲ τούτου, παροξυνθέντες οἱ βάρβαροι, καὶ διαγωνιάσαντες μὴ διὰ τὸ προηττῆσθαι δόξωσι καταπεπλῆχθαι τοῖς ὅλοις, ἐξῆγον ἅμα τῷ φωτὶ καὶ παρέταττον εἰς μάχην ἅπασαν τὴν δύναμιν.

11.32.6 δὲ Πόπλιος ἕτοιμος μὲν ἦν πρὸς τὴν χρείαν, θεωρῶν δὲ τοὺς Ἴβηρας ἀλογίστως συγκαταβαίνοντας εἰς τὸν αὐλῶνα καὶ τάττοντας οὐ μόνον τοὺς ἱππεῖς, ἀλλὰ καὶ τοὺς πεζοὺς ἐν τοῖς ἐπιπέδοις, ἐπέμενε, βουλόμενος ὡς πλείστους ταύτῃ χρήσασθαι τῇ παρεμβολῇ, πιστεύων μὲν καὶ τοῖς ἱππεῦσι τοῖς ἰδίοις, ἔτι δὲ μᾶλλον τοῖς πεζοῖς, διὰ τὸ κατὰ τὰς ἐξ ὁμολόγου καὶ συστάδην μάχας τόντε καθοπλισμὸν καὶ τοὺς ἄνδρας τοὺς παρ’αὑτοῦ πολὺ διαφέρειν τῶν Ἰβήρων.

11.33

11.33.1ἐπεὶ δ’ἔδοξε τὸ δέον αὐτῷ γίνεσθαι, πρὸς μὲν τοὺς ἐν τῇ παρωρείᾳ τεταγμένους τῶν πολεμίων ἀντέταττε πρὸς δὲ τοὺς εἰς τὸν αὐλῶνα καταβεβηκότας ἅθρους ἄγων ἐκ τῆς παρεμβολῆς ἐπὶ τέτταρας κοόρτις προσέβαλε τοῖς πεζοῖς τῶν ὑπεναντίων.

11.33.2κατὰ δὲ τὸν καιρὸν τοῦτον καὶ Γάιος Λαίλιος, ἔχων τοὺς ἱππεῖς, προῆγε διὰ τῶν λόφων τῶν ἀπὸ τῆς παρεμβολῆς ἐπὶ τὸν αὐλῶνα κατατεινόντων, καὶ προσέβαλλε τοῖς τῶν Ἰβήρων ἱππεῦσι κατὰ νώτου, καὶ συνεῖχε τούτους ἐν τῇ πρὸς αὑτὸν μάχῃ. λοιπὸν οἱ μὲν πεζοὶ τῶν ὑπεναντίων, ἐρημωθέντες τῆς τῶν ἱππέων χρείας, οἷς πιστεύσαντες εἰς τὸν αὐλῶνα κατέβησαν, ἐπιεζοῦντο καὶ κατεβαροῦντο τῇ μάχῃ, οἱ δ’ἱππεῖς τὸ παραπλήσιον ἔπασχον ·

11.33.4ἀπειλημμένοι γὰρ ἐν στενῷ καὶ δυσχρηστούμενοι πλείους ὑφ’αὑτῶν τῶν πολεμίων διεφθείροντο, τῶν μὲν ἰδίων πεζῶν ἐκ πλαγίου προσκειμένων αὐτοῖς, τῶν δὲ πολεμίων τῶν πεζῶν κατὰ πρόσωπον, τῶν δ’ἱππέων κατὰ νώτου περιεστώτων.

11.33.5τοιαύτης δὲ γενομένης τῆς μάχης οἱ μὲν εἰς τὸν αὐλῶνα καταβάντες σχεδὸν ἅπαντες διεφθάρησαν, οἱ δ’ἐν τῇ παρωρείᾳ διέφυγον.

11.33.6οὗτοι δ’ἦσαν εὔζωνοι, τρίτον δὲ μέρος τῆς ἁπάσης δυνάμεως, μεθ’ὧν καὶ τὸν Ἀνδοβάλην συνέβη διασωθέντα φυγεῖν εἴς τι χωρίον ὀχυρόν. Πόπλιος δέ, συντέλειαν ἐπιτεθεικὼς τοῖς κατὰ τὴν Ἰβηρίαν ἔργοις, παρῆν εἰς τὸν Ταρράκωνα μετὰ μεγίστης χαρᾶς, κάλλιστον θρίαμβον καὶ καλλίστην νίκην τῇ πατρίδι κατάγων.

11.33.8σπεύδων δὲ μὴ καθυστερεῖν τῆς ἐν τῇ Ῥώμῃ καταστάσεως τῶν ὑπάτων, πάντα τὰ κατὰ τὴν Ἰβηρίαν διατάξας καὶ παραδοὺς τὸ στρατόπεδον τοῖς περὶ τὸν Ἰούνιον καὶ Μάρκιον, αὐτὸς ἀπέπλευσε μετὰ Γαΐου καὶ τῶν ἄλλων φίλων εἰς τὴν Ῥώμην.

11.34

11.34.1καὶ γὰρ αὐτὸς ἦν Εὐθύδημος Μάγνης, πρὸς ὃν ἀπελογίζετο φάσκων ὡς οὐ δικαίως αὐτὸν Ἀντίοχος ἐκ τῆς βασιλείας ἐκβαλεῖν σπουδάζει ·

11.34.2γεγονέναι γὰρ οὐκ αὐτὸς ἀποστάτης τοῦ βασιλέως, ἀλλ’ἑτέρων ἀποστάντων ἐπανελόμενος τοὺς ἐκείνων ἐκγόνους, οὕτως κρατῆσαι τῆς Βακτριανῶν ἀρχῆς.

11.34.3καὶ πλείω δὲ πρὸς ταύτην τὴν ὑπόθεσιν διαλεχθεὶς ἠξίου τὸν Τηλέαν μεσιτεῦσαι τὴν διάλυσιν εὐνοϊκῶς, παρακαλέσαντα τὸν Ἀντίοχον μὴ φθονῆσαι τῆς ὀνομασίας αὑτῷ τῆς τοῦ βασιλέως καὶ προστασίας, ὥς γ’ἐὰν μὴ συγχωρῇ τοῖς ἀξιουμένοις, οὐδετέρῳ τῆς ἀσφαλείας ὑπαρχούσης ·

11.34.5πλήθη γὰρ οὐκ ὀλίγα παρεῖναι τῶν Νομάδων, δι’ὧν κινδυνεύειν μὲν ἀμφοτέρους, ἐκβαρβαρωθήσεσθαι δὲ τὴν χώραν ὁμολογουμένως, ἐὰν ἐκείνους προσδέχωνται.

11.34.6ταῦτα δ’εἰπὼν ἐξαπέστειλε τὸν Τηλέαν πρὸς τὸν Ἀντίοχον.

11.34.7 δὲ βασιλεύς, πάλαι περιβλεπόμενος λύσιν τῶν πραγμάτων, πυθόμενος ταῦτα παρὰ τοῦ Τηλέου, προθύμως ὑπήκουσε πρὸς τὰς διαλύσεις διὰ τὰς προειρημένας αἰτίας.

11.34.8τοῦ δὲ Τηλέου προσανακάμψαντος καὶ πολλάκις πρὸς ἀμφοτέρους, τέλος Εὐθύδημος ἐξέπεμψε Δημήτριον τὸν υἱὸν βεβαιώσοντα τὰς ὁμολογίας · ὃν βασιλεὺς ἀποδεξάμενος, καὶ νομίσας ἄξιον εἶναι τὸν νεανίσκον βασιλείας καὶ κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν ἔντευξιν καὶ προστασίαν, πρῶτον μὲν ἐπηγγείλατο δώσειν αὐτῷ μίαν τῶν ἑαυτοῦ θυγατέρων ·

11.34.9δεύτερον δὲ συνεχώρησε τῷ πατρὶ τὸ τῆς βασιλείας ὄνομα.

11.34.10περὶ δὲ τῶν λοιπῶν ἐγγράπτους ποιησάμενος ὁμολογίας καὶ συμμαχίαν ἔνορκον, ἀνέζευξε σιτομετρήσας δαψιλῶς τὴν δύναμιν, προσλαβὼν καὶ τοὺς ὑπάρχοντας ἐλέφαντας τοῖς περὶ τὸν Εὐθύδημον.

11.34.11ὑπερβαλὼν δὲ τὸν Καύκασον καὶ κατάρας εἰς τὴν Ἰνδικήν, τήντε φιλίαν ἀνενεώσατο τὴν πρὸς τὸν Σοφαγασῆνον τὸν βασιλέα τῶν Ἰνδῶν, καὶ λαβὼν ἐλέφαντας, ὥστε γενέσθαι τοὺς ἅπαντας εἰς ἑκατὸν καὶ πεντήκοντ’, ἔτι δὲ σιτομετρήσας πάλιν ἐνταῦθα τὴν δύναμιν, αὐτὸς μὲν ἀνέζευξε μετὰ τῆς στρατιᾶς, Ἀνδροσθένην δὲ τὸν Κυζικηνὸν ἐπὶ τῆς ἀνακομιδῆς ἀπέλιπε τῆς γάζης τῆς ὁμολογηθείσης αὐτῷ παρὰ τοῦ βασιλέως.

11.34.13διελθὼν δὲ τὴν Ἀραχωσίαν καὶ περαιωθεὶς τὸν Ἐρύμανθον ποταμόν, ἧκε διὰ τῆς Δραγγηνῆς εἰς τὴν Καρμανίαν, οὗ καὶ συνάπτοντος ἤδη τοῦ χειμῶνος ἐποιήσατο τὴν παραχειμασίαν.

11.34.14τὸ μὲν οὖν πέρας τῆς εἰς τοὺς ἄνω τόπους στρατείας Ἀντιόχου τοιαύτην ἔλαβε τὴν συντέλειαν, δι’ἧς οὐ μόνον τοὺς ἄνω σατράπας ὑπηκόους ἐποιήσατο τῆς ἰδίας ἀρχῆς, ἀλλὰ καὶ τὰς ἐπιθαλαττίους πόλεις καὶ τοὺς ἐπὶ τάδε τοῦ Ταύρου δυνάστας, καὶ συλλήβδην ἠσφαλίσατο τὴν βασιλείαν, καταπληξάμενος τῇ τόλμῃ καὶ φιλοπονίᾳ πάντας τοὺς ὑποταττομένους ·

11.34.16διὰ γὰρ ταύτης τῆς στρατείας ἄξιος ἐφάνη τῆς βασιλείας οὐ μόνον τοῖς κατὰ τὴν Ἀσίαν, ἀλλὰ καὶ τοῖς κατὰ τὴν Εὐρώπην.