Polybius

Histories, 25

25.1

25.1.1Πολυβίου δ’εἰπόντος τριακοσίας αὐτῶν καταλῦσαι πόλεις Τεβέριον Γράκχον, κωμῳδῶν φησι τοῦτο τῷ Γράκχῳ χαρίσασθαι τὸν ἄνδρα, τοὺς πύργους καλοῦντα πόλεις, ὥσπερ ἐν ταῖς θριαμβικαῖς πομπαῖς.

25.1.2καὶ ἴσως οὐκ ἄπιστον τοῦτο λέγει · καὶ γὰρ οἱ στρατηγοὶ καὶ οἱ συγγραφεῖς ῥᾳδίως ἐπὶ τοῦτο φέρονται τὸ ψεῦσμα, καλλωπίζοντες τὰς πράξεις.

25.2

25.2.1ὅτι Φαρνάκης, ἐξαπιναίου καὶ βαρείας αὐτῷ τῆς ἐφόδου γενομένης, ἕτοιμος ἦν πρὸς πᾶν τὸ προτεινόμενον · πρέσβεις γὰρ ἐξαπέστειλε πρὸς Εὐμένη καὶ Ἀριαράθην.

25.2.2τῶν δὲ περὶ Εὐμένη καὶ Ἀριαράθην προσδεξαμένων τοὺς λόγους καὶ παραχρῆμα συνεξαποστειλάντων πρεσβευτὰς παρ’αὑτῶν πρὸς τὸν Φαρνάκην, καὶ τούτου γενομένου πλεονάκις παρ’ἑκατέρων, ἐκυρώθησαν αἱ διαλύσεις ἐπὶ τούτοις ·

25.2.3εἰρήνην ὑπάρχειν Εὐμένει καὶ Προυσίᾳ καὶ Ἀριαράθῃ πρὸς Φαρνάκην καὶ Μιθριδάτην εἰς τὸν πάντα χρόνον.

25.2.4Γαλατίας μὴ ἐπιβαίνειν Φαρνάκην κατὰ μηδένα τρόπον. ὅσαι γεγόνασιν πρότερον συνθῆκαι Φαρνάκῃ πρὸς Γαλάτας, ἀκύρους ὑπάρχειν.

25.2.5ὁμοίως Παφλαγονίας ἐκχωρεῖν, ἀποκαταστήσαντα τοὺς οἰκήτορας, οὓς πρότερον ἐξαγηόχει, σὺν δὲ τούτοις ὅπλα καὶ βέλη καὶ τὰς ἄλλας παρασκευάς.

25.2.6ἀποδοῦναι δὲ καὶ Ἀριαράθῃ τῶντε χωρίων ὅσα παρῄρητο μετὰ τῆς προϋπαρχούσης κατασκευῆς καὶ τοὺς ὁμήρους.

25.2.7ἀποδοῦναι δὲ καὶ Τίον παρὰ τὸν Πόντον, ὃν μετά τινα χρόνον Εὐμένης ἔδωκε Προυσίᾳ πεισθεὶς μετὰ μεγάλης χάριτος.

25.2.8ἐγράφη δὲ καὶ τοὺς αἰχμαλώτους ἀποκαταστῆσαι Φαρνάκην χωρὶς λύτρων καὶ τοὺς αὐτομόλους ἅπαντας ·

25.2.9πρὸς δὲ τούτοις τῶν χρημάτων καὶ τῆς γάζης, ἧς ἀπήνεγκε παρὰ Μορζίου καὶ Ἀριαράθου, ἀποδοῦναι τοῖς προειρημένοις βασιλεῦσιν ἐνακόσια τάλαντα, καὶ τοῖς περὶ τὸν Εὐμένη τριακόσια προσθεῖναι τῆς εἰς τὸν πόλεμον δαπάνης.

25.2.11ἐπεγράφη δὲ καὶ Μιθριδάτῃ τῷ τῆς Ἀρμενίας σατράπῃ τριακόσια τάλαντα, διότι παραβὰς τὰς πρὸς Εὐμένη συνθήκας ἐπολέμησεν Ἀριαράθῃ.

25.2.12περιελήφθησαν δὲ ταῖς συνθήκαις τῶν μὲν κατὰ τὴν Ἀσίαν δυναστῶν Ἀρταξίας τῆς πλείστης Ἀρμενίας ἄρχων καὶ Ἀκουσίλοχος, τῶν δὲ κατὰ τὴν Εὐρώπην Γάταλος Σαρμάτης, τῶν δ’αὐτονομουμένων Ἡρακλεῶται, Μεσημβριανοί, Χερρονησῖται, σὺν δὲ τούτοις Κυζικηνοί.

25.2.14περὶ δὲ τῶν ὁμήρων τελευταῖον ἐγράφη πόσους δεήσει καὶ τίνας δοῦναι τὸν Φαρνάκην · ὧν καὶ παραγενηθέντων ἐξ αὐτῆς ἀνέζευξαν αἱ δυνάμεις.

25.2.15καὶ τοῦ μὲν Εὐμένει καὶ Ἀριαράθῃ πρὸς Φαρνάκην συστάντος πολέμου τοιοῦτον ἀπέβη τὸ τέλος.

25.3

25.3.1ὅτι Περσεὺς ἀνανεωσάμενος τὴν φιλίαν τὴν πρὸς Ῥωμαίους εὐθέως ἑλληνοκοπεῖν ἐπεβάλετο, κατακαλῶν εἰς τὴν Μακεδονίαν καὶ τοὺς τὰ χρέα φεύγοντας καὶ τοὺς πρὸς καταδίκας ἐκπεπτωκότας καὶ τοὺς ἐπὶ βασιλικοῖς ἐγκλήμασι παρακεχωρηκότας.

25.3.2καὶ τούτων ἐξετίθει προγραφὰς εἴςτε Δῆλον καὶ Δελφοὺς καὶ τὸ τῆς Ἰτωνίας Ἀθηνᾶς ἱερόν, διδοὺς οὐ μόνον τὴν ἀσφάλειαν τοῖς καταπορευομένοις, ἀλλὰ καὶ τῶν ὑπαρχόντων κομιδήν, ἀφ’ὧν ἕκαστος ἔφυγε.

25.3.3παρέλυσε δὲ καὶ τοὺς ἐν αὐτῇ τῇ Μακεδονίᾳ τῶν βασιλικῶν ὀφειλημάτων, ἀφῆκε δὲ καὶ τοὺς ἐν ταῖς φυλακαῖς ἐγκεκλεισμένους ἐπὶ βασιλικαῖς αἰτίαις.

25.3.4ταῦτα δὲ ποιήσας πολλοὺς ἐμετεώρισε, δοκῶν καλὰς ἐλπίδας ὑποδεικνύναι πᾶσι τοῖς Ἕλλησιν ἐν αὑτῷ.

25.3.5ἐπέφαινε δὲ καὶ κατὰ τὴν ἐν τῷ λοιπῷ βίῳ προστασίαν τὸ τῆς βασιλείας ἀξίωμα.

25.3.6κατάτε γὰρ τὴν ἐπιφάνειαν ἦν ἱκανὸς καὶ πρὸς πᾶσαν σωματικὴν χρείαν τὴν διατείνουσαν εἰς τὸν πραγματικὸν τρόπον εὔθετος, κατάτε τὴν ἐπίφασιν εἶχεν ἐπισκύνιον καὶ τάξιν οὐκ ἀνοίκειον τῆς ἡλικίας.

25.3.7ἐπεφεύγει δὲ καὶ τὴν πατρικὴν ἀσέλγειαν τήντε περὶ τὰς γυναῖκας καὶ τὴν περὶ τοὺς πότους, καὶ οὐ μόνον αὐτὸς μέτριον ἔπινε δειπνῶν, ἀλλὰ καὶ οἱ συνόντες αὐτῷ φίλοι.

25.3.8καὶ τὰ μὲν προοίμια τῆς Περσέως ἀρχῆς τοιαύτην εἶχε διάθεσιν. ὅτι Φίλιππος βασιλεύς, ὅτε μὲν ηὐξήθη καὶ τὴν κατὰ τῶν Ἑλλήνων ἐξουσίαν ἔλαβε, πάντων ἦν ἀπιστότατος καὶ παρανομώτατος, ὅτε δὲ πάλιν τὰ τῆς τύχης ἀντέπνευσε, πάντων μετριώτατος.

25.3.10ἐπεὶ δὲ τοῖς ὅλοις πράγμασιν ἔπταισε, πρὸς πᾶν τὸ μέλλον ἁρμοζόμενος ἐπειρᾶτο κατὰ πάντα τρόπον σωματοποιεῖν τὴν αὑτοῦ βασιλείαν.

25.4

25.4.1ὅτι μετὰ τὴν ἀποστολὴν τῶν ὑπάτων Τεβερίου καὶ Κλαυδίου τὴν πρὸς Ἴστρους καὶ Ἀγρίους σύγκλητος ἐχρημάτισε τοῖς παρὰ τῶν Λυκίων ἥκουσι πρεσβευταῖς, ἤδη τῆς θερείας ληγούσης, οἵτινες παρεγένοντο μὲν εἰς τὴν Ῥώμην ἤδη καταπεπολεμημένων τῶν Λυκίων, ἐξαπεστάλησαν δὲ χρόνοις ἱκανοῖς ἀνώτερον.

25.4.3οἱ γὰρ Ξάνθιοι, καθ’ὃν καιρὸν ἔμελλον εἰς τὸν πόλεμον ἐμβαίνειν, ἐξέπεμψαν πρεσβευτὰς εἴςτε τὴν Ἀχαΐαν καὶ τὴν Ῥώμην τοὺς περὶ Νικόστρατον.

25.4.4οἳ τότε παραγενηθέντες εἰς τὴν Ῥώμην πολλοὺς εἰς ἔλεον ἐξεκαλέσαντο τῶν ἐν τῷ συνεδρίῳ, τιθέντες ὑπὸ τὴν ὄψιν τήντε Ῥοδίων βαρύτητα καὶ τὴν αὑτῶν περίστασιν.

25.4.5καὶ τέλος εἰς τοῦτ’ἤγαγον τὴν σύγκλητον, ὥστε πέμψαι πρεσβευτὰς εἰς τὴν Ῥόδον τοὺς διασαφήσοντας ὅτι, τῶν ὑπομνηματισμῶν ἀναληφθέντων ὧν οἱ δέκα πρέσβεις ἐποιήσαντο κατὰ τὴν Ἀσίαν, ὅτε τὰ πρὸς Ἀντίοχον ἐχείριζον, εὕρηνται Λύκιοι δεδομένοι Ῥοδίοις οὐκ ἐν δωρεᾷ, τὸ δὲ πλεῖον ὡς φίλοι καὶ σύμμαχοι.

25.4.6τοιαύτης δὲ γενομένης διαλύσεως, οὐ δ’ὅλως ἤρεσκε πολλοῖς τὸ γεγονός.

25.4.7ἐδόκουν γὰρ οἱ Ῥωμαῖοι τὰ κατὰ τοὺς Ῥοδίους καὶ Λυκίους διαγωνοθετεῖν, θέλοντες ἐκδαπανᾶσθαι τὰς παραθέσεις τῶν Ῥοδίων καὶ τοὺς θησαυρούς, ἀκηκοότες τήντε νυμφαγωγίαν τὴν νεωστὶ τῷ Περσεῖ γεγενημένην ὑπ’αὐτῶν καὶ τὴν ἀνάπειραν τῶν πλοίων.

25.4.9συνέβαινε γὰρ βραχεῖ χρόνῳ πρότερον ἐπιφανῶς καὶ μεγαλομερῶς ταῖς παρασκευαῖς ἀναπεπειρᾶσθαι τοὺς Ῥοδίους ἅπασι τοῖς σκάφεσι τοῖς ὑπάρχουσιν αὐτοῖς.

25.4.10καὶ γὰρ ξύλων πλῆθος εἰς ναυπηγίαν ἐδίδοτο παρὰ τοῦ Περσέως τοῖς Ῥοδίοις, καὶ στελγίδα χρυσῆν ἑκάστῳ τῶν ἀφρακτιτῶν ἐδεδώρητο τῶν νεωστὶ νενυμφαγωγηκότων αὐτῷ τὴν Λαοδίκην.

25.5

25.5.1ὅτι εἰς τὴν Ῥόδον παραγενομένων τῶν ἐκ τῆς Ῥώμης πρεσβευτῶν καὶ διασαφούντων τὰ δεδογμένα τῇ συγκλήτῳ, θόρυβος ἦν ἐν τῇ Ῥόδῳ καὶ πολλὴ ταραχὴ περὶ τοὺς πολιτευομένους, ἀγανακτούντων ἐπὶ τῷ μὴ φάσκειν ἐν δωρεᾷ δεδόσθαι τοὺς Λυκίους αὐτοῖς, ἀλλὰ κατὰ συμμαχίαν.

25.5.2ἄρτι γὰρ δοκοῦντες καλῶς τεθεῖσθαι τὰ κατὰ Λυκίους, αὖθις ἄλλην ἀρχὴν ἑώρων φυομένην πραγμάτων ·

25.5.3εὐθέως γὰρ οἱ Λύκιοι, τῶν Ῥωμαίων παραγενομένων καὶ διασαφούντων ταῦτα τοῖς Ῥοδίοις, πάλιν ἐστασίαζον καὶ πᾶν ὑπομένειν οἷοίτ’ἦσαν ὑπὲρ τῆς αὐτονομίας καὶ τῆς ἐλευθερίας.

25.5.4οὐ μὴν ἀλλ’οἵ γε Ῥόδιοι διακούσαντες τῶν πρεσβευτῶν καὶ νομίσαντες ἐξηπατῆσθαι τοὺς Ῥωμαίους ὑπὸ τῶν Λυκίων, παραχρῆμα κατέστησαν τοὺς περὶ Λυκόφρονα πρεσβευτάς, διδάξοντας τὴν σύγκλητον περὶ τῶν προειρημένων.

25.5.5καὶ ταῦτα μὲν ἐπὶ τούτων ἦν, ὅσον οὔπω δοκούντων πάλιν ἐπαναστήσεσθαι τῶν Λυκίων.

25.6

25.6.1ὅτι σύγκλητος, παραγενομένων τῶν ἐκ τῆς Ῥόδου πρεσβευτῶν, διακούσασα τῶν λόγων ὑπερέθετο τὴν ἀπόκρισιν.

25.6.2ἡκόντων δὲ τῶν Δαρδανίων καὶ περὶ τοῦ πλήθους τῶν Βασταρνῶν καὶ περὶ τοῦ μεγέθους τῶν ἀνδρῶν καὶ τῆς ἐν τοῖς κινδύνοις τόλμης ἐξηγουμένων, καὶ διασαφούντων περὶ τῆς Περσέως κοινοπραγίας καὶ τῶν Γαλατῶν καὶ φασκόντων τοῦτον ἀγωνιᾶν μᾶλλον τοὺς Βαστάρνας καὶ διὰ ταῦτα δεομένων σφίσι βοηθεῖν, παρόντων δὲ καὶ Θετταλῶν καὶ συνεπιμαρτυρούντων τοῖς Δαρδανίοις καὶ παρακαλούντων καὶ τούτων ἐπὶ τὴν βοήθειαν, ἔδοξε τῇ συγκλήτῳ πέμψαι τινὰς τοὺς αὐτόπτας ἐσομένους τῶν προσαγγελλομένων.

25.6.6καὶ παραυτίκα καταστήσαντες Αὖλον Ποστόμιον ἐξαπέστειλαν καὶ σὺν τούτῳ τινὰς τῶν νέων.