Histories, 32
32.1.1ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἧκον παρ’Ἀριαράθου πρέσβεις στέφανόντε κομίζοντες ἀπὸ μυρίων χρυσῶν καὶ διασαφοῦντες τὴν τοῦ βασιλέως προαίρεσιν, ἣν ἔχει πρὸς τὰ Ῥωμαίων πράγματα, καὶ τούτων μάρτυρας ἐπήγοντο τοὺς περὶ τὸν Τεβέριον.
32.1.3ὧν ἀνθομολογησαμένων ἡ σύγκλητος τόντε στέφανον ἀπεδέξατο μετὰ μεγάλης χάριτος καὶ τὰ μέγιστα τῶν παρ’αὐτῇ νομιζομένων δώρων ἀνταπέστειλε, τόντε σκίπωνα καὶ τὸν ἐλεφάντινον δίφρον.
32.1.4τούτους μὲν οὖν ἐξ αὐτῆς ἔτι πρὸ τοῦ χειμῶνος ἀπέλυσεν ἡ σύγκλητος.
32.1.5μετὰ δὲ τούτους Ἀττάλου παραγενηθέντος, ἤδη τῶν ὑπάτων τὰς ἀρχὰς εἰληφότων, καὶ τῶν Γαλατῶν αὐτοῦ κατηγορησάντων, οὓς ἀπεστάλκει Προυσίας, καὶ πλειόνων ἑτέρων ἀπὸ τῆς Ἀσίας, διακούσασα πάντων ἡ σύγκλητος οὐ μόνον ἀπέλυσε τῶν διαβολῶν τὸν Ἄτταλον, ἀλλὰ καὶ προσαυξήσασα τοῖς φιλανθρώποις ἐξαπέστειλε ·
32.1.7καθ’ὅσον γὰρ ἀπηλλοτρίωτο τοῦ βασιλέως καὶ διεφέρετο πρὸς τὸν Εὐμένη, κατὰ τοσοῦτον ἐφιλοποιεῖτο καὶ συνηῦξε τὸν Ἄτταλον. — ὅτι ἧκον καὶ παρὰ τοῦ Δημητρίου τοῦ βασιλέως πρέσβεις οἱ περὶ τὸν Μηνοχάρην, στέφανον ἀπὸ μυρίων χρυσῶν τῇ Ῥώμῃ κομίζοντες, ἅμα δὲ καὶ τὸν προσενέγκαντα τῷ Γναΐῳ τὰς χεῖρας ἄγοντες.
32.2.2ἡ δὲ σύγκλητος ἐπὶ πολὺν μὲν χρόνον διηπόρησε περὶ τούτων πῶς δεῖ χρήσασθαι τοῖς πράγμασιν, ὅμως δὲ προσεδέξατο καὶ τοὺς πρεσβευτὰς καὶ τὸν στέφανον ·
32.2.3τούς γε μὴν ἀγομένους ἀνθρώπους οὐ προσεδέξατο.
32.2.4καίτοι γε Δημήτριος οὐ μόνον τὸν Λεπτίνην ἀπέστειλε τὸν αὐτόχειρα τοῦ Γναΐου γενόμενον, ἀλλὰ καὶ τὸν Ἰσοκράτην.
32.2.5οὗτος δ’ἦν μὲν γραμματικὸς τῶν τὰς ἀκροάσεις ποιουμένων, φύσει δ’ὢν λάλος καὶ πέρπερος καὶ κατακορὴς προσέκοπτε μὲν καὶ τοῖς Ἕλλησιν, ἅτε καὶ τῶν περὶ τὸν Ἀλκαῖον ἐν ταῖς Συγκρίσεσιν ἐπιδεξίως σκωπτόντων αὐτὸν καὶ διαχλευαζόντων, παραγενόμενος δ’εἰς τὴν Συρίαν καὶ καταφρονήσας τῶν ἀνθρώπων οὐκ ἠρκεῖτο περὶ τῶν ἰδίων ἐπιτηδευμάτων ποιούμενος τοὺς λόγους, ἀλλὰ καὶ πραγματικὰς ἀποφάσεις ἐξέβαλε, φάσκων δίκαια πεπονθέναι τὸν Γνάιον, δεῖν δὲ καὶ τοὺς ἄλλους πρεσβευτὰς ἀπολωλέναι πρὸς τὸ μη δὲ τὸν ἀγγελοῦντα καταλειφθῆναι τοῖς Ῥωμαίοις τὸ γεγονός, ἵνα παύσωνται τῶν ὑπερηφάνων ἐπιταγμάτων καὶ τῆς ἀνέδην ἐξουσίας.
32.2.8τοιαῦτα μὲν οὖν ῥιψολογῶν ἐνέπεσεν εἰς τὴν προειρημένην ἀτυχίαν.
32.3.1ἐγένετο δέ τι περὶ τοὺς προειρημένους ἄξιον μνήμης.
32.3.2ὁ μὲν γὰρ Λεπτίνης μετὰ τὸ προσενεγκεῖν Γναΐῳ τὰς χεῖρας εὐθέως ἐν τῇ Λαοδικείᾳ περιῄει φανερῶς, φάσκων δίκαια πεποιηκέναι καὶ μετὰ τῆς τῶν θεῶν γνώμης ταῦτα πεπραχέναι.
32.3.3τοῦ δὲ Δημητρίου παραλαβόντος τὰ πράγματα, προσεπορεύετο τῷ βασιλεῖ, παρακαλῶν αὐτὸν μὴ δεδιέναι διὰ τὸν Γναΐου φόνον μη δὲ βουλεύεσθαι μηδὲν δυσχερὲς κατὰ τῶν Λαοδικέων ·
32.3.4αὐτὸς γὰρ εἰς τὴν Ῥώμην πορεύσεσθαι καὶ διδάξειν τὴν σύγκλητον ὅτι μετὰ τῆς τῶν θεῶν γνώμης ταῦτα πεποίηκεν.
32.3.5καὶ πέρας διὰ τὴν ἑτοιμότητα καὶ προθυμίαν οὗτος μὲν ἄνευ δεσμῶν ἤχθη καὶ φυλακῆς, ὁ δ’Ἰσοκράτης ἐμπεσὼν εἰς τὴν αἰτίαν ὁλοσχερῶς παρεξέστη τῇ διανοίᾳ.
32.3.6τοῦ κλοιοῦ δ’αὐτῷ περὶ τὸν τράχηλον περιτεθέντος καὶ τῆς ἁλύσεως, σπανίως μὲν καὶ τὴν τροφὴν προσίετο, τῆς δὲ τοῦ σώματος θεραπείας εἰς τέλος ἀπέστη.
32.3.7διὸ καὶ παρεγένετ’εἰς τὴν Ῥώμην θέαμα θαυμάσιον, εἰς ὃν ἀποβλέψας ἄν τις ὁμολογήσειεν διότι καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν οὐδέν ἐστιν ἀνθρώπου φοβερώτερον, ὅταν ἅπαξ ἀποθηριωθῇ.
32.3.8ἥτε γὰρ ὄψις ἐκτόπως ἦν αὐτοῦ φοβερὰ καὶ θηριώδης, ὡς ἂν πλεῖον ἐνιαυτοῦ μὴ τὸν ῥύπον, μὴ τοὺς ὄνυχας, μὴ τὰς τρίχας ἀφῃρημένου, τάτε κατὰ τὴν διάνοιαν ἐκ τῆς τῶν ὀμμάτων ἐμφάσεως καὶ κινήσεως τοιαύτην ἐποιεῖτο τὴν φαντασίαν ὥστε τὸν θεασάμενον πρὸς πᾶν ζῷον ἑτοιμότερον ἂν προσελθεῖν ἢ πρὸς ἐκεῖνον.
32.3.10ὁ δὲ Λεπτίνης μένων ἐπὶ τῆς ἐξ ἀρχῆς προαιρέσεως εἴςτε τὴν σύγκλητον ἕτοιμος ἦν εἰσπορεύεσθαι πρόςτε τοὺς ἐντυγχάνοντας ἁπλῶς ἀνθωμολογεῖτο περὶ τῆς πράξεως, καὶ προσδιωρίζετο μηδὲν αὑτῷ δυσχερὲς ἀπαντήσειν ὑπὸ Ῥωμαίων. καὶ τέλος εὐστόχησε τῆς ἐλπίδος ·
32.3.11ἡ γὰρ σύγκλητος, ὡς ἐμοὶ δοκεῖν, ὑπολαβοῦσα διότι δόξει τοῖς πολλοῖς ἔχειν τοῦ φόνου δίκην, ἐὰν τοὺς αἰτίους παραλαβοῦσα τιμωρήσηται, τούτους μὲν οὐ προσεδέξατο μικροῦ δεῖν, ἐτήρει δὲ τὴν αἰτίαν ἀκέραιον, ὥστ’ἔχειν ἐξουσίαν, ὅτε βουληθείη, χρήσασθαι τοῖς ἐγκλήμασι.
32.3.13διὸ καὶ τὴν ἀπόκρισιν ἔδωκε τοιαύτην τῷ Δημητρίῳ, διότι τεύξεται τῶν φιλανθρώπων, ἐὰν τὸ ἱκανὸν ποιῇ τῇ συγκλήτῳ κατὰ τὴν τῆς ἀρχῆς ἐξουσίαν. — ἧκον δὲ καὶ παρὰ τῶν Ἀχαιῶν πρέσβεις οἱ περὶ Ξένωνα καὶ Τηλεκλῆν ὑπὲρ τῶν κατῃτιαμένων, καὶ μάλιστα τοῦ Πολυβίου καὶ τοῦ Στρατίου χάριν ·
32.3.15τοὺς μὲν γὰρ λοιποὺς σχεδὸν ἅπαντας ὁ χρόνος ἤδη καταναλώκει, τούς γε δὴ καὶ μνήμης ἀξίους.
32.3.16παρῆσαν δ’οἱ πρέσβεις ἐντολὰς ἔχοντες ἁπλῶς ἀξιωματικὰς χάριν τοῦ πρὸς μηδὲν ἀντιφιλονικεῖν τῇ συγκλήτῳ.
32.3.17εἰσπορευθέντων δὲ καὶ ποιησαμένων τοὺς ἁρμόζοντας λόγους, οὐ δ’ὣς οὐδὲν ἠνύσθη, τὸ δ’ἐναντίον ἔδοξε τῇ συγκλήτῳ μένειν ἐπὶ τῶν ὑποκειμένων.
32.4.1ὅτι Λυκίσκου τοῦ Αἰτωλοῦ ταραχώδους ὄντος καὶ θορυβώδους, ἀναιρεθέντος δὲ τούτου, τὸ ἑξῆς οἱ Αἰτωλοὶ ὡμοφρόνησαν καὶ ὡμονόησαν ἑνὸς ἀνθρώπου παραχωρήσαντος ·
32.4.2τηλικαύτη τίς ἐστιν, ὡς ἔοικε, δύναμις ἐν ταῖς τῶν ἀνθρώπων φύσεσιν, ὥστε μὴ μόνον στρατόπεδα καὶ πόλεις, ἀλλὰ καὶ τὰς ἐθνικὰς συστάσεις καὶ τὰς ὁλοσχερεῖς διαφορὰς τῆς οἰκουμένης δι’ἑνὸς ἀνδρὸς ἀρετὴν καὶ κακίαν ποτὲ μὲν τῶν μεγίστων κακῶν, ποτὲ δὲ τῶν μεγίστων ἀγαθῶν πεῖραν λαμβάνειν. — ὅτι Λυκίσκος κάκιστος ὢν καλῶς κατέστρεψε τὸν βίον, ὥστε τοὺς πλείστους εἰκότως ὀνειδίζειν τῇ τύχῃ διότι τὸ τῶν ἀγαθῶν ἀνδρῶν ἆθλον τὴν εὐθανασίαν τοῖς χειρίστοις ἐνίοτε περιτίθησιν.
32.4.3— ὅτι τὰ κατὰ τὴν Αἰτωλίαν καλῶς διετέθη, κατεσβεσμένης ἐν αὐτοῖς τῆς ἐμφυλίου στάσεως μετὰ τὸν Λυκίσκου θάνατον, καὶ Μνασίππου τοῦ Κορωναίου μεταλλάξαντος τὸν βίον βελτίων ἦν ἡ διάθεσις κατὰ τὴν Βοιωτίαν, ὁμοίως δὲ καὶ κατὰ τὴν Ἀκαρνανίαν Χρέμα γεγονότος ἐκποδών.
32.5.3σχεδὸν γὰρ ὡσανεὶ καθαρμόν τινα συνέβη γενέσθαι τῆς Ἑλλάδος, τῶν ἀλιτηρίων αὐτῆς ἐκ τοῦ ζῆν μεθισταμένων.
32.5.4καὶ γὰρ καὶ τὸν Ἠπειρώτην Χάροπα συνεκύρησε κατὰ τὸν ἐνιαυτὸν τοῦτον ἐν Βρεντεσίῳ μεταλλάξαι τὸν βίον.
32.5.5τὰ δὲ κατὰ τὴν Ἤπειρον ἔτ’ἐν ἀκαταστασίαις ἦν καὶ ταραχαῖς, ὡς κατὰ τοὺς ἐπάνω χρόνους, διὰ τὴν Χάροπος ὠμότητα καὶ παρανομίαν, ἐξ οὗ συνέβη τελεσθῆναι τὸν πρὸς Περσέα πόλεμον.
32.5.6μετὰ γὰρ τὸ κατακρῖναι Λεύκιον Ἀνίκιον καὶ Λεύκιον Αἰμίλιον ἀνελεῖν τοὺς μὲν τῶν ἐπιφανῶν ἀνδρῶν, τοὺς δ’ἀπαγαγεῖν εἰς τὴν Ῥώμην, ὅσοι καὶ βραχεῖαν ὑποψίαν εἶχον, τότε λαβὼν ὁ Χάροψ τὴν ἐξουσίαν ὃ βούλοιτο πράττειν, οὐκ ἔστι τῶν δεινῶν ὁποῖον οὐκ ἐποίει, τὰ μὲν δι’αὑτοῦ, τὰ δὲ διὰ τῶν φίλων, ἅτε νέος μὲν ὢν αὐτὸς κομιδῇ, συνδεδραμηκότων δὲ πρὸς αὐτὸν τῶν χειρίστων καὶ τῶν εἰκαιοτάτων ἀνθρώπων διὰ τὸν ἐκ τῶν ἀλλοτρίων νοσφισμόν.
32.5.9εἶχε δ’οἷον ἐφεδρείαν καὶ ῥοπὴν πρὸς τὸ πιστεύεσθαι διότι πράττει κατά τινα λόγον ἃ ποιεῖ καὶ μετὰ τῆς Ῥωμαίων γνώμης τήντε προϋπάρχουσαν αὐτῷ σύστασιν πρὸς τοὺς προειρημένους καὶ πρὸς ταύτῃ Μύρτωνα πρεσβύτην ἄνθρωπον καὶ τὸν υἱὸν αὐτοῦ Νικάνορα, τα- τἄλλατε μετρίους ἀνθρώπους καὶ δοκοῦντας εἶναι Ῥωμαίων φίλους, οἳ πολύ τι κεχωρισμένοι τὸν πρὸ τοῦ χρόνον ἁπάσης ἀδικίας οὐκ οἶδ’ὅπως τότε συνεπέδωκαν αὑτοὺς εἰς τὸ συνεπισχύειν καὶ κοινωνεῖν ταῖς τοῦ Χάροπος ἀνομίαις.
32.5.11ἐπειδὴ δ’ὁ προειρημένος τοὺς μὲν κατὰ τὴν ἀγορὰν ἀναφανδὸν ἐφόνευσε, τοὺς δ’ἐν ταῖς ἰδίαις οἰκίαις, ἐνίους δ’ἐπὶ τῶν ἀγρῶν καὶ κατὰ τὰς ὁδοὺς ἐπαποστέλλων ἐδολοφόνησε καὶ πάντων τῶν τεθνεώτων ἐξηνδραποδίσατο τοὺς βίους, ἄλλην ἐπεισῆγε μηχανήν.
32.5.12προέγραφε γὰρ τοὺς εὐκαιροῦντας τοῖς βίοις φυγάδας, οὐ μόνον ἄνδρας ἀλλὰ καὶ γυναῖκας ·
32.5.13ἀναταθεὶς δὲ τὸν φόβον τοῦτον ἐχρηματίζετ’ἀεὶ τοὺς μὲν ἄνδρας δι’ἑαυτοῦ, τὰς δὲ γυναῖκας διὰ τῆς μητρὸς Φιλώτιδος ·
32.5.14πάνυ γὰρ εὐφυὲς ἐγένετο καὶ τοῦτο τὸ πρόσωπον, πρὸς δὲ βίαν καὶ πλεῖόν τι δυνάμενον συνεργεῖν ἢ κατὰ γυναῖκα.
32.6.1ἐπειδὴ δὲ πάντας καὶ πάσας ἐξηργυρίσαντο κατὰ τὸ δυνατόν, εἰσῆγον εἰς τὸν δῆμον οὐδὲν ἧττον ἅπαντας τοὺς προγεγραμμένους.
32.6.2οἱ δὲ πολλοὶ τῶν ἐν τῇ Φοινίκῃ τὰ μὲν διὰ τὸν φόβον, τὰ δὲ καὶ δελεαζόμενοι διὰ τῶν περὶ τὸν Χάροπα κατέκριναν οὐ φυγῆς ἀλλὰ θανάτου πάντας τοὺς προσαγγελθέντας ὡς ἀλλότρια φρονοῦντας Ῥωμαίων.
32.6.3οὗτοι μὲν οὖν πάντες ἔφυγον, ὁ δὲ Χάροψ ὥρμησεν εἰς τὴν Ῥώμην, ἔχων χρήματα καὶ τοὺς περὶ τὸν Μύρτωνα μεθ’αὑτοῦ, βουλόμενος ἐπισφραγίσασθαι διὰ τῆς συγκλήτου τὴν αὑτοῦ παρανομίαν.
32.6.4ἐν ᾧ καιρῷ κάλλιστον μὲν ἐγένετο δεῖγμα τῆς Ῥωμαίων αἱρέσεως, κάλλιστον δὲ θέαμα πᾶσι τοῖς Ἕλλησι τοῖς παρεπιδήμοις, μάλιστα δὲ τοῖς ἀνακεκλημένοις ·
32.6.5ὅτε γὰρ Μάρκος, ἀρχιερεὺς ὢν καὶ πρῶτος τῆς συγκλήτου γραφόμενος, ὅτε Λεύκιος ὁ τὸν Περσέα νικήσας, μεγίστην ἔχων πίστιν καὶ δύναμιν, πυνθανόμενοι τὰ πεπραγμένα τῷ Χάροπι κατὰ τὴν Ἤπειρον ἐκώλυσαν εἰς τὰς οἰκίας αὑτῶν εἰσιέναι τὸν Χάροπα.
32.6.6οὗ γενομένου περιβοήτου πάντες ἐγενήθησαν οἱ παρεπιδημοῦντες περιχαρεῖς, ἀποδεχόμενοι τὸ μισοπόνηρον τῶν Ῥωμαίων.
32.6.7μετὰ δὲ ταῦτα τοῦ Χάροπος εἰσελθόντος εἰς τὴν σύγκλητον, οὐ συγκατέθετο τοῖς ἀξιουμένοις οὐ δ’ἐβουλήθη δοῦναι ῥητὴν ἀπόκρισιν, ἀλλὰ τοῖς ἀποστελλομένοις πρεσβευταῖς ἔφη δώσειν ἐντολὰς ἐπισκέψασθαι περὶ τῶν γεγονότων.
32.6.9ὁ δὲ Χάροψ ἀναχωρήσας ταύτην μὲν τὴν ἀπόκρισιν ἀπεσιώπησε, γράψας δὲ πρὸς τὴν ἰδίαν ὑπόθεσιν ἁρμόζουσαν ἀπήγγειλεν ὡς συνευδοκούντων Ῥωμαίων τοῖς ὑπ’αὐτοῦ πραττομένοις.
32.7.1ὅτι παρὰ τῶν Ἀθηναίων ἧκον πρέσβεις καὶ παρὰ τῶν Ἀχαιῶν οἱ περὶ Θεαρίδαν καὶ Στέφανον ὑπὲρ τῶν Δηλίων.
32.7.2τοῖς γὰρ Δηλίοις δοθείσης ἀποκρίσεως παρὰ Ῥωμαίων, μετὰ τὸ συγχωρηθῆναι τὴν Δῆλον τοῖς Ἀθηναίοις, αὐτοῖς μὲν ἐκχωρεῖν ἐκ τῆς νήσου, τὰ δ’ὑπάρχοντα κομίζεσθαι, μεταστάντες εἰς Ἀχαΐαν οἱ Δήλιοι καὶ πολιτογραφηθέντες ἐβούλοντο τὸ δίκαιον ἐκλαβεῖν παρὰ τῶν Ἀθηναίων κατὰ τὸ πρὸς τοὺς Ἀχαιοὺς σύμβολον.
32.7.4τῶν δ’Ἀθηναίων φασκόντων μηδὲν εἶναι πρὸς αὐτοὺς τῆς δικαιοδοσίας ταύτης, ᾐτοῦντο ῥύσια τοὺς Ἀχαιοὺς οἱ Δήλιοι κατὰ τῶν Ἀθηναίων.
32.7.5ὑπὲρ ὧν τότε πρεσβεύσαντες ἔλαβον ἀπόκρισιν κυρίας εἶναι τὰς κατὰ τοὺς νόμους γεγενημένας παρὰ τοῖς Ἀχαιοῖς οἰκονομίας περὶ τῶν Δηλίων.
32.8.1ὅτι Εὐμένης ὁ βασιλεὺς τῇ μὲν σωματικῇ δυνάμει παραλελυμένος ἦν, τῇ δὲ τῆς ψυχῆς λαμπρότητι προσανεῖχεν, ἀνὴρ ἐν μὲν τοῖς πλείστοις οὐδενὸς δεύτερος τῶν καθ’αὑτὸν βασιλέων γενόμενος, περὶ δὲ τὰ σπουδαιότατα καὶ κάλλιστα μείζων καὶ λαμπρότερος ·
32.8.3ὅς γε πρῶτον μὲν παραλαβὼν παρὰ τοῦ πατρὸς τὴν βασιλείαν συνεσταλμένην τελέως εἰς ὀλίγα καὶ λιτὰ πολισμάτια ταῖς μεγίσταις τῶν καθ’αὑτὸν δυναστειῶν ἐφάμιλλον ἐποίησε τὴν ἰδίαν ἀρχήν, οὐ τύχῃ τὸ πλεῖον συνεργῷ χρώμενος, οὐ δ’ἐκ περιπετείας, ἀλλὰ διὰ τῆς ἀγχινοίας καὶ φιλοπονίας, ἔτι δὲ πράξεως τῆς αὑτοῦ.
32.8.5δεύτερον φιλοδοξότατος ἐγενήθη καὶ πλείστας μὲν τῶν καθ’αὑτὸν βασιλέων πόλεις Ἑλληνίδας εὐεργέτησε, πλείστους δὲ κατ’ἰδίαν ἀνθρώπους ἐσωματοποίησε.
32.8.6τρίτον ἀδελφοὺς ἔχων τρεῖς καὶ κατὰ τὴν ἡλικίαν καὶ πρᾶξιν, πάντας τούτους συνέσχε πειθαρχοῦντας αὑτῷ καὶ δορυφοροῦντας καὶ σῴζοντας τὸ τῆς βασιλείας ἀξίωμα.
32.8.7τοῦτο δὲ σπανίως εὕροι τις ἂν γεγονός.
32.9.1ὅτι τῶν Ἰσσίων πλεονάκις πεπρεσβευκότων εἰς τὴν Ῥώμην καὶ διασαφούντων ὅτι Δελματεῖς τὴν χώραν ἀδικοῦσι καὶ τὰς πόλεις τὰς μετ’αὐτῶν ταττομένας ·
32.9.2αὗται δ’εἰσὶν Ἐπέτιον καὶ Τραγύριον · ὁμοίως δὲ καὶ τῶν Δαορσῶν ἐγκαλούντων, ἐξαπέστειλεν ἡ σύγκλητος πρεσβευτὰς τοὺς περὶ Γάιον Φάννιον ἐποπτεύσοντας τὰ κατὰ τὴν Ἰλλυρίδα, καὶ μάλιστα τούτων τὰ κατὰ τοὺς Δελματεῖς.
32.9.4οὗτοι δέ, μέχρι μὲν ἔζη Πλευρᾶτος, ὑπήκουον ἐκείνῳ · μεταλλάξαντος δὲ τούτου τὸν βίον, καὶ διαδεξαμένου Γενθίου τὴν βασιλείαν, ἀποστάντες ἀπὸ τούτου τοῖς ὁμόροις προσεπολέμουν καὶ κατεστρέφοντο τοὺς ἀστυγείτονας, ὧν ἔνιοι καὶ φόρους αὐτοῖς ἔφερον · ὁ δὲ φόρος ἦν θρέμματα καὶ σῖτος.
32.9.5καὶ οἱ μὲν περὶ Φάννιον ἐπὶ τούτοις ἐξώρμησαν. — ὅτι ὁ βασιλεὺς Ἀριαράθης παρεγένετο εἰς τὴν Ῥώμην ἔτι θερείας οὔσης ·
32.10.1τότε δέ, παρειληφότων ὑπάτων τὰς ἀρχὰς τῶν περὶ τὸν Σέξτον Ἰούλιον καὶ Λεύκιον Αὐρήλιον, ἐγίνετο περὶ τὰς κατ’ἰδίαν ἐντεύξεις, οἰκείαν ποιούμενος περικοπὴν καὶ φαντασίαν τῆς ὑποκειμένης περιστάσεως.
32.10.3παρῆσαν δὲ καὶ παρὰ Δημητρίου πρέσβεις οἱ περὶ τὸν Μιλτιάδην πρὸς ἑκατέραν τὴν ὑπόθεσιν ἡρμοσμένοι · καὶ γὰρ πρὸς Ἀριαράθην ἀπολογεῖσθαι καὶ κατηγορεῖν αὐτοῦ παρεσκευάζοντο φιλαπεχθῶς.
32.10.4ἀπεστάλκει δὲ καὶ Ὀροφέρνης πρεσβευτὰς τοὺς περὶ Τιμόθεον καὶ Διογένην, στέφανόντε κομίζοντας τῇ Ῥώμῃ καὶ τὴν φιλίαν καὶ τὴν συμμαχίαν ἀνανεωσομένους, τὸ δὲ πλεῖον συγκαταστησομένους πρὸς τὸν Ἀριαράθην καὶ τὰ μὲν ἀπολογησομένους, τὰ δὲ κατηγορήσοντας.
32.10.5ἐν μὲν οὖν ταῖς κατ’ἰδίαν ἐντεύξεσιν μείζω φαντασίαν εἷλκον οἱ περὶ τὸν Διογένην καὶ Μιλτιάδην, ἅτε καὶ κατὰ τὸ πλῆθος πρὸς ἕνα συγκρινόμενοι καὶ κατὰ τὴν ἄλλην περικοπὴν εὐτυχοῦντες πρὸς ἐπταικότα θεωρούμενοι ·
32.10.6παραπλησίως δὲ καὶ περὶ τὴν τῶν πραγμάτων ἐξήγησιν πολὺ περιῆσαν ·
32.10.7πᾶν μὲν γὰρ καὶ πρὸς παντοῖα λέγειν ἐθάρρουν, οὐδένα λόγον ποιούμενοι τῆς ἀληθείας, τὸ δὲ λεγόμενον ἀνυπεύθυνον ἦν, οὐκ ἔχον τὸν ἀπολογησόμενον.
32.10.8λοιπὸν ἀκονιτὶ τοῦ ψεύδους ἐπικρατοῦντος, ἐδόκει σφίσι τὰ πράγματα κατὰ γνώμην χωρεῖν.
32.11.1ὅτι οὐκ ὀλίγοι τῶν ἀνθρώπων διὰ τὴν πρὸς τὸ πλεῖον ἐπιθυμίαν καὶ τὸ πνεῦμα προσέθηκαν τοῖς χρήμασιν, οἷς Ὀροφέρνης ὁ τῆς Καππαδοκίας βασιλεὺς κατάληπτος γενόμενος ἀπώλετο καὶ τῆς βασιλείας ἐξέπεσεν.
32.11.2ἡμεῖς δὲ συγκεφαλαιωσάμενοι τὴν τούτου κάθοδον ἐπανάξομεν τὴν διήγησιν ἐπὶ τὴν εἰθισμένην τάξιν, ᾗ χρώμεθα παρ’ὅλην τὴν πραγματείαν ·
32.11.3καὶ γὰρ νῦν ὑπερβάντες τὰ κατὰ τὴν Ἑλλάδα προελάβομεν τῶν κατὰ τὴν Ἀσίαν τὰ κατὰ τὴν Καππαδοκίαν διὰ τὸ μηδεμίαν εὔλογον ἔχειν διαίρεσιν τὸν ἐκ τῆς Ἰταλίας ἀπόπλουν καὶ τὴν ἐπὶ τὰ πράγματα κάθοδον τοῦ Ἀριαράθου.
32.11.4διόπερ ἐπάνειμι δηλώσων τὰ κατὰ τὴν Ἑλλάδα γενόμενα περὶ τοὺς αὐτοὺς καιρούς.
32.11.5ἐν οἷς ἴδιον καὶ παράλογον πρᾶγμα συνέβη γενέσθαι περὶ τὴν τῶν Ὠρωπίων πόλιν ·
32.11.6ὑπὲρ οὗ τὰ μὲν ἀναδραμόντες, τὰ δὲ προλαβόντες τοῖς χρόνοις συγκεφαλαιωσόμεθα τὴν ὅλην πρᾶξιν, ἵνα μὴ κατὰ μέρος αὐτῆς οὔσης οὐ δ’ὅλως ἐπιφανοῦς ἐν διῃρημένοις χρόνοις ἀπαγγέλλοντες εὐτελῆ καὶ ἀσαφῆ ποιῶμεν τὴν διήγησιν.
32.11.7ὅταν γὰρ μόλις τὸ ὅλον ἄξιον ἐπιστάσεως φαίνηται τοῖς ἀκούουσιν, ἦ πού γε τοῖς κατὰ μέρος ἐκ διαστήματος λεγομένοις τὸν νοῦν προσέξει τις τῶν φιλομαθούντων; — ὅτι κατὰ τὸ πλεῖστον ἐν ταῖς ἐπιτυχίαις ὡς ἐπίπαν ἄνθρωποι συμφρονοῦσι, κατὰ δὲ τὰς ἀποτυχίας ἀσχάλλοντες τοῖς πράγμασιν ἑλκώδεις καὶ δύσκολοι γίνονται πρὸς τοὺς φίλους ·
32.11.9ὃ καὶ περὶ τὸν Ὀροφέρνην συνέβη γενέσθαι, τῶν πραγμάτων αὐτῷ ἀντιπιπτόντων καὶ τῷ Θεοτίμῳ καὶ μεμφομένων ἀλλήλοις. — Ὀροφέρνην.
32.11.10[…] ὀλίγον χρόνον Καππαδοκίας βασιλεύσαντα καὶ παριδόντα τὰς πατρίους ἀγωγάς φησιν ἐν τῇ τριακοστῇ δευτέρᾳ εἰσαγαγεῖν τὴν Ἰακὴν καὶ τεχνιτικὴν ἀσωτίαν. — ὅτι Ἄτταλος ὁ ἀδελφὸς Εὐμένους παραλαβὼν τὴν ἐξουσίαν πρῶτον ἐξήνεγκε δεῖγμα τῆς αὑτοῦ προαιρέσεως καὶ πράξεως τὴν Ἀριαράθου καταγωγὴν ἐπὶ τὴν βασιλείαν.
32.13.1ὅτι τῶν περὶ τὸν Γάιον Φάννιον παραγεγονότων ἐκ τῆς Ἰλλυρίδος καὶ διασαφούντων ὅτι τοσοῦτον ἀπέχοιεν οἱ Δελματεῖς τοῦ διορθοῦσθαί τι τῶν ἐγκαλουμένων πρὸς τοὺς ὑπ’αὐτῶν φάσκοντας ἀδικεῖσθαι συνεχῶς, ὡς οὐ δὲ λόγον ἐπιδέχοιντο καθόλου παρ’αὐτῶν, λέγοντες οὐδὲν αὑτοῖς εἶναι καὶ Ῥωμαίοις κοινόν · πρὸς δὲ τούτοις διεσάφουν μήτε κατάλυμα δοθῆναι σφίσι μήτε παροχήν, ἀλλὰ καὶ τοὺς ἵππους, οὓς εἶχον παρ’ἑτέρας πόλεως, ἀφελέσθαι τοὺς Δελματεῖς μετὰ βίας αὑτῶν ·
32.13.3ἑτοίμους δ’εἶναι καὶ τὰς χεῖρας προσάγειν, εἰ μὴ συνείξαντες τῷ καιρῷ μετὰ πολλῆς ἡσυχίας ἐποιήσαντο τὴν ἀπόλυσιν.
32.13.4ὧν ἡ σύγκλητος ἀκούσασα μετ’ἐπιστάσεως ἠγανάκτει μὲν καὶ ἐπὶ τῇ τῶν Δελματέων ἀπειθείᾳ καὶ σκαιότητι, τὸ δὲ πλεῖστον ὑπέλαβε τὸν καιρὸν ἐπιτήδειον εἶναι πρὸς τὸ πολεμῆσαι τοῖς προειρημένοις διὰ πλείους αἰτίας.
32.13.5τάτε γὰρ μέρη ταῦτα τῆς Ἰλλυρίδος τὰ νεύοντα πρὸς τὸν Ἀδρίαν ἀνεπίσκεπτα τελέως ἦν αὐτοῖς, ἐξ οὗ Δημήτριον τὸν Φάριον ἐξέβαλον, τούςτε κατὰ τὴν Ἰταλίαν ἀνθρώπους οὐκ ἐβούλοντο κατ’οὐδένα τρόπον ἀποθηλύνεσθαι διὰ τὴν πολυχρόνιον εἰρήνην ·
32.13.7ἔτος γὰρ ἦν τότε δωδέκατον ἀπὸ τοῦ πρὸς Περσέα πολέμου καὶ τῶν ἐν Μακεδονίᾳ πράξεων. διόπερ ἐβουλεύοντο, πόλεμον ἐνστησάμενοι πρὸς τοὺς προειρημένους ἅμα μὲν ὡσανεὶ καινοποιῆσαι τὰς ὁρμὰς καὶ προθυμίας τῶν ἰδίων ὄχλων, ἅμα δὲ καταπληξάμενοι τοὺς Ἰλλυριοὺς ἀναγκάσαι πειθαρχεῖν τοῖς ὑπ’αὐτῶν παραγγελλομένοις.
32.13.9αὗται μὲν οὖν ἦσαν αἰτίαι δι’ἃς ἐπολέμησαν Ῥωμαῖοι Δελματεῦσι · τοῖς γε μὴν ἐκτὸς τὸν πόλεμον ἀνεδείκνυον, ὡς διὰ τὴν εἰς τοὺς πρεσβευτὰς ὕβριν κεκρικότες πολεμεῖν. — κατὰ τὸν καιρὸν τοῦτον παραγεγονότων πρεσβευτῶν ἐξ Ἠπείρου παράτε τῶν τὴν Φοινίκην κατεχόντων καὶ παρὰ τῶν ἐκπεπτωκότων καὶ ποιησαμένων λόγους κατὰ πρόσωπον, ἔδωκεν ἀπόκρισιν αὐτοῖς ἡ σύγκλητος ὅτι δώσει περὶ τούτων ἐντολὰς τοῖς ἀποστελλομένοις πρεσβευταῖς εἰς τὴν Ἰλλυρίδα μετὰ Γαΐου Μαρκίου.
32.15.1ὅτι Προυσίας μετὰ τὸ νικῆσαι τὸν Ἄτταλον μετὰ τὸ παρελθεῖν πρὸς τὸ Πέργαμον παρασκευασάμενος θυσίαν πολυτελῆ προσήγαγε πρὸς τὸ τέμενος τα- τἀσκληπιοῦ, καὶ βουθυτήσας καὶ καλλιερήσας τότε μὲν ἐπανῆλθεν εἰς τὴν παρεμβολήν, κατὰ δὲ τὴν ἐπιοῦσαν καταστήσας τὴν δύναμιν ἐπὶ τὸ Νικηφόριον τούςτε νεὼς ἅπαντας διέφθειρε καὶ τὰ τεμένη τῶν θεῶν, ἐσύλησε δὲ καὶ τοὺς ἀνδριάντας καὶ τὰ λίθινα τῶν ἀγαλμάτων.
32.15.4τὸ δὲ τελευταῖον καὶ τὸ τα- τἀσκληπιοῦ βαστάσας ἄγαλμα, περιττῶς ὑπὸ Φυρομάχου κατεσκευασμένον, ἀπήνεγκεν ὡς αὑτόν, ᾧ τῇ πρότερον ἡμέρᾳ κατασπένδων ἐβουθύτει καὶ κατηύχετο, δεόμενος, ὅπερ εἰκός, ἵλεων αὑτῷ γενέσθαι καὶ εὐμενῆ κατὰ πάντα τρόπον.
32.15.6ἐγὼ δὲ τὰς τοιαύτας διαθέσεις καὶ πρότερον εἴρηκά που, περὶ Φιλίππου ποιούμενος τὸν λόγον, μανικάς.
32.15.7τὸ γὰρ ἅμα μὲν θύειν καὶ διὰ τούτων ἐξιλάσκεσθαι τὸ θεῖον, προσκυνοῦντα καὶ λιπαροῦντα τὰς τραπέζας καὶ τοὺς βωμοὺς ἐξάλλως, ὅπερ ὁ Προυσίας εἴθιστο ποιεῖν γονυπετῶν καὶ γυναικιζόμενος, ἅμα δὲ ταῦτα καὶ λυμαίνεσθαι καὶ διὰ τῆς τούτων καταφθορᾶς τὴν εἰς τὸ θεῖον ὕβριν διατίθεσθαι, πῶς οὐκ ἂν εἴποι τις εἶναι θυμοῦ λυττῶντος ἔργα καὶ ψυχῆς ἐξεστηκυίας τῶν λογισμῶν;
32.15.9ὃ καὶ τότε συνέβαινε γίνεσθαι περὶ τὸν Προυσίαν. ἀνδρὸς μὲν γὰρ ἔργον οὐδὲν ἐπιτελεσάμενος κατὰ τὰς προσβολάς, ἀγεννῶς δὲ καὶ γυναικοθύμως χειρίσας καὶ τὰ πρὸς θεοὺς καὶ τὰ πρὸς ἀνθρώπους μετήγαγε τὸ στράτευμα πρὸς Ἐλαίαν ·
32.15.10καὶ καταπειράσας τῆς Ἐλαίας καί τινας προσβολὰς ποιησάμενος, οὐδὲν δὲ πράττειν δυνάμενος διὰ τὸ Σώσανδρον τὸν τοῦ βασιλέως σύντροφον εἰσεληλυθότα μετὰ στρατιωτῶν εἴργειν αὐτοῦ τὰς ἐπιβολάς, ἀπῆρεν ἐπὶ Θυατείρων.
32.15.11κατὰ δὲ τὴν ἐπάνοδον τὸ τῆς Ἀρτέμιδος ἱερὸν τῆς ἐν Ἱερᾷ κώμῃ μετὰ βίας ἐσύλησεν.
32.15.12ὁμοίως καὶ τὸ τοῦ Κυννείου Ἀπόλλωνος τέμενος τὸ περὶ Τῆμνον οὐ μόνον ἐσύλησεν, ἀλλὰ καὶ τῷ πυρὶ διέφθειρεν.
32.15.13καὶ ταῦτα διαπραξάμενος ἐπανῆλθεν εἰς τὴν οἰκείαν, οὐ μόνον τοῖς ἀνθρώποις ἀλλὰ καὶ τοῖς θεοῖς πεπολεμηκώς.
32.15.14ἐταλαιπώρησε δὲ καὶ τὸ πεζικὸν στράτευμα τῷ Προυσίᾳ κατὰ τὴν ἐπάνοδον ὑπότε τοῦ λιμοῦ καὶ τῆς δυσεντερίας, ὥστε παρὰ πόδας ἐκ θεοπέμπτου δοκεῖν ἀπηντῆσθαι μῆνιν αὐτῷ διὰ ταύτας τὰς αἰτίας. — ὅτι Ἄτταλος ἡττηθεὶς παρὰ Προυσίου, προχειρισάμενος Ἀθήναιον τὸν ἀδελφὸν ἐξαπέστειλε μετὰ τῶν περὶ τὸν Πόπλιον, διασαφήσοντα τῇ συγκλήτῳ τὸ γεγονός.
32.16.2οἱ γὰρ ἐν τῇ Ῥώμῃ, τοῦ μὲν Ἀνδρονίκου παραγενομένου καὶ διασαφοῦντος τὰ περὶ τὴν πρώτην ἔφοδον τῶν πολεμίων, οὐ προσεῖχον, ἀλλ’ὑπενόουν τὸν Ἄτταλον βουλόμενον αὐτὸν ἐπιβαλεῖν τῷ Προυσίᾳ τὰς χεῖρας προφάσεις προκατασκευάζεσθαι καὶ προκαταλαμβάνειν διαβολαῖς ·
32.16.4ἅμα δὲ τοῦτε Νικομήδους καὶ τῶν περὶ τὸν Ἀντίφιλον, τῶν παρὰ τοῦ Προυσίου πρεσβευτῶν, διαμαρτυρομένων μηδὲν εἶναι τούτων, ἔτι μᾶλλον ἠπιστεῖτο τὰ λεγόμενα περὶ τοῦ Προυσίου.
32.16.5μετὰ δέ τινα χρόνον ἐπιδιασαφουμένης τῆς πραγματείας, ἀμφιδοξήσασα περὶ τῶν προσπιπτόντων ἡ σύγκλητος ἐξαπέστειλε πρεσβευτὰς Λεύκιον Ἀπολήιον καὶ Γάιον Πετρώνιον τοὺς ἐπισκεψομένους πῶς ἔχει τὰ κατὰ τοὺς προειρημένους βασιλεῖς.